Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
PG 91 14ΒΓ
Maximus Confessor14 10 · pg-scrape-grcMore by Maximus Confessor
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/maximus-confessor" aria-label="More works by Maximus Confessor"> —
⋯
More
Original / primary: Pg Scrape Grc
10.1
ΕΡΩΤΗΣΙΣ Ι' Εἰ ὁ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ, πῶς οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν; Ἐὰν οὐκ ἔστιν ὑστέρημα, δῆλον ὅτι τετελείωται. Πῶς οὖν ὁ φοβούμενος οὐ τετελείωται; Ἀπόκρισις. Ἡ καλὴ τῶν θείων Γραφῶν εὐταξία, κατὰ τὸν σωστικὸν τοῦ Πνεύματος θεσμὸν τῶν ἀπὸ τῆς ἐκτὸς κατὰ τὰ πάθη πληθύος ἐπὶ τὴν θείαν ἑνότητα κινουμένων τοὺς βαθμοὺς διορίζουσα, τοὺς μὲν εἰσαγομένους καὶ ἐπὶ τὰ πρόπυλά που τυγχάνοντας τῆς θείας αὐλῆς τῶν ἀρετῶν φοβουμένους ἐκάλεσεν, τοὺς δὲ κτησαμένους σύμμετρον ἕξιν τῶν κατὰ τὴν ἀρετὴν λόγων τε καὶ τρόπων οἶδεν ὀνομάζειν προκόπτοντας, τοὺς δὲ κατ᾽ αὐτὴν γνωστικῶς ἤδη γεγενημένους τῆς τῶν ἀρετῶν ἐκφαντικῆς ἀληθείας κορυφὴν προσαγορεύει τελείους. Οὔτε οὖν ὁ φοβούμενος τὸν Κύριον, ἀπεστρεμμένος διόλου τὴν κατὰ τὴν φθορὰν τῶν παθῶν ἀρχαίαν ἀναστροφὴν καὶ πᾶσαν ἑαυτοῦ τὴν διάθεσιν διὰ τὸν φόβον ἐκδεδωκὼς τοῖς θείοις προστάγμασι, ὑστερεῖ τινος καλοῦ τῶν εἰσαγομένοις πρεπόντων, κἂν οὔπω τὴν ἐν ἀρεταῖς ἕξιν ἐκτήσατο, καὶ τῆς ἐν τοῖς τελείοις λαλουμένης σοφίας γέγονε μέτοχος· οὔτε μὴν ὁ προκόπτων τῶν ἐπιβεβλημένων αὐτοῦ τῷ βαθμῷ καλῶν τινος ὑστερεῖ, κἂν τὴν αὐτὴν οὔπω τοῖς τελείοις ὑπερέχουσαν τῶν θείων ἐκτήσατο γνῶσιν. Καὶ πάλιν οἱ μὲν τὴν πρακτικὴν ἀνδρικῶς μετιόντες φιλοσοφίαν, φόβου καὶ μνήμης τῶν μελλόντων θείων δικαιωτηρίων οὔπω τὴν ψυχὴν ἀπολύσαντες, νοείσθωσαν ἡμῖν οἱ φοβούμενοι, μηδενὸς μὲν κατὰ τὸν μακάριον Δαβὶδ ὑστεροῦντες καθάπαξ τῶν ὑπὲρ ἀληθείας ἀγωνιζομένων κατὰ τῆς ἀντικειμένης δυνάμεως, ὅμως δ᾽ οὖν ἔτι λειπόμενοι τῆς κατὰ νοῦν τῶν (≡ 14Β_086≡> τελείων ἀκραιφνοῦς τῶν μυστικῶν θεαμάτων διαδόσεως. Οἱ δὲ τῆς θεωρητικῆς ἤδη μυστικῶς ἀξιωθέντες θεολογίας καὶ πάσης φαντασίας ὑλικῆς τὸν νοῦν καθαρὸν καταστήσαντες καὶ εἰκόνα