PG 91 14ΒΓ
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/maximus-confessor" aria-label="More works by Maximus Confessor">
—
⋯
Original / primary: Pg Scrape Grc
19.1
ΕΡΩΤΗΣΙΣ ΙΘ' Τί ἐστιν ὅσοι ἀνόμως ἥμαρτον ἀνόμως καὶ ἀπολοῦνται, καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον διὰ νόμου κριθήσονται; Καὶ πῶς ὁ αὐτὸς λέγει πάλιν ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ Εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ; Εἰ διὰ νόμου κριθήσονται, πῶς διὰ Ἰησοῦ Χριστοῦ; Ἀπόκρισις. Ὁ τοῦ Θεοῦ Λόγος Ἰησοῦς Χριστός, ὡς μὲν πάντων δημιουργός, καὶ νόμου τοῦ κατὰ φύσιν ἐστὶ ποιητής, ὡς δὲ προνοητὴς καὶ νομοθέτης, καὶ τοῦ ἐν γράμματι σαφῶς καὶ τοῦ ἐν πνεύματι, τουτέστιν ἐν χάριτι, νόμου ἐστὶ δοτήρ· τέλος γὰρ νόμου Χριστός, δηλονότι τοῦ γραπτοῦ νοουμένου πνευματικῶς. (≡ 14Β_116≡> Εἰ τοίνυν εἰς Χριστόν, ὡς δημιουργὸν προνοητήν τε καὶ νομοθέτην καὶ ἱλασμόν, ὅ τε κατὰ φύσιν καὶ ὁ γραπτὸς καὶ ὁ τῆς χάριτος συνάγεται νόμος, ἀληθεύει φάσκων ὁ θεῖος ἀπόστολος ὅτι ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων μέλλει κρίνειν κατὰ τὸ Εὐαγγέλιον αὐτοῦ, τουτέστι καθῶς εὐαγγελίζεται διὰ Ἰησοῦ Χριστοῦ τοῦ μονογενοῦς κατ᾽ οὐσίαν οἰκείου Λόγου, χωρῶν διὰ πάντων, καὶ τοὺς μὲν ἐλέγχων, τοὺς δὲ προσφόρως ἀποδεχόμενος, καὶ τοῖς κατὰ φύσιν καὶ νόμον καὶ χάριν διὰ τοῦ συνόντος αὐτῷ κατ᾽ οὐσίαν μονογενοῦς ἀφράστου Λόγου τὰ κατ᾽ ἀξίαν ἀπονέμων. Πάσης γὰρ φύσεως καὶ παντὸς νόμου καὶ θεσμοῦ καὶ τάξεως ὁ τοῦ Θεοῦ Λόγος ἐστὶ ποιητής, καὶ τῶν ἐν φύσει καὶ νόμῳ καὶ θεσμῷ καὶ τάξει κριτής· τοῦ γὰρ διαγορεύοντος Λόγου χωρίς, νόμος οὐκ ἔστιν. Εἴτε οὖν ἐν νόμῳ τις κρίνεται, ὡς ἐν Χριστῷ κριθήσεται, εἴτε χωρὶς νόμου, πάλιν ἐν αὐτῷ πάντως κριθήσεται· πάντων γὰρ τῶν ὄντων καὶ λεγομένων καὶ νοουμένων ἐστὶ καὶ ἀρχὴ καὶ μεσότης καὶ τέλος, ὡς δημιουργός, ὁ Λόγος. Κ (20). ΠΕΡΙ ΤΗΣ ΕΝ ΤΩ ΕΥΑΓΓΕΛΙΩ ΞΗΡΑΝΘΕΙΣΗΣ ΣΥΚΗΣ.
