Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
PG 91 14ΒΓ
Maximus Confessor14 20 · pg-scrape-grcMore by Maximus Confessor
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/maximus-confessor" aria-label="More works by Maximus Confessor"> —
⋯
More
Original / primary: Pg Scrape Grc
20.1
ΕΡΩΤΗΣΙΣ Κ' Τίς ἡ ἐν τῷ Εὐαγγελίῳ παραλόγως, ὅσον πρὸς τὸ φαινόμενον, ξηρανθεῖσα συκῆ; Καὶ τίς ἡ ἀκρασία τῆς πείνης παρὰ καιρὸν ἐπιζητούσης καρπόν; Καὶ τίς ἡ τοῦ ἀναισθήτου κατάρα; Ἀπόκρισις. Ὁ πάντα σωτηρίας ἕνεκεν τῶν ἀνθρώπων μετὰ σοφίας οἰκονομῶν Θεὸς Λόγος, πρότερον διὰ νόμου σωματικωτέραν ἔχοντος λατρείαν παιδαγωγήσας τὴν φύσιν οὐ γὰρ ἠδύνατο γυμνὴν τυπικῶν προκαλυμμάτων δέξασθαι τὴν ἀλήθειαν διὰ τὴν ἐγγενομένην αὐτῇ πρὸς τὴν ἀρχετυπίαν τῶν θείων πραγμάτων (≡ 14Β_118≡> ἄγνοιάν τε καὶ ἀλλοτρίωσιν, ὕστερον, ἐμφανῶς δι᾽ ἑαυτοῦ γενόμενος ἄνθρωπος, κατὰ πρόσληψιν σαρκὸς νοεράν τε καὶ λογικὴν ἐχούσης ψυχὴν παραγενόμενος καὶ πρὸς τὴν ἄϋλον γνωστικὴν ἐν πνεύματι λατρείαν, ὡς Λόγος, τὴν φύσιν μεταγαγών, οὐκ ἠβούλετο, τῆς ἀληθείας τῷ βίῳ διαφανείσης, τὴν σκιὰν ἔχειν τὴν δυναστείαν, ἧς τύπος ὑπῆρχεν ἡ συκῆ. Διὰ τοῦτό φησιν· ἐπανιὼν ἐκ Βηθανίας εἰς Ἱεροσόλυμα, τουτέστι μετὰ τὴν τυπικὴν καὶ σκιώδη κατὰ τὸν νόμον λανθάνουσαν αὐτοῦ παρουσίαν αὖθις τῇ φύσει τῶν ἀνθρώπων διὰ σαρκὸς ἐπιδημῶνοὕτω γὰρ ληπτέον τὸ ἐπανιών, εἶδε συκῆν ἐν τῇ ὁδῷ φύλλα μόνον ἔχουσαν, τὴν ἐν σκιαῖς ὑπάρχουσαν καὶ τύποις, σωματικὴν δηλαδὴ τοῦ νόμου λατρείαν κατὰ τὴν ἄστατον καὶ παροδικήν, ὡς ἐν ὁδῷ κειμένην, παράδοσιν, καὶ μόνων οὖσαν τῶν παρερχομένων τύπων τε καὶ θεσμῶν· ἣν θεασάμενος ὁ Λόγος κομψῶς τε καὶ ἀμφιλαφῶς, καθάπερ συκῆν, τοῖς ἐκτός, ὥσπερ φύλλοις, περιβλήμασι τῶν σωματικῶν τοῦ νόμου παρατηρημάτων κεκοσμημένην, καὶ μὴ εὑρηκὼς καρπόν, δηληνότι δικαιοσύνης, ὡς λόγον μὴ τρέφουσαν κατηράσατο, μᾶλλον δὲ προσέταξε μηκέτι τοῖς κατὰ νόμον τύποις δυναστευομένην