Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Porphyrii episcopi Gazensis
Marcus DiaconusGaze 9 · pg-scrape-grcMore by Marcus Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
9.1
Λαβὼν δὲ παρ' ἐμοῦ τὰ χρήματα καὶ τὰ ἄλλα ἃ ἤνεγκα, καὶ πωλήσας τά τε ἐσθήματα καὶ ποιήσας τὸ πλεῖστον τοῦ ἀργύρου τίμια σκεύη, τὰ λοιπὰ εἴσω ὀλίγου χρόνου δέδωκεν τοῖς δεομένοις, οὐ μόνον ἐν τῇ ἁγίᾳ πόλει, ἀλλὰ καὶ ἐν ἄλλαις πόλεσι καὶ κώμαις καὶ μοναστηρίοις, μάλιστα τοῖς οὖσιν ἐν Αἰγύπτῳ· πολὺ γὰρ ἦν πτωχὰ τὰ ἐκεῖσε μοναστήρια. Ἀλλὰ καὶ τοῖς ξένοις τοῖς ἐνδημοῦσιν δεύτερος Ἀβραὰμ ἐγένετο. Ὅθεν διὰ βραχυτάτου χρόνου πᾶσαν τὴν περιουσίαν αὐτοῦ διέδωκεν, ὡς αὐτὸν δεηθῆναι τῆς ἐφημέρου τροφῆς. Ἐπέδωκεν οὖν ἑαυτὸν εἰς τὴν τοῦ σκυτοτόμου τέχνην, πλύνων βύρσας καὶ ῥάπτων, εἰς πάντα μιμησάμενος τὸν θεῖον ἐκεῖνον Ἀπόστολον τὸν μὴ βουληθέντα δωρεὰν φαγεῖν ἄρτον, καίτοι δυνάμενος ἐξ ἄλλου ἐργοχείρου τὴν τροφὴν πορίσασθαι, ἀλλ' εἰς πάντα ἠβουλήθη μιμητὴς γενέσθαι τοῦ εἰρημένου ἀοιδίμου ἀνδρὸς ἔν τε κακουχίαις καὶ πόνοις καὶ διωγμοῖς καὶ κινδύνοις θαλάσσης καὶ ἐπαναστάσεσιν ἐθνῶν. Κἀγὼ δὲ παρεκάλουν αὐτὸν κοινὸν βίον ζῆν ἅμα ἐμοί (ἦν γάρ μοι καὶ περισσεία ἐκ τοῦ ἐμοῦ ἐπιτηδεύματος), ὃ δὲ οὐκ ἠνέσχετο λέγων· «Οὐδὲν εἰσενέγκαμεν εἰς τὸν κόσμον, οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα». Καὶ πάλιν ἔλεγεν· «Εἴ τις οὐκ ἐργάζεται, μηδὲ ἐσθιέτω». Ἐγὼ δὲ παρρησιασθεὶς εἶπον πρὸς αὐτόν· Διὰ τί οὖν ὅτε ηὐπόρεις οὐκ εἰργάζου οὔτε ἐμοὶ συνεχώρεις ἐργάσασθαι; Ὃ δέ μοι ἀπεκρίθη· Τὸ πρότερον ἔργον ὃ εἰργαζόμην, μεῖζον ἦν καὶ πολυπλάσιον τοῦ νῦν ἔργου· τὸ μὲν γὰρ νῦν ἕνα ἢ δεύτερον τρέφει, τὸ δὲ πρότερον μυριάδας ἔτρεφεν, οὐ μόνον δὲ τὰ πλήθη ἐκεῖνα, ἀλλὰ καὶ πνευματικὴν τροφὴν τῇ ψυχῇ τῇ ἐμῇ ἐχορήγει.

Intertext edge

Open linked passage

Note