PG 91 14ΒΓ
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/maximus-confessor" aria-label="More works by Maximus Confessor">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
(≡ 14Β_018≡>/* 3ος Τόμος 14 Β ΠΡΟΣ ΘΑΛΑΣΣΙΟΝ ΠΡΟΣ ΘΑΛΑΣΣΙΟΝ* ΤΑΔΕ ΕΝΕΣΤΙΝ ΕΝ Τῼ ΔΕ Τῼ ΠΡΩΤῼ ΒΙΒΛΙῼ ΤΩΝ ΑΠΟΡΩΝ ΤΗΣ ΘΕΙΑΣ ΓΡΑΦΗΣ*//* ΜΑΞΙΜΟΥ ΜΟΝΑΧΟΥ ΠΡΟΛΟΓΟΣ ΤΩΝ ΠΑΡΑΚΕΙΜΕΝΩΝ ΕΝ ΤΟΙΣ ΜΕΤΩΠΙΟΙΣ ΣΧΟΛΙΩΝ*/ Φυσικὸν μὲν τοῖς λογικοῖς πέφυκε κάλλος ὁ λόγος· λόγου δὲ κάλλος ἡ κατὰ τὸν λόγον ἀκριβὴς τῶν λογικῶν ἐστι σύνεσις· συνέσεως δὲ κάλλος ἐστὶν ἡ κατὰ τὴν ἀρετὴν σὺν λόγῳ τῶν λογικῶν γόνιμος ἕξις· ταύτης δὲ κάλλος τῆς ἕξεως ἡ περὶ τὴν ἀληθῆ γνῶσιν ἀπλανὴς θεωρία καθέστηκεν, ἧς τέλος ἐστὶν ἡ σοφία, συνέσεως ὑπάρχουσα σαφεστάτη συμπλήρωσις, οἷα δὴ λόγος τυγχάνουσα κατὰ φύσιν τετελεσμένος, ὅστις ἐστὶ νοῦς καθαρός, τῇ περὶ τὴν αἰτίαν ἑνώσει σχέσιν λαβὼν ὑπὲρ νόησιν· καθ᾽ ἥν, ἀποπαύσας τὴν πολυποίκιλον πρὸς τὰ μετὰ τὴν αἰτίαν φυσικὴν αὐτοῦ κίνησίν τε καὶ σχέσιν, μόνης ἀγνώστως ἀντέχεται, κατὰ τὴν ἄφθεγκτον λῆξιν γεγενημένος, τῆς ὑπὲρ νόησιν παμμακαρίστου σιγῆς, ἣν δηλῶσαι παντελῶς οὐ δύναται λόγος ἢ νόησις, ἀλλὰ μόνη κατὰ τὴν μέθεξιν ἡ πεῖρα τῶν ἀξιωθέντων τῆς ὑπὲρ νόησιν ἀπολαύσεως, ἧς σημεῖόν ἐστιν εὔγνωστόν τε καὶ πᾶσι κατάδηλον ἡ κατὰ διάθεσιν πρὸς τὸν αἰῶνα τοῦτον παντελὴς ἀναισθησία τῆς ψυχῆς καὶ διάστασις. Ἐντεῦθεν, εἰδὼς μηδὲν λόγου κατὰ φύσιν εἶναι τοῖς λογικοῖς οἰκειότερον, μήτε μὴν τῆς περὶ αὐτὸν τριβῆς καὶ συνέσεως τοῖς φιλοθέοις πρὸς εὐδοξίαν ἁρμοδιώτερον φημὶ δὲ λόγον, οὐ τὸν ἐκ τέχνης ἐν προφορᾷ κατ᾽ εὐγλωττίαν πρὸς ἀκοῆς ἡδονὴν κομψῶς γεγοητευμένον, ὃν ἀσκεῖσθαι καὶ μοχθηροὶ δύναιντ᾽ ἂν ἄνδρες ἐπιτηδεύοντες, ἀλλ᾽ ὃν ἡ φύσις οὐσιωδῶς καὶ δίχα μαθήσεως κατὰ διάθεσιν ἔχει κρυπτόμενον πρός τε τὴν ἄπταιστον τῶν ὄντων διάσκεψιν καὶ τῆς ἐν ὅλοις ἀληθείας διάληψιν, ὃν καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἅγιον, καλῶς ταῖς ἀρεταῖς διαπλασθέντα, (≡ 14Β_020≡> πρὸς συμβίωσιν πέφυκεν ἄγεσθαι καὶ θεῖον ἄγαλμα τῆς καθ᾽ ὁμοίωσιν ὡραιότητος αὐτοῦ κατασκευάζειν μηδενὶ τῶν προσόντων φυσικῶς τῇ θεότητι κατὰ τὴν χάριν λειπόμενον (ὄργανον γάρ ἐστιν ὅλην ἐπιστημόνως συλλεγόμενον τὴν νοητῶς ἐν τοῖς οὖσι ἀπαστράπτουσαν τῆς θείας ἀγαθότητος ἔμφασιν, δι᾽ ἧς, ἐμβατεύων τῇ τῶν ὄντων μεγαλουργίᾳ, πρὸς τὴν γενέτην φέρει τε καὶ φέρεται τῶν ὄντων αἰτίαν τοὺς αὐτῷ διόλου ποιώσαντας τὴν ὅλην ὁρμὴν τῆς ἐνούσης αὐτοῖς κατὰ φύσιν ἐφέσεως, μηδενὶ τῶν μετὰ τὴν αἰτίαν παντελῶς κρατουμένους), ὃν ἡμεῖς περιέποντες πάντων μὲν καθιστάμεθα