τῆς θείας ὡραιότητος ὅλην ἀνελλιπῶς φέρουσαν τὴν ἐκμίμησιν, ἔστωσαν ἡμῖν οἱ ἀγαπῶντες. Οὐκ ἔστιν οὖν ὑστέρημα τοῖς φοβουμένοις κατὰ τὸν μακάριον Δαβίδ, ὡς φοβουμένοις, κἂν οὐκ ἔχῃ τὸ πλῆρες καὶ τέλειον τῆς ἀμέσου πρὸς τὸν λόγον ἑνώσεως κατὰ τὸ ἴσον τοῖς ἀγαπῶσι τὸν Κύριον ὁ φοβούμενος. Ἕκαστος γὰρ ἐν τῷ ἰδίῳ τάγματι καὶ τὴν ἠφορισμένην αὐτῷ μονὴν ἔχει τὸ τέλειον, κἂν ἄλλος ἄλλου κατὰ τὸ ποιὸν ἢ ποσὸν τῆς πνευματικῆς ἡλικίας ἐστὶν ὑψηλότερος. Ἐπειδὴ δὲ διττός ἐστιν ὁ φόβος κατὰ τὸ φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ σῶμα καὶ ψυχὴν ἀπολέσαι ἐν γεέννῃ, καὶ κατὰ τὸ ὁ φόβος Κυρίου ἁγνός, διαμένων εἰς αἰῶνα αἰῶνος, καὶ μέγας καὶ φοβερός ἐστιν ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ, ζητητέον πῶς ἔξω βάλλει τὸν φόβον ἡ ἀγάπη, εἴπερ εἰς αἰῶνα αἰῶνος διαμένει, πῶς δὲ φοβερὸς ἔσται διαμένων ὁ Θεὸς εἰς τοὺς ἀπείρους αἰῶνας ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ. Ἢ μᾶλλον, ἐπειδή, καθὼς ἔφην, διττός ἐστιν ὁ φόβος, ὁ μὲν ἁγνὸς ὁ δὲ οὐχ ἁγνόςοἷον, ὁ μὲν ἐπὶ πλημμελήμασι κατ᾽ ἐκδοχὴν κολάσεως συνιστάμενος φόβος, αἰτίαν ἔχων τῆς οἰκείας γενέσεως τὴν ἁμαρτίαν, ὡς οὐχ ἁγνός, οὐκ ἔσται διαπαντός, τῇ ἁμαρτίᾳ διὰ τῆς μετανοίας συναφανιζόμενος, ὁ δὲ ἁγνὸς φόβος, ὁ δίχα τῆς ἐπὶ πλημμελήμασι μνήμης ἀεὶ συνεστώς, οὐκ ἀπογενήσεταί ποτε, διότιπερ οὐσιωδῶς ἐμπέφυκέ πως τῷ Θεῷ πρὸς τὴν κτίσιν, ποιούμενος ἔκδηλον αὐτοῦ πᾶσι τὴν φυσικὴν αἰδεσιμότητα τῆς ὑπὲρ πᾶσαν βασιλείαν τε καὶ δύναμιν ὑπεροχῆς, ὁ τοίνυν μὴ φοβούμενος τὸν Θεὸν ὡς κριτήν, ἀλλ᾽ αἰδούμενος αὐτὸν διὰ τὴν ὑπερβάλλουσαν τῆς ἀπείρου δυνάμεως (≡ 14Β_088≡> ὑπεροχήν, οὐκ ἔχει δικαίως ὑστέρημα, τέλειος ὑπάρχων ἐν τῇ ἀγάπῃ, μετ᾽ αἰδοῦς καὶ τῆς πρεπούσης σεβασμιότητος ἀγαπῶν τὸν Θεόν, καὶ οὗτός ἐστιν ὁ κτησάμενος τὸν διαμένοντα φόβον εἰς αἰῶνα αἰῶνος, καὶ οὐκ ἔστιν αὐτῷ ὑστέρημα τὸ παράπαν οὐδέν. Συνᾴδουσιν οὖν ἀλλήλοις ὅ τε προφήτης καὶ ὁ εὐαγγελιστής, ὁ μὲν λέγων μὴ εἶναι τοῖς κατὰ τὸν ἁγνὸν φόβον τὸν Κύριον φοβουμένοις ὑστέρημα, ὁ δὲ τὸν φοβούμενον ὡς κριτὴν διὰ τὴν ἐρρυπωμένην συνείδησιν μὴ εἶναι τέλειον