PG 91 14ΒΓ
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/maximus-confessor" aria-label="More works by Maximus Confessor">
—
⋯
Original / primary: Pg Scrape Grc
15.1
ΕΡΩΤΗΣΙΣ ΙΕ' Τί ἐστι τὸ γὰρ ἄφθαρτόν σου Πνεῦμά ἐστιν ἐν πᾶσι· διὸ τοὺς παραπίπτοντας κατὰ μικρὸν ἐλέγχεις; Εἰ περὶ τοῦ ἁγίου Πνεύματος λέγει, πῶς εἰς ἀσύνετον καρδίαν σοφία οὐκ εἰσελεύσεται οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίαις; Ἐσημειωσάμην δὲ τοῦτο διὰ τὸ ἁπλῶς εἰπεῖν ἐν πᾶσιν. Ἀπόκρισις. Τὸ Πνεῦμα τὸ ἅγιον οὐδενὸς ἄπεστι τῶν ὄντων, καὶ μάλιστα τῶν λόγου καθοτιοῦν μετειληφότων. Συνεκτικὸν γὰρ ὑπάρχει τῆς ἑκάστου γνώσεως, ὅτι Θεὸς καὶ Θεοῦ Πνεῦμα κατὰ δύναμιν προνοητικῶς διὰ πάντων χωροῦν καὶ τὸν ἐν ἑκάστῳ κατὰ φύσιν λόγον ἀνακινοῦν καὶ δι᾽ αὐτοῦ πρὸς συναίσθησιν τῶν πλημμελῶς παρὰ τὸν θεσμὸν τῆς φύσεως πεπραγμένων ἄγον τὸν αἰσθανόμενον καὶ τὴν προαίρεσιν εὔεικτον ἔχοντα πρὸς ὑποδοχὴν τῶν ἐκ φύσεως ὀρθῶν λογισμῶν. Ἀμέλει τοι πολλοὺς εὑρίσκομεν καὶ τῶν ἄγαν βαρβάρων καὶ νομάδων ἀνθρώπων καλοκἀγαθίας μεταποιουμένους καὶ τοὺς ἀνέκαθεν κρατήσαντας ἐν αὐτοῖς θηριώδεις ἀθετοῦντας νόμους. Οὕτω μὲν οὖν ἐν πᾶσιν ἁπλῶς ἐστι τὸ Πνεῦμα τὸ ἅγιον. Προσδιωρισμένως δὲ καὶ κατ᾽ ἄλλην ἐπίνοιάν ἐστιν ἐν πᾶσι τοῖς κατὰ νόμον ὡς νομοθετητικὸν καὶ προαγορευτικὸν μελλόντων (≡ 14Β_100≡> μυστηρίων, ἐμποιοῦν αὐτοῖς αἴσθησιν μὲν τῆς τῶν ἐντολῶν παραβάσεως, ἐπιστήμην δὲ τῆς προαγορευθείσης κατὰ Χριστὸν τελειότητος. Ὅθεν κἀκ τούτων πολλοὺς εὑρίσκομεν τὴν μὲν παλαιὰν καὶ ἐν σκιαῖς κειμένην καταλιμπάνοντας λατρείαν, πρὸς δὲ τὴν νέαν καὶ μυστικὴν προθύμως μεταβαλλομένους. Ἔστι δὲ πρὸς τοῖς εἰρημένοις τρόποις καὶ ἐν πᾶσι τοῖς τὸ θεῖον καὶ θεοποιὸν ὄντως ὄνομα τοῦ Χριστοῦ κληρωσαμένοις διὰ τῆς πίστεως οὐ μόνον ὡς φρουρητικὸν καὶ προνοητικῶς λόγου τοῦ κατὰ φύσιν ἀνακινητικὸν καὶ ὡς δεικτικὸν τῆς τῶν ἐντολῶν παραβάσεως καὶ φυλακῆς καὶ τῆς κατὰ Χριστὸν ἐξαγγελτικὸν προαγορεύσεως, ἀλλὰ καὶ ὡς δημιουργικὸν τῆς κατὰ χάριν διὰ τῆς πίστεως δοθείσης υἱοθεσίας. Ὡς γὰρ σοφίας ποιητικὸν ἐν μόνοις ἐκείνοις γίνεται τοῖς καὶ ψυχὴν καὶ σῶμα καθαρθεῖσι διὰ τῆς τῶν ἐντολῶν ἀκριβοῦς συνασκήσεως, ὡς οἰκείοις προσομιλοῦν διὰ τῆς ἁπλῆς καὶ ἀΰλου γνώσεως καὶ τὸν νοῦν αὐτῶν ταῖς ἀχράντοις τῶν ἀρρήτων νοήσεσι πρὸς ἐκθέωσιν ἐντυποῦν. Ἔστιν οὖν ἐν πᾶσι μὲν ἁπλῶς, καθ᾽ ὃ πάντων ἐστὶ συνεκτικὸν καὶ προνοητικὸν καὶ τῶν φυσικῶν σπερμάτων ἀνακινητικόν, προσδιωρισμένως δὲ καὶ ἐν πᾶσι τοῖς ἐν νόμῳ, καθότι τῆς τῶν ἐντολῶν ἐστιν ὑποδεικτικὸν παραβάσεως καὶ τῆς κατὰ Χριστὸν προαγορευθείσης ἐπαγγελίας φωτιστικόν, ἐν δὲ πᾶσι τοῖς κατὰ Χριστόν, πρὸς τοῖς εἰρημένοις, ὡς υἱοθετητικόν. Ὡς δὲ σοφίας ποιητικὸν ἐν οὐδενὶ τῶν εἰρημένων ἐστὶν ἁπλῶς, πλὴν τῶν συνιέντων καὶ ἑαυτοὺς διὰ τῆς ἐνθέου πολιτείας ἀξίους ποιησαμένων τῆς αὐτοῦ θεωτικῆς ἐνοικήσεως. Πᾶς γὰρ μὴ ποιῶν τὰ θεῖα θελήματα, κἂν πιστός ἐστιν, ἀσύνετον ἔχει τὴν καρδίαν, ὡς πονηρῶν λογισμῶν ἐργαστήριον, καὶ τὸ σῶμα κατάχρεων ἁμαρτίαις, ὡς διαπαντὸς μολυσμοῖς παθῶν ἐνεχόμενον. (≡ 14Β_102≡>/* ΣΧΟΛΙΑ*/
15.2
Τοιαύτην οὖν θέσιν λαμβάνουσιν αἱ καθ' ὑπεροχὴν στερήσεις. Δεικνύουσι γὰρ ὅτι ὑπάρχει μόνον ὁ Θεός, ἀρνούμεναι ὅτι ἐστὶ τῶν ὑπαρχόντων ἢ δυναμένων ὑπὸ ἀντίληψιν γενέσθαι ἢ νοηθῆναι ἢ λεχθῆναι. ΚS (26). ΠΕΡΙ ΤΟΥ ΒΑΣΙΛΕΩΣ ΒΑΒΥΛΩΝΟΣ ΚΑΙ ΙΟΥΔΑ ΚΑΙ ΤΩΝ ΕΘΝΩΝ.
15.3
Ἀρετή κατά τήν πρᾶξιν ἐνεργουμένη, φωνή γίνεται τῆς βοώσης γνώσεως, ὡς ἐν ἐρήμῳ, τῇ παθῶν ἐστερημένῃ καταστάσει τῆς ψυχῆς. Πρόδρομος γάρ τῆς ἀληθοῦς σοφίας ἡ ἀρετή, μηνύουσα τήν μετ᾿ αὐτήν κατ᾿ οἰκονομίαν φανησομένην ἀλήθειαν, πρό αὐτῆς κατ᾿ αἰτίαν ὑπάρχουσαν. ΜΗ (48). ΠΕΡΙ ΤΩΝ ΛΑΚΚΩΝ ΚΑΙ ΠΥΡΓΩΝ ΟΖΙΟΥ ΒΑΣΙΛΕΩΣ ΙΟΥΔΑ.
15.4
Οἱ τῶν ἐπί μέρους λόγοι φησίν, τοῖς καθόλου προσχωροῦντες, τάς τῶν διῃρημένων ἑνώσεις ποιοῦνται. Διότι τῶν μερικωτέρων ἑνοειδῶς οἱ καθολικώτεροι τούς λόγους περιλαμβάνουσι· πρός οὕς φυσικῶς τήν ἀναφοράν ἔχει τά κατά μέρος.
