Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
PG 91 14ΒΓ
Maximus Confessor14 13 · pg-scrape-grcMore by Maximus Confessor
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/maximus-confessor" aria-label="More works by Maximus Confessor"> —
⋯
More
Original / primary: Pg Scrape Grc
13.1
Ἡ κτίσις τῶν ὁρατῶν, φησιν, καί πρός νοῦν ἔχει λόγους πνευματικούς, καί φυσικήν πρός αἴσθησιν δύναμιν· ὧν τά νοήματα καθάπερ ξύλον ἐν μέσῳ τῆς καρδίας, παραδείσου τροπικῶς νοουμένης, ὑπάρχουσι.
13.2
ΕΡΩΤΗΣΙΣ ΙΓ' Τί ἐστι τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης; Τίνα τὰ ἀόρατα τοῦ Θεοῦ, καὶ τίς ἡ ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης; Ἀπόκρισις. Οἱ τῶν ὄντων λόγοι προκαταρτισθέντες τῶν αἰώνων ἐν τῷ Θεῷ, καθὼς οἶδεν αὐτός, ἀόρατοι ὄντες, οὓς καὶ ἀγαθὰ θελήματα καλεῖν τοῖς θείοις ἐστὶν ἔθος ἀνδράσιν, ἀπὸ τῶν ποιημάτων νοούμενοι καθορῶνται. Πάντα γὰρ τὰ ποιήματα τοῦ Θεοῦ κατὰ φύσιν μετὰ τῆς δεούσης ἐπιστήμης γνωστικῶς ὑφ᾽ ἡμῶν θεωρούμενα τοὺς καθ᾽ οὓς γεγένηνται λόγους κρυφίως ἡμῖν ἀπαγγέλλουσι καὶ τὸ ἐφ᾽ ἑκάστῳ ποιήματι θεῖον σκοπὸν ἑαυτοῖς συνεκφαίνουσιν, καθ᾽ ὃ καὶ οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, καὶ τὸ στερέωμα τὴν τῶν χειρῶν ἀναγγέλλει ποίησιν. Ἀΐδιος δὲ δύναμίς ἐστι καὶ θειότης ἡ συνεκτικὴ τῶν ὄντων πρόνοια καὶ ἡ κατ᾽ αὐτὴν ἐκθεωτικὴ τῶν προνοουμένων ἐνέργεια. Ἢ τάχα τὰ ἀόρατα τοῦ Θεοῦ εἰσιν οὐκ ἄλλό τι παρὰ τὴν ἀΐδιον αὐτοῦ δύναμιν καὶ θειότητα, ἔχουσας διαπρυσίους κήρυκας τὰς τῶν γεγονότων ὑπερφυεῖς μεγαλοπρεπείας. Ὡς γὰρ ἐκ τῶν ὄντων τὸν κυρίως ὄντα Θεὸν ὅτι ἔστι πιστεύομεν, οὕτως ἐκ τῆς τῶν ὄντων οὐσιώδους κατ᾽ εἶδος διαφορᾶς τὴν κατ᾽ οὐσίαν ἔμφυτον αὐτοῦ σοφίαν ὑφεστῶσαν καὶ τῶν ὄντων συνεκτικὴν διδασκόμεθα· καὶ πάλιν, ἐκ τῆς οὐσιώδους κατ᾽ εἶδος (≡ 14Β_096≡> τῶν ὄντων κινήσεως τὴν κατ᾽ οὐσίαν ἔμφυτον αὐτοῦ ζωὴν ὑφεστῶσαν καὶ τῶν ὄντων συμπληρωτικὴν μανθάνομεν, ἐκ τῆς κατὰ τὴν κτίσιν σοφῆς θεωρίας τὸν περὶ τῆς ἁγίας Τριάδος, Πατρὸς λέγω καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, λόγον λαμβάνοντες· Θεοῦ γὰρ ἀΐδιός ἐστιν, ὡς ὁμοούσιος, δύναμις ὁ Λόγος, καὶ θειότης ἀΐδιος τὸ ὁμοούσιον ἅγιον Πνεῦμα. Κατάκριτοι τοιγαροῦν οἱ μὴ συνδιδαχθέντες ἐκ τῆς τῶν ὄντων θεωρίας τὴν αἰτίαν τῶν ὄντων καὶ τὰ κατὰ φύσιν τῆς αἰτίας ἴδια, τὴν δύναμιν λέγω καὶ τὴν θειότητα. Βοᾷ τοίνυν ἡ κτίσις διὰ τῶν ἐν αὐτῇ ποιημάτων καὶ οἷον ἀπαγγέλλει τοῖς νοερῶς δυναμένοις ἀκούειν τὴν ἰδίαν αἰτίαν τριαδικῶς ὑμνουμένην, λέγω δὲ τὸν Θεὸν καὶ Πατέρα, καὶ τὴν ἄφραστον αὐτοῦ δύναμιν καὶ τὴν θειότητα, ἤγουν τὸν μονογενῆ Λόγον καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Ταῦτα γάρ εἰσι τὰ ἀόρατα τοῦ Θεοῦ τὰ ἀπὸ τῆς κτίσεως τοῦ κόσμου νοήσει καθορώμενα./* ΣΧΟΛΙΟΝ*/
13.3
Νοεῖ τὸν Θεὸν ὡς Λόγος μηδὲν ἀντιλαμβανόμενος, τουτέστι οὐδὲν τῶν δυναμένων ὑπὸ ἀντίληψιν γενέσθαι, ἢ μηδὲν νοούμενος, τουτέστι οὐδὲν τῶν δυναμένων νοηθῆναι, ἤτοι ἐν τῷ λογισμῷ ἐλθεῖν, ἢ μηδὲν ποιούμενος, τουτέστι οὐδὲν τῶν τῇ γεννήσει καὶ τῇ φθορᾷ ὑποκειμένων ταῦτα γὰρ κυρίως λέγονται πράξειςνοεῖ ὅτι ὁ Λόγος ἐστι.
