Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
PG 91 14ΒΓ
Maximus Confessor14 11 · pg-scrape-grcMore by Maximus Confessor
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/maximus-confessor" aria-label="More works by Maximus Confessor"> —
⋯
More
Original / primary: Pg Scrape Grc
11.1
Ὅτι μέσος ὤν Θεοῦ καί ὕλης ὁ ἄνθρωπος, πρός τόν Θεόν (≡ 14Β_054≡> ὡς αἰτίαν καί τέλος τῆς οἰκείας γενέσεως μή κινηθεὶς ἀλλά πρός τήν ὕλην, εἰκότως τόν Θεόν ἠγνόησε, τῇ πρός τήν ὕλην ῥοπῇ τόν νοῦν ἀπογεώσας.
11.2
ΕΡΩΤΗΣΙΣ ΙΑ' Τίς ἡ ἀρχὴ τῶν μὴ τηρησάντων αὐτὴν ἀγγέλων, καὶ τί τὸ οἰκητήριον ὃ ἀπέλιπον, καὶ τίνες οἱ ἀΐδιοι δεσμοί, καὶ τί ὁ ζόφος ὑφ᾽ ὃν τετήρηνται, καὶ τί ἐν τῇ κρίσει τῆς μεγάλης ἡμέρας πείσονται; Ἀπόκρισις. Ὁ μὲν ἀκριβὴς περὶ τούτων λόγος τοῖς ἀποστολικοῖς τὴν διάνοιαν μόνοις ἔστω τετηρημένος, τοῖς ἀμέσως παρὰ τοῦ Λόγου διδαχθεῖσι τήν τε τῶν ὄντων γνῶσιν ἀψευδῆ καὶ τῆς ἐπὶ τοῖς οὖσι σοφῆς προνοίας τὴν ἀγαθὴν καὶ δικαίαν διεξαγωγήν, οἷα μηδὲν ἑαυτῶν καὶ τοῦ Λόγου κατὰ νοῦν ἀφεῖσι κωλυτικὸν διατείχισμα. Ὅσον δ᾽ οὖν εἰς ἐμὲ φθάνει τὸν κάτω καὶ πολλὰ ἔχοντα τῆς τοῦ Λόγου πρὸς ἐμὲ κωλύματα διαβάσεως, ἀρχὴ τῶν μὴ τηρησάντων αὐτὴν ἀγγέλων ἐστὶν ὁ λόγος τυχόν, καθ᾽ ὃν ἐκτίσθησαν, ἢ ἡ δοθεῖσα πρὸς ἐκθέωσιν αὐτοῖς κατὰ χάριν φυσικὴ δυναστεία, ἢ πάλιν ἡ κατὰ τὴν ἀξίαν τῆς χάριτος τάξις τῆς στάσεως. Τὸ δὲ οἰκητήριόν ἐστιν ἢ ὁ οὐρανὸς ἢ ἡ κατὰ τὴν ἕξιν τῶν ὑπὲρ ἔννοιαν ἀγαθῶν σοφία, ἣν οἰκεῖν ἐδημιουργήθησανοἶδε γὰρ καὶ σοφίας οἶκον ὀνομάζειν ὁ λόγος, ἢ ἡ φρουρητικὴ τῶν δοθέντων αὐτοῖς φυσικῶν τε καὶ ἐπικτήτων ἀγαθῶν ἐπισκοπὴ τῆς ἀχράντου θεότητος, ἣν ἀπέλιπον τυραννήσαντες. Ἀΐδιοι δὲ δεσμοί εἰσιν ἡ κατὰ γνώμην αὐτῶν παντελής τε καὶ διηνεκὴς περὶ τὸ καλὸν ἀκινησία, καθ᾽ ἣν οὐδαμῶς οὐδέποτε θείας ἀνέσεως ἀπολαύουσιν, ἢ πάλιν ἡ διὰ τὴν ἡμῶν σωτηρίαν (≡ 14Β_092≡> τῆς καθ᾽ ἡμῶν μανίας αὐτοὺς ἐπέχουσα κατὰ πρόνοιαν τοῦ Θεοῦ δύναμις, μὴ συγχωροῦσα προβῆναι τῆς αὐτῶν πονηρίας τὰ καθ᾽ ἡμῶν μηχανήματα. Ζόφος δέ ἐστιν ἡ παντελὴς καὶ ὁλόκληρος τῆς θείας ἄγνοια χάριτος· καθ᾽ ἣν διόλου γνωμικῶς ποιωθέντες, τῆς μακαρίας καὶ παμφαοῦς τοῦ ἀκηράτου φωτὸς ἐστέρηνται διαδόσεως, περὶ τὸ μὴ ὂν πᾶσαν τὴν δοθεῖσαν αὐτοῖς κατὰ φύσιν νοερὰν δύναμιν ἀναλώσαντες. Τί δὲ πείσονται κατὰ τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως μόνος οἶδεν ὁ δίκαιος κριτής, ὁ κατ᾽ ἀξίαν ἑκάστῳ δικαίαν ἀφορίζων τὴν ἀμοιβὴν καὶ τῷ μέτρῳ τῆς κακίας ἴσον πρεπόντως τὸ εἶδος διανέμων τῆς κρίσεως καὶ πρόσφορον τὴν ἐπ᾽ αἰῶσιν ἀτελευτήτοις ψῆφον συνεκφέρων μετὰ δικαιοσύνης τοῖς ἀγαθοῖς αὐτοῦ δόγμασιν. ΙΒ (12). ΠΕΡΙ ΤΟΥ ΤΙΣ Ο ΑΠΟ ΤΗΣ ΣΑΡΚΟΣ ΕΣΠΙΛΩΜΕΝΟΣ ΧΙΤΩΝ.
