PG 91 14ΒΓ
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/maximus-confessor" aria-label="More works by Maximus Confessor">
—
⋯
Original / primary: Pg Scrape Grc
25.1
ΕΡΩΤΗΣΙΣ ΚΕ' Τί ἐστι θέλω ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός, καὶ πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ· πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ καταισχύνει τὴν κεφαλὴν αὐτῆς· ἓν γὰρ καὶ τὸ αὐτό ἐστι τῇ ἐξυρημένῃ; Καὶ τί πάλιν ἐστὶ τὸ διὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους; Ἀπόκρισις. Ἰστέον ὅτι παντὸς ἀνδρὸς εἰπὼν ὁ θεῖος ἀπόστολος εἶναι κεφαλὴν τὸν Χριστὸν πιστοῦ δηλονότι κατὰ τὴν πρᾶξιν τῶν θείων ἐντολῶν καὶ τὴν θεωρίαν τῶν εὐσεβῶν δογμάτων ἀνδρὸς ἀπεφήνατο κεφαλὴν εἶναι τὸν Χριστόν, τῆς περιεκτικῆς σημασίας οὐ συμπερικλειούσης τῷ λόγῳ καὶ τοὺς ἀπίστους ἄνδρας. Πῶς γὰρ καὶ εἴη κεφαλὴ τῶν μὴ πιστευόντων ὁ Χριστός; Οὐκοῦν κατὰ μίαν ἐπιβολήν, τῷ τῆς ἀναγωγῆς προσβαίνοντες λόγῳ, φαμὲν ἄνδρα εἶναι τὸν πρακτικὸν νοῦν, κεφαλὴν ἔχοντα τὸν λόγον τῆς πίστεως· πρὸς ὃν ὡς Χριστὸν ἀφορῶν, ταῖς τῶν ἐντολῶν χάρισιν ᾠκοδομημένον διὰ τῆς πράξεως τὸν οἰκεῖον συνίστησι βίον ὁ νοῦς, μὴ καταισχύνων τὴν κεφαλὴν αὐτοῦ, τουτέστι τὴν πίστιν, τινὶ τῶν ἐκτὸς κατὰ τὴν ὕλην ἐπικαλυμμάτων, ἐκ τοῦ μηδὲν ὑπεράνω τῆς πίστεως τιθέναι τῶν προσκαίρων καὶ λυομένων. Γυναῖκα δὲ τοῦ τοιούτου νοὸς εἶναί φαμεν αὐτὴν τὴν ἕξιν τῆς πράξεως, πολλοῖς καὶ διαφόροις κομῶσάν τε καὶ κατακεκαλυμμένην πρακτικοῖς λογισμοῖς τε καὶ (≡ 14Β_154≡> ἤθεσι, μᾶλλον δὲ αὐτὸν τὸν νοῦν ὡς κεφαλὴν ἰδίαν κατὰ τὴν τῶν τοιούτων λογισμῶν τε καὶ τρόπων πύκνωσιν καὶ εὐπρέπειαν ἔχουσαν κεκαλυμμένον. Χριστὸν δέ φαμεν εἶναι τὴν ἐνυπόστατον πίστιν, ἧς κεφαλὴ σαφῶς ἐστιν ὁ Θεός, πρὸς ὃν ἄγει τῆς πίστεως ὁ λόγος, δεικνὺς τῷ ἀναγομένῳ τὸν ἐν ᾧ κατὰ φύσιν ὑπάρχει Θεόν. Καὶ πάλιν ἀνήρ ἐστιν ὁ τῆς φυσικῆς ἐν πνεύματι θεωρίας ἐπιμελούμενος νοῦς, κεφαλὴν ἔχων τὸν κατὰ πίστιν ἐκ τῆς τῶν ὁρωμένων διακοσμήσεως γενεσιουργὸν τοῦ παντὸς λόγον διαδεικνύμενον, ὃν οὐ καταισχύνει καλύπτων καὶ οἷον ὑποτιθείς τινι τῶν ὁρωμένων ὁ νοῦς καὶ ἄλλο τὸ παράπαν αὐτοῦ ποιούμενος ὑψηλότερον. Γυνὴ δὲ τοῦ τοιούτου νοός ἐστιν ἡ σύνοικος αἴσθησις, δι᾽ ἧς ἐπιβατεύει τῇ φύσει τῶν αἰσθητῶν καὶ τοὺς ἐν αὐτοῖς θειοτέρους ἀναλέγεται λόγους, μὴ συγχωρῶν τῶν λογικῶν αὐτὴν ἀποκαλυφθεῖσαν ἐπιβλημάτων ἀλογίας γενέσθαι καὶ ἁμαρτίας ὑπουργόν, τοῦ νοὸς εἰς κεφαλὴν διὰ τῆς τῶν θειοτέρων λόγων ὡς ἐπικαλυμμάτων ἀποβολῆς ἀνταλλαξαμένην τῆς ἀλογίας τὸ πάθος. Κεφαλὴ δὲ Χριστοῦ, τουτέστι τοῦ κατὰ πίστιν διὰ τῆς κατὰ φύσιν τῶν γεγονότων θεωρίας ἀναλόγως τοῖς οὖσι διαφαινομένου δημιουργικοῦ λόγου, ἔστιν ὁ κατ᾽ οὐσίαν αὐτὸν γεννῶν ἀπόρρητος νοῦς· πρὸς ὃν ὁ Λόγος δι᾽ ἑαυτοῦ τὸν ἀναγόμενον διὰ τῆς τῶν ὄντων εὐσεβοῦς θεωρίας καθίστησι νοῦν, χορηγῶν αὐτῷ συμμέτρους κατὰ τὴν γνῶσιν τῶν ὁρατῶν τὰς νοητὰς τῶν θείων ἐμφάσεις. Καὶ αὖθις ἀνήρ ἐστιν ὁ τῆς μυστικῆς θεολογίας ἐντὸς γενόμενος νοῦς, κεφαλὴν ἔχων ἀκατακάλυπτον τὸν Χριστόν, τουτέστι τὸν ταῖς ἀναποδείκτοις μυσταγωγίαις ἀγνώστως νοούμενον, ἢ κυριώτερον εἰπεῖν, ἀνοήτως γινωσκόμενον λόγον τῆς πίστεως, ὑπὲρ ὃν οὐδὲν τίθεται τῶν ὄντωνοὐκ αἴσθησιν οὐ λόγον οὐ νοῦν οὐ νόησιν οὐ γνῶσιν οὐ γινωσκόμενον οὐ νοούμενον οὐ (≡ 14Β_156≡> λεγόμενον οὐκ αἰσθητὸν οὐκ αἰσθανόμενονὁ τὴν ἐπαινετὴν καὶ ὑπερέχουσαν ἑαυτοῦ τε καὶ τῶν ὄντων παντελῆ καὶ διαφερόντως θεοποιὸν στέρησιν συνασκούμενος νοῦς. Γυνὴ δὲ τοῦ τοιούτου νοός ἐστιν ἡ πάσης αἰσθητῆς φαντασίας καθαρεύουσα διάνοια, καθάπερ κεφαλὴν ἔχουσα τὸν νοῦν, ταῖς ἀνάρχοις καὶ ὑπὲρ νόησιν τῶν ἀρρήτων καὶ ἀγνώστων δογμάτων ἐπιβολαῖς πεπυκασμένον. Κεφαλὴ δὲ Χριστοῦ, τουτέστι τοῦ καθ᾽ ὑπεροχὴν μυστικῶς ἀποπεφασμένου λόγου, ἔστιν ὁ πάντων ἀπολύτως κατὰ πάντα τρόπον ἀπείρως ἐξῳκισμένος Νοῦς, ὃν ὡς φύσει Νοῦ Λόγος ὑπάρχων ὁ Χριστὸς νοούμενος ποιεῖ γνωστὸν τοῖς ἀξίοις. Ὁ γὰρ ἑωρακὼς ἐμέ, φησίν, ἑώρακε τὸν Πατέρα. Καὶ γὰρ ἀληθῶς ἡ τοῦ Λόγου νόησις ἀρίδηλος τοῦ γεννήσαντος αὐτὸν Νοῦ καθέστηκε γνῶσις, ὡς ἐν ἑαυτῷ δεικνύντος ὑφιστάμενον κατ᾽ οὐσίαν τὸν Νοῦν, πρὸς ὃν ἀνάγει τὸν ἐφιέμενον τῆς πρὸς Θεὸν κατὰ χάριν ταὐτότητος νοῦν, ἀπολυθέντα τῆς ἐν πλήθει τῶν ὄντων κατὰ τὴν νόησιν διαφορᾶς καὶ ποσότητος καὶ εἰς θεοειδῆ μονάδα συναχθέντα τῇ ταὐτότητί τε καὶ ἁπλότητι τῆς περὶ Θεὸν ἐπιτατικῆς ἀεικινησίας. Πᾶς τοιγαροῦν πρακτικὸς νοῦς προσευχόμενος ἢ προφητεύων, τουτέστι τῶν ἀρετῶν ἐξαιτούμενος λόγους οὕτω γὰρ νοητέον τὸ προσευχόμενοςἢ τοὺς αὐτῶν τοῖς ἔργοις ἐκφαίνων τρόπουςοὕτω γὰρ ἐκληπτέον τὸ προφητεύων,, μόνον ὁρᾶν ὤφειλε γυμνὸν τὸν τῆς πίστεως λόγον, μηδὲν νοῶν ἢ λογιζόμενος ἢ ποιῶν κατὰ πρόσκλησιν ἐπικαλύπτων τὴν κεφαλήν, ὑπὲρ αὐτὴν ἄλλό τι τιθέμενος. Καὶ πᾶσα γυνή, τουτέστι πρακτικοῦ νοὸς ἕξις, προσευχομένη ἢ προφητεύουσα ἤγουν κατὰ διάθεσιν ἀφανῶς κινουμένη ἢ τοῖς ἐκτὸς ἤθεσι διαπλάττουσα τὴν ἀρετὴν ἄνευ λογικῆς διακρίσεως, καταισχύνει τὴν (≡ 14Β_158≡> κεφαλὴν αὐτῆς, πρὸς πάθος μετερχομένη τὸ ἀγαθόν, οἷα τοῦ καλλωπίζοντος, ὡς ἐπιβλήματος, ἐστερημένη λόγου. Καὶ πᾶς νοῦς τὴν φυσικὴν ἀσκούμενος θεωρίαν, προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων, τουτέστι γνωστικῶς τοὺς τῶν ὄντων λόγους ἐπιζητῶν ἢ τούτους διδασκαλικῶς ἄλλοις παραδιδοὺς μετὰ τῆς πρὸς ἄλλό τι καθ᾽ οἱονδήποτε τρόπον ῥοπῆς ἄνευ τοῦ κατ᾽ εὐσέβειαν σκοποῦ, καταισχύνει τὴν κεφαλὴν αὐτοῦ, ὡς ὑπερθέμενός τι τῶν παρερχομένων τῆς ὀρθῆς κατ᾽ εὐσέβειαν γνώσεως. Καὶ πᾶσα γυνή, τουτέστιν αἴσθησις, φυσικῶς τοῖς αἰσθητοῖς προσβάλλουσα, κατὰ κεφαλῆς μὴ ἔχουσα τοὺς νοεροὺς τῶν ὁρωμένων λόγους αὐτὴν περικαλύπτοντας, καταισχύνει τὴν κεφαλὴν αὐτῆς, πρὸς πάθος διὰ τὴν φυσικὴν σχέσιν τὴν τῶν ὁρωμένων ἐπερχομένη θεωρίαν. Καὶ πᾶς νοῦς μυστικῆς γενόμενος ἐραστὴς θεολογίας, προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων, τουτέστι ταῖς ἀδύτοις ἐμβατεύων ἀγνώστως θεωρίαις ἢ διδάσκων καὶ μυσταγωγῶν ἄλλους πρὸς θεολογίαν, εἴ τινα μορφὴν σχοίη νοήσεως, τὸν ὑπὲρ νόησιν λόγον μυσταγωγούμενος ἢ μυσταγωγῶν, καταισχύνει τὴν κεφαλὴν αὐτοῦ, τὸν ἁπλοῦν καὶ ὑπερέκεινα πάσης νοήσεως ὑποθείς τινι τῶν ὄντων καὶ γινωσκομένων, δέον πάσης αὐτὸν γυμνὸν ἐννοίας καὶ γνώσεως ἀνομμάτως ὁρᾶν τὸν ἀληθῆ Θεὸν Λόγον, γινώσκοντα σαφῶς ὡς ἐπὶ Θεοῦ μᾶλλον αἱ καθ᾽ ὑπεροχὴν στερήσεις ἀληθεύουσι, ποσῶς μηνύουσαι τὴν θείαν θέσιν διὰ τῆς τῶν ὄντων παντελοῦς ἀφαιρέσεως. Καὶ πᾶσα γυνή, διάνοια τοῦ τοιούτου νοός, προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ, τουτέστιν ἄφετος τῆς ἐπ᾽ αὐτῇ πολλοῖς πεπυκνωμένης μυστικοῖς θεωρήμασι νοερᾶς δυνάμεως, καταισχύνει τὴν κεφαλὴν αὐτῆς, ἀποβαλομένη τήν, ὡς κεφαλὴν καλύπτουσαν τὸν νοῦν, θείαν καὶ ἀπόρρητον γνῶσιν. Πᾶς οὖν ἀνήρ, ἤγουν νοῦς πρακτικὸς ἢ φυσικὸς ἢ θεολογικός, προσευχόμενος ἢ προφητεύων, τουτέστι διδασκόμενος ἢ διδάσκων, ἀκατακάλυπτον ἐχέτω τὴν κεφαλήν, τὸν Χριστόν, ὁ (≡ 14Β_160≡> μὲν πρακτικός, μηδὲν πίστεως καὶ ἀρετῆς προκρίνων, ὁ δὲ φυσικός, μηδένα τοῦ πρώτου Λόγου ποιούμενος ἄλλον ἀνώτερον, ὁ δὲ θεολογικός, τὸν ὑπὲρ νόησιν καὶ γνῶσιν καθ᾽ ὁτιοῦν μὴ σχηματίζων ταῖς διὰ τῶν ὄντων νοήσεσι. Καὶ πᾶσα γυνή, τουτέστιν ἕξις πρακτικοῦ ἢ αἴσθησις φυσικοῦ ἢ σοφὴ διάνοια θεολογικοῦ νοός, κατακαλυπτέσθω τὴν κεφαλήν, ἡ μὲν πρακτικὴ ἕξις, τῶν ποιητέων καὶ οὐ ποιητέων ἐπικειμένην ἔχουσα τὴν τοῦ λόγου διάκρισιν, ἡ δὲ αἴσθησις, τὴν ἐπὶ τοῖς ὁρωμένοις ἐπιστημονικὴν τοῦ λόγου δύναμιν, ἡ δὲ διάνοια, τὴν παντελῶς ἀναπόδεικτον τῶν ὑπὲρ νόησιν γνῶσιν. Πᾶσα γὰρ ἕξις ἢ αἴσθησις ἢ διάνοια, μὴ καλυπτομένη κατὰ τὸν ἀποδοθέντα τρόπον, οὐδὲν διαφέρει τῆς ἐξυρημένης, τουτέστι τῆς μηδένα λόγον ἐχούσης ἀρετῆς ἢ θεοσεβείας ἢ γνώσεως μυστικῆς καὶ θείας ἀγάπης. Ὀφείλει γοῦν ἔχειν καὶ διὰ τὸ εἰκὸς πᾶσα τοιαύτη γυνὴ τὴν ἐξουσίαν τοῦ λόγου διαπαντὸς ἐπὶ τῆς κεφαλῆς, λέγω δὲ τὴν λογικὴν ἐπιστασίαν, καὶ μάλιστα διὰ τοὺς ἀγγέλους τοὺς θεωμένους ἡμῶν τά τε φανερὰ καὶ ἀφανῆ κινήματα καὶ ἀπογραφομένους πᾶν νόημα καὶ ποίημα πρὸς ἔπαινον ἢ ἔλεγχον ἡμῶν ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς διαγνώσεως, καὶ διὰ τοὺς κατὰ συνείδησιν λογισμούς, καὶ αὐτοὺς ἀγγέλους τροπικῶς νοουμένους, ἐπὶ τοῖς γινομένοις παρ᾽ ἡμῶν κατηγοροῦντας ἢ καὶ ἀπολογουμένους νῦν τε καὶ ὕστερον κατὰ τὴν ἡμέραν τῆς κρίσεως, καὶ διὰ τοὺς πονηροὺς ἀγγέλους τοὺς φυλαττομένους ἡμῶν καὶ ἕξιν καὶ αἴσθησιν καὶ διάνοιαν, ἵνα, ἐπὰν ἴδωσι γυμνωθεῖσαν τῆς λογικῆς τε καὶ νοερᾶς διακρίσεως καὶ εὐσεβείας καὶ γνώσεως, ἐπιθῶνται τὴν τῶν ἐναντίων αὐταῖς δημιουργοῦντες γένεσιν, ἀδιακρισίαν λέγω καὶ ἀσέβειαν καὶ ἄγνοιαν, δι᾽ ὧν κακίαν καὶ πλάνην καὶ ἀθεΐαν ἐνεργεῖν οἱ πονηροὶ πεφύκασι δαίμονες. Κεφαλὴ δὲ Χριστοῦ ὁ Θεὸς εἴρηται, ὡς Λόγου φύσει Νοῦς κατ᾽ αἰτίαν ἀρχή. (≡ 14Β_162≡>/* ΣΧΟΛΙΑ*/
25.2
Εἰ τάς ἐνεργείας τοῦ Πνεύματός φησιν, ὀφθαλμούς Κυρίου προσηγόρευσεν ὁ λόγος, ὁ μή τούτους τῇ πράξει τῶν ἐντολῶν διανοίγων, ἐπιβλέποντα τόν Θεόν ἐπ᾿ αὐτόν οὐκ ἔχει. Δι᾿ ἄλλων γάρ, ὡς εἰκός, ἐπισκοπεῖν ὀφθαλμῶν τούς ἐπί γῆς οὐ πέφυκεν ὁ Θεός, εἴπερ θείας ὁράσεως ἀκτίς ἐστιν ὁ κατ᾿ ἀρετήν ἡμῶν φωτισμός.
