Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
PG 91 14ΒΓ
Maximus Confessor14 17 · pg-scrape-grcMore by Maximus Confessor
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/maximus-confessor" aria-label="More works by Maximus Confessor"> —
⋯
More
Original / primary: Pg Scrape Grc
17.1
ΕΡΩΤΗΣΙΣ ΙΖ' Εἰ ὁ Θεὸς τὸν Μωυσῆν ἀπέστειλεν εἰς Αἴγυπτον, τίνι τῷ λόγῳ τὸν ὑπὸ τοῦ Θεοῦ ἀπεσταλμένον ὁ τοῦ Θεοῦ ἄγγελος ἀποκτεῖναι ἐζήτει, καὶ ἂν ἀπέκτεινεν, εἰ μὴ σπεύσασα ἡ γυνὴ τὸ παιδίον περιέτεμεν καὶ δι᾽ ἑαυτῆς τὴν τοῦ ἀγγέλου ὁρμὴν ἔστησε; Καὶ εἰ ἀναγκαία ἦν ἡ περιτομὴ τοῦ παιδίου, διὰ τί πρὸ τοῦ αὐτόν τὸν Θεὸν ἀποστεῖλαι μετὰ ἡμερότητος οὐκ ἐνετείλατο αὐτῷ περιτεμεῖν τὸ παιδίον; Διὰ τί δέ, καὶ ὅτε πταῖσμα ἦν, ὁ ἀγαθὸς ἄγγελος τὸν ὑπὸ τοῦ Θεοῦ εἰς τοιαύτην διακονίαν ἀποστελλόμενον ἡμέρως οὐκ ἐνουθέτησεν; Ἀπόκρισις. Ὁ τῶν γραφικῶν αἰνιγμάτων φόβῳ Θεοῦ τὸν νοῦν διερευνώμενος καὶ μόνης τῆς θείας ἕνεκεν δόξης, οἷον ὡς προκάλυμμα περιαιρῶν τὸ γράμμα τοῦ πνεύματος, εὑρήσει πάντα, κατὰ τὸν τῆς σοφίας λόγον, ἐνώπια, μηδενὸς εὑρισκομένου κωλύματος πρὸς τὴν ἄμεμπτον ἐπὶ τὰ θεῖα τῆς διανοίας κίνησιν. Τὴν μὲν οὖν ἱστορίαν ἤδη πληρωθεῖσαν σωματικῶς ἐν τοῖς κατὰ Μωσέα καιροῖς παρήσομεν, τὴν δὲ τῆς ἱστορίας ἐν πνεύματι δύναμιν νοεροῖς κατανοήσωμεν ὄμμασιν, ἀεὶ γινομένην καὶ τῷ γίνεσθαι πλέον ἀκμάζουσαν. Ἔρημος τοίνυν, ἀφ᾽ ἧς πέμπεται Μωυσῆς εἰς Αἴγυπτον ἐξαγάγαι τοὺς υἱοὺς Ἰσραήλ, ἔστιν ἢ ἡ ἀνθρωπεία φύσις ἢ ὁ κόσμος (≡ 14Β_110≡> οὗτος ἢ ἡ παθῶν ἐστερημένη ἕξις· καθ᾽ ἣν καὶ ἐν ᾧ τὴν διὰ τῆς θεωρίας τῶν ὄντων παιδευθεὶς γνῶσιν ὁ νοῦς ἐπιτροπὴν δέχεται παρὰ Θεοῦ κρυφίαν τε καὶ μυστικὴν κατὰ τὸ ἀφανὲς τῆς καρδίας ἐξαγαγεῖν τῆς Αἰγύπτου, λέγω δὲ τῆς σαρκὸς καὶ τῆς αἰσθήσεως, καθάπερ Ἰσραηλίτας, τὰ θεῖα τῶν ὄντων νοήματα, περὶ τὸν πηλόν, τὰ πάθη λέγω τῆς σαρκός, ἀνονήτως πονούμενα. Ταύτην δὲ τὴν θείαν ὁ νοῦς πιστευόμενος διακονίαν, μετὰ τῆς συνημμένης αὐτῷ συμβίου δίκην κατὰ τὴν γνῶσιν σοφίας καὶ τοῦ ἐξ αὐτῆς γεννηθέντος εὐγενοῦς τρόπου τε καὶ λογισμοῦ, τῆς κατὰ τὸν βίον σεμνῆς πολιτείας τὴν ὁδὸν πάντως ὁδεύει τῶν ἀρετῶν, τὴν μηδαμῶς ἐπιδεχομένην τῶν ἐν αὐτῇ βαδιζόντων στάσιν, ἀλλ᾽ ἀεικίνητον καὶ ὀξὺν ἐχόντων κατὰ σκοπὸν τῆς ψυχῆς πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τὸν δρόμον, ἐπειδὴ τῆς ἀρετῆς ἡ στάσις κακίας ἐστὶν ἀρχή, τοῦ νοῦ περί τι τῶν ἑκατέρωθεν τῇ ὁδῷ παρακειμένων ὑλικῶν ἐμπαθῶς ἀσχοληθέντος καὶ τὸν καθαρὸν καὶ διόλου περιτετμημένον τρόπον τε καὶ λογισμὸν τῆς εὐσεβοῦς ἀγωγῆς ἀκρόβυστον ποιουμένου καὶ βέβηλον. Διὸ τὸν ἐλέγχοντα λόγον εὐθὺς ὡς ἄγγελον κατὰ τὴν συνείδησιν θάνατον ἀπειλοῦντα θεωρεῖ καὶ τῆς ἀπειλῆς αἰτίαν εἶναι τὴν κατ᾽ ἀρετὴν στάσιν διαμαρτυρόμενον, τὴν τῆς ἀκροβυστίας τοῦ λογισμοῦ περιποιητικήν, ὃν ἡ σύνοικος τῷ νῷ δυσωπεῖ σοφία, ψήφῳ τῷ λόγῳ τῆς πίστεως, ὡς ἡ Σεπφόρα, τὴν ἐγγενομένην ὑλικὴν τῷ λογισμῷ παιδὶ φαντασίαν περιτέμνουσα καὶ πᾶσαν αἰσθητῆς ζωῆς ἔννοιαν ἀποξηραίνουσα. Φησὶ γὰρ ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου, τουτέστιν ἔληξεν ἡ ἐμπαθὴς ζωὴ καὶ φαντασία καὶ κίνησις, καθαρθέντος διὰ τῆς σοφίας κατὰ τὴν πίστιν τοῦ μολυνθέντος λογισμοῦ· μεθ᾽ ἣ κάθαρσιν παύεται, καθάπερ τις ἄγγελος, ὁ διὰ τῆς συνειδήσεως πλήττων τὸν ἁμαρτάνοντα νοῦν καὶ ἐνδιαβάλλων αὐτοῦ πᾶν (≡ 14Β_112≡> νόημα παρὰ τὸ προσῆκον κινούμενον λόγος. Πολλῶν γὰρ ἐπ᾽ ἀληθείας πεπλήρωται τῶν ἀρετῶν ἡ ὁδὸς ἁγίων ἀγγέλων, τῶν ἑκάστης ἀρετῆς κατ᾽ εἶδος ἐνεργητικῶν, φημὶ λόγων τε καὶ τρόπων, καὶ τῶν ἀοράτως πρὸς τὰ καλὰ συνεργούντων ἡμῖν ἀγγέλων καὶ τοὺς τοιούτους ἡμῖν ἀνακινούντων λόγους. Καλῶς οὖν ἔχει καὶ μεγαλοφυῶς τῆς ἁγίας Γραφῆς ὁ λόγος, παριστῶν ἀεὶ τὰ νοούμενα πρὸ τῶν ἱστορουμένων ἐν τοῖς ὑγιῆ κεκτημένοις τῆς ψυχῆς τὰ ὄμματα καὶ μηδεμίαν ἔχων διαβολὴν ἢ τοῦ Θεοῦ ἢ τῶν ἁγίων αὐτοῦ ἀγγέλων. Οὐ γὰρ εἶχε Μωυσῆς, ἀποστελλόμενος παρὰ τοῦ Θεοῦ, κατὰ τὸ νοούμενον τῆς Γραφῆς ἀκρόβυστον υἱὸν ἤγουν λογισμόν, ἐπεὶ ἄρα προστάξας αὐτῷ πρότερον περιτεμεῖν ἀπέστελλεν· οὔτε μὴν ὁ θεῖος ἄγγελος ἀπηνὴς ἦν, μηνύων τῷ Μωυσῇ τὸν ἐκ τῆς ἐσφαλμένης αὐτῷ κατὰ τὴν τῶν ἀρετῶν ὁδὸν στάσεως συμβάντα θάνατον, ὃν ἡ περὶ τὸν δρόμον τυχὸν ἀτονία τῶν ἀρετῶν ὑπέστησεν. Ἐπισκήπτοντες γὰρ καὶ ὑμεῖς ἀκριβέστερον τῇ ἱστορίᾳ, σαφῶς εὑρήσετε ὡς οὐ κατὰ τὴν ἀρχὴν οὔτε κατὰ τὸ μέσον οὔτε κατὰ τὸ τῆς ὁδοῦ τέλος, ἀλλ᾽ ἐν τῷ καταλύματι ὑπαντήσας ὁ ἄγγελος