11.3
Φύσεως ἴδιον κέκληκε, τό κατά γνώμην μετά παράβασιν πρός ἁμαρτίαν ἐξ ἀσθενείας ὀλισθηρόν· ὅπερ οὔτε κατά σάρκα φυσικῶς εἶχεν ὁ Κύριος, καί σαρκί κατ᾿ οὐσίαν ἀναμάρτητος ὤν.
11.4
Ἡ πρός τόν Θεόν τοῦ τελειωθέντος νοῦ κατά χάριν ταυτότης, ἐστίν ἡ περί τό φύσει ταυτόν ἁπλῆ καί ἀδιαίρετος κίνησις, περί ἥν νοητῶν ἀνάληψις οὐκ ἔστι, ποσῷ τε τῷ κατ᾿ οὐσίαν καί τῷ κατά δύναμιν ποιῷ διαφερόντων· ἀλλ᾿ ἀπόλαυσις ἄῤῥητος, αἴσθησιν ἔχουσα τήν ὑπέρ νόησιν.
11.5
Πίστις, ἡ τοῦ Λόγου Μήτηρ, κατά τήν ἀναγωγήν· ἥτις δημιουργουμένη πρότερον, γεννᾷ σωματούμενον ὕστερον ταῖς ἀρεταῖς τόν αὐτήν δημιουργήσαντα Λόγον. ΜΑ (41). ΠΕΡΙ ΤΩΝ ΠΕΝΤΕ ΑΝΔΡΩΝ ΤΗΣ ΣΑΜΑΡΕΙΤΙΔΟΣ.
11.6
Τάς τραχείας κέκληκεν, τάς τῶν ἀκουσίων πειρασμῶν συμβάσεις, εἰς ὁδούς λείας διά τῆς κατά τήν εὐχαριστίαν ὑπομονῆς μεταπιπτούσας.
11.7
Τήν ἁπλῶς ὀρεινήν λέγει, τήν ὑψηλήν ἐν Πνεύματι θεωρίαν τῆς φύσεως, ἥν γεωργοῦσιν οἱ τῶν αἰσθητῶν ἀπογενόμενοι φαντασιῶν, καί πρός τούς αὐτῶν νοητούς διά μέσων τῶν ἀρετῶν διαβάντες λόγους.
11.8
Ὅταν ἄνους ὁ λόγος γένηται, καί προπετής ὁ θυμός, καί ἄλογος ἡ ἐπιθυμία, ἄγνοια καί τυραννίς καί ἀκολασία κρατοῦσι τῆς ψυχῆς· ἐξ ὧν ἡ τῆς κακίας ἕξις γίνεσθαι πέφυκεν ἔμπρακτος, συμπλακεῖσα τῇ διαφόρῳ τῶν αἰσθήσεων ἡδονῇ. Ταύτην γάρ ὁ ἀριθμός δηλοῖ τῶν ρπε΄ (185) χιλιάδων. Τρίς γάρ ἑξήκοντα συνθείς διά τήν ἑκάστης δυνάμεως ἐν τῷ κακῷ τελείαν κίνησιν, καί προσεπάγων καί ε΄ (5) διά τήν ἐπ᾿ αἰσθήσεσι κατ᾿ ἐνέργειαν ἡδονήν, τοῦτον πληροῖς δηλονότι τόν ἀριθμόν τήν ποιητικήν τῆς κακίας ἕξιν σημαίνοντα. Ἥν ἔχων ἐπιφύεται τῇ ψυχῇ τυραννικῶς ὁ διάβολος· ἥν ὁ Θεός ὡς δι᾿ ἀγγέλου, τοῦ κατά τήν γνωστικήν σοφίαν λόγου καταφονεύει, καί σώζει τήν ψυχήν τήν ἀληθῶς Ἱερουσαλήμ, καί τόν ἐν τῇ ψυχῇ νοῦν πρός τήν κακίαν ἀδούλωτον. (14Β_350> 12. Ἐμφύτους λογισμούς λέγει, τόν ἐπί τά τείχη λαόν.
