PG 91 14ΒΓ
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/maximus-confessor" aria-label="More works by Maximus Confessor">
—
⋯
Original / primary: Pg Scrape Grc
18.1
ΕΡΩΤΗΣΙΣ ΙΗ' Εἰ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται, κατὰ τὸν ἀπόστολον, πῶς πάλιν λέγει ὅσοι ἐν νόμῳ δικαιοῦσθε τῆς χάριτος ἐξεπέσατε; Ἀπόκρισις. Οὐχ ἁπλῶς οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται, ἀλλ᾽ οἱ τοῦ πνευματικοῦ νόμου καὶ νοουμένου πνευματικῶς καὶ κατὰ τὸν ἔσω ἄνθρωπον ἐν πνεύματι ποιοῦντες τὸν κατὰ πνεῦμα νόμον δικαιωθήσονται, μὴ ἐκπίπτοντες τῆς χάριτος διὰ τὴν εἰς τὸ βάθος τῆς ψυχῆς κατὰ τὴν κάθαρσιν τοῦ λόγου διάβασιν. Οἱ δὲ κατὰ τὸ φαινόμενον τοῦ νόμου σωματικῶς λατρεύοντες τῆς θείας πάντως ἐκπίπτουσι χάριτος, ἀγνοοῦντες τὴν τὸν νοῦν πάσης καθαίρουσαν κηλίδος ἐν χάριτι τοῦ πνευματικοῦ νόμου τελείωσιν καὶ τὸ τέλος Χριστόν. ΙΘ (19). ΠΕΡΙ ΤΟΥ" ΟΣΟΙ ΑΝΟΜΩΣ ΗΜΑΡΤΟΝ, ΑΝΟΜΩΣ ΚΑΙ ΑΠΟΛΟΥΝΤΑΙ".
18.2
Ἡ ἄμπελος οἶνον ποιεῖ· ὁ οἶνος, μέθην ἡ μέθη, ἔκστασιν· οὐκοῦν καί ὁ ἐνεργής λόγος, ὅπερ ἐστίν ἡ ἄμπελος, γεωργούμενος ταῖς ἀρεταῖς, γεννᾷ τήν γνῶσιν· ἡ δέ γνῶσις γεννᾷ τήν καλήν ἔκστασιν, τήν τόν νοῦν τῆς κατ᾿ αἴσθησιν σχέσεως ἐξιστῶσαν. ΜΘ (49). ΠΕΡΙ ΤΟΥ" ΚΑΙ ΕΙΔΕΝ ΕΖΕΚΙΑΣ ΟΤΙ ΗΚΕΙ ΣΕΝΝΑΧΕΙΡΙΜ".
18.3
Παράκειται τῇ γνώμῃ φυσικῶς ἡ κατ' ἐπιτηδειότητα δύναμις ἐπίκειται δὲ ἡ ἕξις τῇ γὰρ ἐπιτηδειότητι ἐπιγίνεταισύγκειται δὲ ἡ ἐνέργεια διαπαντὸς τῇ ἕξει, κἄν προχείρως ἀεὶ μὴ δείκνυται διὰ τὴν τῶν ὑλῶν πολλάκις ἀπορίαν.
18.4
Καλή παρατήρησις, ὅτι δεῖ μή τήν κτίσιν πολεμεῖσθαι παρ᾿ ἡμῶν, ἧς ἐστι δημιουργός ὁ Θεός, ἀλλά τάς ἐπ᾿ αὐτῇ τῶν ἐν ἡμῖν κατ᾿ οὐσίαν δυνάμεων ἀτάκτους καί παρά φύσιν κινήσεις καί ἐνεργείας.
18.5
Ἡ ἀνάστασις ἀνάπλασίς ἐστι τῆς φύσεως, πλεονεκτοῦσα τήν τῆς φύσεως ἐν τῷ παραδείσῳ διάπλασιν· γενικῶς μέν, τῇ καθόλου τῶν ὅλων ἀτρεψίᾳ· ἰδικῶς δέ, τῇ κατά χάριν ἀῤῥήτῳ θεώσει τῶν ἁγίων. (14Γ_048> 19. Χεῖρας τυχόν εἶπεν ὁ λόγος τοῦ νοητοῦ Ζοροβάβελ, τήν τε δημιουργικήν δύναμιν, καθ᾿ ἥν τήν ἐπί τό εὖ εἶναι λαμβάνομεν γένεσιν· καί τήν ἀνανεωτικήν, καθ᾿ ἥν τήν ἐπί τό ἀεί εὖ εἶναι δεχόμεθα χάριν· ἤ τήν ἐν ἡμῖν κατά τήν πρᾶξιν τῶν ἀρετῶν ἀγαθουργόν αὐτοῦ χάριν· καί τήν ἐπ᾿ αὐτῇ κατά τήν θεωρίαν ἀδιασκέδαστον χύσιν τῆς γνώσεως.