τῶν πονηρῶν παθῶν πανδαμάτορες, μηδενὶ τῶν παρὰ φύσιν δουλούμενοι, πασῶν δὲ τῶν θείων ἀναδεικνύμεθα πράκτορες ἀρετῶν, παντὶ δηλονότι καλῷ τὸ κατὰ τὴν ὕλην αἶσχος τῆς ψυχῆς πρὸς κάλλος πνευματικὸν ἀποξέοντες· ἔνθα γὰρ λόγος κρατεῖ, τὸ κατ᾽ αἴσθησιν πέφυκεν ἀπογίνεσθαι κράτος, ἐν ᾧ τῆς ἁμαρτίας πέφυρταί πως ἡ δύναμις, πρὸς οἶκτον τῆς συγγενοῦς καθ᾽ ὑπόστασιν σαρκὸς τὴν ψυχὴν δι᾽ ἡδονῆς ὑποσύρουσα· καθ᾽ ἥν, ὡς ἔργον αὐτῇ φυσικὸν ἐγχειρίσασα τὴν ἐμπαθῆ καὶ καθ᾽ ἡδονὴν τῆς σαρκὸς ἐπιμέλειαν, ἀπάγει τῆς κατὰ φύσιν ζωῆς καὶ πείθει τῆς ἀνυποστάτου κακίας αὐτὴν γενέσθαι δημιουργόν· κακία γάρ ἐστι ψυχῆς νοερᾶς ἡ λήθη τῶν κατὰ φύσιν καλῶν, ἥτις ἐκ τῆς περὶ τὴν σάρκα τε καὶ κόσμον ἐμπαθοῦς ἐπιγίνεται σχέσεως, ἣν ἀφανίζει στρατηγῶν ὁ λόγος, καὶ κατ᾽ ἐπιστήμην πνευματικὴν τήν τε τοῦ κόσμου καὶ τῆς σαρκὸς διερευνώμενος γένεσίν τε καὶ φύσιν, καὶ πρὸς τὴν συγγενῆ τῶν νοητῶν τὴν ψυχὴν χώραν ἐλαύνων, πρὸς ἣν ὁ νόμος τῆς ἁμαρτίας οὐδεμίαν ποιεῖται διάβασιν, οὐκ ἔχων καθάπερ γέφυραν πρὸς τὸν νοῦν διαβιβάζουσαν αὐτὸν ἔτι τὴν αἴσθησιν, διαλυθεῖσαν ἤδη πρὸς τὴν ψυχὴν κατὰ τὴν σχέσιν καὶ τοῖς αἰσθητοῖς ἐναπορριφεῖσαν θεάμασιν, ὧν διαβὰς τὴν σχέσιν καὶ τὴν φύσιν ὁ νοῦς παντελῶς οὐκ αἰσθάνεται. Τοῦτο, καθάπερ ἔφην, εἰδώς, δεῖν ᾠήθην ἑτέραν τινὰ τῷ παρόντι λόγῳ τῆσδε τῆς συγγραφῆς δοῦναι βοήθειαν τὴν τῶν (≡ 14Β_022≡> παρατεθέντων ἐν τοῖς μετωπίοις σχολίων γραφήν, αὐτόν τε πρὸς κάλλος συμπληροῦσαν τὸν λόγον καὶ τοῖς ἐντευξομένοις ἡδυτέραν τὴν ἐν τοῖς νοήμασι παρεχομένην ἑστίασιν καὶ πάσης ἁπλῶς γινομένην τῆς ἐμφερομένης τῇ συγγραφῇ διανοίας σαφήνειαν. Μετὰ γὰρ τὴν ἔκδοσιν ἀναγνοὺς τὴν ὅλην πραγματείαν, εὑρών τέ τινας μὲν τόπους δεομένους σαφηνείας, τινὰς δὲ προσθήκης διανοίας, καὶ ἄλλους μετρίας τινὸς ἐπὶ τῷ κειμένῳ κατὰ τὴν ἔκδοσιν ἐπενθυμήσεως, ταύτην ἐποιησάμην, ὡς ἔφην, τὴν τῶν σχολίων γραφήν, ἁρμόσας ἑκάστῳ τόπῳ τὸ προσῆκον ἐνθύμημα. Διὸ παρακαλῶ πάντας τοὺς ἐντευξομένους ἢ καὶ μεταγράψοντας καὶ τὴν τῶν σχολίων ἔξωθεν ἀναγνῶναι καὶ παραθέσθαι γραφὴν κατὰ τὴν ἑκάστου σημείωσιν, ἵν᾽ ἄρτιος ᾖ κατὰ πάντα τρόπον ὁ λόγος, μηδενὶ παρημελημένῳ παντελῶς κολοβούμενος./* ΣΧΟΛΙΑ*/ Σχόλια λέγονται τὰ λαμβανόμενα ἐκ τῆς Γραφῆς καὶ εὑρισκόμενα τρόπῳ τινὶ ἔξωθεν τοῦ βιβλίου ὡς προμετωπίδες, ὧν ἡ ἔκθεσις ἔχει ἐσωτερικὴν συνάφειαν. Ἰδίᾳ δὲ σχόλια λέγεται ἡ ὑμνολογία, τουτέστιν οἱ ἐπίσημοι λόγοι.
1.2
Τήν σάρκα φησίν διά τῶν φαινομένων ἠθῶν εἶναι δεκτικὸν τῆς κατ᾿ ἀρετήν τῆς ψυχῆς διαθέσεως, ὄργανον πρός ἔμφασιν αὐτῇ τῇ ψυχῇ συνεζευγμένην.