καλύπτεσθαι τὴν ἀλήθειαν· ὃ δὴ προβὰν ἐδείχθη διὰ τῶν ἔργων, καταξηρανθείσης παντελῶς τῆς ἐν μόνοις σχήμασιν ἐχούσης τὸ εἶναι νομικῆς ὡραιότητος καὶ τοῦ ἐπ᾽ αὐτῇ τύφου τῶν Ἰουδαίων ἀποσβεσθέντος. Οὐ γὰρ ἦν εὔλογον οὔτε μὴν εὔκαιρον, τῆς ἀληθείας τῶν τῆς δικαιοσύνης καρπῶν ἐμφανῶς δειχθείσης, ἀπατωμένην παραπείθεσθαι φύλλοις τὴν ὄρεξιν τῶν τὴν παροῦσαν ζωὴν ὡς ὁδὸν παρατρεχόντων, ἀφέντων τοῦ Λόγου τὴν ἐδώδιμον εὐκαρπίαν. Διό φησιν οὐκ ἦν ὁ καιρὸς σύκων· ὁ χρόνος δηλαδὴ καθ᾽ ὃν ἐκράτει τῆς ἀνθρωπίνης φύσεως ὁ νόμος, οὐκ ἦν δικαιοσύνης καρπῶν, ἀλλ᾽ εἰκονιστικὸς τῶν ἐν δικαιοσύνῃ καρπῶν καὶ οἷον τῆς μελλούσης πάντων σωστικῆς θείας καὶ ἀπορρήτου χάριτος μηνυτικός· εἰς ἣν μὴ φθάσας ὁ (≡ 14Β_120≡> παλαιὸς διὰ τῆς ἀπιστίας ἀπώλετο λαός. Ἰσραὴλ γάρ, φησὶν ὁ θεῖος ἀπόστολος, διώκων νόμον δικαιοσύνης, τὸν ἐν σκιᾷ δηλονότι καὶ τύποις, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασε, τὸν ἐν Πνεύματι κατὰ Χριστὸν δηλαδὴ τελειούμενον. Ἢ πάλιν, ἐπειδὴ τῶν ἱερέων καὶ γραμματέων καὶ νομικῶν καὶ Φαρισαίων ἡ πληθύς, τὴν κενὴν νοσήσασα δόξαν διὰ τῆς τῶν εὐλαβῶς δῆθεν πεπλασμένων ἠθῶν ἐπιδείξεως, τῷ δοκεῖν μετιέναι δικαιοσύνην τὸν ἐκ τῆς οἰήσεως διέτρεφε τῦφον, συκῆν ἄκαρπον μόνοις κομῶσαν τοῖς φύλλοις εἶναί φησι τῶν εἰρημένων τὴν οἴησιν ὁ λόγος· ἣν ὁ τῆς σωτηρίας ὀρεγόμενος πάντων ἀνθρώπων καὶ πεινῶν αὐτῶν τὴν ἐκθέωσιν ὡς ἄκαρπον καταρώμενος ἀποξηραίνει, ὅπως, τοῦ δοκεῖν εἶναι δίκαιοι τὸ εἶναι μᾶλλον προκρίναντες, τὸν μὲν καθ᾽ ὑπόκρισιν τῆς ἠθικῆς ἐπιδείξεως ἐκδυσάμενοι χιτῶνα, τὸν ἐνάρετον δέ, καθὼς ὁ θεῖος βούλεται Λόγος, ἀνοθεύτως μετελθόντες, εὐσεβῶς τὴν ζωὴν διενέγκωσι, Θεῷ μᾶλλον τῆς ψυχῆς τὴν διάθεσιν ἢ τοῖς ἀνθρώποις τὸν ἐκτὸς ἐπιδεικνύμενοι περὶ τὰ ἤθη σχηματισμόν. Εἰ δὲ καὶ τῶν Χριστιανῶν ἐσμεν τοιοῦτοί τινες, τὴν εὐλάβειαν διὰ τῶν τρόπων σχηματιζόμενοι δίχα τῆς ἐπ᾽ ἔργοις δικαιοσύνης, ἐκδεξώμεθα τὸν Λόγον, ὡς φιλάνθρωπον