PG 91 14ΒΓ
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/maximus-confessor" aria-label="More works by Maximus Confessor">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1
Ἐπίσημον ρητορείαν φησὶ τὴν δημιουργηθεῖσαν μᾶλλον ἐκ τῆς τέχνης, παρὰ ἐκ τῆς φύσεως.
2.2
Τήν αἴσθησιν λέγει παραπέμπουσαν τῷ νῷ τήν τῶν ὁρατῶν φαντασίαν, πρός κατανόησιν τῶν ἐν τοῖς οὖσιν λόγων, ὡς ὄργανον τῆς τοῦ νοῦ πρός τά νοητά διαβάσεως.
2.3
Ὅτι τήν περί Θεόν ποιάν σχέσιν τῶν ἁγίων τοῖς ὀνόμασι τούτοις τούτοις ἡ Γραφή διασημαίνει. Β (2). ΠΕΡΙ ΤΟΥ ΤΙ ΣΗΜΑΙΝΕΙ" Ο ΠΑΤΗΡ ΜΟΥ ΕΩΣ ΑΡΤΙ ΕΡΓΑΖΕΤΑΙ".
2.4
ΕΡΩΤΗΣΙΣ Β' Εἰ πάντα τὰ εἴδη τὰ συμπληροῦντα τὸν κόσμον ἐν ταῖς ἓξ ἡμέραις ὁ δημιουργὸς ἐποίησεν, τί μετὰ ταῦτα ὁ Πατὴρ ἐργάζεται; Λέγει γὰρ ὁ Σωτὴρ ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Μή τι ἆρα τὴν τῶν ἅπαξ γεγονότων εἰδῶν συντήρησιν λέγει; Ἀπόκρισις. Τοὺς μὲν πρώτους τῶν γεγονότων λόγους ὁ Θεὸς καὶ τὰς (≡ 14Β_060≡> καθόλου τῶν ὄντων οὐσίας ἅπαξ, ὡς οἶδεν αὐτός, συμπληρώσας, ἔτι ἐργάζεται οὐ μόνον τὴν τούτων αὐτῶν πρὸς τὸ εἶναι συντήρησιν, ἀλλὰ καὶ τὴν κατ᾽ ἐνέργειαν τῶν ἐν αὐτοῖς δυνάμει μερῶν δημιουργίαν πρόοδόν τε καὶ σύστασιν, ἔτι μὴν καὶ τὴν διὰ τῆς προνοίας πρὸς τὰ καθόλου τῶν μερικῶν ἐξομοίωσιν, ἕως ἄν, τῷ κατὰ φύσιν γενικωτέρῳ λόγῳ τῆς λογικῆς οὐσίας διὰ τῆς πρὸς τὸ εὖ εἶναι κινήσεως τῶν μερικῶν τὴν αὐθαίρετον ἑνώσας ὁρμήν, ποιήσειεν ἀλλήλοις τε καὶ τῷ ὅλῳ σύμφωνα καὶ ταὐτοκίνητα, μὴ ἐχόντων τὴν γνωμικὴν πρὸς τὰ καθόλου τῶν ἐπὶ μέρους διαφοράν, ἀλλ᾽ εἷς καὶ ὁ αὐτὸς ἐφ᾽ ὅλων θεωρηθήσεται λόγος, μὴ διαιρούμενος τοῖς τῶν καθ᾽ ὧν ἴσως κατηγορεῖται τρόποις, καὶ οὕτως ἐνεργουμένην τὴν ἐκθεωτικὴν τῶν ὅλων ἐπιδείξηται χάριν· δι᾽ ἣν γενόμενος ἄνθρωπος ὁ Θεὸς καὶ Λόγος φησὶν ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι, ὁ μὲν εὐδοκῶν, ὁ δὲ αὐτουργῶν, καὶ τοῦ ἁγίου Πνεύματος οὐσιωδῶς τήν τε τοῦ Πατρὸς ἐπὶ πᾶσιν εὐδοκίαν καὶ τὴν αὐτουργίαν τοῦ Υἱοῦ συμπληροῦντος, ἵνα γένηται διὰ πάντων καὶ ἐν πᾶσι εἷς ὁ ἐν τριάδι Θεός, ἀναλόγως ὅλος ἑκάστῳ κατὰ χάριν τῶν ἀξιουμένων καὶ ὅλοις ἐνθεωρούμενος, ὡς ὅλῳ καὶ ἑκάστῳ μέλει τοῦ σώματος δίχα μειώσεως ἐνυπάρχει φυσικῶς ἡ ψυχή./* ΣΧΟΛΙΑ.*/
2.5
Τήν πρός τά καθόλου τῶν μερικῶν ἐξομοίωσιν λέγει, τήν πάντων τῶν ἀνθρώπων κατά μίαν τῆς γνώμης κίνησιν πρός τόν λόγον τῆς φύσεως ἕνωσιν, ἥν ἐργάζεται διά τῆς προνοίας ὁ Θεός, ἵνα γένηται πάντων ὥσπερ μία φύσις, οὕτω (≡ 14Β_062≡> καί γνώμη, πάντων Θεῷ τε καί ἀλλήλοις συναφθέντων διά τοῦ Πνεύματος. Γ (3). ΠΕΡΙ ΤΟΥ ΕΝ ΤΩ ΕΥΑΓΓΕΛΙΩ ΒΑΣΤΑΖΟΝΤΟΣ ΤΟ ΚΕΡΑΜΙΟΝ ΤΟΥ ΥΔΑΤΟΣ.
2.6
Ἡ ἀργή πίστις, φησίν, δυνάμει τήν χάριν ἔχει τῆς υἱοθεσίας, ὡς διά τῶν ἐντολῶν μή κινουμένων τῶν ἐχόντων αὐτήν. Ζ (7). ΠΕΡΙ ΤΟΥ" ΕΙΣ ΤΟΥΤΟ ΓΑΡ ΚΑΙ ΝΕΚΡΟΙΣ ΕΥΗΓΓΕΛΙΣΘΗ".
2.7
Ὅτι ὡς νομοθετητικὸν καὶ προαγορευτικόν ἐστι τὸ Πνεῦμα τὸ ἅγιον καὶ ἐν τοῖς κατὰ νόμον.
2.8
Κακίας λέγει τὰς ἐνεργείας τῶν ἀκαθάρτων πνευμάτων. Τὰ πάθη δυὸ εἰδῶν ἐστι· τὸ μὲν τὰ παρὰ φύσιν πάθη ἐστί, ἅπερ εἰσὶ κακίαι ἀεὶ ἀντικείμεναι ταῖς ἀρεταῖς, μὴ δυνάμεναι ποτὲ ἐκδηλωθῆναι ἐν ταῖς ἀρεταῖς· τὸ δὲ ἕτερον τὰ (≡ 14Β_130≡> πάθη εἰσὶ ἐκεῖνα, ἅπερ εἰ καὶ μὴ ἐκ τοῦ Θεοῦ ποιηθέντα ἐν τῇ φύσει τῶν ἀνθρώπων, ἀλλ' εἰσῆλθον αὐτῇ ἅμα τῇ παραβάσει, διὸ θεωρούμενα καθ' ἑαυτά, κακὰ εἰσι, δυνάμενα δὲ μεταβληθῆναι εἰς ἀγαθὰ τοῖς χρησαμένοις καλῶς, ἅπερ εἰσὶ ἢ ἡδονὴ τε καὶ ὀδύνη, ἡ ἐπιθυμία τε καὶ ὁ φόβος, ἐν οἷς κεκρυμμέναι εἰσὶ κακίαι, δι' ὧν αἱ ἀντικείμεναι δυνάμεις πεφύκασι πράττειν ἀδίκους πράξεις.
2.9
Τῶν αἰώνων, φησίν, οἱ μέν θείας ἐκφαντικοί γεγόνασιν ἐνανθρωπήσεως, ὧν εἰς ἡμᾶς τά τέλη κατήντησεν· οἱ δέ τῆς ἡμῶν ἀποδεικτικοί τυγχάνουσιν ἐκθεώσεως· ὧν οὔπω τῆς δόξης ὁ πλοῦτος ἐφανερώθη.