1.3
ΕΡΩΤΗΣΙΣ Α' Τὰ πάθη αὐτὰ καθ᾽ αὑτὰ κακὰ ἢ παρὰ τὴν χρῆσιν κακά; Λέγω δὲ ἡδονὴν καὶ λύπην, ἐπιθυμίαν καὶ φόβον, καὶ τὰ τούτοις ἑπόμενα. Ἀπόκρισις. Τὰ πάθη ταῦτα, ὥσπερ καὶ τὰ λοιπά, τῇ φύσει τῶν ἀνθρώπων προηγουμένως οὐ συνεκτίσθη, ἐπεὶ καὶ εἰς τὸν ὅρον ἂν συνετέλουν τῆς φύσεως. Λέγω δέ, παρὰ τοῦ Νυσσαέως μεγάλου Γρηγορίου μαθών, ὅτι διὰ τὴν τῆς τελειότητος ἔκπτωσιν ἐπεισήχθη ταῦτα, τῷ ἀλογωτέρῳ μέρει προσφυέντα τῆς φύσεως· δι᾽ ὧν, ἀντὶ τῆς θείας καὶ μακαρίας εἰκόνος, εὐθὺς ἅμα τῇ παραβάσει διαφανὴς καὶ ἐπίδηλος ἐν τῷ ἀνθρώπῳ γέγονεν ἡ τῶν ἀλόγων ζῴων ὁμοίωσις. Ἔδει γάρ, τῆς ἀξίας τοῦ λόγου καλυφθείσης, ὑφ᾽ ὧν γνωμικῶς ἐπεσπάσατο τῆς ἀλογίας γνωρισμάτων ἐνδίκως τὴν φύσιν τῶν ἀνθρώπων κολάζεσθαι, σοφῶς εἰς συναίσθησιν τῆς λογικῆς μεγαλονοίας ἐλθεῖν οἰκονομοῦντος τοῦ Θεοῦ τὸν ἄνθρωπον. Πλὴν καλὰ γίνεται καὶ τὰ πάθη ἐν τοῖς σπουδαίοις, ὁπηνίκα σοφῶς αὐτὰ τῶν σωματικῶν ἀποστήσαντες, πρὸς τὴν τῶν οὐρανίων μεταχειρίζονται κτῆσιν· οἷον, τὴν μὲν ἐπιθυμίαν τῆς νοερᾶς τῶν θείων ἐφέσεως ὀρεκτικὴν ἐργάσονται κίνησιν, τὴν ἡδονὴν δὲ τῆς ἐπὶ τοῖς θείοις χαρίσμασι τοῦ νοῦ θελκτικῆς ἐνεργείας εὐφροσύνην ἀπήμονα, τὸν δὲ φόβον τῆς μελλούσης ἐπὶ πλημμελήμασι τιμωρίας προφυλακτικὴν ἐπιμέλειαν, τὴν δὲ λύπην διορθωτικὴν ἐπὶ παρόντι κακῷ μεταμέλειαν, καὶ συντόμως (≡ 14Β_058≡> εἰπεῖν, κατὰ τοὺς σοφοὺς τῶν ἰατρῶν, σώματι φθαρτικοῦ θηρὸς τῆς ἐχίδνης τὴν οὖσαν ἢ μελετωμένην ἀφαιρουμένους λώβωσιν, τοῖς πάθεσι τούτοις πρὸς ἀναίρεσιν χρώμενοι παρούσης κακίας ἢ προσδοκωμένης, καὶ κτῆσιν καὶ φυλακὴν ἀρετῆς τε καὶ γνώσεως. Καλὰ οὖν, ὡς ἔφην, ταῦτα τυγχάνει διὰ τὴν χρῆσιν ἐν τοῖς πᾶν νόημα αἰχμαλωτίζουσιν εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Εἰ δὲ καὶ ἐπὶ Θεοῦ τι τούτων εἴρηται τῇ Γραφῇ ἢ ἐπὶ ἁγίων, ἐπὶ μὲν Θεοῦ, δι᾽ ἡμᾶς, ὡς ἡμῖν προσφυῶς διὰ τῶν ἡμετέρων παθῶν τὰς σωστικὰς ἡμῶν καὶ ἀγαθουργοὺς τῆς προνοίας προόδους ἐκφαίνοντος, ἐπὶ δὲ τῶν ἁγίων, ὡς οὐκ ἄλλως δυναμένων τὰς περὶ Θεὸν νοερὰς αὐτῶν σχέσεις τε καὶ διαθέσεις διὰ φωνῆς προενέγκαι σωματικῆς, χωρὶς τῶν ἐγνωσμένων τῇ φύσει παθῶν./* ΣΧΟΛΙΑ.*/
1.4
Ὅτι τούς δαφόρους περί ἡμᾶς τῆς προνοίας τρόπους τοῖς ἡμῖν ἐγνωσμένοις πάθεσιν ἡ Γραφή διαπλάττεται.
1.5
Ἐν τῇ ὕλῃ· τουτέστι, τῇ καθόλου τῶν ὄντων οὐσίᾳ δυνάμει τυγχάνουσι, τά κατά μέρος ἐκ τῆς ὕλης γινόμενα μερικά, ὧν τήν γένεσιν φησίν ὁ Θεός προδήλως ἐργάζεται.
1.6
Ἔργα λέγει τοῦ Ἀδάμ τά πάθη τῆς ἀτιμίας· τάς γάρ ἀρετάς ἐργάζεται μόνος ὁ Θεός ἐν τοῖς βουλομένοις· πρός τήν τῶν ἀρετῶν φανέρωσιν, μόνην καθάπερ ὄργανον λαμβάνων, τῶν βουλομένων τήν πρόθεσιν. S (6). ΠΕΡΙ ΤΟΥ" Ο ΓΕΓΕΝΝΗΜΕΝΟΣ ΕΚ ΤΟΥ ΘΕΟΥ ΑΜΑΡΤΙΑΝ ΟΥ ΠΟΙΕΙ".
