Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
PG 91 14ΒΓ
Maximus Confessor14 16 · pg-scrape-grcMore by Maximus Confessor
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/maximus-confessor" aria-label="More works by Maximus Confessor"> —
⋯
More
Original / primary: Pg Scrape Grc
16.1
ΕΡΩΤΗΣΙΣ ΙS' Τίς ὁ χωνευτὸς μόσχος, καὶ διὰ τί μόσχον ἑνικῶς λέγει, τὸ δὲ οὗτοι οἱ θεοί σου, Ἰσραήλ, πληθυντικῶς, καὶ τί τὸ λεπτυνθῆναι καὶ διασπαρῆναι ὑπὸ τὸ ὕδωρ, καὶ τίνα τὰ ἐνώτια καὶ τὰ ἑξῆς κόσμια; Ἀπόκρισις. Ὁ κατὰ τὸν Ἰσραὴλ ὡς ἐξ Αἰγύπτου τῆς ἁμαρτίας ἐξερχόμενος νοῦς καὶ συνεξιοῦσαν ἔχων ἑαυτῷ τῆς καθ᾽ ἁμαρτίαν πλάνης, καθάπερ ἐκτύπωμα κακίας ἐν τῇ διανοίᾳ, τὴν φαντασίαν, ἐπὰν μικρὸν ἀμελήσας ἀπολειφθῇ τῆς λογικῆς διακρίσεως, ὡς πάλαι τοῦ Μωσέως ὁ Ἰσραήλ, τὴν ἀλόγιστον, καθάπερ μόσχον, καὶ πάντων μητέρα τῶν παθῶν ἕξιν ὑφίστησιν. Ὡς μὲν ἐνώτια τοὺς λόγους οὓς εἴληφε φυσικῶς περὶ θεολογίας ἐκ τῆς τῶν ὄντων εὐσεβοῦς κατανοήσεως, ὡς δὲ περιτραχηλίους κόσμους τὰς ἐκ τῆς φυσικῆς θεωρίας ἐγγενομένας αὐτῷ θεοπρεπεῖς περὶ τῶν ὄντων δόξας, ὡς δὲ ψέλλια χειρῶν τὰς κατὰ τὴν πρακτικὴν τῶν ἀρετῶν φυσικὰς ἐνεργείας χωνεύων, ὡς ἐν καμίνῳ, τῇ διαπύρῳ ζέσει τῆς τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας ἐμπαθοῦς διαθέσεως, καὶ κατὰ τὴν προαποκειμένην τῇ διανοίᾳ τοῦ κακοῦ φαντασίαν τε καὶ μορφὴν δι᾽ ἐνεργείας αὐτῆς τὴν (≡ 14Β_104≡> ἁμαρτίαν ἀποτελῶν, τὴν ἀεὶ σκεδαστὴν καὶ συνδιασκεδάζουσαν ἑαυτῇ τὸν αὐτὴν διαπραττόμενον νοῦν καὶ τῆς περὶ τὴν ἀλήθειαν ἑνικῆς ταὐτότητος αὐτὸν διατέμνουσαν καὶ περὶ πολλὰς καὶ ἀπαγεῖς διαχέουσαν τῶν οὐκ ὄντων φαντασίας τε καὶ δόξας ἀλόγιστον ἕξιν συνίστησιν, ἣν λεαίνει καὶ σπείρει ὑπὸ τὸ ὕδωρ ἡ τοῦ θείου Λόγου παρουσία, τῇ λεπτότητι τῆς θεωρίας τὸ πρὸς αἴσθησιν κατ᾽ ἐπιφάνειαν ἐν τοῖς πάθεσι πάχος τῆς διανοίας λεαίνουσα, καὶ τὴν εἰς ἀλλήλας τῶν φυσικῶν δυνάμεων γενομένην κατὰ τὸ πάθος μεταβολήν τε καὶ σύγχυσιν εὐκρινῶς διαστέλλουσα καὶ πρὸς τὴν οἰκείαν πάλιν ἀρχὴν τῆς γνώσεως ἐπανάγουσα. Τοῦτο γὰρ τὸ ὑπὸ τὸ ὕδωρ σπεῖραί μοι νοεῖται. Πᾶσαν μὲν οὖν τῶν ἱστορουμένων κατὰ τὸν τόπον ἐν τούτοις συντεμὼν παρέθετο τὴν θεωρίαν ὁ λόγος. Ἵνα δὲ σαφέστερον γένηται τὸ χωρίον, ὁριστικῶς ἕκαστον, εἰ δοκεῖ, θεωρήσωμεν. Μόσχος οὖν ἐστι χωνευτὸς ἡ τῶν κατὰ φύσιν δυνάμεων εἰς ἀλλήλας φύρσις καὶ σύγχυσις, ἢ μᾶλλον σύνοδος ἐμπαθὴς καὶ ἀλόγιστος καὶ τῆς ἀλογίστου τῶν παρὰ φύσιν παθῶν ἐνεργείας ἀποτελεστική· εἷς δὲ μόσχος, ὅτι μία κακίας ἕξις, εἰς πολλὰ κακίας εἴδη διασκεδαζομένη· μόσχος δέ, διὰ τὸ καρτερικὸν καὶ φιλόπονον καὶ γεωργικὸν καὶ οἷον ἀναδοτικὸν καὶ ἐπινοητικόν, ὡς ἐν μηρυκισμῷ, τῆς περὶ τὰ πάθη κακῆς διαθέσεως· χωνευτὸς δέ, ὅτι κατ᾽ εἶδος τῆς προαποκειμένης τῇ διανοίᾳ κακῆς φαντασίας ἡ τῶν παθῶν ἕξις ἀποτελεῖται καὶ ἐνέργεια· τὸ δὲ οὗτοι οἱ θεοί σου, Ἰσραήλ, πληθυντικῶς εἰρημένον, ἐπειδὴ σκεδαστὸν φύσει τὸ κακὸν ὑπάρχει καὶ ἄστατον καὶ πολύμορφον καὶ διαιρετικόν. Εἰ γὰρ φύσει τὸ καλόν ἐστιν ἑνοποιητικὸν τῶν διῃρημένων καὶ συνεκτικόν, τὸ κακὸν δηλονότι τῶν ἡνωμένων ἐστὶ διαιρετικόν τε καὶ φθαρτικόν. Ἐνώτια δὲ οἱ περὶ θεολογίας τῷ νῷ φυσικῶς ἐνυπάρχοντες ἐκ τῆς τῶν ὄντων εὐσεβοῦς κατανοήσεως τυγχάνουσι λόγοι· (≡ 14Β_106≡> οἱ δὲ περὶ τὸν τράχηλον κόσμοι εἰσὶ τὰ κατὰ τὴν φυσικὴν θεωρίαν ὀρθὰ περὶ τῶν ὄντων δόγματα· τὰ δὲ ψέλλια ἡ κατὰ τὴν πρᾶξίν ἐστιν ἐνέργεια τῶν ἀρετῶν. Ἢ πάλιν ἐνώτιά ἐστιν ὁ ἔμφυτος λόγοςλόγου γὰρ τὸ οὖς σύμβολον, περιτραχήλιος δὲ κόσμος ἐστὶ τὸ θυμικόν ἀναστήματος γὰρ καὶ τυραννίδος τύπος ὁ τράχηλος, ψέλλια δὲ χειρῶν ἡ ἐπιθυμία, διὰ τῆς καθ᾽ ἡδονὴν μηνυομένη πράξεως. Ἅπερ πάντα κατὰ τὴν περὶ ἑκάστου δοθεῖσαν ἔννοιαν ῥίπτων ὁ νοῦς εἰς τὸ πῦρ τῶν παθῶν ἀποτελεῖ τὴν ἄλογον καὶ ἀνόητον τῆς ἀγνοίας ἕξιν, τὴν πάντων μητέρα τῶν κακῶν. Λεπτύνει δὲ αὐτήν, ὁπηνίκα τὸ τοῦ πάθους κατὰ τὴν ἐπιφάνειαν πρὸς αἴσθησιν πάχος τῇ διανοίᾳ διασκοπήσας ὁ νοῦς τῶν ποιούντων τοῦ πάθους τὴν σύνθεσιν πρὸς τὴν οἰκείαν ἀρχὴν ἕκαστον διελὼν ἀναγάγῃ, καὶ οὕτως σπείρει ὑπὸ τὸ ὕδωρ, λέγω δὲ τὴν γνῶσιν τῆς ἀληθείας, ἄγων τὰ διευκρινηθέντα καὶ τῆς πρὸς ἄλληλα κακῆς ἀπαλλαγέντα συμπλοκῆς καὶ συνθέσεως. Οἷον δέ τι λέγω· πᾶν πάθος κατὰ συμπλοκὴν πάντως αἰσθητοῦ τινος καὶ αἰσθήσεως καὶ φυσικῆς δυνάμεως, θυμοῦ λέγω τυχὸν ἢ ἐπιθυμίας ἢ λόγου παρατραπέντος τοῦ κατὰ φύσιν, συνίσταται. Ἐὰν οὖν τὸ πρὸς ἄλληλα κατὰ σύνθεσιν τέλος τοῦ τε