Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
PG 91 14ΒΓ
Maximus Confessor14 21 · pg-scrape-grcMore by Maximus Confessor
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/maximus-confessor" aria-label="More works by Maximus Confessor"> —
⋯
More
Original / primary: Pg Scrape Grc
21.1
ΕΡΩΤΗΣΙΣ ΚΑ' Τί ἐστιν ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τὰ ἑξῆς; Πῶς δὲ καὶ ἦν αὐτὰς ὅλως ἐνδυσάμενος, ἁμαρτίας χωρὶς γεγενημένος; Ἀπόκρισις. Ὁ κατὰ πάντα τρόπον ὁμοίως ἡμῖν, δίχα μόνης ἁμαρτίας, ἀτρέπτως ὑποδὺς τὴν ἡμετέραν φύσιν θεαρχικὸς Λόγος, τέλειος γενόμενος ἄνθρωπος, τὸν πρῶτον Ἀδὰμ εἶχε τοῖς κατὰ τὴν γένεσίν τε καὶ γέννησιν τρόποις φαινόμενον. Οἷον, ὁ πρῶτος ἄνθρωπος, ἐκ Θεοῦ τὸ εἶναι λαβὼν καὶ γενόμενος κατ᾽ αὐτὴν τοῦ εἶναι τὴν γένεσιν, φθορᾶς ἦν καὶ ἁμαρτίας ἐλεύθεροςοὐ γὰρ συνεκτίσθη αὐτῷ φθορὰ καὶ ἁμαρτίαὅτε δὲ τὴν ἐντολὴν παραβὰς ἥμαρτε, γέννησιν καταδικάζεται διὰ πάθους καὶ ἁμαρτίας συνισταμένην, ἐν τῷ δι᾽ αὐτὴν παθητῷ τῆς ἁμαρτίας ἐχούσης, ὡς ἐν νόμῳ, λοιπὸν κατὰ τὴν φύσιν τὴν γένεσιν· καθ᾽ ὃν οὐδείς ἐστιν ἀναμάρτητος, ὑποκείμενος φύσει τῷ νόμῳ τῆς μετὰ τὴν γένεσιν διὰ τὴν ἁμαρτίαν ἐπεισαχθείσης γεννήσεως. Ἐπειδὴ τοίνυν διὰ τὴν παράβασιν ἡ ἁμαρτία, διὰ δὲ τὴν ἁμαρτίαν τὸ παθητὸν κατὰ τὴν γέννησιν τῇ φύσει τῶν ἀνθρώπων ἐπεισῆλθεν, καὶ συνήκμαζεν ἀεὶ τῷ παθητῷ τῆς γεννήσεως διὰ τῆς ἁμαρτίας ἡ πρώτη παράβασις, οὐκ ἦν ἐλπὶς ἐλευθερίας, δεσμῷ πονηρῷ δεθείσης ἀλύτως κατὰ γνώμην τῆς φύσεως. Ὅσον γὰρ πρὸς τὴν οἰκείαν ἔσπευδε διὰ τῆς γεννήσεως σύστασιν ἡ φύσις, τοσοῦτον πλέον ἑαυτὴν τῷ νόμῳ τῆς ἁμαρτίας ἐπέσφιγγεν, ἐνεργουμένην ἔχουσα κατὰ τὸ παθητὸν τὴν παράβασιν. Ἐν αὐτῷ γὰρ τῷ παθητῷ διὰ τὴν φυσικὴν περίστασιν ἔχουσα τῆς ἁμαρτίας τὴν αὔξησιν, πασῶν εἶχε τῶν ἐναντίων (≡ 14Β_124≡> δυνάμεων ἀρχῶν τε καὶ ἐξουσιῶν κατὰ τὴν ἐν τῷ παθητῷ γενικὴν ἁμαρτίαν διὰ τῶν παρὰ φύσιν παθῶν ἐγκεκρυμμένας τοῖς κατὰ φύσιν πάθεσι τὰς ἐνεργείας· δι᾽ ὧν πᾶσα πονηρὰ δύναμις ἐνήργει, κατὰ τὸ παθητὸν τῆς φύσεως εἰς τὴν φθορὰν τῶν παρὰ φύσιν παθῶν τὴν γνώμην διὰ τῶν κατὰ φύσιν ἐλαύνουσα. Γενόμενος οὖν ὑπὲρ φιλανθρωπίας ὁ τοῦ Θεοῦ μονογενὴς Υἱὸς καὶ Λόγος τέλειος ἄνθρωπος, διὰ τὸ ταύτης τῆς πονηρᾶς ἐξελέσθαι τὴν τῶν ἀνθρώπων φύσιν ἀμηχανίας, ἐκ μὲν τῆς κατὰ τὴν γένεσιν τοῦ Ἀδὰμ πρώτης συστάσεως λαβὼν εἶχε δίχα τῆς ἀφθαρσίας τὸ ἀναμάρτητον, ἐκ δὲ τῆς ὕστερον διὰ τὴν ἁμαρτίαν ἐπεισαχθείσης τῇ φύσει γεννήσεως μόνον εἴληφε δίχα τῆς ἁμαρτίας τὸ παθητόν. Ἐπεὶ τοίνυν ἐν τῷ παθητῷ κατὰ τὸν Ἀδάμ, ὡς ἔφην, διὰ τὴν ἁμαρτίαν αἱ πονηραὶ δυνάμεις ἔσχον τὰς ἐνεργείας ἀφανῶς ἐγκεκρυμμένας τῷ περιστατικῷ νόμῳ τῆς φύσεως, εἰκότως ἐν τῷ Σωτῆρι Θεῷ τοῦ Ἀδὰμ θεωροῦσαι κατὰ φύσιν διὰ τὴν σάρκα τὸ παθητὸν καὶ δοκοῦσαι πρὸς ἀνάγκης περιστατικῶς ὡς ψιλὸν ἄνθρωπον καὶ τὸν Κύριον κεκτῆσθαι τὸν νόμον τῆς φύσεως, ἀλλ᾽ οὐχὶ κατὰ θέλησιν γνώμῃ κινούμενον, προσέβαλον, ἐλπίζουσαι κἀκεῖνον διὰ τοῦ κατὰ φύσιν πάθους τὸ παρὰ φύσιν πείθειν φαντάζεσθαι πάθος καί τι δρᾶν αὐταῖς ἐοικός· ὅς, διὰ τῆς πρώτης πείρας τῶν καθ᾽ ἡδονὴν πειρασμῶν συγχωρήσας τοῖς οἰκείοις αὐτὰς ἐμπαίζεσθαι δόλοις, ἐξεδύσατο ταύτας ἐξωθήσας τῆς φύσεως, ἀπρόσιτος μείνας αὐταῖς καὶ ἀνέπαφος, ἡμῖν προδήλως ἀλλ᾽ οὐχ ἑαυτῷ τὴν νίκην ποιούμενος· οἷς καὶ γέγονεν ἄνθρωπος προσάγων ὡς ἀγαθὸς ὅλον τὸ κατορθούμενον. Οὐ γὰρ αὐτὸς ἐδεῖτο πείρας, Θεὸς ὢν καὶ δεσπότης καὶ παντὸς πάθους κατὰ φύσιν ἐλεύθερος, ἀλλ᾽ ἵνα, τοῖς ἡμετέροις πειρασμοῖς τὴν πονηρὰν προσκαλούμενος δύναμιν, ἕληται τῇ προσβολῇ, νεκρώσας τὴν ἑλεῖν αὐτὸν ὡς ἐν ἀρχῇ τὸν Ἀδὰμ προσδοκήσασαν. (≡ 14Β_126≡> Οὕτω μὲν οὖν κατὰ τὴν πρώτην πεῖραν προσβαλούσας τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐξεδύσατο, πόρρω