ἡμῶν πεινῶντα τὴν σωτηρίαν, ἀποξηραίνοντα τῆς ψυχῆς τὸ τῆς κακίας σπέρμα, τὴν οἴησιν, μηκέτι φθορᾶς καρπὸν φέρουσαν τὴν ἀνθρωπαρεσκίαν. Ἔχετε, κατὰ τὴν ἐμὴν πενιχρὰν δύναμιν, τοῦ λόγου τὴν δύναμιν, κατὰ τὴν ἐκδοθεῖσαν ἀφήγησιν καλῶς πεινῶντα τὸν Κύριον χρησίμως τε τὴν συκῆν καταρώμενον καὶ εὐκαίρως ξηραίνοντα δείξασαν, ὡς ἐμποδιστικὴν τῆς ἀληθείας, εἴτε τὴν παλαιὰν κατὰ τὸν νόμον τῶν σωματικῶν τύπων παράδοσιν, εἴτε τὴν τῶν Φαρισαίων καὶ ἡμῶν ἐπὶ τοῖς ἤθεσιν οἴησιν. ΚΑ (21). ΠΕΡΙ ΤΟΥ" ΑΠΕΚΔΥΣΑΜΕΝΟΣ ΤΑΣ ΑΡΧΑΣ ΚΑΙ ΤΑΣ ΕΞΟΥΣΙΑΣ".
20.2
Κάϊν ἐστίν ὁ νόμος τῆς σαρκός, ὅν πρῶτον γεννᾷ παραβάς τήν θείαν ἐντολήν ὁ Ἀδάμ. Ἄβελ δέ ἐστι τό φρόνημα τοῦ πνεύματος, ὅν ὕστερον γεννᾷ μέν διά μετανοίας ὁ αὐτός, ἀποκτείνει δέ πρό τῆς τελείας ἕξεως τοῖς φυσικοῖς ἐμβαντεύοντα θεάμασιν ὁ Κάϊν· ὅν ἀποκτείνας, ἑπτά παρέλυσεν ἐκδικούμενα, φησίν ὁ Θεός. Τοῦτον πνεῦμα πονηρόν ἐν τοῖς Εὐαγγελίοις ὁ αὐτός προσηγόρευσε, καί τῶν αὐτοῦ πονηροτέρων ἑπτά πνευμάτων συμπαραληπτικόν. Τοῦτο δέ τυχόν ἐστιν ὁ φίλαυτος, ἤγουν γαστρίμαργος λογισμός, ᾧ παρέπεται πάντως ὁ τῆς πορνείας λογισμός, καί ὁ τῆς φιλαργυρίας, καί ὁ τῆς λύπης, καί ὁ τῆς ὀργῆς, καί ὁ τῆς ἀκηδίας, καί ὁ τῆς κενοδοξίας καί ὁ τῆς ὑπερηφανίας. Ὁ γοῦν ἀποκτείνας κατά τήν θείαν ψῆφον τόν Κάϊν, τουτέστι τήν γαστριμαργίαν, συναπέκτεινεν αὐτῇ καί τά δι' αὐτήν παρυφιστάμενα πάθη, κατά τό, Ὁ ἀποκτείνας Κάϊν, ἑπτά ἐκδικούμενα παραλύσει.
20.3
Λίθος ἡ πίστις ἐκλήθην, διά τό στεῤῥόν, ἄτρεπτόν τε καί βάσιμον, καί παντελῶς ἀκίνητον τῆς κατ᾿ αὐτήν ἀληθείας· καί μηδαμῶς ὑπεῖκον ψεύδους ἐπαναστάσεσιν. Ἐν χειρί δέ, διά τό κατ᾿ ἐνέργειαν πρακτικόν, καί πασῶν κατά περιγραφήν τῶν ἀρετῶν συνεκτικόν. Ἑπτά δέ ὀφθαλμούς ἔχουσα, διά τό διακριτικόν τε καί θεωρητικόν καί τῆς παντελοῦς τῶν ὑπό χρόνον ἀπταίστου γνώσεως περιεκτικόν καί τῆς ἀμιγοῦς, ὡς ἐν ἀριθμοῖς, ἑπταπλῆς τοῦ παναγίου Πνεύματος ἐνεργείας δεκτικόν.