αἰσθητοῦ καὶ τῆς αἰσθήσεως καὶ τῆς ἐπ᾽ αὐτῇ φυσικῆς δυνάμεως θεωρήσας ὁ νοῦς δυνηθῇ πρὸς τὸν οἰκεῖον φύσει λόγον τούτων ἕκαστον διακρίνας ἐπαναγαγεῖν καὶ θεωρῆσαι καθ᾽ ἑαυτὸν τὸ αἰσθητὸν ἄνευ τῆς πρὸς αὐτὸ τῆς αἰσθήσεως σχέσεως καὶ τὴν αἴσθησιν δίχα τῆς τοῦ αἰσθητοῦ πρὸς αὐτὴν οἰκειότητος καὶ τὴν ἐπιθυμίαν, φέρε εἰπεῖν, ἢ ἄλλην τινὰ τῶν κατὰ φύσιν δυνάμεων χωρὶς τῆς ἐμπαθοῦς ἐπ᾽ αἰσθήσει τε καὶ αἰσθητῷ διαθέσεως, ὡς ἡ τοῦ πάθους ποιὰ παρασκευάζει τὴν θεωρίαν γίνεσθαι κίνησις, ἐλέπτυνε λεάνας τοῦ μόσχου, τουτέστι τοῦ οἱουδήποτε συμβαίνοντος πάθους, τὴν σύστασιν καὶ ὑπὸ τὸ ὕδωρ τῆς γνώσεως ἔσπειρεν, ἀφανίσας παντελῶς καὶ αὐτὴν τῶν παθῶν τὴν ψιλὴν φαντασίαν διὰ τῆς πρὸς ἑαυτὰ τῶν ἀποτελούντων αὐτὸ κατὰ φύσιν πραγμάτων ἀποκαταστάσεως. Γένοιτο δὲ καὶ ἡμᾶς τὸν χωνευτὸν μόσχον λεπτύναντας τῆς ψυχῆς (≡ 14Β_108≡> ἀφανίσαι, μόνην ἐχούσης ἀκίβδηλον τὴν θείαν εἰκόνα, μηδενὶ καθάπαξ τῶν ἐκτὸς μολυνομένην. Τὸ δὲ ἐπιφερόμενον καὶ ἐπότισεν αὐτὸ Μωυσῆς τοὺς υἱοὺς Ἰσραὴλ τὸν τρόπον σημαίνει τῆς τῶν παθῶν καθαιρετικῆς διδασκαλίας, τοῖς μανθάνουσι παρὰ τῶν διδασκόντων διδόμενον. ΙΖ (17). ΠΕΡΙ ΤΟΥ ΑΓΓΕΛΟΥ ΤΟΥ ΑΠΕΙΛΗΣΑΝΤΟΣ ΤΩ ΜΩΥΣΗ ΘΑΝΑΤΟΝ ΕΝ ΤΗ ΟΔΩ ΑΙΓΥΠΤΟΥ.
16.2
Ὅτι καί τούτων ἐστί τι σχετικός ἐν Πνεύματι λόγος, τήν πρός ἄλληλα διδούς αὐτοῖς ἕνωσιν.
16.3
Ὁ πρός τήν ἀρετήν μετενέγκας τούς λογισμούς, ἀνέπαυσεν αὐτούς, μακράν ποιήσας τῆς τῶν παθῶν ἀστάτου συγχύσεως.
16.4
Ὁ πρός τόν ἑαυτοῦ νόμον, τούς τῶν ὄντων κατά μίμησιν μεταφέρων νόμους, ἐνάρετος, λογίζων τῶν ἐστερημένων λόγου τήν κίνησιν· ὁ δέ τόν ἑαυτοῦ πρός τούς νόμους τῶν ἄλλων κατά μίμησιν μεταβάλλων, ἐμπαθής, πρός ἀλογίαν ἐκφέρων τοῦ λόγου τήν δύναμιν.
16.5
Πῦρ μέν ἡμῶν ὑπάρχει ψεκτόν, ὁ τῆς σαρκός νόμος· φῶς δέ τούτου τοῦ πυρός ἐστιν, ἡ κατά τοῦτον τόν ψεκτόν νόμον ἐν ἕξει τῶν παθῶν κίνησις· ἡ δέ ψεκτή φλόξ ἐστιν, ἡ διά τῆς ἐνεργείας ἔκκαυσις τῶν παθῶν. Ἤ πάλιν, πῦρ μέν ἐστι ψεκτόν, ἡ κακία· φῶς δέ ψεκτόν, ἡ τῆς κακίας ἕξις· φλόξ δέ ἡ ἐνέργεια. Οὐ δεῖ οὖν τούτῳ τόν νοῦν θερμαίνεσθαι τῷ πυρί, μηδέ τούτῳ φωτίζεσθαι τῷ φωτί, μηδέ ταύτῃ καταπιμπρᾶσθαι τῇ φλογί· τό γάρ καθ᾿ ἡδονήν πρός αἴσθησιν φῶς, πρός νοῦν σκότος ὑπάρχει βαθύτατον.
