Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
PG 91 14ΒΓ
Maximus Confessor14 14 · pg-scrape-grcMore by Maximus Confessor
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/maximus-confessor" aria-label="More works by Maximus Confessor"> —
⋯
More
Original / primary: Pg Scrape Grc
14.1
Ἀγνοεῖ τις τήν καθ᾿ ἡδονήν καί ὀδύνην τῆς αἰσθήσεως πεῖραν, ὅταν τῷ Θεῷ προσδήσει τόν νοῦν, τῆς σωματικῆς γενόμενον ἐλεύθερον σχέσεως. Ἐπειδὴ ἠγάθυνέ σε ὁ Θεὸς κελεῦσαί μοι ἅπερ εἶχον σεσημειωμένα τῶν ἀπορουμένων μοι κεφαλαίων γράψαι καὶ πέμψαι σοι, τὰ ἀναγκαιότερά μοι φανέντα προέταξα. (≡ 14Β_056≡> Α (1). ΠΕΡΙ ΛΥΠΗΣ ΚΑΙ ΗΔΟΝΗΣ ΚΑΙ ΕΠΙΘΥΜΙΑΣ ΤΕ ΚΑΙ ΦΟΒΟΥ.
14.2
ΕΡΩΤΗΣΙΣ ΙΔ' Τί ἐστι καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα; Τί ἐστι σέβας καὶ τί ἐστι λατρεία; Ἀπόκρισις. Σέβας ἐστὶν ἡ μετὰ πίστεως προσκύνησις τοῦ θείου, λατρεία (≡ 14Β_098≡> δὲ ἡ διὰ τῶν ἔργων θεραπεία. Τοῦτο δὲ τὸ σέβας, ἤγουν τὴν πίστιν, ἐπὶ τὴν κτίσιν μεταβιβάσαντες οἱ ἄνθρωποι παρὰ τὸν κτίσαντα προσεκύνουν, πιστεύοντες δαιμονίοις, καὶ ἐλάτρευον, τὴν διὰ τῶν πονηρῶν ἔργων αὐτοῖς θεραπείαν προσάγοντες. Ἡμεῖς δέ, τὸν Θεὸν σέβοντες διὰ τῆς εἰς αὐτὸν πίστεως, σπουδάσωμεν καὶ λατρείαν αὐτῷ προσαγαγεῖν καθαρὰν τὴν διὰ τῶν ἀρετῶν τετελειωμένην πολιτείαν. ΙΕ (15). ΠΕΡΙ ΤΟΥ" ΤΟ ΓΑΡ ΑΦΘΑΡΤΟΝ ΣΟΥ ΠΝΕΥΜΑ ΕΣΤΙΝ ΕΝ ΠΑΣΙΝ".
14.3
Ὅταν τό θεῖον καταφάσκωμεν, φησίν, συνεπινοοῦμεν μὲν αὐτό τοῖς οὖσιν· ἀλλ᾿ ὡς αἰτίαν ποιητικήν. Ὅταν δέ τῶν ὄντων αὐτό παντελῶς ἀποφάσκωμεν, οὔτε κατ᾿ αἰτίαν αὐτό συνεπινοοῦμεν τοῖς οὖσιν· ὅτι μηδεμίαν, ἀληθῶς εἰπεῖν, ἔχει πρός τά ὄντα σχέσιν· καθ᾿ ἥν τήν ἐπ᾿ ἀμφοῖν ὧν ἐστι σχέσις ἔννοιαν ἅμα συναναφέρειν πεφύκαμεν. Οὐκοῦν ὁ καλός θεολόγος τήν καθ᾿ ὑπεροχήν ἀγνωσίαν θέσιν γνώσεως ἀληθοῦς ποιεῖται, τοῦ Θεοῦ τό παντελῶς ἀνεννόητον.
14.4
Ὅτι διά τῆς παραβάσεως ἡ ψυχή κοιλανθεῖσα, τοῖς δαίμοσι καθάπερ ὄρεσιν τό ὕψος δέδωκεν· τουτέστι τό καθ᾿ ἑαυτῆς κράτος.
14.5
Πειρασμός ξηρασίας ἑρμηνεύεται Σενναχειρίμ, καθ᾿ ἕν μέν ὅτι ξηραίνει τάς καρδίας τῶν ἀνεχομένων αὐτοῦ, χωρίζων τῆς πηγαίας χάριτος τῶν ἁγίων λογισμῶν· καθ᾿ ἕτερον δέ, ὅτι αὐτός ξηρός ἐστιν ὡς πένης καί ἄπορος, καί μηδέν ἔχων ἴδιον. Καί διά τοῦτο δολερῶς, οἷά τις κλέπτης ταῖς ἐπιφανείαις τῶν αἰσθητῶν ἐγκρυπτόμενος εἰς τήν καθ᾿ ἡμῶν ἐπανάστασιν.
14.6