20.4
Τό Ταῦ γράμμα σταυροῦ τύπος ἐστίν, ἐν τῷ σχήματι σώζων τοῦ σταυροῦ τήν ἐκτύπωσιν. Τό δέ Ἰῶτα, ὡς ἀκροστίχιον τοῦ Ἰησοῦ, τό φοβερόν ὄνομα σημαίνει. Τό δέ Ἦτα, ὡς ἀκροστίχιον καί αὐτό, ἀρετῆς ἦθος παραδηλοῖ παγιώτατον· ἅπερ πρός ἀριθμόν μυστικῶς μετεγκλώσας, θαῤῥῶν ἐξῆλθε κατά τῶν ἐναντίων δυνάμων Ἀβραάμ ὁ πατριάρχης, ὡς οἰκογενεῖς ἔχων τριακοσίους δέκα καί ὀκτώ· τουτέστι τόν τό πᾶν περιγράφοντα τῆς θεολογίας λόγον διά τοῦ τριακόσια, καί τό ἄῤῤητον μυστήριον τῆς θείας τοῦ Λόγου σαρκώσεως διά τούς δέκα· καί τόν τέλειον τῆς κατ᾿ ἀρετήν παγίας ἕξεως τρόπον διά τοῦ ὀκτώ· ἅπερ οἰκογενεῖς προσηγόρευσεν ὁ λόγος, ὡς τῆς καρδίας ὄντα τοῦ κτησαμένου θεῖα κατά χάριν γεννήματα.
20.5
Ὅτι κρατοῦντος ἐν ἡμῖν τοῦ λόγου φησίν, ἐξ ἀνάγκης ἡ πρός ἀρετήν αὐτῶ δουλωθεῖσα βασανίζεται σάρξ.
20.6
Διά τί δρέπανον ἐκάλεσεν;
20.7
Τίνες αἱ δύο τυγχάνουσιν ἐλαῖαι;
20.8
Ἀνθρώπους λέγει, τούς περί τόν λόγον· κτήνη δέ, τούς περί τήν ἐπιθυμίαν· βόας δέ, τούς περί τόν θυμόν· πρόβατα δέ τούς περί τήν θεωρίαν τῶν ὀρατῶν πταίοντας.
20.9
Τούς τρεῖς ἐνιαυτούς λέγει, τούς τρεῖς νόμους, τόν τε γραπτόν, καί τόν φυσικόν, καί τόν χάριτος, ἐχομένους ἀλλήλων. (14Γ_424> Ὁ τοίνυν τόν γραπτόν νόμον λαμβάνων σωματικῶς, ἀρεταῖς τήν ψυχήν οὐ διατρέφει· καί ὁ τοῖς λόγοις τῶν ὄντων οὐκ ἐπιβάλλων, τῇ ποικίλῃ τοῦ Θεοῦ σοφίᾳ τόν νοῦν οὐχ ἑστιᾷ φιλοτίμως· καί ὁ τό μέγα τῆς καινῆς χάριτος μή γινώσκων μυστήριον, τῇ ἐλπίδι τῆς μελλούσης θεώσεως οὐκ ἀγάλλεται. Οὐκοῦν ἡ ἔλλειψις τῆς κατά τόν γραπτόν νόμον πνευματικῆς θεωρίας ἔχει παρεπομένην αὐτῇ τήν ἔνδειαν τῆς κατά τόν φυσικόν νόμον νοουμένης ποικίλης σοφίας τοῦ Θεοῦ, ἐφεπομένην ἔχουσαν τῆς κατὰ τό καινόν μυστήριον χάριτι δοθησομένης θεώσεως πάντως τήν ἄγνοιαν.

Intertext edge

Open linked passage

Note