25.3
Ἐνεργουμένην ἐπιθυμίαν φασίν εἶναι τήν ἡδονήν, εἴπερ παρόν ἀγαθόν κατά τόν αὐτῆς ἐστιν ὁρισμόν. Ἀνενέργητον δέ ἡδονήν τήν ἐπιθυμίαν, εἴπερ μέλλον ἀγαθόν κατά τόν αὐτῆς ἐστιν ὁρισμόν. Τόν δέ θυμόν, μανίας μελετωμένης κίνησιν· καί τήν μανίαν θυμόν ἐνεργούμενον. Ὁ γοῦν ταύτας συνυποτάξας τῷ λόγῳ τάς δυνάμεις, εὑρήσει τήν μέν ἐπιθυμίαν αὐτῷ γινομένην ἡδονήν κατά τήν ἐν χάριτι πρός τό θεῖον τῆς ψυχῆς ἄχραντον συμπλοκήν· τόν δέ θυμόν, ζέσιν ἀκήρατον τῆς περί τό θεῖον ἡδονῆς φρουρητικήν, καί σώφρονα μανίαν, τῆς κατά τήν ἔφεσιν τῆς ψυχῆς περί τό θεῖον θελκτικῆς δυνάμεως ἀπό τῶν ὄντων τελείως ἐκστατικήν. Οὐκοῦν ἕως ἐν ἡμῖν ὁ κόσμος ζῇ κατά τήν πρός τά ὑλικά τῆς ψυχῆς ἑκούσιον σχέσιν, οὐ δεῖ ταύταις παρέχειν ἐλευθερίαν ταῖς δυνάμεσι· μήπως μιγεῖσαι τοῖς αἰσθητοῖς ὡς ὁμοφύλοις, πολεμήσωσι τήν ψυχήν, καί λάβωσιν αὐτήν δορυάλωτον γεγενημένην τοῖς πάθεσιν, ὡς πάλαι τήν Ἱερουσαλήμ οἱ Βαβυλώνιοι. Τόν γάρ αἰῶνα, καθ᾿ ὅν τούς ἀλλοφύλους παῖδας ὁ νόμος δουλεύειν ἐκέλευσε, τήν πρός τόν κόσμον τοῦτον, ἤγουν τήν παροῦσαν ζωήν γνωμικήν τῆς ψυχῆς ἐσήμανε σχέσιν ὁ λόγος, διά τῶν ἱστορουμένων παραδεικνύς τά νοούμενα.
25.4
Ὁ κατά μόνην τήν ἐν λόγοις προφοράν γνῶσιν ὑποκρινόμενος, φησί, πρός δόξαν ἰδίαν τήν τῶν ἀκουόντων κλέπτει διάνοιαν· καί ὁ τοῖς ἤθεσι τήν ἀρετήν ὑποκρινόμενος, πρός δόξαν ἰδίαν κλέπτει τήν τῶν θεωμένων ὅρασιν· καί δι᾿ ἀπάτης ἀμφότεροι κλέπτοντες πλανῶσιν, ὁ μέν, διάνοιαν ψυχῆς τῶν ἀκουόντων· ὁ δέ τῶν θεωμένων σώματος αἴσθησιν.
25.5
Τίς ὁ λύχνος;
25.6
Ὁ κατά φύσιν λόγος, φησί, διά μέσων τῶν ἀρετῶν πρός τόν νοῦν ἀνάγειν πέφυκε τόν ἐπιμελούμενον πράξεως· ὁ δέ νοῦς, πρός τήν σοφίαν εἰσάγει διά θεωρίας τόν ἐφιέμενον γνώσεως· τό δέ παράλογον πάθος, πρός τήν αἴσθησιν πείθει κατασύρεσθαι τόν ἀμελοῦντα τῶν ἐντολῶν· ἧς τέλος ἐστί, τό πρός τήν ἡδονήν καθηλωθῆναι τόν νοῦν.
25.7
Ὁ μέν σωματικῶς, φησί, κατά νόμον λατρεύων, καθάπερ ὅλην γεννᾷ τήν κατ᾿ ἐνέργειαν ἁμαρτίαν· καί ὡς εἶδος, τήν ἐπ᾿ αὐτῇ κατά νοῦν συγκατάθεσιν ταῖς προσφόροις ἡδοναῖς τῶν αἰσθήσεων ὑλικῶς διαπλάττεται. Ὁ δέ πνευματικῶς τήν Γραφήν ἐκδεχόμενος, ὡς μέν ὕλην, τήν ἐνέργειαν· ὡς εἶδος δέ, τῆς ἁμαρτίας τήν συγκατάθεσιν μετά τῶν κατά παράχρησιν πρός ἡδονήν τῆς αἰσθήσεως τρόπων, ὡς υἱούς καί υἱωνούς τοῦ νομικοῦ γράμματος θανατοῖ διά τῶν φυσικῶν λογισμῶν ἐν τῷ ὕψει τῆς θεωρίας. (14Γ_426> 26. Ὅτι χωρίς φυσικῆς θεωρίας, οὐδείς τήν πρός τά θεῖα τῶν νομικῶν συμβόλων ἀπέμφασιν διαγινώσκει.