ποιήσας τῆς φύσεως, καὶ τὸ καθ᾽ ἡδονὴν παθητὸν ἰασάμενος, καὶ τὸ χειρόγραφον ἐν ἑαυτῷ τοῦ Ἀδὰμ τῆς τῶν καθ᾽ ἡδονὴν παθῶν γνωμικῆς συγκαταθέσεως ἀπαλείψας· δι᾽ οὗ τὴν γνώμην ὁ ἄνθρωπος ῥέπουσαν ἔχων πρὸς ἡδονὴν τὴν πονηρὰν καθ᾽ ἑαυτοῦ καὶ σιγῶν διὰ τῶν ἔργων ἀνεκήρυττε δεσποτείαν, τῷ τοῦ θανάτου φόβῳ τῆς καθ᾽ ἡδονὴν ἐνοχῆς οὐκ ἐλευθερούμενος. Ἐπειδὴ τοίνυν διὰ τῆς καθ᾽ ἡδονὴν πρώτης πείρας ἡττήσας τὰς πονηρὰς ἐματαίωσε δυνάμεις ἀρχάς τε καὶ ἐξουσίας ὁ Κύριος, καὶ δευτέραν αὐταῖς συγχωρεῖ ποιεῖσθαι προσβολὴν καὶ τὴν λειπομένην δι᾽ ὀδύνης καὶ πόνων πεῖραν τῶν πειρασμῶν προσαγαγεῖν, ἵνα τελείως κενώσας ἐν ἑαυτῷ τὸν φθαρτικὸν ἰὸν τῆς αὐτῶν πονηρίας ὡς πῦρ δαπανήσῃ, παντελῶς ἐξαφανίσας τῆς φύσεως, ἀπεκδυσάμενος κατὰ τὸν τοῦ θανάτου καιρὸν ἐν τῷ σταυρῷ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μείνας τοῖς πόνοις ἀνάλωτος, μᾶλλον δὲ φοβερὸς φανεὶς κατὰ τοῦ θανάτου, τὸ κατ᾽ ὀδύνην παθητὸν ἐξηλώσας τῆς φύσεως· ἧς ἀπορρέπουσαν διὰ τῆς δειλίας τὴν γνώμην ἔχων ὁ ἄνθρωπος διαπαντὸς φόβῳ θανάτου καὶ παρὰ γνώμην τυραννούμενος διὰ τὸ ζῆν τῆς καθ᾽ ἡδονὴν ἀντείχετο δουλείας. Ἐξεδύσατο μὲν οὖν ὁ Κύριος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας κατὰ τὴν πρώτην ἐν τῇ ἐρήμῳ πεῖραν τῶν πειρασμῶν, τὸ καθ᾽ ἡδονὴν παθητὸν τῆς ὅλης φύσεως ἰασάμενος· ἀπεξεδύσατο δὲ ταύτας πάλιν κατὰ τὸν καιρὸν τοῦ θανάτου, τῆς φύσεως ὁμοίως ἐξηλώσας τὸ κατ᾽ ὀδύνην παθητόν, τὸ ἡμῖν κατορθούμενον ἑαυτοῦ διὰ φιλανθρωπίαν ὡς ὑπευθύνου ποιούμενος, μᾶλλον δὲ τῶν κατορθουμένων τὸ κλέος ἡμῖν ὡς ἀγαθὸς λογιζόμενος. Ἐπειδὴ γὰρ ὁμοίως ἡμῖν λαβὼν χωρὶς ἁμαρτίας τὸ τῆς φύσεως (≡ 14Β_128≡> παθητόν, δι᾽ οὗ πέφυκεν ἐνεργεῖν τὰ ἑαυτῆς πᾶσα πονηρὰ καὶ ὀλέθριος δύναμις, ἐν τῷ καιρῷ τοῦ θανάτου καὶ ἐπ᾽ αὐτὸν ἐλθούσας ἐρεύνης χάριν ἀπεξεδύσατο, θριαμβεύσας τε καὶ παραδειγματίσας