Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
PG 91 14ΒΓ
Maximus Confessor14 12 · pg-scrape-grcMore by Maximus Confessor
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/maximus-confessor" aria-label="More works by Maximus Confessor"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.1
Σύνθετον γνῶσιν εἶπεν, τήν κατ᾿ αἴσθησιν πεῖραν τῶν αἰσθητῶν, ὡς κατά φύσιν ἔχουσαν ἡδονήν διά τήν γένεσιν, καί πόνον διά τήν φθοράν.
12.2
ΕΡΩΤΗΣΙΣ ΙΒ' Τίς ὁ ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένος χιτών; Ἀπόκρισις. Ὁ πολλοῖς πλημμελήμασι τῶν ἐκ τῆς σαρκὸς παθημάτων κεκηλιδωμένος βίος χιτών ἐστιν ἐσπιλωμένος. Ὡς ἔκ τινος γὰρ ἐνδύματος τῆς κατὰ τὸν βίον ἀναστροφῆς ἕκαστος τῶν ἀνθρώπων διαφαίνεσθαι πέφυκεν, εἴτε δίκαιος εἴτε ἄδικος, ὁ μὲν χιτῶνα καθαρὸν ἔχων τὸν ἐνάρετον βίον, ὁ δὲ πονηροῖς ἐσπιλωμένην ἔργοις τὴν ζωὴν κεκτημένος. Ἢ μᾶλλον, ἐσπιλωμένος ἀπὸ τῆς σαρκός ἐστι χιτὼν ἡ κατὰ συνείδησιν μορφοῦσα διὰ τῆς μνήμης τῶν ἐκ τῆς σαρκὸς πονηρῶν κινημάτων τε καὶ ἐνεργημάτων τὴν ψυχὴν ἕξις τε καὶ διάθεσις· ἣν ὁρῶσα διαπαντὸς καθάπερ χιτῶνά τινα περὶ ἑαυτήν, δυσωδίας πληροῦται παθῶν. Ὡς γὰρ ἀπὸ τοῦ πνεύματος διὰ τῶν ἀρετῶν ἀλλήλαις κατὰ λόγον συνυφαινομένων ἀφθαρσίας γίνεται τῇ ψυχῇ χιτών, ὃν ἐνδυσαμένη γίνεται καλὴ καὶ ἐπίδοξος, οὕτως καὶ ἀπὸ τῆς σαρκός, τῶν παθῶν ἀλλήλοις κατὰ (≡ 14Β_094≡> τὴν ἀλογίαν συνυφαινομένων, γίνεταί τις χιτὼν ἀκάθαρτος καὶ ἐσπιλωμένος, ἐξ ἑαυτοῦ δεικνὺς γνώριμον τὴν ψυχήν, μορφὴν ἄλλην αὐτῇ καὶ εἰκόνα παρὰ τὴν θείαν ἐνθέμενος. ΙΓ (13). ΠΕΡΙ ΤΟΥ" ΤΑ ΓΑΡ ΑΟΡΑΤΑ ΑΥΤΟΥ ΑΠΟ ΚΤΙΣΕΩΣ ΚΟΣΜΟΥ ΤΟΙΣ ΠΟΙΗΜΑΣΙ ΝΟΟΥΜΕΝΑ ΚΑΘΟΡΑΤΑΙ".
12.3
Ὅτι οὐ δεῖ τοὺς ἑρμηνευτάς τῆς Γραφῆς ἑρμηνεύειν τι ὡς μὴ δυνάμενον ἄλλως ἑρμηνευθῆναι. ΚΒ (22). ΠΕΡΙ ΤΟΥ" ΕΙ ΕΝ ΤΟΙΣ ΑΙΩΣΙ ΤΟΙΣ ΕΠΕΡΧΟΜΕΝΟΙΣ ΔΕΙΞΕΙ ΤΟΝ ΠΛΟΥΤΟΝ ΑΥΤΟΥ Ο ΘΕΟΣ, ΠΩΣ ΕΙΣ ΗΜΑΣ ΤΑ ΤΕΛΗ ΤΩΝ ΑΙΩΝΩΝ ΚΑΤΗΝΤΗΣΕΝ;".