1.7
Διὰ τοῦ ἑνὸς τρόπου, φησί, δίδοται δυνάμει μόνον ἡ χάρις τῆς υἱοθεσίας, ἐπεὶ πᾶσι τοῖς βαπτισθεῖσι δίδοται ἡ δυνατότης γενέσθαι υἱοὺς τοῦ Θεοῦ· ἔφη γάρ· «ἐάν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν». Καὶ πάλιν· «ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι». Διὰ δὲ τοῦ ἑτέρου τρόπου, διὰ τῆς ἐκτελέσως τῶν ἐντολῶν καὶ τῆς γνώσεως τῆς ἀληθείας, δίδοται ἡ τελειότης τῆς αὐτῆς υἱοθεσίας, τουτέστιν ἡ ἀδυναμία πρὸς ἁμαρτίαν, διὰ τῆς θεώσεως τῆς οὐκ ἐν τῷ πρώτῳ τρόπῳ ὑπαρχούσης. Διὰ γὰρ τὴν ἐλευθέραν βούλησιν τοῦ ἀνθρώπου οὐκ ἀφαιρεῖται ἐν αὐτῷ ἡ δυνατότης πρὸς ἁμαρτίαν, ὡς μὴ στρεφομένου ἔτι κατὰ χάριν ὅλου τοῦ πόθου πρὸς Θεόν.
1.8
Ὅτι ἐκ τῶν ὄντων, φησίν, τὸν τῶν ὄντων γινώσκομεν αἴτιον· καί ἐκ τῆς διαφορᾶς τῶν ὄντων τήν ἐνυπόστατον τοῦ ὄντος διδασκόμεθα σοφίαν· καί ἐκ τῆς τῶν ὄντων φυσικῶς κινήσεως, τήν ἐνυπόστατον τοῦ ὄντος μανθάνομεν ζωήν, τήν τῶν ὄντων ζωοποιόν δύναμιν, τό Πνεῦμα τό ἅγιον. ΙΔ (14). ΠΕΡΙ ΤΟΥ" ΚΑΙ ΕΣΕΒΑΣΘΗΣΑΝ ΚΑΙ ΕΛΑΤΡΕΥΣΑΝ ΤΗ ΚΤΙΣΗ ΠΑΡΑ ΤΟΝ ΚΤΙΣΑΝΤΑ".
1.9
Ὅτι ὡς πάντων ποιητικόν τε καὶ προνοητικόν ἐν πᾶσίν ἐστιν τὸ Πνεῦμα τὸ ἅγιον.
1.10
Γένεσιν λέγει τήν ἐκ Θεοῦ πρώτην τοῦ ἀνθρώπου διάπλασιν· γέννησιν δέ, τήν ἐκ καταδίκης ὕστερον διά τήν παράβασιν ἐξ ἀλλήλων διαδοχήν.
1.11
Ἡ πρός τήν σάρκα τοῦ Λόγου καθ᾿ ὑπόστασιν ἕνωσις, τόν ἀπόῤῥητον τῆς θείας βουλῆς ἐφανέρωσε σκοπόν, ἐν τῷ μή φῦραι τῇ ἑνώσει τῆς σαρκός τήν οὐσίαν· μίαν δέ δεῖξαι, κἀν τῇ σαρκώσει τοῦ Λόγου τήν ὑπόστασιν· ἵνα καί μείνῃ σάρξ κατά τήν οὐσίαν ἡ σάρξ, καί γένηται θεία κατά τήν ὑπόστασιν.
1.12
Ἐπί τοῦ Ἱεροβοάμ ἀπέστη ὁ Ἰσραήλ τοῦ οἴκου Δαβίδ ἀπιστήσας τῷ Θεῷ.
1.13
Φυλακάς εἶπεν τήν ἕξιν τῆς κακίας καί τήν ἐνέργειαν χαρακτήρ γάρ τῆς ἕξεως ἡ συγκατάθεσις, ὑφ᾿ ἅς ὁ πονηρός ποιεῖν ἀγωνίζεται τούς ἁγίους. Πύλην δέ σιδηρᾶν τήν πρός (≡ 14Β_152≡> τά αἰσθητά φυσικήν τῶν αἰσθήσεων σχέσιν, ὧν καθάπερ ἄγγελος ἐξαιρεῖται τόν ἀληθῶς πιστόν, ὁ τῆς πρακτικῆς γνώσεως λόγος. ΚΕ (25). ΠΕΡΙ ΤΟΥ" ΠΑΝΤΟΣ ΑΝΔΡΟΣ ΚΕΦΑΛΗ Ο ΧΡΙΣΤΟΣ", ΚΑΙ ΤΑ ΕΞΗΣ.
1.14
Ὅτι ἀνήρ ἐστι καί ὁ τὴν πρακτικήν φιλοσοφίαν μετερχόμενος νοῦς.
1.15
Κατά ποῖον τρόπον, φησίν, ἐχθρός ἐστι τοῦ Θεοῦ καί ἐκδικητής ὁ διάβολος.
1.16
Ζωῆς μετάθεσίν φησι καί λατρείαν ἀγγελικήν, καί πρός σῶμα ψυχῆς ἑκούσιον ἀλλοτρίωσιν· καί τῆς ἐν Πνεύματι θείας μεταποιήσεως γένεσιν, τό τῆς νέας Διαθήκης καταγγέλλει μυστήριον.