13.4
Ὁ τήν ἀρετήν ἀγαπῶν, τήν τῶν ἡδονῶν ἑκουσίως ἀπομαραίνει κάμινον· ὁ δέ τῇ γνώσει τῆς ἀληθείας πεποιωμένος τόν νοῦν, ἀκουσίοις οὐκ ἐπέχεται πόνοις τῆς κατὰ τήν ἔφεσιν πρός τόν Θεόν φερούσης ἀεικινησίας.
13.5
Φόβον Κυρίου κέκληκε τήν πρακτικήν φιλοσοφίαν· ἐκ τῆς ἀρχῆς τό τέλος. Ἀρχή γάρ σοφίας, φόβος Κυρίου. (14Β_326> 14. Ὁ περί θεότητος ὑψηλός λόγος, πύργος ἐστί κατά ψυχήν, ταῖς τῶν ἐντολῶν ἐνεργείαις ὀχυρούμενος.
13.6
Ἐνταῦθα φίλος ἐστίν ὁ Κύριος· τραύματα δέ τούτου τυγχάνουσι, τά εἴδη τῆς ἐπαγομένης ἑκάστῳ πρός σωτηρίαν παιδείας εἰς κόλασιν τῆς σαρκός, ἤγουν τοῦ σαρκικοῦ φρονήματος, ἵνα τό πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου. Ἐχθρός δέ ἐστιν ὁ διάβολος· φιλήματα δέ τούτου καθέστηκε, τά εἴδη τῶν κατ᾿ αἴσθησιν ἡδονῶν· δι᾿ ὧν ἀπατῶν τήν ψυχήν, πείθει χωρισθῆναι τῆς ἀγάπης τοῦ Κτίσαντος αὐτήν.
13.7
Ποῖον διδάσκεται καλόν ὁ τά θεῖα φιλοσοφῶν, τήν φυσικήν τοῦ λέοντος θεωρίαν εἰς ἑαυτόν κατά γνώμην λογικῶς μεταφέρων; (14Β_390> 14. Πῶς δεῖ μιμούμενον τόν ὄφιν καί τήν περιστεράν γένεσθαι φιλόσοφον;
13.8
Σάρξ ἁμαρτίας ἐστίν, ἡ ἐκ σπορᾶς ἀνδρός τήν γένεσιν ἔχουσα· κατά ταὐτόν γάρ ἔχει δυνάμει τήν ἁμαρτίαν καί τήν φθοράν κατά φύσιν, τήν μέν ἀρχήν, τήν δέ τέλος ἔχουσα τῆς οἰκείας γενέσεως· ἡ δέ ἐν ὁμοιώματι σαρκός ἁμαρτίας ἐστί σάρξ, ἡ δίχα σπορᾶς ἀνδρός συστᾶσα τοῦ Κυρίου σάρξ· κατά φύσιν μέν ἔχουσα τήν φθοράν, καθ᾿ ἥν ἡμῖν ὅμοιος ἦν· κατά δύναμιν δέ φύσει τήν ἀναμαρτησίαν, καθ᾿ ἥν ἡμῖν ἀνόμοιος ἦν. (14Γ_046> 14. Ἐπειδή φησιν, ὡς πρός τήν ἄκρατόν τε καί ἄκραν θεολογίαν, δεύτερός ἐστιν ὁ τῆς σαρκώσεως λόγος· (ἡ μέν γάρ τοῦ περί τήν οὐσίαν ἄκρου καθέστηκε λόγου· ὁ δέ, τῆς κατά τήν πρόνοιαν ἀκροτάτης ἐνεργείας ὑπάρχει συνεκτικός), ὑποκάτωθεν ἀνατολή προσηγορεύθη τῷ Πνεύματι. Ἐν γάρ τῷ λόγῳ τῆς θείας σαρκώσεως, ἡ τῶν αἰώνων τε καί τῶν ἐν αἰῶνι περιέχεται γένεσις· καί ἡ πρός ἀοριστίαν τῆς ὑπέρ αἰῶνας κατά χάριν ζωῆς τῶν ὄντων παράτασις.
