Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
99.1
Ὡς δὲ ἔγνωμεν ὅτι κατέστη ὁ θόρυβος τῆς πόλεως, ἐπορεύθημεν διὰ τῆς νυκτὸς εἰς τὴν ἁγίαν ἐκκλησίαν, καὶ ἀνελθόντες εἰς τὸ ἐπισκοπεῖον, οὐδὲν εὕραμεν ἐν αὐτῷ εἰ μὴ τὸν θεοφιλῆ Βαρωχᾶν κείμενον καὶ ἐσχάτως ἔχοντα ἐκ τῶν ἐνεχθεισῶν αὐτῷ πληγῶν παρὰ τῶν ἀθέων καὶ ἀσεβῶν εἰδωλολατρῶν. Μετὰ δὲ ὀλίγας ἡμέρας γνοὺς τὰ γενόμενα ἐν τῇ πόλει ὁ ὑπατικός (Κλάρος δὲ ἐκαλεῖτο), πέμπει κομενταρήσιον μετὰ πολλῆς βοηθείας καὶ ἀσφαλίζεται οὓς ἐνέδειξαν οἱ δημοσιεύοντες καὶ παριστᾷ εἰς Καισάρειαν, καὶ τοὺς μὲν ἐτιμωρήσατο, τοὺς δὲ βουνευρίσας ἀπέλυσεν, καὶ ποιήσας οὐ μικρὸν φόβον οὕτως κατέστησεν τὴν πόλιν.