1.17
Ἑκάστῳ φησίν, κατά τήν ὑποκειμένην αὐτῷ περί Θεοῦ δόξαν ὁ Θεός ἐμφανίζεται. Τοῖς μέν κατ᾿ ἔφεσιν τήν ὑλικήν περάσασι σύνθεσιν, καί τάς δυνάμεις τῆς ψυχῆς ἰσονομούσας ἀλλήλαις κατά μίαν καί τήν αὐτήν περί Θεόν ἀεικινησίαν κεκτημένοις, ὡς μονάς ἐμφαίνεται καί Τριάς· ἵνα τήν οἰκείαν ὕπαρξιν παραδείξειεν, καί τόν αὐτῆς τρόπον μυστικῶς ἐκδιδάξειεν. Τοῖς δέ περί μόνην τήν ὑλικήν διάθεσιν ἔχουσι κινουμένην τήν ἔφεσιν, καί ἀλλήλαις ἀσυνδέτους τάς τῆς ψυχῆς δυνάμεις κεκτημένοις, οὐχ ὡς ἔστιν, ἀλλ᾿ ὡς εἰσίν ἐμφανίζεται· δεικνύς ὅτι τῆς ὑλικῆς δυάδος ἀμφοῖν ἐπελάβοντο ταῖν χεροῖν, καθ᾿ ἥν ὁ σωματικός ἐξ ὕλης καί εἴδους συνέστηκε κόσμος.
1.18
Τό διαφόρως ἐνεργοῦν, ἐν ἑκάστῳ τῶν ὑπ᾿ αὐτοῦ διαφόρως ἐνεργουμένων, ὅλον ἐστίν, καί ἐν ὅλοις ἅμα μή διαιρούμενον. Ἀμιγῶς γάρ, φησίν, ἐν ὅλοις καί τῷ καθ᾿ ἕκαστον ἀδιαιρέτως κατά μίαν καί τήν αὐτήν ἐκφαίνεται δύναμιν ἐνεργοῦν τό Πνεῦμα τό ἅγιον, ὅτι καί πάντων ἐστί τῶν ὄντων πληρωτικόν· Θεός γάρ, καί πᾶσιν ἀχώρητον τοῖς οὖσιν, ὑπερούσιον γὰρ.
1.19
Τό διαφόρως ἐνεργοῦν, ἐν ἑκάστῳ τῶν ὑπ᾿ αὐτοῦ διαφόρως ἐνεργουμένων, ὅλον ἐστίν, καί ἐν ὅλοις ἅμα μή διαιρούμενον. Ἀμιγῶς γάρ, φησίν, ἐν ὅλοις καί τῷ καθ᾿ ἕκαστον ἀδιαιρέτως κατά μίαν καί τήν αὐτήν ἐκφαίνεται δύναμιν ἐνεργοῦν τό Πνεῦμα τό ἅγιον, ὅτι καί πάντων ἐστί τῶν ὄντων πληρωτικόν· Θεός γάρ, καί πᾶσιν ἀχώρητον τοῖς οὖσιν, ὑπερούσιον γὰρ.
1.20
Τό τοῦ Κυρίου βάπτισμα, φησίν, ἐστίν ἡ παντελής πρός τόν αἰσθητόν κόσμον τῆς ἡμῶν προαιρέσεως νέκρωσις· τό δέ ποτήριον, καί αὐτῆς ἡμῶν τῆς παρούσης ζωῆς ὑπέρ ἀληθείας καθέστηκεν ἄρνησις.
1.21
Οὐκ ἔστι, φησί, πρέπον οἰκοδομεῖσθαι ναὸν τῷ Θεῷ ἐκ δωματικῆς ὕλης καὶ ψυχῆς σαρκικῆς. Ταῦτα γὰρ σύμβολα παχύτερά εἰσι καὶ ἀνεπιτήδεια τῷ Θεῷ· διὸ δεῖ οἰκοδομεῖσθαι Αὐτῷ ναὸν ἐξ ἐπιτηδείων καὶ πρεπόντων τῇ φύσει Αὐτοῦ στοιχείων.
1.22
Ὁ μόνον, φησίν, τῆς Γραφῆς τό πνεῦμα δίχα τῶν τύπων καί τῆς κτίσεως δίχα τῶν σχημάτων τούς λόγους, κατά μόνον (14Β_218> τόν νοῦν, τῆς κατά τήν αἴσθησιν ἐνεργείας ἀπηλλαγμένον ἑωρακώς, εὗρεν Θεόν· ἐν μέν τῷ πνεύματι τῆς Γραφῆς, ὡς ἀγαθότητος· ἐν δέ τοῖς τῶν ὄντων λόγοις, ὡς δυνάμεως· ἐν ἑαυτῷ δέ, ὡς σοφίας αἴτιον. Οἱ γάρ τῶν ἐξ οὐκ ὄντων λόγοι, τήν δύναμιν ἀφηγοῦνται τοῦ Κτίσαντος· καί τό τῆς Γραφῆς πνεῦμα πρός θέωσιν ἐπανάγον πλανηθέντας, τήν ἀγαθότητα διαγγέλλει τοῦ γράψαντος· καί τό καθ᾿ ἡμᾶς νοερόν, ἀδιαστάτως τούς τῶν γεγονότων λόγους χωροῦν, ἀναφανδόν τήν τοῦ Τεχνίτου κηρύσσει σοφίαν. ΛΓ (33). ΠΕΡΙ ΤΟΥ" ΑΜΗΝ ΛΕΓΩ ΥΜΙΝ, ΟΣ ΑΝ ΕΙΠΗ ΤΩ ΟΡΕΙ ΤΟΥΤΩ".