αὐτὰς ἐν τῷ σταυρῷ κατὰ τὴν ἔξοδον τῆς ψυχῆς, μηδὲν τὸ σύνολον εὑρούσας ἐν τῷ κατ᾽ αὐτὸν παθητῷ τῆς φύσεως ἴδιον, ὅτε μάλιστα προσεδοκοῦσαν διὰ τὸ φύσει κατὰ σάρκα παθητὸν εὑρεῖν τι πάντως ἀνθρώπινον, εἰκότως δι᾽ ἑαυτοῦ δυνάμει καὶ πᾶσαν ὡς διά τινος ἀπαρχῆς τῆς ἐξ ἡμῶν ἁγίας αὐτοῦ σαρκὸς τὴν φύσιν τῶν ἀνθρώπων τῆς ἐμφυρείσης αὐτῇ κατὰ τὸ παθητὸν κακίας ἠλευθέρωσεν, ὑποτάξας αὐτῷ τῷ τῆς φύσεως παθητῷ τὴν ἐν αὐτῷ ποτε, φημὶ δὲ τῷ παθητῷ, βασιλεύσασαν τῆς φύσεως πονηρὰν δυναστείαν. Ἦν μὲν καὶ ἄλλως τὸν περὶ τούτου λόγον μυστικώτερόν τε καὶ ὑψηλότερον θεωρῆσαι δυνατόν. Ἀλλ᾽ ἐπειδή, καθὼς ἴστε, τὰ τῶν θείων δογμάτων ἀπορρητότερα διὰ γραφῆς οὐ δεῖ κατατίθεσθαι, ἀρκεσθῶμεν τοῖς εἰρημένοις δυσωποῦσι φιλοπραγμονοῦσαν περὶ τούτου τὴν ἔννοιαν. Θεοῦ δὲ χαριζομένου καὶ τὸ κατ᾽ ὀφθαλμοὺς ὑμῶν ἀξιωθῆναι, τὴν ἀποστολικὴν διάνοιαν ἅμα φιλομαθῶς ἐξετάσομεν./* ΣΧΟΛΙΑ*/
21.2
Ὅτι ὁ πρός γένεσιν καί φθοράν τοῦ σώματος, φησίν, νόμος, ὕστερον ἐπεβλήθη τῇ φύσει τῶν ἀνθρώπων, καθ᾿ ὅν γεννῶμεν καί γεννώμεθα, διά τήν παράβασιν, μή φυλάξαντες τόν κατά τήν πρώτην ἐντολήν θεοποιόν νόμον τοῦ Πνεύματος. Ν (50). ΠΕΡΙ ΤΗΣ ΠΡΟΣΕΥΧΗΣ ΕΖΕΚΙΟΥ ΚΑΙ ΗΣΑΪΑ.
21.3
Διάληψις ἀποδεικτική τῆς ἰδιότητος τοῦ πνευματικοῦ χαρίσματος. Φόβου γάρ ἴδιον ἡ ἀποχή τῶν κακῶν· ἰσχύος δέ, ἡ πρᾶξις τῶν ἀγαθῶν· βουλῆς δέ, ἡ τῶν ἀντικειμένων διάκρισις· ἐπιστήμης δέ, ἡ τῶν καθηκόντων ἀνόθευτος εἴδησις· γνώσεως δέ, ἡ κατ᾿ ἐνέργειαν τῶν ἐν ταῖς ἀρεταῖς θείων λόγων περίληψις· συνέσεως δέ, ἡ πρός τά γνωσθέντα διόλου τῆς ψυχῆς συνδιάθεσις· σοφίας δέ, ἡ πρός Θεόν ἀδιάγνωστος ἕνωσις, καθ᾿ ἥν τοῖς ἀξίοις ἡ ἔφεσις ἀπόλαυσις γίνεται, μεθέξει ποιοῦσα θεόν τόν μετέχοντα καί τῆς θείας αὐτόν ὑποφήτην καθιστῶσα μακαριότητος, κατά τήν ἀέναον πρός τούς δεομένους τῶν θείων μυστηρίων ἀνεκπόμπευτον προβολήν καί διέξοδον.