19.2
Ἀριθμοῦ συνάφειαν λέγει, τήν τῶν ἁπλῶν ἀριθμῶν τῶν ἐντός δεκάδος ἐκφώνησιν, τῷ, καί, συνδέσμῳ διακρινομένην· οἷον ἕξ καί πέντε· καί δηλοῖ, εἴτ᾿ ἐπί κακῷ κεῖται τῇ Γραφῇ, εἴτ᾿ ἐπί καλῷ, τήν δυνάμει ποιητικήν ἐπιτηδειότητα τῆς ἀρετῆς ἤ τῆς κακίας. Ἀριθμοῦ δέ πρόσθεσιν λέγει, τήν τῷ πολυπλασιασθέντι εἰς ἑαυτόν ἀριθμῷ γενομένην τοῦ ἐκ μονάδων ἁπλοῦ ἀριθμοῦ προσθήκην, τῷ, καί, συνδέσμῳ διακρινομένην, οἷον ἑξήκοντα καί πέντε, ἤ ἑκατόν εἴκοσι καί πέντε ἤ ἑκατόν ὀγδοήκοντα καί πέντε, καθώς ὁ παρών ἔχει ἀριθμός. Καί δηλοῖ, οὐ μόνον τήν ἐπ᾿ αἰσθήσεσιν ἐπιτηδειότητι ποίησιν, ἀλλά καί τήν ἐπ᾿ αἰσθήσεσι ποιητικήν ἕξιν τῆς ἀρετῆς ἤ τῆς κακίας. Ἀριθμοῦ δέ σύνθεσιν λέγει, τήν τῶν ἐξ ἑαυτῶν εἰς ἑαυτούς πολυπλασιασθέντων ἀριθμῶν εἰς ἀλλήλους σύνοδον, τῷ, καί, συνδέσμῳ διακρινομένην· οἷον ξ΄ (60) καί ν΄ (50), ἤ χ΄ (600) καί φ΄ (500), καί τούς τοιούτους· καί δῆλοι οὐ μόνον τήν κατ᾿ ἐπιτηδειότητα δυνάμει ποίησιν καί τήν ἕξιν, ἀλλά καί τήν ἐπ᾿ αἰσθήσεσι κατά τήν ἕξιν ἐνέργειαν τῆς ἀρετῆς ἤ τῆς κακίας. Ὁ τοίνυν γινώσκων ἑκάστου τῶν ἐντός δεκάδος ἀριθμοῦ τήν δύναμιν· ὡς ἡ μονάς δηλοῖ τό ἀμιγές· ἡ δέ δυάς, τό διάφορον· ὁ δέ τρεῖς, ἔστιν ἴσός τε καί νοητός· ὁ δέ τέσσαρα, αἰσθητός· ὁ δέ πέντε, αἰσθητικός τε καί κυκλικός· ὁ δέ ἕξ, δραστικός τε καί τέλειος· ὁ δέ ἑπτά, περιφερής τε καί ἀμιγής· ὁ δέ ὀκτώ, βάσιμος καί ἀκίνητος· ὁ δέ ἐννέα, μεταίχμιος ὕλης καί εἴδους, ἤγουν αἰσθητῶν καί αἰσθήσεως· ὁ δέ (14Β_354> δέκα, πληρέστατος· εἴσεται τί σημαίνει κατά τήν Γραφήν ἕκαστος ἀριθμός, εἴτε κατά συνάφειάν ἐστιν, εἴτε κατά πρόσθεσιν, εἴτε κατά σύνθεσιν.
19.3
Ἡ πρακτική φιλοσοφία, τόν πρακτικόν, φησίν, ὑπεράνω ποιεῖ τῶν παθῶν· ἡ θεωρία δέ τόν γνωστικόν καί ὑπεράνω τῶν ὁρωμένων καθίστησιν, ἀναβιβάσασα τόν νοῦν πρός τά συγγενῆ νοητά. ΝΒ (52). ΠΕΡΙ ΤΟΥ" ΟΥ ΚΑΤΑ ΤΟ ΑΝΤΑΠΟΔΟΜΑ Ο ΑΝΤΑΠΕΔΩΚΕΝ ΑΥΤΩ Ο ΘΕΟΣ ΑΝΤΑΠΕΔΩΚΕΝ ΕΖΕΚΙΑΣ".
19.4
Ἡ χιλιάς ἀπροσδεής τελειότητος ὑπάρχει μονάς· πασῶν γάρ τῶν πρό αὐτῆς μονάδων, καί ἑαυτῆς τόν λόγον ἔχει πληρέστατον. Διό καί συντιθεμένη μονάδος πάλιν, ἀλλ' οὐ δεκάδος ἐστί ποιητική. Μονάς γάρ τήν τῆς χιλιάδος διαδέχεται σύνθεσιν, ὥς φασιν οἱ τῶν ἀριθμῶν ἠκριβωκότες τήν δύναμιν. Εἰκότως οὖν τόν κατά θεολογίαν τριαδικόν σημαίνει λόγον, ἡ τῶν χιλίων τριάς· ὅν μετά τῆς τελείας ἀρετῆς ὁ τήν νοουμένην Βαβυλωνίαν ἀφείς ἔχων ἐξέρχεται.