1.23
Τήν ψιλήν πίστιν λέγει βασιλείαν ἀνείδεον, οὐκ ἔχουσαν τήν ἐκ τῶν ἀρετῶν θείαν ὁμοίωσιν. Βασιλείαν δέ λέγει τήν ἔχουσαν διά τῶν ἔργων τήν θείαν μορφήν τῆς ἀγαθότητος πίστιν.
1.24
Ἀπόῤῥητός ἐστι θεολογία, ἡ παντελής καθ᾿ ὑπεροχήν ἀγνωσία, ἥτις τοσοῦτον ἠγνόηται, ὅσον ἔγνωσται τά φυσικῶς γινωσκόμενα.
1.25
Τά φαινόμενα τῶν ἀρετῶν εἶπεν τήν ἠθικήν παιδαγωγίαν.
1.26
Πίστις τῶν δεομένων ἰάσεως, φησί, παρεκαλεῖτο τήν ἐν τοῖς ἁγίοις τοῦ Πνεύματος δύναμιν, ἵνα διά τῆς πίστεως ἡ τέως λανθάνουσα φανερά γένηται δύναμις· καί ἡ κεκρυμμένη πίστις διά τῆς δυνάμεως γένηται πᾶσι διάδηλος. Τηνικαῦτα γάρ ὁ τῶν ἰαμάτων ἀληθής πέφυκε διαδείκνυσθαι τρόπος, ὁπηνίκα τῇ τῶν ἐνεργουμένων πίστει συμβαίνει διά πάντων ἡ τῶν ἐνεργοῦντων ἐν Πνεύματι δύναμις.
1.27
Λόγον, θυμόν, ἐπιθυμίαν λέγει. Τῷ γάρ λόγῳ ζητοῦμεν· τῇ ἐπιθυμίᾳ δέ, ποθοῦμεν τό ζητηθέν ἀγαθόν· τῷ δέ θυμῷ, ὑπεραγωνιζόμεθα.
1.28
Δύναμιν λέγει, τήν οὐσιωδῶς μέν κατεσπαρμένην τῇ φύσει πρός ἀρετῶν ἐνέργειαν κίνησιν, γνωμικῶς δέ πρός τήν τοῦ κεκτημένου βούλησιν, κατά τήν χρῆσιν ἐκφαινομένην.
1.29
Τό φρέαρ τοῦ Ἰακώβ, ἐστίν ἡ Γραφή· τό δέ ὕδωρ, ἐστίν ἡ ἐν τῇ Γραφῇ γνῶσις, τό δέ βάθος ἡ τῶν γραφικῶν αἰνιγμάτων δυσδιεξίτητος θέσις, τό δέ ἄντλημα, ἐστί, ἡ διά τῶν γραμμάτων τοῦ θείου λόγου μάθησις, ἥν οὐκ εἶχεν ὁ Κύριος αὐτολόγος ὑπάρχων, καί οὐ τήν ἐκ μαθήσεως καί μελέτης γνῶσιν διδούς τοῖς πιστεύουσιν, ἀλλά τήν ἐκ χάριτος πνευματικῆς ἀένναον σοφίαν, καί μηδέποτε λήγουσαν τοῖς ἀξίοις δωρούμενος. Τό γάρ ἄντλημα, τουτέστιν ἡ μάθησις, μέρος ἐλάχιστον λαμβάνουσα γνώσεως, τό πᾶν ἐᾷ μηδενί λόγῳ κρατούμενον. Ἡ δέ κατά χάριν γνῶσις, ὅλην ἔχει καί δίχα μελέτης τήν ἐφικτήν ἀνθρώποις σοφίαν, πρός τάς χρείας ποικίλως βλυστάνουσαν. ΜΒ (42). ΠΕΡΙ ΤΟΥ ΠΩΣ ΗΜΕΙΣ ΛΕΓΟΜΕΘΑ ΠΟΙΗΣΑΙ ΤΗΝ ΑΜΑΡΤΙΑΝ, Ο ΔΕ ΚΥΡΙΟΣ ΓΕΝΕΣΘΑΙ ΜΕΝ ΑΜΑΡΤΙΑ, ΜΗ ΕΙΔΕΝΑΙ ΔΕ ΑΥΤΗΝ;
1.30
Ἁμαρτίαν φύσεως εἶναί φησι τόν θάνατον, καθ᾿ ὅν τοῦ εἶναι καί μή θέλοντες ἀπογινόμεθα· ἁμαρτίαν δέ προαιρέσεως, τήν τῶν παρά φύσιν αἵρεσιν, καθ᾿ ἥν τό εὖ εἶναι θέλοντες ἀποπίπτομεν.
1.31
Νοῦ μέν γάρ καλόν ἐστιν, ἡ ἀπαθής πρός τό πνεῦμα διάθεσις· κακόν δέ, ἡ ἐμπαθής πρός τήν αἴσθησιν σχέσις. Αἰσθήσεως δέ καλόν ἐστιν, ἡ καθ᾿ ἡδονήν ἐμπαθής πρός τό σῶμα κίνησις· κακόν δέ, ἡ κατ᾿ ἀρετήν ταύτῃ ἐπιγινομένη διάθεσις. ΜΔ (44). ΠΕΡΙ ΤΟΥ" ΙΔΟΥ ΑΔΑΜ ΓΕΓΟΝΕΝ ΩΣ ΕΙΣ ΕΞ ΗΜΩΝ".
1.32
Ὅτι πρός ἥν ἔσχεν περί θεότητος ἔννοιαν ὑπό τοῦ διαβόλου διδαχθείς ὁ Ἀδάμ, διαλέγεται πρός αὐτόν ὁ Θεός.