12.4
Προσευχήν λέγει τοῦ μέν πρακτικοῦ, τήν τῶν ἀρετῶν αἴτησιν· προφητείαν δέ τῶν ἐν αὐταῖς λόγων τήν ἀληθῆ διδασκαλίαν· τοῦ δέ φυσικοῦ προσευχήν φησιν εἶναι, τὴν περί τῶν ὄντων ἐπιστημονικῆς γνώσεως αἴτησιν· προφητείαν δέ, τήν ταύτης κατά τήν ἀληθῆ διδασκαλίαν εἰς ἄλλους μετάδοσιν· τοῦ δέ θεολογικοῦ προσευχήν εἶναι λέγει, τήν ἀπόῤῥητον σιγήν· καθ᾿ ἥν ὁ νοῦς ὑπεροχικῶς τῇ στερήσει (14Β_166> τῶν ὄντων ἄξιος γίνεται τῆς ὑπέρ νόησιν καί γνῶσιν ἑνώσεως· προφητείαν δέ, τήν ἄλλων περί ταύτην μυσταγωγίαν. Ἡ γάρ προσευχή πρός Θεόν ποιεῖται τοῦ προσευχομένου τήν ἕνωσιν· ἡ δέ προφητεία διά Θεόν τοῖς ἀνθρώποις κοινωνῆσαι τῶν δοθέντων καλῶν πείθει τόν προφητεύοντα.
12.5
Τοῦ μέν θανάτου μήτηρ ἐστίν ἡ ἡδονή· τῆς ἡδονῆς δέ θάνατός ἐστιν ὁ πόνος, ὅ τε προαιρετικός καί ὁ παρά προαίρεσιν.
12.6
Κάρμηλος μέν ἐστιν τό ὕψος τῆς κατά τήν περιτομήν ἐπιγνώσεως. Περιτομή δέ καθέστηκεν, εἴτε τῆς κατά φύσιν πρός γένεσιν ἀφαίρεσις διαθέσεως, εἴτε τῆς τοῦ νοῦ πρός τά ὄντα κατά διάθεσιν σχέσεως ἀπογένεσις. Ταύτης δέ προδήλως ἄμπελός ἐστι τῆς καταστάσεως, ὁ τήν σώφρονα διδούς ἔκστασιν τῆς προνοίας λόγος· ὅν γεωργοῦσιν οἱ περί μόνην τήν ἁπλῆν καί ἄναρχον μονάδα κινούμενοι ἄνδρες καί λογισμοί. Ὁ γάρ πρός μόνην ταύτην κινούμενος, ὥσπερ ἀκροβυστίαν ἀπέτεμεν ἑαυτοῦ, τήν καλύπτουσαν τήν αἰτίαν τῆς γενέσεως τῶν ὄντων διάθεσιν.
12.7
Τί κἀκ τῆς δορκάδος καί τοῦ ὀρνέου κατά μίμησιν λαμβάνων, ἀνάλωτον φυλάττει τήν ἀρετήν, ὁ κατά πρᾶξιν τήν ὁδόν τέμνων τῆς γνώσεως;
12.8
Καλῶς ἐδείχθη τῇ ἀληθείᾳ συμβαίνειν ὁ τύπος. Ὥσπερ γάρ ὁ Ζαροβάβελ οὐ γέγονεν αἰχμάλωτος, ἀλλ᾿ ἐκ τῶν αἰχμαλώτων ἐν Βαβυλῶνι τότε δεδουλωμένων ἐγεννήθη, καί γέγονεν αὐτῶν λυτρωτής· οὕτω καί ὁ Κύριος ἀναμάρτητος ὤν, ἐξ ἡμῶν ἐν ἡμῖν ὡς εἷς ἐξ ἡμῶν κατελογίσθη, τό τῆς φύσεως ἡμῶν ἑκουσίως ὑποδύς παθητόν, καθ᾿ ὅ τῆς ἡμῶν πρός ἀλήθειαν φυσικῆς ἀνασχόμενος ἀσθενείας, τοῦ φθοροποιοῦ κράτους ἡμᾶς ἠλευθέρωσε, καί εἰς οὐρανούς ἡμᾶς ἀνήγαγεν ἀπό γῆς· τῇ μέν δυνάμει τῆς αὐτοῦ σαρκώσεως ὅλην ἀνελλειπῶς ἑαυτῷ καθ᾿ ἕνωσιν ἄῤῥητον τήν φύσιν προσλαβών· τῇ δέ κλήσει τῆς χάριτος, μόνους ἐκείνους τούς δεξαμένους τε περιχαρῶς τήν κλῆσιν, καί διά τῶν ἔργων τήν χάριν αἰδεσθέντας τῆς ἀναπλάσεως.