16.6
Δευτέραν ἀπάθειαν λέγει, τήν κατά ψυχήν τῶν ἐμπαθῶν λογισμῶν τελείαν ἀποβολήν· δι᾿ ἧς ἡ τῶν παθῶν ἀπομαραίνεται κατά τήν πρώτην ἀπάθειαν κίνησις, ἐξάπτοντας αὐτήν πρός ἐνέργειαν οὐκ ἔχουσαν τούς ἐμπαθεῖς λογισμούς.
16.7
Ἀρετῆς ὅρος ἐστίν, ἡ τῆς ἀνθρωπίνης ἀσθενείας κατ᾿ ἐπίγνωσιν πρός τήν θείαν δύναμιν ἕνωσις. Ὁ τοίνυν ἑαυτόν τῇ ἀσθενείᾳ περιγράφων τῆς φύσεως, πρός τόν ὅρον οὐκ ἦλθε (14Γ_136> τῆς ἀρετῆς· διά τοῦτο πλημμελεῖ, μήπω λαβών τήν τό ἀσθενές ἰσχυούσαν δύναμιν· ὁ δέ τῆς θείας δυνάμεως τήν οἰκείαν ἀσθένειαν ὡς ἰσχύν αὐθαδῶς ἀντιπροβαλλόμενος, τόν ὅρον παρῆλθε τῆς ἀρετῆς· καί διά τοῦτο πλημμελῶν, ὡς τοῦ κατόπιν ὑπερφεροῦς παρ᾿ ἑαυτοῦ γενομένου, οὐκ ἐπιγινώσκει. Ἀρετήν γάρ εἶναι νομίζει τό πλημμέλημα. Συγγνωστός οὖν μᾶλλον, ὅ τῇ κατά τήν φύσιν ἀσθενείᾳ ἑαυτόν περιγράψας, παθών μᾶλλον ἐκ ῥᾳθυμίας τῆς ἀρετῆς τήν ἔκπτωσιν, ἤ ὁ τήν οἰκείαν ἀσθένειαν ὡς ἰσχύν πρός τήν τῶν καθηκόντων ποίησιν ἀντιπαραβαλλόμενος τῆς θείας δυνάμεως, δράσας μᾶλλον ἐξ αὐθαδίας τήν ἔκπτωσιν. ΝΖ (57). ΠΕΡΙ ΤΟΥ" ΠΟΛΥ ΙΣΧΥΕΙ ΕΥΧΗ ΔΙΚΑΙΟΥ ΕΝΕΡΓΟΥΜΕΝΗ". (14Γ_138>
16.8
Ἡ τῆς ψυχῆς τῶν κατά φύσιν ἀπόθεσίς φησι τῆς κατ᾿ αἴσθησιν ὀδύνης ἀρχή γίνεσθαι πέφυκε. Τῆς γάρ ψυχῆς περί τά κατά φύσιν ἀγαθά πονουμένης, οὐκ ἔστιν ἡ τῶν κατ᾿ αἴσθησιν τῆς ἡδονῆς τρόπων ἐφευρίσκουσα δύναμις.
16.9
Ἀγέννητον εἶπε θέωσιν, τήν κατ᾿ εἶδος ἐνυπόστατον τῆς θεότητος ἔλλαμψιν, ἥτις οὐκ ἔχει γένεσιν, ἀλλ᾿ ἀνεννόητον ἐν τοῖς ἀξίοις φανέρωσιν.
16.10
Κατ᾿ ἄλλην θεωρίαν τῶν αὐτῶν ἔκθεσις.
16.11
Τίνες εἰσί κατ᾿ ἄλλον θεωρίας τρόπον οἱ λύχνοι;
16.12
Ὅτι δαπανᾷ, φησί, προσβάλλουσαν τήν πονηράν δύναμιν, ἡ τῶν ἁγίων ὑπομονή.
16.13
Ὅτι πάθος καί φύσις κατά τόν τοῦ εἶναι λόγον, οὐδαμῶς ἀλλήλοις συνυπάρχουσι.

Intertext edge

Open linked passage

Note