18.6
Τετάρτην ἀπάθειαν λέγει, τήν κατά διάνοιαν πασῶν τῶν αἰσθητῶν φαντασιῶν τελείαν ἀπόθεσιν· καθ᾿ ἥν ἡ τρίτη τήν γένεσιν εἴληφεν, οὐκ ἔχουσα τάς φαντασίας τῶν αἰσθητῶν εἰδοποιούσας αὐτῇ τῶν παθῶν τάς εἰκόνας.
18.7
Ὁ νοῦς, φησίν, ἅμα τήν αἴσθησιν οἰκείαν κατά φύσιν ἡγήσεται δύναμιν, ταῖς τῶν αἰσθητῶν ἐπιπλεκόμενος ἐπιφανίαις, ἐπινοεῖ τάς τῆς σαρκός ἡδονάς, οὐ δυνάμενος τῶν ὁρατῶν διαβῆναι τήν φύσιν, τῇ πρός τήν αἴσθησιν ἐμπαθεῖ σχέσει περισχεθείς. (14Γ_158> 19. Ὁ πρός τόν ἑαυτοῦ νόμον, τούς τῶν ὄντων κατά μίμησιν μεταφέρων νόμους, ἐνάρετος λογίζων τῶν ἐστερημένων λόγου τήν κίνησιν. Ὁ δέ τόν ἑαυτοῦ πρός τούς νόμους τῶν ἄλλων κατά μίμησιν μεταβάλλων, ἐμπαθής· πρός ἀλογίαν ἐκφέρων τοῦ λόγου τήν δύναμιν.
18.8
Ὁ μή καθαράν τήν θείαν ληψόμενος ζωήν, φησίν, ἐν ᾗ περιγραφῆς λόγος τό παράπαν οὐκ ἔστιν ὀδύνης ἐλεύθερος οὐκ ἔσται, τήν γεννητήν ἔχων διηνεκῶς τήν αὐτοῦ περιγράφουσαν ὕπαρξιν, ἤγουν συνέχουσαν, ἀλλ᾿ οὐ τήν ἀγέννητον, καί πάσης ἐλευθέραν θέσεως τοπικῆς καί κινήσεως χρονικῆς· καί μηδεμίαν κατάληψιν ἔχουσαν· καί διά τοῦτο, μηδέ περιγραφήν. Ἡ γάρ θεία ζωή καί ἀνεννόητος, κἄν ἀπόλαυσιν δίδωσιν ἑαυτῆς τοῖς κατά χάριν μεθέξουσιν, ἀλλ᾿ οὐ κατάληψιν. Μένει γάρ ἀεί, κἄν τῇ μεθέξει τῶν ἀπολαυόντων αὐτῆς, ἀκατάληπτος, ὅτι κατά φύσιν ὡς ἀγέννητος ἔχει τήν ἀπειρίαν.
18.9
Ταύτην ἔθετο τήν θεωρίαν τοῖς ἐμπαθέσιν ἁρμόδιον. Ὁ γάρ τήν παντελῆ περί τό καλόν ἀκινησίαν νοσῶν, περί τό κακόν ὑπάρχει, πάντως εὐκίνητος. Κατ᾿ ἀμφότερα γάρ ἀκίνητον ὑπάρχειν, ἀδύνατον.
18.10
Μέσα καλεῖ τήν τῶν αἰσθητῶν καί τῶν νοητῶν οὐσίαν· δι᾿ ὧν πρός τόν Θεόν ὡς αἰτίαν τῶν ὄντων ὁ ἀνθρώπινος νοῦς ἀνάγεσθαι πέφυκεν.
18.11
Ὅτι τῆς καθ᾿ ὑπερβολήν θείας δυνάμεώς ἐστιν ὑπόθεσις, ἡ κατά φύσιν τῶν ἁγίων ἀσθένεια· ἧς ἥττονα τόν ὑπερήφανον διάβολον ὁ Κύριος ἔδειξεν.
18.12
Ὅταν, φησίν, ὁ Δαβίδ εἰς τόν νόμον λαμβάνεται, κατ᾿ Ἰουδαίους, τό γράμμα δηλῶν, ἑρμηνεύεται ἐξουδένωσις, διά τήν πρός σάρκα τῶν θείων νομίμων παράδοσιν· κατά δέ Χριστιανούς τό πνεῦμα σημαίνων, ἑρμηνεύεται ἰσχυρός ὁράσει, διά τήν κατά νοῦν θεωρίαν τῆς γνώσεως.