11.9
Τί διδάσκεται κἀκ τοῦ φυσικοῦ νόμου τῶν ἐλάφων ὁ γνωστικός, τήν τῶν ὄντων φύσιν διασκεπτόμενος;
11.10
Αἴτιον εἶναι λέγει, τῆς τῶν θείων διανομῆς ἀγαθῶν, τό μέτρον (14Γ_044> τῆς ἑκάστου πίστεως· καθώς γάρ πιστεύομεν, καί τήν ἐπί τό πράττειν τῆς προθυμίας ἐπόδοσιν ἔχομεν. Ὁ γοῦν πράττων, κατά τήν ἀναλογίαν τῆς πράξεως ἐπιδείκνυται τό μέτρον τῆς πίστεως, δεχόμενος ὡς ἐπίστευσεν τό μέτρον τῆς χάριτος· ὁ δέ μή πράττων, κατά τήν ἀναλογίαν τῆς ἀπραξίας ἐπιδείκνυται τό μέτρον τῆς ἀπιστίας, δεχόμενος ὡς ἠπίστησε, τήν τῆς χάριτος στέρησιν. Οὐκοῦν κακῶς ποιεῖ βασκαίνων τοῖς κατορθοῦσιν ὁ φθονερός, ἐπ᾿ αὐτῷ σαφῶς, ἀλλ᾿ οὐκ ἐν ἄλλῳ κειμένης, τῆς τοῦ πιστεύειν τε καί πράττειν, καί πρός τό μέτρον τῆς πίστεως ἐρχομένην δέξασθαι τήν χάριν, ἐπιλογῆς.
11.11
Τήν αἰτίαν λέγει, δι᾿ ἥν οὐ συνηρίθμησε τοῖς ἀνδράσιν ὁ λόγος τούς παῖδας καί τάς γυναῖκας.
11.12
Μερισμόν ψυχῆς καί πνεύματος λέγει τήν διαφοράν τῶν ἐκ φύσεως ἀρετῶν, ὧν φυσικῶς ἔχομεν τούς λόγους, καί τῶν ἐκ Πνεύματος, ὧν κατά δωρεάν δεχόμεθα τήν χάριν· τούτων γάρ εὐκρινῶς τήν διαστολήν ποιεῖται κρίνων ὁ Λόγος.
11.13
Πάσης λύπης συνισταμένης κατά ψυχήν, ἡδονή σαρκός φησι προηγεῖται.
11.14
Ὁ νεκρώσας φησί τῇ ἁμαρτίᾳ τήν προαίρεσιν, σύμφυτος γέγονε τῷ ὁμοιώματι τοῦ θανάτου τοῦ Χριστοῦ· καί ὁ ταύτην ἀναστήσας τῇ δικαιοσύνῃ, σύμφυτος γέγονε καί τῆς ἀναστάσεως αὐτοῦ.
11.15
Ὅτι τήν ἐκ τοῦ νόμου τῆς ἁμαρτίας ἡδονήν εἰς ἀθέτησιν τῆς κατά σάρκα γεννήσεως τῶν ἐν αὐτῷ χάριτι διά Πνεύματος γεννωμένων ὁ Κύριος ἀφελόμενος, τόν εἰς καταδίκην τό πρότερον ὄντα τῆς φύσεως, εἰς τήν τῆς ἁμαρτίας κατάκρισιν αὐτοῖς συγχωρεῖ δέχεσθαι θάνατον.
11.16
Κλοπή ἐστι πονηρά, ἡ δι᾿ ἀπάτης τῆς φύσεως ἅλωσις. Θυσία ἐστίν, ἥν θύει τούς ὑπ᾿ αὐτοῦ κλεπτομένους ὁ διάβολος, ἡ κατά τήν ἔνθεον ζωήν σφαγή τῆς προαιρέσεως, καί ἡ κατ᾿ αὐτήν τελεία τῆς μνήμης ἀναίρεσις. Ἀπώλειά ἐστιν, ἡ κατά στέρησιν τῆς τοῦ Θεοῦ γνώσεως ἐπισυμβαίνουσα τοῖς θυομένοις ἄγνοια. Διά τοῦτο γάρ κλέπτει συναρπάζων τόν λογισμόν, ἵνα τῆς κατ᾿ ἀρετήν καί γνῶσιν ζωῆς ἐργάσηται στέρησιν.
11.17
Φέγγος λέγει τήν ἀληθῆ γνῶσιν· ζωήν δέ βροτῶν, τήν πρέπουσαν λογικοῖς πολιτείαν, ἧς ὁ τήν κακήν ἕξιν ἔχων ἐστερῆται.
11.18
Ἐπίτομος τῶν προθεωρηθέντων ἐπανάληψις, δι᾿ ἧς δείκνυσιν ὅτι ὁ σωματικῶς ἐκλαμβάνων τόν νόμον, τήν αὐτοῦ παλλακεύεται μάθησιν· καί γεννᾷ τήν τε τῶν παθῶν ἕξιν καί τήν ἐνέργειαν· καί ὡς θείαν εἰσοικίζεται τήν γαστριμαργίαν, πρός γένεσιν τῶν ῥυπαινόντων τῇ παραχρήσει τάς (14Γ_422> αἰσθήσεις τρόπων· εἰς ἀναίρεσιν τῶν ἐν τοῖς οὖσι φυσικῶν λόγων τε καί σπερμάτων.

Intertext edge

Open linked passage

Note