19.5
Ὁ μέν Θεός φησι, κατά μίαν ἀπειροδύναμον τῆς ἀγαθότητος αὐτοῦ βούλησιν πάντας συνέξει καί ἀγγέλους καί ἀνθρώπους· ἀγαθούς τε καί πονηρούς· οὗτοι δέ πάντες, οὐκ (14Γ_226> ἴσως μεθέξουσι Θεοῦ, τοῦ διά πάντων ἀσχέτως χωρήσοντος· ἀλλ' ἀναλόγως ἑαυτοῖς. Οἱ μέν τῇ φύσει φυλάξαντες ἰσονομοῦσαν διά πάντων τήν γνώμην, καί τῶν τῆς φύσεως λόγων κατ' ἐνέργειαν δεκτικήν αὐτήν καταστήσαντες, καθ᾿ ὅλον τόν τοῦ ἀεί εὖ εἶναι λόγον, διά τήν πρός τήν θείαν βούλησιν τῆς γνώμης εὐπάθειαν, ὅλως μεθέξουσι τῆς ἀγαθότητος κατά τήν αὐτοῖς ἐπιλάμπουσαν ὡς ἐν ἀγγέλοις, ἤ ὡς ἐν ἀνθρώποις, θείαν ζωήν. Οἱ δέ τῇ φύσει ποιήσαντες ἀνισομοῦσαν διά πάντων τήν γνώμην, καί τῶν τῆς φύσεως λόγων κατά τήν ἐνέργειαν σκεδαστικήν αὐτήν ἀποδείξαντες, καθ᾿ ὅλον τόν τοῦ εὖ εἶναι λόγον, διά τήν πρός τήν θείαν βούλησιν τῆς γνώμης ἀντιπάθειαν, ὅλης ἐκπεσοῦνται τῆς ἀγαθότητος, κατά τήν ἐμφαινομένην αὐτοῖς πρός τό φεῦ εἶναι τῆς γνώμης οἰκείωσιν· καθ᾿ ἥν πρός τόν Θεόν ἔσται τῶν τοιούτων διάστασις, οὐκ ἐχόντων κατά τήν πρόθεσιν τῆς γνώμης, ταῖς ἐνεργείαις τῶν ἀγαθῶν τόν τοῦ εὖ εἶναι λόγον ζωογονούμενον, καθ᾿ ὅν ἡ θεία ζωή διαφαίνεσθαι πέφυκε. Ζυγός οὖν τῆς ἑκάστου γνώμης ἔσται κατά τήν κρίσιν, ὁ τῆς φύσεως λόγος, τήν πρός τό φεῦ, ἤ εὖ αὐτῆς διελέγχων κίνησιν, καθ᾿ ἥν ἡ τῆς θείας ζωῆς μέθεξις ἤ ἀμεθεξία γίνεσθαι πέφυκε. Κατά γάρ τό εἶναι, καί ἀεί πάντας συνέξει παρών ὁ Θεός· κατά δέ τό ἀεί εὖ εἶναι, μόνους ἰδιοτρόπως τούς ἁγίους ἀγγέλους τε καί ἀνθρώπους· τό ἀεί φεῦ εἶναι τοῖς μή τοιούτοις ὡς γνώμης καρπόν ἀφείς ἐπικιρνώμενον. ΞΒ (62). ΠΕΡΙ ΤΟΥ ΔΡΕΠΑΝΟΥ, ΟΥ ΕΙΔΕΝ ΖΑΧΑΡΙΑΣ Ο ΠΡΟΦΗΤΗΣ. (14Γ_228>
19.6
Συναπτομένη ἡ κατ᾿ αἴσθησιν κίνησις τῇ κατά νοῦν ἐνεργείᾳ, ποιεῖ τήν μετά γνώσεως ἀρετήν.
19.7
Τίνες εἰσί κατά τήν ἀναγωγήν, αἱ τῶν λύχνων ἐπαρυστρίδες;
19.8
Τόν βασιλέα φησίν εἶναι, τόν φυσικόν νόμον· τόν δέ θρόνον, τήν ἐμπαθῆ κατ᾿ αἴσθησιν ἕξιν· τήν δέ στολήν, τήν τῆς κενῆς δόξης περιβολήν· τόν δέ σάκκον, τό κατά τήν μετάνοιαν πένθος· τήν δέ σποδόν, τήν ταπεινοφροσύνην.
19.9
Ψυχήν τῆς Γραφῆς εἶπε, τό πνεῦμα· σῶμα δέ, τό γράμμα.