12.9
Ὥσπερ τέλος κινηθείσης μονάδος ἐστίν ἡ μυριάς, καί ἀρχή μή κινηθείσης μυριάδος ἐστίν ἡ μονάς (ἀρχή γάρ παντός τέλους, ἡ κατ᾿ αὐτό σαφῶς ἀκινησία καθέστηκε· καί τέλος πάσης ἀρχῆς, ἡ τῆς κατ᾿ αὐτήν κινήσεως ὑπάρχει συμπλήρωσις) οὕτω καί ἡ πίστις ἀρετῶν ἀρχή κατά φύσιν ὑπάρχουσα, τέλος ἔχει τοῦ δι᾿ αὐτῶν ἀγαθοῦ τήν συμπλήρωσιν· καί τό κατά φύσιν ἀγαθόν, ὡς ἀρετῶν τέλος ἀρχήν ἔχον τήν πίστιν, πρός αὐτήν ἐνδιαθέτως συνάγεται. Πίστις γάρ ἐστιν ἐνδιάθετον ἀγαθόν καί ἀγαθόν ἐστιν ἐνεργηθεῖσα πίστις. Πιστός δέ κατά φύσιν καί ἀγαθός ἐστιν ὁ Θεός· τό μέν, ὡς πρῶτον ἀγαθόν· τό δέ, ὡς ἔσχατον ὀρεκτόν. Ταὐτόν δέ ταῦτα παντί τρόπῳ καθέστηκεν ἀλλήλοις ὄντα, μηδενί λόγῳ πλήν τοῦ κατ᾿ ἐπίνοιαν ἀλλήλων παντελῶς διαιρούμενα, (14Γ_096> διά τήν ἀπ᾿ αὐτοῦ τῶν ἀρχομένων, καί εἰς αὐτόν ληγόντων κίνησιν. Ἄρα ἡ μυριάς ἐσχάτου ὀρεκτοῦ φέρουσα τύπον, τῶν πρός αὐτό κινουμένων τελείαν περιγράφει τήν ἔφεσιν· καί ἡ μονάς πρώτου ἀγαθοῦ φέρουσα σύμβολον, τῶν ἀπ᾿ αὐτοῦ κινουμένων τελείαν ἐπιφέρεται βάσιν. Οὐκοῦν τέσσαρες μυριάδες εἰσί, τό καθ᾿ ἑκάστην γενικήν ἀρετήν ἀναλόγως κατ᾿ ἐνέργειαν δεικνύμενον τέλειον ἀγαθόν.
12.10
Μυελός ἐστιν ὁ θεῖος λόγος, ὁ τούς ἐν ἡμῖν ὥσπερ ὀστᾶ θείους διατρέφων λογισμούς, τούς ὑποτρέφοντας τό σῶμα τῶν ἀρετῶν. Ἁρμός δέ ἐστιν, ὁ τῆς πράξεως τρόπος, καθ᾿ ὅν ἡ πρός τούς θείους λόγους τῶν λογισμῶν γίνεσθαι πέφυκεν ἕνωσις πρός μίαν ἀρετῆς ἐκπλήρωσιν.