τὸν ὑπὲρ τοῦ συμβάντος λεληθότως κατὰ διάνοιαν πάθους ἠπείλησε θάνατον, ὡς, εἴγε μὴ ἔστη τοῦ δρόμου καὶ κατέλυσε τῆς ὁδοιπορίας, οὐκ ἂν διεβλήθη, δεξάμενος διὰ τοῦ ἀγγέλου τὴν ἀγανάκτησιν ἐπὶ τῇ τοῦ παιδὸς ἀκροβυστίᾳ. Παρακαλέσωμεν δὲ τὸν Θεόν, εἴπερ ἐσμὲν ἐν τῇ ὁδῷ τῶν ἐντολῶν, κατὰ πᾶσαν ἡμῶν παράβασιν τοῦ ἐξ αὐτῆς θανάτου μὴ παύσασθαι, καθάπερ ἄγγελόν τινα, τὸν μηνυτὴν κατὰ συνείδησιν ἀποστέλλοντα λόγον, ὅπως, λαβόντες αἴσθησιν, μάθωμεν διὰ τῆς ἐμφύτου φρονήσεως περιτέμνειν, καθάπερ ἀκροβυστίαν, τὴν κατὰ τὸν δρόμον τοῦ βίου λεληθότως συμβαίνουσαν ἡμῖν τῶν παθῶν ἀκαθαρσίαν. ΙΗ (18). ΠΕΡΙ ΤΟΥ" ΕΙ ΟΙ ΠΟΙΗΤΑΙ ΤΟΥ ΝΟΜΟΥ ΔΙΚΑΙΩΘΗΣΟΝΤΑΙ, ΠΩΣ ΕΚΠΙΠΤΕΙ ΤΗΣ ΧΑΡΙΤΟΣ Ο ΕΝ ΝΟΜΩ ΔΙΚΑΙΟΥΜΕΝΟΣ;". (≡ 14Β_114≡>
17.2
Ὁ τήν εὐσεβῆ περί ἕκαστον δόξαν κτησάμενος, οὐ δέδοικε τούς διά τῶν φαινομένων τούς ἀνθρώπους πλανῶντας δαίμονας.
17.3
Νοῦς ἑαυτῷ κατά φύσιν, διά μέσου λόγου συνάψας τήν αἴσθησιν, τήν ἐκ τῆς φυσικῆς θεωρίας ἀληθῆ συλλέγεται γνῶσιν, ἥτις ποταμός ἐκλήθη τήν ψυχήν διορίζων διά τήν (14Β_352> ἐπ᾿ αἰσθήσεσι διάνοιαν.
17.4
Σώματα λέγει φυσικά, πάντα τά ὑπό γένεσιν καί φθοράν.
17.5
Ἡ μέν ὄντως πίστις ἀληθείας ἐστίν συστατική, ψεῦδος οὐκ ἔχουσα· ἡ δέ ἀγαθή συνείδησις, τήν τῆς ἀγάπης ἐπιφέρεται δύναμιν, ὡς μηδεμίαν ἔχουσα θείας παράβασιν ἐντολῆς.
17.6
Τρίτην ἀπάθειαν λέγει, τήν περί τά πάθη τελείαν τῆς ἐπιθυμίας ἀκινησίαν· δι᾿ ἥν καί ἡ δευτέρα γίνεσθαι πέφυκεν, τῇ τῶν λογισμῶν καθαρότητι συνισταμένη.
17.7
Ὑπόκειται τῇ μέν αἰσθήσει, τά αἰσθητά· τῷ δέ νῷ, τά νοητά. Πολλή γοῦν διαφορά νοητῶν ἐστι καί αἰσθητῶν.
17.8
Πῶς τό ποῦ δεῖ θεωρεῖν.
17.9
Ἄλλη περί τῶν αὐτῶν θεωρία.
17.10
Τήν πρακτικήν φιλοσοφίαν φόβος, εὐσέβειά τε καί γνῶσις ἐργάζονται. Τήν δέ φυσικήν ἐν πνεύματι θεωρίαν, ἰσχύς, καί βουλή, καί σύνεσις κατορθοῦσι· τήν δέ μυστικήν θεολογίαν σοφία μόνη θεία χαρίζεται.
17.11
Ὅτι σωματικῶς οἱ ἅγιοι πάσχοντες, καί τόν ὑπέρ ἀληθείας ἑκουσίως ὑπερχόμενοι θάνατον τῆς σαρκός, τήν κατά πίστιν ἐν πνεύματι ζωήν ἐνήργουν τοῖς ἔθνεσι.
17.12
Ὁ μή πιστεύων, φησί, τήν Γραφήν εἶναι πνευματικήν, τήν οἰκείαν κατά τήν γνῶσιν πενίαν οὐκ αἰσθάνεται.

Intertext edge

Open linked passage

Note