Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Porphyrii episcopi Gazensis
Marcus DiaconusGaze 98 · pg-scrape-grcMore by Marcus Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
98.1
Κατελθοῦσα δὲ διά τινος λυκίσκου εἰς τὸν αὐτῆς οἶκον, ἤγαγεν τὸν ψίαθον καὶ τύλην ἀχύρων· καθαπλώσασα τὸν ψίαθον ὑπέβαλεν τὴν τύλην, καὶ προσπεσοῦσα τοῖς ποσὶ τοῦ μακαρίου, παρεκάλει αὐτὸν γεύσασθαι τῶν μετρίων αὐτῆς βρωμάτων καὶ μὴ ἀναξιοπαθῆσαι ἐπὶ τῇ πτωχείᾳ αὐτῆς· ἦν γὰρ καὶ πρὸς ἑσπέραν. Ὁ δὲ ὅσιος θέλων μιμητὴς γενέσθαι τοῦ μεγάλου προφήτου Ἡλίου εἶπεν τῇ κόρῃ· Σπούδασον, θύγατερ, καὶ ἄγαγε, ἵνα σοι ἀποδῷ ὁ κύριος δι' ἐμοῦ πνευματικὴν τροφὴν καὶ σαρκικήν. Ἣ δὲ σπεύσασα κατέβη, καὶ ἀπελθοῦσα ἠγόρασεν ἄρτον καὶ ἐλαίας καὶ τυρὸν καὶ βρεκτὸν ὄσπριον καὶ οἶνον, ἤγαγεν δὲ πάντα καὶ παρέθηκεν ἐνώπιον ἡμῶν εἰποῦσα· Λάβετε, κύριοί μου, καὶ εὐλογήσατε τὴν πτωχείαν μου. Ὁ δὲ μακάριος πάλιν κατανυγεὶς ἐδάκρυσεν, προεωρακὼς ἣν ἤμελλεν ἔχειν πίστιν εἰς τὸν Χριστόν. Καὶ ἀναστάντες καὶ ποιήσαντες τὰς συνήθεις εὐχὰς καὶ καθίσαντες μετελάβομεν· ἐγὼ μὲν ἄρτου καὶ τυροῦ καὶ οἴνου μετέλαβον, ὁ δὲ ὅσιος ἄρτου καὶ βρεκτοῦ ὀσπρίου καὶ ὕδατος. Καὶ ἀπολύσαντες τὴν κόρην πρὸς τὴν αὐτῆς μάμμην, ἡμεῖς ὑπνώσαμεν ἐν τῷ δωματίῳ· ἦν γὰρ καὶ θέρους ὥρα. Ἐπερωτήσαμεν δὲ καὶ τὸ ὄνομα τῆς κόρης, εἶπεν δέ· Σαλαφθᾶ, ὃ ἑρμηνεύεται ἑλληνιστὶ Εἰρήνη. Ἐποιήσαμεν δὲ καὶ τὴν ἑξῆς ἐν τῷ δωματίῳ, τῆς καλῆς Εἰρήνης ποιούσης ὑμῖν πᾶσαν ἀπόκρισιν μετὰ πολλῆς προθυμίας.

Intertext edge

Open linked passage

Note