ἐν τῇ ἀγάπῃ. Κατὰ ταύτην τὴν ἐκδοχὴν τυχὸν καὶ ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ φοβερός ἐστιν ὁ Θεός, ὡς ἐγκεκραμένην φόβῳ ποιῶν τὴν τῶν ἀγαπώντων αὐτὸν καὶ περὶ αὐτὸν γενησομένων ἀγάπην. Φόβου γὰρ καθ᾽ ἑαυτὴν κεχωρισμένη ἡ ἀγάπη εἰς καταφρόνησιν πέφυκεν ὡς τὰ πολλὰ μεταπίπτειν, μὴ οἷον στομουμένης φόβῳ τῆς ἐξ αὐτῆς τικτομένης φυσικῶς παρρησίας. Τί δὲ βούλεται τὸ περικύκλῳ αὐτοῦ λεγόμενον, εἰ δοκεῖ, κατανοήσωμεν. Ὁ γὰρ κυκλούμενος καὶ ἐμπρὸς καὶ ὀπίσω καὶ ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν ἔχει τοὺς περικυκλοῦντας αὐτόν. Ἐπειδὴ τοίνυν καὶ ὁ Κύριος ἔχει τοὺς περικυκλοῦντας, νοήσωμεν τοὺς μὲν ὀπίσω τοὺς διὰ τῶν ἐντολῶν κατὰ τὴν πρακτικὴν ἀρετὴν ἀμέμπτως ὀπίσω Κυρίου τοῦ Θεοῦ πορευθέντας, τοὺς ἐξ ἀριστερῶν δὲ τοὺς τὴν φυσικὴν ἐν πνεύματι θεωρίαν μετὰ τῆς τῶν κριμάτων εὐσεβοῦς ἀναλήψεως κατορθώσανταςφησὶ γὰρ περὶ τῆς σοφίας ἡ τῶν Παροιμιῶν βίβλος ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα, τοὺς ἐκ δεξιῶν δὲ τοὺς καθαρὰν αἰσθητῆς φαντασίας δεξαμένους τὴν ἄϋλον γνῶσιν τῶν νοητῶνἐν γὰρ τῇ δεξιᾷ αὐτῆς, φησί, ἔτη ζωῆς, τοὺς δὲ ἐμπρὸς τοὺς δι᾽ ὑπερβάλλουσαν περὶ τὸ θεῖον κάλλος ἐρωτικὴν τῆς κατὰ νοῦν ἐφέσεως ζέσιν ἀξιωθέντας τῆς πρόσωπον πρὸς πρόσωπον ἀπολαύσεως. (≡ 14Β_090≡> Εἰ δὲ καὶ ἄλλος ἐστὶ περὶ τούτου μείζων λόγος καὶ ὑψηλότερος, ὑμῖν καὶ τοῖς καθ᾽ ὑμᾶς θείοις ἀνδράσιν ἐστὶ ληπτός. ΙΑ (11). ΠΕΡΙ ΤΟΥ ΤΙΣ Η ΑΡΧΗ ΤΩΝ ΜΗ ΤΗΡΑΣΑΝΤΩΝ ΑΥΤΗΝ ΑΓΓΕΛΩΝ.
10.2
Χριστόν λέγει τόν ὑπερούσιον, καί ὑπερουσίως σαρκωθέντα Λόγον, ὅτι μηδέ τήν σάρκωσιν αὐτοῦ λόγῳ φυσικῷ κατέλαβε νοῦς. Τούτου δέ κεφαλήν εἶναί φησι, τόν κατά φύσιν αἴτιον Νοῦν, κατ᾿ αἰτίαν φύσει τῷ Λόγῳ συνεπινοούμενον. Ὁ γάρ τῇ πίστει τόν Λόγον ἑωρακώς, ἀχρόνως ἅμα τῷ Λόγῳ τόν τοῦ Λόγου γεννήτορα Νοῦν, ὡς ἐν αὐτῷ κατ᾿ οὐσίαν ὄντα, μυστικῶς συνεώρακεν. Φασί δέ τινες Χριστόν μέν λέγεσθαι τοῦ Χριστοῦ τό ἀνθρώπινον, ὡς τοῦ παντός, ἤγουν τῆς ὅλης φύσεως κεφαλήν. Οὗπερ ἀνθρωπίνου δῆλον, ἡ τοῦ Χριστοῦ θεότης καθέστηκε κεφαλή. Τῇ γάρ ὀνομασίᾳ τοῦ ὅλου τά μέρη καλέσαντες, ὀρθήν ἐκδεδώκασιν ἔννοιαν.