1.33
Θεωρίας μέν τό στηθύνιον, πράξεως δέ ὁ βραχίων σύμβολον. Ἕξις γάρ τοῦ διανοητικοῦ πέφυκεν ὑπάρχειν ἡ θεωρία, καί ἡ πρᾶξις ἐνέργεια. Δι᾿ ἀμφοτέρων δέ τούτων ἡ ἀληθής ἱερωσύνη χαρακτηρίζεται.
1.34
Ὅτι τό μέν ἔσοπτρον τῶν τῇ πρακτικῇ προσφυῶν ἀγαθῶν ἐστιν ἐμφατικόν· τό δέ αἴνιγμα, τῶν ἐπί τῇ γνώσει μελλόντων μυστηρίων ἐστίν ἐνδεικτικόν. ΜΖ (47). ΠΕΡΙ ΤΟΥ" ΦΩΝΗ ΒΟΩΝΤΟΣ ΕΝ ΤΗ ΕΡΗΜΩ".
1.35
Ὁ τήν γνῶσιν ἐστεατωμένην ταῖς ἀρεταῖς, τουτέστιν ἔμπρακτον, μετιών, οὗτος γέγονεν Ἄβελ, ἔχων τόν Θεόν ἐπ᾿ αὐτόν, καί ἐπί τοῖς δώροις αὐτοῦ ἐπιβλέποντα.
1.36
Σκηνήν λέγει θαυμαστήν τήν ἐξ ἡμῶν ἁγίαν τοῦ Θεοῦ σάρκα, (14Β_322> ὡς δίχα σπορᾶς ἐν αὐτῷ τό εἶναι λαβοῦσαν· οἶκον δέ, τήν νοεράν ψυχήν. Σάρκα γάρ νοερῶς ἐμψυχωμένην ἀῤῤήτως ἥνωσεν ἑαυτῷ γενόμενος ἄνθρωπος ὁ Λόγος τῷ ὁμοίῳ τό ὅμοιον ἀνακαθαίρων. Τόπος δέ, αὐτός ἐστιν ὁ Λόγος ὁ καθ᾿ ὑπόστασιν ἀτρέπτως ἐν ἑαυτῷ τήν φύσιν πηξάμενος. Πρός ταύτην οὖν τήν σκηνήν σάρκα διερχόμεθα, τήν ἡμετέραν διά τῶν ἀρετῶν ἁγιάζοντες σάρκα, δι᾿ ὧν σύμμορφος πέφυκεν γίνεσθαι τῷ σώματι τῆς δόξης αὐτοῦ κατά τήν χάριν τοῦ Πνεύματος· καί ἕως τοῦ οἴκου τοῦ Θεοῦ διά τῆς ἀμιγοῦς θεωρίας, κατά τήν ἁπλῆν καί ἀδιαίρετον γνῶσιν, πρός αὐτήν ἀφικνούμενοι τήν νοεράν τοῦ Κυρίου ψυχήν· ἵνα καί ἡμεῖς νοῦν Χριστοῦ κατά τόν Ἀπόστολον τῇ μεθέξει τοῦ Πνεύματος ἔχωμεν, γινόμενοι κατά χάριν δι᾿ αὐτόν ὅσαπερ αὐτός φύσει κατ᾿ οἰκονομίαν γέγονεν δι᾿ ἡμᾶς.
1.37
Ἡ τῶν ὄντων ἀπλανής θεωρία, παθῶν ἀπηλλαγμένης δεῖται ψυχῆς· ἥτις Ἱερουσαλήμ λέγεται, διά τε τήν ἄρτιον ἀρετήν, καί τήν ἄϋλον γνῶσιν· ἥτις οὐ μόνον κατά στέρησιν παθῶν, ἀλλά καί φαντασιῶν αἰσθητῶν ἐπιγίνεται, ἅσπερ ὕδατα τῶν ἔξω πηγῶν κέκληκεν ὁ λόγος.
1.38
Ὅτι καθάπερ ὁ Θεός κατ᾿ οὐσίαν οὐχ ὑποπέπτωκε γνώσει, οὕτως οὔτε ὁ λόγος αὐτοῦ γνώσει τῇ καθ᾿ ἡμᾶς περιλαμβάνεται.
1.39
Μέσα Θεοῦ καί ἀνθρώπων εἰσί τά αἰσθητά καί τά νοητά· ὧν ὑπεράνω γίνεται χωρῶν πρός Θεόν ὁ ἀνθρώπινος (14Β_386> νοῦς· τοῖς μέν αἰσθητοῖς κατά τήν πρᾶξιν μή δουλούμενος· τοῖς νοητοῖς δέ κατά τήν θεωρίαν μηδόλως κρατούμενος.
1.40
Ὅτι τόν ἐπαιρόμενον ἐπί πράξει, παθῶν ἀτιμία διαδέχεται· τόν δέ ἐπί γνώσει ὑψούμενον, περί τήν ἀληθῆ θεωρίαν πταίειν ἡ δικαία κρίσις συγχωρεῖ.
1.41
Πεντάπηχύς ἐστιν ὁ διάβολος, φησί, διά τάς αἰσθήσεις. (14Β_416> Τούτων γάρ χωρίς προκοπήν οὐ δέχεται τῆς καθ᾿ ἁμαρτίαν αὐξήσεως, ἡ περί ψυχήν τῆς αὐτοῦ κακίας ἀλόγιστος κίνησις.