Ἠργμένον λέγει τό κακόν (ἀρχήν γάρ ἔχει τήν ἡμῶν παρά φύσιν κίνησιν), οὐκ ἠργμένον δέ, τό ἀγαθόν (πρό παντός γάρ αἰῶνος καί χρόνου φύσει τό ἀγαθόν)∙ νοητόν λέγει τό ἀγαθόν, ὅπερ δεῖ μόνον νοεῖν· οὐ νοητόν δέ τό κακόν, ὅπερ δεῖ μόνον μή νοεῖν. Ῥητόν λέγει τό ἀγαθόν (αὐτό γάρ δεῖ μόνον λαλεῖσθαι), οὐ ῥητόν δέ κακόν (αὐτό γάρ δεῖ μόνον μή λαλεῖσθαι). Καί γινόμενον λέγει τό ἀγαθόν (κατά φύσιν γάρ ὑπάρχον ἀγέννητον κατά χάριν διά φιλανθρωπίαν παρ᾿ ἡμῶν ἀνέχεται γίνεσθαι, πρός τήν ἡμῶν τῶν ποιούντων καί λαλούντων καί νοούντων ἐκθέωσιν), ὅπερ δεῖ μονώτατον γίνεσθαι· οὐ ποιούμενον δέ τό κακόν, ὅπερ δεῖ μόνον μή γίνεσθαι. Φθαρτόν λέγει τό κακόν (φθορά γάρ ἐστιν ἡ τοῦ κακοῦ φύσις οὐδαμῶς κατ᾿ οὐδέν ὕπαρξιν ἔχουσα), ἄφθαρτον δέ τό ἀγαθόν, ὡς ἀεί ὄν, καί μήποτε τοῦ εἶναι παυόμενον καί πάντων οἷς ἄν ἐγγένηται φρουρητικόν. Τοῦτο γοῦν, τῷ μέν λογιστικῷ ζητοῦμεν· τῷ δέ ἐπιθυμητικῷ, ποθοῦμεν· τῷ δέ θυμικῷ, φυλάττομεν ἄσυλον· τῷ δ' αἰσθητικῷ, κατ᾿ ἐπιστήμην ἀμιγές αὐτό τῶν ἐναντίων διακρίνομεν· τῷ δέ φωνητικῷ λαλοῦντες αὐτό ποιοῦμεν φανερόν τοῖς ἀγνοοῦσι· καί τῷ γονίμῳ, πληθύνομεν αὐτό, μᾶλλον δέ, ἀληθές εἰπεῖν, ἡμεῖς κατ᾿ αὐτό πληθυνόμεθα.
14.7
Ἡ κατ᾿ οὐσίαν γνῶσις, φησίν, ἔστιν ὁ Θεός· προηγεῖται δέ σαφῶς πάσης γνώσεως ὁ νοῦς, ᾧ καί ὑποπίπτειν πέφυκεν· ἄρα καί ὑπέρ ταύτην ἐστίν ὁ Θεός, ὅτι καί ὑπέρ πάντα νοῦν, ᾧ γνῶσις καθοτιοῦν πέφυκεν ὑποπίπτειν, ὑπεραπείρως καθέστηκεν.
14.8
Ὅτι γένεσίς ἐστιν ἀρετῆς, φησίν, ἡ πρός τήν σάρκα τῆς ψυχῆς ἑκούσιος ἀλλοτρίωσις.
14.9
Ὁ μέν νοῦς, φησί, κατά μόνην τήν ἔφεσιν ἀγνώστως τῶν ὄντων αἰτίαν κινούμενος, ζητεῖ μόνον· ὁ δέ λόγος, τούς ἐν τοῖς οὖσιν ἀληθεῖς ποικίλως ἐφοδεύων ἐρευνᾷ λόγους. Ξ (60). ΠΕΡΙ ΤΟΥ ΑΜΝΟΥ ΑΜΩΜΟΥ ΚΑΙ ΑΣΠΙΛΟΥ ΧΡΙΣΤΟΥ. (14Γ_186>
14.10
Ὅτι φθονῶν τῷ Θεῷ καί ἡμῖν ὁ διάβολος, δόλῳ τόν ἄνθρωπον ὑπό Θεοῦ φθονεῖσθαι παραπείσας, παραβῆναι τήν ἐντολήν παρεσκεύασε· τῷ Θεῷ μέν, ἵνα μή φανερά γένηται κατ᾿ ἐνέργειαν ἡ πανύμνητος αὐτοῦ δύναμις θεουργοῦσα τόν ἄνθρωπον· τῷ δέ ἀνθρώπῳ προδήλως, ἵνα μή γένηται τῆς θείας ἐν εἴδει κατ᾿ ἀρετήν μέτοχος δόξης.
14.11
Τίνα τά ξύλα, καί τίνες οἱ λίθοι.
14.12
Βλέπε τῆς χάριτος τό μέγεθος· βλέπε θεολογίας ἀπέραντον τό πέλαγος.
14.13
Πῶς ἐστι χάρις ὁ Κύριος ἡμῶν καί Θεός· ἴδε, Νεῖλε, καί μή σαλεύου, τῷ· «Πλήρης χάριτος καί ἀληθείας».
14.14
Ἄλλη θεωρία τῶν αὐτῶν, εἰσηγουμένη διά τῶν Γαβαωνιτῶν τήν κλῆσιν τῶν ἐθνῶν.

Intertext edge

Open linked passage

Note