10.3
Ὅτι φυσικόν ἔχομεν κριτήριον τόν κατά φύσιν νόμον, διδάσκοντα ἡμᾶς, ὅτι πρό τῆς ἐν ὅλοις σοφίας ἔδει πρός τήν τοῦ Ποιητοῦ τῶν ὅλων μυσταγωγίαν ἡμῶν κινηθῆναι τήν ἔφεσιν.
10.4
Τά κτήνη τῆς πεδινῆς φησιν, τούς εὐδρομοῦντας ἐν ἀρεταῖς, καί ἀπαθεῖς τοῦ χείρονος διαμένοντας, δεομένους τῶν περί εὐχαριστίας λόγων τε καί διδαγμάτων.
10.5
Ὁ κατά τήν φαντασίαν ταῖς ἐπιφανείαις τῶν αἰσθητῶν ἐναπομένων διά τήν αἴσθησιν νοῦς, ἀκαθάρτων γίνεται παθῶν δημιουργός· διά θεωρίας πρός τά συγγενῆ νοητά μή διαβαίνων.
10.6
Ὡς γάρ ὁ βοῤῥᾶς, φησίν, ἥλιον οὐκ ἔχει διοδεύοντα· οὕτως οὔτε ἡ κακή ἕξις, ἥν οἰκεῖ ὁ διάβολος, γνώσεως φωτισμόν ἐπιδέχεται. ΝΑ (51). ΠΕΡΙ ΤΟΥ" ΚΑΙ ΠΟΛΛΟΙ ΕΦΕΡΟΝ ΔΩΡΑ ΤΩ ΚΥΡΙΩ ΚΑΙ ΔΟΜΑΤΑ ΤΩ ΒΑΣΙΛΕΙ".
10.7
Ἀετοῦ νόμος ἐστί φυσικός, τό δέχεσθαι κατά τῆς κόρης τοῦ ἡλίου τήν ἀκτῖνα προσβάλλουσαν· παρ᾿ οὗ λαμβάνει κατά γνώμην ὁ γνωστικός, διά παντός τῷ θείῳ φωτί τόν νοῦν ἐναστράπτεσθαι.
10.8
Τόν ἐν Βαβυλώνι λαόν ἀληγορικῶς, νοεῖ τούς εἰς δουλείαν παθῶν κεκρατημένους λογισμούς, τόν δέ Δαρεῖον, τόν φυσικόν νόμον, τόν δέ Ζοροβάβελ τόν γνωστικόν νοῦν· τήν Ἰουδαίαν δέ τήν ἀρετήν, τήν Ἱερουσαλήμ δέ τήν ἕξιν τῆς ἀπαθείας, τόν δέ ναόν τήν δεκτικήν τῆς σοφίας γνῶσιν, τήν δέ πρός τήν Ἰουδαίαν ἐκ Βαβυλῶνος ἀνάβασιν τήν ἀπό τῶν σωματικῶν εἰς τά πνευματικά διά μετανοίας τῆς διανοίας μετάθεσιν.
10.9
Παῖδας ἐθεώρησε μή συναριθμουμένους μέν, συνεξιόντας δέ τοῖς κεκτημένοις, τούς τῶν οὐκ ἐφ᾿ ἡμῖν παθῶν λογισμούς, ὧν, κἄν εἰ μή ἡ γένεσις, ἀλλ᾿ ἡ χρῆσις ἐφ᾿ ἡμῖν ὡς δεσπόταις οὖσα, καθέστηκε, γυναῖκας δέ τάς ἐκ τῶν οὐκ ἐφ᾿ ἡμῖν παθῶν ἐπιγινομένας χωρίς διαβολῆς τῶν κατά φύσιν ὀρέξεις· ἅς ἑαυτῷ συνεξάγει πρός τήν κατά Θεόν ἐλαύνων ζωήν, ἵνα μή γένωνται τῇ τῶν παρά φύσιν δουλείᾳ κατάσχετοι παθῶν.