1.42
Πρακτικῆς ἀρετῆς τέλος εἶναί φασι τό ἀγαθόν· τοῦτο δέ, θείας ἐνεργείας ὑπάρχει συμπλήρωσις· πρός ἥν ἄγει τό λογικόν τῆς ψυχῆς, τῷ τε θυμῷ καί τῇ ἐπιθυμίᾳ κατά φύσιν χρώμενον· ἐν ᾗ τό καθ᾿ ὁμοίωσιν πέφυκεν ἀναφαίνεσθαι κάλλος. Θεωρητικῆς δέ φιλοσοφίας τέλος εἶναί φασι τήν ἀλήθειαν, ἥτις ἀμερῶς τῶν περί Θεόν ἁπάντων ἑνοειδής ἐστι γνῶσις· πρός ἥν ὁ καθαρός φέρεται νοῦς, ἀποσβέσας ἑαυτοῦ παντελῶς τήν κατ᾿ αἴσθησιν κρίσιν· ἐν ᾗ γνώσει δῆλον ἀκίβδηλον τό τῆς θείας εἰκόνος ἀξίωμα δείκνυται.
1.43
Πεπληρωμένη χάρις τοῦ Πνεύματος ἐστιν, ἡ κατά τήν δύναμιν καί τήν ἕξιν καί τήν ἐνέργειαν περιληπτική πασῶν τῶν εἰς ἀνθρώπους κατά Χριστόν τελείους φθανουσῶν γνώσεων σοφία· δι᾿ ἧς ὁ νοῦς τῶν κατ᾿ αἴσθησιν τύπων ἔξω γενόμενος, πάσης γυμνοῖς ποικιλίας προσβάλλει τοῖς τε τῶν γεγενημένων καί τῶν γεγραμμένων λόγοις, τούς ἐν αὐτοῖς θείους χαρακτῆρας εἰς μιᾶς περί ἑαυτόν θεοπρεποῦς μορφῆς συνάγων συμπλήρωσιν· καθ᾿ ἥν πάντων ὡς ἐφικτόν τῶν ὄντων ἑνοειδῶς τήν ἀδιαίρετον ὑποδέχεται γνῶσιν δι' ἧς ἀστράπτον ὑποφαίνεσθαι πέφυκε τῆς ἀληθείας τό φέγγος.
1.44
Ὅτι διχῶς ἐξομολόγησις.
1.45
Τήν κατά ψυχήν λύπην φησί. (14Γ_154> 2. Τήν κατ᾿ αἴσθησιν ὀδύνην, λύπην νῦν προσηγόρευσε.
1.46
Οὔτε ἡ θείας χάρις φησίν ἐνεργεῖ φωτισμούς γνώσεως, οὐκ ὄντος τοῦ κατά δύναμιν φυσικήν δεχομένου τόν φωτισμόν· (14Γ_182> οὔτε μήν τό δεκτικόν δίχα τῆς χορηγούσης χάριτος τόν φωτισμόν ἐνεργεῖ γνώσεως.
1.47
Ὅρος μέν ἔστι περιοχῆς, πέρας τῶν φύσει πεπερασμένων· τό δέ μέτρον, καθόλου ποσότητος περιγραφή, καί τέλος αἰώνων τε καί χρονικῶν φύσεων. Τό δέ πέρας ἐστί, περιγραφή τῶν ἀρχῇ τε καί τέλει κατά γένεσιν πεπερασμένων. Ἡ δέ κτίσις ἐστί, τῶν κατά παραγωγήν ἐξ οὐκ ὄντων ὑπόστασις. Τούτων ἕνωσις καθ᾿ ὑπόστασιν προεπενοήθη φησί κατά πρόνοιαν πρός τόν ἐξ οὗ ταῦτα γεγόνασιν. Ἵνα καί τό εἶναι τῶν ὄντων φυλαχθῇ κατ᾿ οὐσίαν ὡς πέφυκε· καί τό ὑποστῆναι, ἤγουν πῶς εἶναι κατά χάριν δέξηται θείαν, τῇ πρός τόν Θεόν ἑνώσει πάντων πρός ἀτρεψίαν μεταποιηθέντων.
1.48
Ἡδονή καί ὀδύνη, τῇ φύσει φησί τῆς σαρκός οὐ συνεκτίσθησαν· ἀλλ᾿ ἡ παράβασις, τήν μέν ἐπενόησεν εἰς φθοράν τῆς προαιρέσεως· τήν δέ κατεδίκασεν εἰς λύσιν τῆς φύσεως· ἵνα ἡ μέν ἡδονή, ψυχῆς ἑκούσιον ἐργάσηται θάνατον τῆς ἁμαρτίας· ἡ δέ ὀδύνη διά τῆς λύσεως, τήν κατ᾿ εἶδος ποιήσεται τῆς σαρκός ἀπογένεσιν.
1.49
Βλέπε τό μυστήριον· βλέπε τήν ἀγχόνην τῶν Φυσιθεσιτῶν· βλέπε τοῦ Ἰταλοῦ καί τοῦ Νείλου τόν θάνατον.
1.50
Τίς ἡ λυχνία;
1.51
Ποσαχῶς ἑρμηνεύεται Ἰωνᾶς.
1.52
Νοῦς εἰς ἄκρον διά τῶν ἀρετῶν καθαιρόμενος, τούς τῶν ἀρετῶν πέφυκεν εἰκότως ἐκδιδάσκεσθαι λόγους· τήν ἐξ αὐτῶν θειωδῶς χαρακτηρισθεῖσαν γνῶσιν, οἰκεῖον ποιούμενος πρόσωπον. Καθ᾿ ἑαυτόν γάρ ἀνείδεός τε καί ἀχαρακτήριστος πᾶς καθέστηκε νοῦς, μορφήν ἔχων ἐπίκτητον, ἤ τήν ἐκ τῶν ἀρετῶν ὑποστᾶσαν ἐν πνεύματι γνῶσιν, ἤ τήν ἐκ τῶν παθῶν ἐπισυμβαίνουσαν ἄγνοιαν.