21.4
Ὁ ἑκατόν ἀριθμός, τῆς θείας τῶν ἐντολῶν δεκάδος ἐστί δεκαπλασιασμός· πασῶν γάρ ἐστι καθ᾿ ἑκάστην ἐνεργουμένην δι᾿ ἀλλήλων τελεία περίληψις. Ἡ δέ δι᾿ ἀλλήλων τῶν θείων ἐντολῶν καθ᾿ ἑκάστην ἐνεργουμένη περίληψίς ἐστιν, ἡ παντελής καί ὁλόκληρος ἀρετή. Ἀρετή δέ τελεία ἐστίν ἡ σοφία. Σοφία δέ ἐστιν ἄπταιστος γνῶσις τῆς ἀληθείας. Ὁ τοίνυν ἀπταίστως γνοὺς τήν ἀλήθειαν ἑκατονταετής γέγονε κατά τόν μέγαν Ἀβραάμ, κατανοῶν καί αὐτός τό ἑαυτοῦ σῶμα νενεκρωμένον· τουτέστιν, ἀπογενομένην ὁρᾷ τήν κατ᾿ αἴσθησιν ζωήν, καί γεννᾷ τήν ἐν Πνεύματι ζῶσαν χαράν. Τοῦτο γάρ Ἰσαάκ ἑρμηνεύεται. Προνοίας οὖν ἐστι μή μόνον φυλάξαι κατά τὸν ἑαυτῆς λόγον τήν φύσιν, ἀλλά καί ποιῆσαι θείαν, ταῖς ἀρεταῖς τελείως ποιωθεῖσαν τήν γνώμην κατά τήν ἐπίκτητον σοφίαν, μεθ᾿ ἧς ἡ φύσις θεωρουμένη, τόν τριακόσια πέφυκεν ἀποτελεῖν ἀριθμόν.
21.5
Ψυχῆς ἡ σάρξ, ἀλλ᾿ οὐ σαρκός ἡ ψυχή. Τοῦ γάρ κρείττονός φησι τόν ἧττον· ἀλλ᾿ οὐ τοῦ ἥττονος τό κρεῖττον. Οὐκοῦν ἐπειδή τῇ σαρκί διά τήν παράβασιν ἐνεφύρη τῆς ἁμαρτίας ὁ νόμος, ὅπερ ἐστίν ἡ κατ᾿ αἴσθησιν ἡδονή, δι᾿ ἥν διά πόνων κατεκρίθη τῆς σαρκός ὁ θάνατος, εἰς τήν τοῦ νόμου τῆς ἁμαρτίας ἀναίρεσιν ἐπινενοημένος· ὁ διαγνούς ὅτι διά τήν ἁμαρτίαν, εἰς τήν αὐτῆς ἀναίρεσιν ἐπεισῆλθεν ὁ θάνατος, ἀεί χαίρουσαν ἔχει τήν ψυχήν διά πόνων ποικίλων θεωμένην ἀπογινόμενον τῆς οἰκείας σαρκός τόν νόμον τῆς ἁμαρτίας, πρός ὑποδοχήν τῆς μελλούσης ἐν πνεύματι μακαρίας ζωῆς· ἧς ἄλλως οὐκ ἔστι τυχεῖν, μή πρότερον κενωθέντος ὡς ἐξ ἀγγείου τινός τῆς σαρκός ἐν τῇ παρούσῃ ζωῇ κατά τήν πρός αὐτήν σχέσιν τῆς γνώμης τοῦ νόμου τῆς ἁμαρτίας.
21.6
Ὅτι συμφύρεται ταῖς πρακτικαῖς τῆς ψυχῆς δυνάμεσιν ὁ Λόγος, ὥσπερ τό δρέπανον τῇ χειρί τοῦ θερίζοντος, πρός ἀναίρεσιν παθῶν, καί συγκομιδήν ἀρετῶν.
21.7
Ἀνακεφαλαίωσις τῶν θεωρηθέντων ὁριστική καί σύντομος.
21.8
Ὅτι καί τήν ἑκάστου ψυχήν ἡ Νινευή σημαίνει.
21.9
Ὁ πνευματικῶς μή νοῶν τόν νόμον, κἄν ἀποθανόντα ἔχῃ τόν νόμον διά τό μή λατρεύειν σωματικῶς, ἀλλά τά χαμαίζηλα ἔχει τοῦ νόμου νοήματα· τά τέκνα τοῦ Σαούλ περιέπει καί τά ἔκγονα· διό τῷ λιμῷ τῆς γνώσεως βασανίζεται.

Intertext edge

Open linked passage

Note