10.10
Τόν Ζοροβάβελ ἐνταῦθα, εἰς τόν πρακτικόν νοῦν ἔλαβεν, ὡς πολεμικώτερον· τόν δέ Ἰησοῦν, εἰς τόν θεωρητικόν, ὡς (14Γ_134> ἱερέα, καί διά παντός τήν ἐντυχίαν πρός τόν Θεόν ποιεῖσθαι τεταγμένον.
10.11
Ὁ λύπης καί ἡδονῆς σαρκός πεῖραν λαβών, λέγοιτ᾿ ἄν δόκιμος, ὡς εὐχερείας καί δυσχερείας τῶν περί σάρκα πραγμάτων (14Γ_156> πεπειραμένος. Τέλειος δέ, ὁ τήν ἡδονήν τῆς σαρκός, καί τήν ὀδύνην τῇ τοῦ Λόγου δυνάμει καταπαλαίσας. Ὁλόκληρος δέ, ὁ τάς κατά τήν πρᾶξιν καί τήν θεωρίαν ἕξεις ἀτρέπτους τῇ περί τόν θεῖον συντονίᾳ διατηρήσας.
10.12
Πρῶτόν τις ζητεῖ, φησί, τῇ προαιρέσει νεκρῶσαι τήν ἁμαρτίαν, καί τήν προαίρεσιν τῇ ἁμαρτίᾳ· καί οὕτως ἐρευνᾷ, πῶς δεῖ καί ποίῳ τρόπῳ νεκρῶσαι ταύτας ἀλλήλαις. Καί πάλιν μετά τήν τούτων ἀλλήλαις τελείαν νέκρωσιν, ζητεῖ τήν κατ᾿ ἀρετήν τῆς προαιρέσεως, καί τῆς ἀρετῆς τήν κατά προαίρεσιν ζωήν. Καί οὕτως ἐρευνᾷ, πῶς δεῖ, καί ποίῳ τρόπῳ τήν ἐν ἀλλήλαις τούτων δημιουργῆσαι ζωήν· ἔστιν οὖν, ὡς ἐν ὁρισμῷ λαβεῖν, ἡ μέν ζήτησις, ὄρεξις καταθυμίου τινός· ἡ δέ ἐρεύνησις, τρόπος τῆς πρός τό καταθύμιον ὀρέξεως ἀνυστικός.
10.13
Τό μέν σοφόν τοῦ Θεοῦ φησιν, ἐν τῷ γενέσθαι φύσει κατ᾿ ἀλήθειαν ἄνθρωπον δείκνυται· τό δέ δίκαιον, ἐν τῷ παθητόν κατά τήν γένεσιν ὁμοίως ἡμῖν ἀνειληφέναι τῆς φύσεως· τό δέ δυνατόν, ἐν τῷ διά παθημάτων καί θανάτου ζωήν ἀΐδιον τῇ φύσει δημιουργῆσαι, καί ἀπάθειαν ἄτρεπτον.
10.14
Τί ἐστιν ὁ κλέπτης, καί ὁ ἐπίορκος.
10.15
Τίς ὁ μόδιος, ὑφ᾿ ὅν ὁ λύχνος οὐ γίνεται καλυπτόμενος; (14Γ_292> 11. Εἰς τήν αἴσθησιν τήν γυναῖκα· καί εἰς τήν ἡδονήν, τόν ὄφιν ἐθεώρησεν· ἄμφω γάρ πρός τόν λόγον κατά διάμετρον ἀφεστήκασιν.
10.16
Γῆν μέν τήν παγίαν τῆς κακίας ἕξιν εἶπεν· αἰωνίους δέ μοχλούς, τάς συγκρατούσας τήν χειρίστην ἕξιν ἐμπαθεῖς προσπαθείας τῶν ὑλικῶν.
10.17
Ὁ πεισθείς θείαν εἶναι διαταγήν τό σωματικῶς κατά νόμον τρυφᾷν, τήν γαστριμαργίαν ὡς Θεοῦ δῶρον λαμβάνει μετά χαρᾶς πρός συμβίωσιν· ἐξ ἧς γεννᾷ τούς μολύνοντας τῇ παραχρήσει τήν ἐνέργειαν τῶν αἰσθήσεων τρόπους.

Intertext edge

Open linked passage

Note