12.11
Ὅτι χωρίς τῆς κατά ψυχήν ἐμπαθοῦς πρός αἴσθησιν σχέσεως, ἐν ἀνθρώποις οὐκ ἔστι παντελῶς ἁμαρτία.
12.12
Ἡ ἁμαρτία, καί ἡ προαίρεσίς φησιν ἀλλήλαις νεκρούμεναι, διπλῆν ἔχουσι πρός ἀλλήλας τήν ἀναισθησίαν· καί ἡ δικαιοσύνη, καί ἡ προαίρεσις ἐν ἀλλήλαις ἔχουσαι τήν ζωήν, διπλῆν ἔχουσι τήν αἴσθησιν.
12.13
Ἀρχήν ἔσχεν μετά τήν παράβασιν, φησίν, ἡ τῶν ἀνθρώπων φύσις τῆς ἰδίας γενέσεως, τήν καθ᾿ ἡδονήν ἐκ σπορᾶς σύλληψιν, καί τέλος τόν κατ᾿ ὀδύνην διά φθορᾶς θάνατον. Ὁ δέ Κύριος ταύτην οὐκ ἔχων ἀρχήν τῆς κατά σάρκα γεννήσεως, οὔτε τῷ τέλει, τουτέστι τῷ θανάτῳ, κατά φύσιν ὑπῆρχεν ἁλωτός. (14Γ_224> 13. Ὅτι τήν εἰς τό μή ὄν ἀπογένεσιν δέξασθαι τήν τῶν γεγονότων φύσιν προσδοκῶν ὁ διάβολος, ἠγωνίσατο τῆς θείας ἐντολῆς παραβάτην δεῖξαι τόν ἄνθρωπον.
12.14
Τίς ἐστιν ὁ οἶκος τοῦ κλέπτου καί τοῦ ἐπιόρκου. (14Γ_254> 13. Αἰτίαν τοῦ λῃστεύειν συγχωρηθῆναι τόν διάβολον, στοχαστικῶς ἐρεῖ τις τυχόν, τό καί τοῖς ἀνθρώποις διά πείρας αὐτοῦ γνωσθῆναι τήν κακίαν, ἵνα μισηθῇ πλέον δεικνύμενος· καί τό πᾶσιν ἀλλήλων δειχθῆναι τοῖς ἀνθρώποις διά τῆς δοκιμασίας τάς διαθέσεις, ἵνα ἕκαστος ἑαυτῷ σύμφυτον ἐπιφέρηται συνηγορίαν, τήν οἰκείαν συνείδησιν. Ὁ γάρ Θεός οὐ δέεται τῆς κατά τήν πεῖραν μαθήσεως, πάντων ἔχων οὐσιωδῶς, καί πρό τῆς αὐτῶν γενέσεως, τήν γνῶσιν.
12.15
Ὅτι λαβοῦσα τόν νοῦν ἡ αἴσθησις ὑποχείριον, διδάσκει πολύθεον, δι᾿ ἑκάστης αἰσθήσεως τῇ περί τά πάθη δουλείᾳ ὡς θεῖον τό προσφυές αἰσθητόν θεραπεύουσα.
12.16
Ἐνταῦθα τήν θάλασσαν, εἰς τόν κόσμον τοῦτον ἔλαβεν· εἰς ὅν διά σαρκός ὁ Κύριος γέγονεν.
12.17
Ὁ τοῖς συμβόλοις τοῦ νόμου, φησίν, ἐναπομένων, οὐ δύναται κατά λόγον τήν τῶν ὄντων φύσιν ὁρᾷν, καί τούς τεθέντας οὐσιωδῶς ὑπό Δημιουργοῦ τοῖς οὖσι λόγους περιποιεῖσθαι, διά τό τῶν συμβόλων πρός τήν τῶν ὄντων φύσιν διάφορον.

Intertext edge

Open linked passage

Note