PG 91 14ΒΓ
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/maximus-confessor" aria-label="More works by Maximus Confessor">
—
⋯
Original / primary: Pg Scrape Grc
24.1
ΕΡΩΤΗΣΙΣ ΚΔ' Τί ἐστι τὸ ἐν ταῖς Πράξεσι περὶ τοῦ Πέτρου κείμενον διελθόντες πρώτην φυλακὴν καὶ δευτέραν, ἤλθομεν ἐπὶ τὴν πύλην τὴν σιδηράν; Ἀπόκρισις. Ὁ πιστὸς κατὰ τὸν ἅγιον Πέτρον καὶ πρακτικὸς νοῦς, ὑπὸ Ἡρῴδου κρατούμενος, τοῦ δερματίνου νόμουδερμάτινος γὰρ ὁ Ηρῴδης ἑρμηνεύεται, ὅπέρ ἐστι τὸ φρόνημα τῆς σαρκός, ὑπὸ δύο συγκλείεται φυλακὰς καὶ μίαν πύλην σιδηράν, πολεμούμενος ἔκ τε τῆς τῶν παθῶν ἐνεργείας καὶ τῆς κατὰ διάνοιαν ἐπὶ τοῖς πάθεσι συγκαταθέσεως· ἅστινας καθάπερ φυλακάς, ἤγουν εἱρκτάς, διὰ τοῦ λόγου τῆς πρακτικῆς φιλοσοφίας ὡς δι᾽ ἀγγέλου διαπεράσας, ἔρχεται ἐπὶ τὴν πύλην τὴν σιδηράν, τὴν φέρουσαν εἰς τὴν πόλιν, τὴν πρὸς τὰ αἰσθητὰ λέγω τῶν αἰσθήσεων στερρὰν καὶ ἀπότομον καὶ δυσκαταμάχητον σχέσιν· ἣν ὁ τῆς φυσικῆς ἐν πνεύματι θεωρίας διανοίγων λόγος, αὐτοματὶ πρὸς τὰ συγγενῆ νοητὰ λοιπὸν ἀφόβως τὸν νοῦν παραπέμπει, τῆς Ἡρῴδου μανίας ἐλεύθερον./* ΣΧΟΛΙΟΝ.*/
24.2
Τυφλήν ἔχει τήν πίστιν, φησίν, ὁ τά κατά τήν πίστιν θεῖα προστάγματα μή ἐργαζόμενος. Εἰ γάρ φῶς εἰσι τά τοῦ Κυρίου προστάγματα, δῆλον ὅτι δίχα θείου φωτός ἐστιν, ὁ μή πράττων τά θεῖα προστάγματα, καί ψιλήν, ἀλλ᾿ οὐκ ἀληθῆ τήν τῆς πίστεως ἐπιφέρεται κλῆσιν.
24.3
Ἀνάρχου βασιλείας ἐστίν εἰκών ἡ τοῦ νοῦ περί τήν ἀληθῆ γνῶσιν ἀτρεψία καί ἡ τῆς αἰσθήσεως περί τήν ἀρετήν ἀφθαρσία, τῆς ψυχῆς καί τοῦ σώματος κατά τήν ἐν πνεύματι πρός τόν νοῦν τῆς αἰσθήσεως μεταποίησιν μόνῳ τῷ θείῳ νόμῳ τοῦ πνεύματος ἀλλήλοις συνδεδεμένων, καθ' ὅν τήν ἀεικίνητον τοῦ λόγου καί ζῶσαν διαπαντός ἔχουσι διϊκνουμένην ἐνέργειαν, ἐν ᾗ πᾶσα παντελῶς ἄπεστι πρός τό θεῖον ἀπέμφασις.
24.4
Ὁ τάς ποιητικάς τῶν παθῶν καί τῶν πραγμάτων στερήσεως συμβάσεις οὐκ ἀσπαζόμενος, ἀφ᾿ ὧν μή δεῖ τάς ἀποφυγάς ποιεῖται. ΝΘ (59). ΠΕΡΙ ΗΣ ΣΩΤΗΡΙΑΣ ΕΞΕΖΗΤΗΣΑΝ ΚΑΙ ΕΞΕΡΕΥΝΗΣΑΝ ΠΡΟΦΗΤΑΙ. (14Γ_160>
24.5
Κλέπτης ἐστί, φησί, καί ὁ τήν ἀρετῶν τῶν ἠθῶν ἀπατηλήν (14Γ_256> διάπλασιν ὑποκρινόμενος· καί τῷ φαινομένῳ σχήματι, τήν λανθάνουσαν συγκαλύπτων τῆς γνώμης πονηρίαν.
24.6
Ἄλλης θεωρίας τρόπος ἰδικός, εἰς τήν ἑκάστου ψυχήν ἀναφέρων, τήν τε λυχνίαν καί τά τῆς λυχνίας.
24.7
Ὁ κατασαρκούμενος κατά τό γράμμα τοῦ νόμου ταῖς ἐναίμοις θυσίαις, ποθουμένην ἄγνοιαν ἔχει, πρός μόνην σαρκός ἡδονήν τήν ἐντολήν ἐκδεχόμενος.