13.9
Ὁ μετά τήν φυγήν τῆς κακίας ἁπλῶς τῇ ἀργίᾳ τῆς ἁμαρτίας φυλάξας, φησί, τήν δεκάδα τῶν ἐντολῶν· καί πάλιν τήν ἑκάστης πρᾶξιν ἐντολῆς τελείαν τῶν ἄλλων δείξας περίληψιν, ὡς πασῶν ἐν ἑκάστῃ κατά τήν ἑκάστης πρᾶξιν θεωρουμένων, τήν δεκάδα πεποίηκεν ἑκατοντάδα (ἡ γάρ ἑκάστης ἐντολῆς τελεία κατ᾿ ἐνέργειαν τήρησις τῶν λοιπῶν ἐστι πρᾶξις πεπληρωμένη), καί πάλιν τήν κατά φύσιν τούτων τελείαν ἐπιστημονικῶς διάκρισιν ἐσχηκώς, τήν ἑκατοντάδα πεποίηκε χιλιάδα. Καί τέλος τοῖς τούτων κατά νοῦν γυμνοῖς προσβαλών κατά τήν θεωρίαν λόγοις, πεποίηκε μυριάδα τήν χιλιάδα, ἀπό τῆς κατά τήν πρᾶξιν διαστολῆς, ἐπί τήν κατά τήν θεωρίαν ἑναδικήν συναγόμενος μονάδα. Καί συντόμως εἰπεῖν, ὁ τῇ τελείᾳ τῆς κακίας ἀποφυγῇ τηρήσας ἀπαραβάτους τάς ἐντολάς, καί τελείαν αὐτῶν τήν πρᾶξιν ἐπιδειξάμενος, καί πληρεστάτην αὐτῶν κατορθώσας τήν κατά φύσιν διάκρισιν, καί τελείαν αὐτῶν διανύσας τήν πνευματικήν θεωρίαν, οὗτος τάς τέσσαρας ἔσχε μυριάδας, τῷ καθ᾿ ἑκάστην προκοπήν τελείῳ λόγῳ συναγομένας· τό γάρ τέλειον ἀδιαστάτως ὁμοῦ, τούς τε τῆς ἀρχῆς καί τοῦ τέλους ἔχει τούς λόγους.
13.10
Τάς ἐνθυμήσεις δέ καί τάς ἐννοίας, ὧν ἐστι κριτικός ὁ Λόγος φησίν εἶναι, τάς τῆς ψυχῆς ἐπί τε τοῖς θείοις λόγοις καί τοῖς λογισμοῖς σχέσεις, καί τάς αὐτῶν δηλαδή τῶν σχέσεων αἰτίας. Ἡ γάρ ἐνθύμησις κινεῖ μνήμην, ἧς οἰκεῖον ἡ σχέσις· ἡ δέ ἔννοια, πέρας ἀποσκοπεῖ, ὅπερ αἰτίαν χαρακτηρίζει.
13.11
Ὅτι ψυχήν πνευματικῶς εὐφραίνει, φησίν, ὁ τοῖς ἑκουσίοις τήν σάρκα πόνοις δομάζων.
13.12
Ἄλλη περί τῶν αὐτῶν θεωρία.
13.13
Τίνας τούς λύχνους ὁ Λόγος φησίν;
13.14
' Ἀνάπαυσιν' λέγει τόν Κύριον, ὡς τῶν ἐπ᾿ ἀρετῇ πόνων λυτήριον· ἴασιν δέ Θεοῦ, ὡς ἰατρόν τῆς ἐκ τοῦ θανάτου (14Γ_354> πληγῆς· Θεοῦ δέ χάριν, ὡς ἀπολύτρωσιν· καί Θεοῦ πόνον, ὡς τῶν ἡμῶν ἀναδοχέα παθῶν.
13.15
Ξυλοφοροῦσι μέν οἱ λόγοι τῆς φύσεως, ὕλη πρός τήν γνῶσιν τῶν θείων γινόμενοι· ὑδροφοροῦσι δέ ῥύψιν ποιοῦντες παθῶν, καί διάδοσιν τῆς ἐν πνεύματι ζωτικῆς ἐνεργείας.

Intertext edge

Open linked passage

Note