PG 91 14ΒΓ
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/maximus-confessor" aria-label="More works by Maximus Confessor">
—
⋯
Original / primary: Pg Scrape Grc
29.1
ΕΡΩΤΗΣΙΣ ΚΘ' Τί ἐστι τὸ ἐν ταῖς Πράξεσι κείμενον οἵτινες διὰ τοῦ Πνεύματος ἔλεγον τῷ Παύλῳ μὴ ἀναβαίνειν εἰς Ἱεροσόλυμα; Διὰ τί παρήκουσε τοῦ Πνεύματος καὶ ἀνέβη; Ἀπόκρισις. Ὁ μὲν ἅγιος Ἡσαΐας ὁ προφήτης ἐν τῇ κατ᾽ αὐτὸν προφητείᾳ ἑπτὰ πνεύματα τῷ ἐκ τῆς ῥίζης Ἰεσσαὶ ἀνατείλαντι Σωτῆρι λέγει ἐπαναπαύεσθαι, οὐχ ἑπτὰ πνεύματα τοῦ Θεοῦ γινώσκων καὶ οὕτω τοὺς ἄλλους ἐκδέχεσθαι διδάσκων, ἀλλὰ τὰς ἐνεργείας τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ ἁγίου Πνεύματος πνεύματα καλέσας διὰ τὸ πάσῃ ἐνεργείᾳ ὅλον ἀνελλιπῶς ὑπάρχειν ἀναλόγως τὸ ἐνεργοῦν ἅγιον Πνεῦμα· ὁ δὲ θεῖος ἀπόστολος τὰς διαφόρους ἐνεργείας αὐτοῦ τοῦ ἑνὸς ἁγίου Πνεύματος χαρίσματα λέγει διάφορα, ὑφ᾽ ἑνὸς δηλονότι καὶ τοῦ αὐτοῦ ἐνεργούμενα Πνεύματος. Εἰ τοίνυν κατὰ τὸ μέτρον τῆς ἐν ἑκάστῳ πίστεως δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος, ἐν τῇ μετοχῇ τοῦ τοιοῦδε χαρίσματος ἕκαστος τῶν πιστῶν, δηλονότι κατὰ τὴν ἀναλογίαν τῆς πίστεως καὶ τῆς ὑποκειμένης αὐτῷ κατὰ ψυχὴν διαθέσεως, συμμεμετρημένην δέχεται τοῦ Πνεύματος τὴν ἐνέργειαν, χαριζομένην αὐτῷ τῆσδε ἢ τῆσδε τῆς ἐντολῆς τὴν ἁρμόζουσαν πρὸς ἐνέργειαν ἕξιν. Οὐκοῦν ὥσπερ ὁ μὲν λαμβάνει λόγον σοφίας, ὁ δὲ λόγον γνώσεως, ἕτερος δὲ πίστεως, καὶ ἄλλος ἄλλό τι τῶν ἀπηριθμημένων τῷ μεγάλῳ ἀποστόλῳ χαρισμάτων τοῦ Πνεύματος, οὕτως ὁ μὲν δέχεται διὰ τοῦ Πνεύματος χάρισμα τῆς τελείας καὶ ἀμέσου πρὸς Θεὸν καὶ μηδὲν ἐχούσης ὑλικὸν ἀγάπης κατὰ τὴν (14Β_206> ἀναλογίαν τῆς πίστεως, ἕτερος δὲ διὰ τοῦ αὐτοῦ Πνεύματος τῆς τελείας πρὸς τὸν πλησίον ἀγάπης χάρισμα, κατὰ τὸ αὐτὸ Πνεῦμα, ὡς ἔφην, ἔχοντος ἑκάστου ἐνεργούμενον τὸ οἰκεῖον χάρισμα. Ταῦτα δὲ τὰ χαρίσματα κατὰ τὸν ἅγιον Ἡσαΐαν πνεύματα καλέσας τις, ὡς οἶμαι, τῆς ἀληθείας οὐ διαπίπτει. Παντὶ γὰρ χαρίσματι ὅλον ὡς ἐνεργοῦν ἀναλόγως ὑπάρχει τὸ Πνεῦμα τὸ ἅγιον, εἴτε μείζονι εἴτε ἥττονι. Οὐκοῦν ὁ μέγας ὄντως καὶ τῶν ὑπὲρ ἄνθρωπον μυστηρίων γενόμενος διάκονος Παῦλος, ἀμέσως τῆς ἐν ἀγάπῃ Θεοῦ τελείας χάριτος κατὰ τὴν τὸ Πνεῦμα δεξάμενος ἀναλογίαν τῆς ἐν αὐτῷ πίστεως, τῶν εἰληφότων τὸ χάρισμα τῆς τελείας εἰς αὐτὸν ἀγάπης λεγόντων αὐτῷ μὴ ἀναβαίνειν εἰς Ἱεροσόλυμα διὰ τοῦ Πνεύματος, τουτέστι τοῦ ἐνεργουμένου αὐτοῖς ὑπὸ τοῦ Πνεύματος τῆς εἰς αὐτὸν ἀγάπης χαρίσματοςταὐτὸν γὰρ τῷ χαρίσματι τὸ Πνεῦμα, καθὼς ἔφην ἐκ τοῦ προφήτου λαβών, παρήκουσεν, ἀσυγκρίτως τῆς ἐξ ἄλλων εἰς αὐτὸν πνευματικῆς ἀγάπης προκρίνων τὴν θείαν καὶ ὑπὲρ νόησιν, μᾶλλον δὲ οὐδὲ παρακούσας ἀνῆλθεν, ἀλλ᾽ ἐκείνους διὰ τῆς συμμέτρως αὐτοῖς κατὰ τὸ χάρισμα δοθείσης ἐνεργείας τοῦ Πνεύματος προφητεύοντας τῷ καθ᾽ ἑαυτὸν τύπῳ πρὸς τὸν τοῦ παντὸς ὑπερέκεινα πόθον κατὰ τὴν ἔφεσιν ἕλκων. Οὐκοῦν οὐ παρήκουσεν ὁ μέγας Παῦλος τοῦ Πνεύματος, ἀλλ᾽ ἐδίδαξεν ἐπὶ τὸ ὑψηλότερον ἀπὸ τοῦ ἥττονος μετενεχθῆναι Πνεύματος, τουτέστι χαρίσματος, τοὺς περὶ αὐτοῦ κατὰ τὸ χάρισμα τῆς ἀγάπης προφητεύοντας. Καὶ πάλιν, εἰ τὸ προφητικὸν χάρισμα πολὺ τοῦ ἀποστολικοῦ χαρίσματος ὑπάρχει δεύτερον, οὐκ ἦν λόγου τοῦ τὸ πᾶν διευθύνοντος καὶ τὴν ἑκάστου διορίζοντος τάξιν τὸ κρεῖττον εἴκειν τῷ ἥττονι, ἀλλὰ μᾶλλον ἕπεσθαι τὸ ἧττον τῷ κρείττονι. Οἱ μὲν γὰρ τότε προφητεύοντες διὰ τοῦ ἐν αὐτοῖς προφητικοῦ πνεύματος, ἀλλ᾽ οὐκ ἀποστολικοῦ, τὸν τρόπον τῆς τῷ ἁγίῳ Παύλῳ ἐκ τῆς συμβησομένης ὑπὲρ τοῦ Λόγου κακοπαθείας ἐμήνυαν· ὁ δέ, πρὸς μόνον ἀφορῶν τὸν θεῖον σκοπόν, εἰς οὐδὲν (14Β_208> ἡγεῖτο τὰ μέσα πάντα, σπουδὴν ἔχων οὐχ ὅπως διενέγκῃ τὰ συμβησόμενα, ἀλλ᾽ ὅπως ἄλλος γένηται Χριστός, μιμήσει τοῦ Χριστοῦ πάντα κατορθώσας τὰ δι᾽ ἃ Χριστὸς τὴν ἐν σαρκὶ φιλανθρώπως κατ᾽ οἰκονομίαν εἵλετο ζωήν. Οὐκοῦν εὐταξίας ἐστὶ φυλακὴ τῆς πάντα διεπούσης τὰ θεῖα καὶ διευθυνούσης καὶ τῆς οἰκείας ἀνέκπτωτα μονῆς καὶ ἱδρύσεως ἕκαστον διαφυλαττούσης ἡ δοκοῦσα τοῦ μεγάλου ἀποστόλου παρακοὴ καὶ σαφὴς διδασκαλία τοῦ μηδαμῶς ἀλλήλοις φύρεσθαι τοὺς καλῶς ὑπὸ τοῦ Πνεύματος διωρισμένους τῆς Ἐκκλησίας βαθμούς./* ΣΧΟΛΙΑ*/
29.2
Ψαλτῳδούς εἶναί φησι, τούς οὐ μόνον ποιητάς τῶν θείων θελημάτων, ἀλλά καί τῶν ἐν αὐτοῖς μυστηρίων ἄλλοις γινομένους ἐξηγητάς.
29.3
Τίνες αἱ δύο ἐλαῖαι;
29.4
Τό ὑπέρ τόν ὄρον φέρεσθαι, καί τό μέτρον, φησί, τῶν κινουμένων τήν ἔφεσιν, ἀνόνητον ποιεῖ τόν δρόμον, μή καταντώντων εἰς Θεόν, ἐν ᾧ ἡ κατ᾿ ἔφεσιν πάντων ἵσταται κίνησις, ἀνθυπόστατον δεχομένη τέλος Θεοῦ τήν ἀπόλαυσιν.
29.5
Τό μέν πνεῦμα, φησί, ζωῆς ὑπάρχει παρεκτικόν· τό δέ γράμμα, ζωῆς ἐστιν ἀφαιρετικόν. Οὐκοῦν οὐ δύναται καί τό γράμμα πράττειν κατά τό αὐτό, καί τό πνεῦμα· ὥσπερ οὐδέ τό ζωοποιόν τῷ φθοροποιῷ συνυπάρχει.