15.5
Πᾶν τό περιττόν, καί ὑπέρ τήν χρείαν τήν φυσικήν, ἀκρασίαν εἶναί φησιν, ἥτις ὁδός καθίσταται τοῦ διαβόλου πρός τήν ψυχήν, δι᾿ ἧς ὑποστρέφει μετ᾿ αἰσχύνης εἰς τήν ἑαυτοῦ γῆν, ἐγκρατείας τήν φύσιν παιδαγωγούσης. Ἤ πάλιν, ὁδός ἐστιν αὐτά τά φυσικά πάθη· τῷ μέν ὑπέρ τήν χρείαν τρόπῳ τῆς χρήσεως, ἄγοντα πρός τήν ψυχήν τόν διάβολον· τῷ δέ κατά τήν χρείαν τρόπῳ τῆς χρήσεως, δι᾿ ἑαυτῶν εἰς τήν ἑαυτοῦ γῆν αὐτόν ὑποστρέφοντα. Γῆ δέ τούτου ἐστίν, ἡ παγία τῆς κακίας ἕξις καί σύγχυσις, εἰς ἥν ἀεί βέβηκε, καί πρός ἥν ἄγει τοῦ ἡττημένους τῇ φιλίᾳ τῶν ὑλικῶν.
15.6
Τί κἀκ τῆς τρυγόνος ὠφελεῖσθαι δυνάμεθα;
15.7
Ὁ τῶν καλῶν, φησίν, ἐραστής, κατά πρόνοιαν σοφίας λόγοις ἑκουσίως ἐπείγεται πρός τήν τῆς θεώσεως χάριν· ὁ δέ τούτων ἀνέραστος, κατά δικαίαν κρίσιν παιδείας τρόποις ἀκουσίως κακίας ἀπάγεται· ὁ μέν ὡς φιλόθεος διά τῆς προνοίας θεούμενος· ὁ δέ διά τῆς κρίσεως ὡς φιλόϋλος εἰς κατάκρισιν ἐλθεῖν μή συγχωρούμενος.
15.8
Πρώτην ἀπάθειαν λέγει, τήν πρός ἁμαρτίαν τοῦ σώματος κατ᾿ ἐνέργειαν ἀνέπαφον κίνησιν.
15.9
Οἱ κατ᾿ ἔλλειψιν ἀρετῆς πολεμοῦντες δαίμονές εἰσιν, οἱ πορνείαν καί μέθην, φυλαργυρίαν τε καί φθόνον, καί τοιαῦτα διδάσκοντες· οἱ δέ καθ᾿ ὑπερβολήν πολεμοῦντές εἰσιν, οἱ τήν οἴησιν καί τήν κενοδοξίαν καί τήν ὑπερηφάνειαν, καί τά τοιαῦτα διδάσκοντες· καί διά τῶν δεξιῶν τοῖς ἀριστεροῖς ἐπικεκρυμμένως ἐμπείροντες.
15.10
Ἐπινοητικήν λέγει τήν νοεράν τῆς ψυχῆς δύναμιν· ἥτις χωριζομένη τῆς κατ᾿ αἴσθησιν σχέσεως, ἔρημον τῆς πρός ἡδονήν τήν σάρκα καταλιμπάνει προνοίας κατά τήν ἐν γνώμῃ σχέσιν. Οὐδέ τήν ὀδύνην τῆς σαρκός ἀνεχομένης παραμυθεῖσθαι διά τήν ἐν σχέσει τῆς γνώμης ὁλικήν περί τά θεῖα σχολήν.
15.11
Ὅτι γενική κατάκρισίς ἐστι, φησί, τοῦ κατά τήν παράβασιν κρατήσαντος νόμου τῆς φύσεως, ἡ τοῦ Θεοῦ κατ᾿ ἀλήθειαν ἐνανθρώπησις· ἰδική δέ τούτου τοῦ νόμου κατάκρισίς ἐστιν, ἡ κατά Χριστόν γνωμική τοῦ καθ᾿ ἕκαστον ἀναγέννησις.
15.12
Ὅτι καταστροφή τοῦ οἴκου, τουτέστι τοῦ κόσμου, κατά τήν πλάνην διά τῆς σαρκώσεως γέγονεν.
15.13
Τίνων εἰσί κατορθωτικά τοῦ Πνεύματος τά χαρίσματα;
15.14
Πῶς δηλοῖ τήν προφητικήν χάριν Ἰωνᾶς.
15.15
Ὕλην εἶπε καί εἶδος κατά θεωρίαν τόν Ἐρμονθί καί τόν Μεμφιβοσθέ, καί πενταπλῆν παράχρησιν τῶν αἰσθήσεων, τούς πέντε τῆς Μερώβ υἱούς· οὕς ἀλλήλοις συνάψας, ἤγουν ὕλῃ καί εἴδει προσπλέξας τήν αἴσθησιν διά τήν πρός σάρκα τοῦ νόμου σύστασιν, ὁ μόνον τόν νοῦν περιγράφων τῷ γράμματι, τό μέν σαρκικόν πάθος ἀποτελεῖ· τούς δέ φυσικούς διαφθείρει λόγους.