2.10
Ἀπαρίθμησις τῶν ἀπό τοῦ αἰῶνος ἐκβεβλημένων πρωτοτόκων, οἷς εἰκαζόμενος καί ὁ Ἰσραηλίτης λαός. Κἄν δῶμεν περί αὐτοῦ συμπεριφορικῶς εἰρῆσθαι τό· Υἱός μου πρωτότοκος Ἰσραήλ, ὡς πρωτότοκος ἀποβέβληται διά τήν τοῦ (≡ 14Β_150≡> μετ᾿ αὐτόν εἰσποιηθέντος λαοῦ τῶν ἐθνῶν διά πίστεως κλῆσιν.
2.11
Κεφαλήν εἶπεν τόν Χριστόν, ὡς ὑπόστασιν τῶν μελλόντων ἀγαθῶν. Ἡ γάρ πίστις, κατά τόν θεῖον Ἀπόστολον, μελλόντων ἐστίν ὑπόστασις, καί πραγμάτων ἔλεγχος οὐ βλεπομένων· ὅπερ ἐστίν αὐτός, ἐν ᾧπέρ εἰσιν οἱ θησαυροί τῆς σοφίας ἀπόκρυφοι, καί τῆς γνώσεως.
2.12
Ψυχὴ χωρισθεῖσα ὑπὸ τοῦ διαβόλου, ἁγνοοῦσα ἢ περιφρονοῦσα τὴν θείαν ἀπειλὴν διὰ τῶν πειρασμῶν, τουτέστι τὴν κόλασιν, ποιεῖ αἰτίαν ἀσεβείας πρὸς τὴν ἐντολήν. Ἐγκαταλείπει γὰρ τὸν Θεὸν καὶ πρὸς τὸν διάβολον φεύγει, θεωροῦσα λυτρωτὴν τὸν ἐχθρόν.
2.13
Ἕτερος, φησίν, ὁ τῆς ἐντολῆς ἐστι λόγος, καί ἕτερος ὁ τοῦ γίνεσθαι τὴν ἐντολὴν τρόπος. Λαβών οὖν ὁ μέγας Πέτρος τὴν περί τῶν ἐθνῶν τοῦ κηρύγματος ἐντολήν, ἀγνοῶν διά (14Β_196> τῆς ὀθόνης τῆς ἐντολῆς ἐδιδάσκετο τόν τρόπον· ὅτι δίχα περιτομῆς, καί τῶν λοιπῶν τοῦ νόμου σωματικωτέρων, ἐθῶν χρή τῶν ἐθνῶν γενέσθαι τήν κλῆσιν. Πνευματικήν γάρ οἶδεν ὁ λόγος περιτομήν, ἐμπαθοῦς σχέσεως πρός σῶμα τῆς ψυχῆς ἐκτομήν.
2.14
Ὁ φυσικήν εἶναι λέγων, φησίν, ἐπί Θεοῦ τήν τῶν ἰδιωμάτων, (14Β_204> ἀλλ᾿ οὐχ ὑποστατικήν διαφοράν, οὐκ ἔνθεος ὁ τοιοῦτος, ἀλλά πολύθεος, οὐσιῶν ἰδιότησιν, ἀλλ᾿ οὐχ ὑποστάσεων ἐπιδέχεσθαι φάσκων τό θεῖον τήν ἐξαρίθμησιν. ΚΘ (29). ΠΕΡΙ ΤΟΥ" ΟΙΤΙΝΕΣ ΔΙΑ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ ΕΛΕΓΟΝ ΤΩ ΠΑΥΛΩ ΜΗ ΑΝΑΒΑΙΝΕΙΝ ΕΙΣ ΙΕΡΟΣΟΛΥΜΑ".
2.15
Πᾶσαν ἐντολῆς ἕξιν ἐνεργουμένην, Πνεύματος εἶναι χάρισμα λέγει.
2.16
Πᾶσαν ἐντολῆς ἕξιν ἐνεργουμένην, Πνεύματος εἶναι χάρισμα λέγει.
2.17
Ἀλήθειαν μέν εἶναι λέγει τήν θείαν γνῶσιν· ἀρετήν δέ, τούς ὑπέρ αὐτῆς τῶν αὐτῶν ἐφιεμένων ἀγῶνας. Ὁ τοίνυν γνώσεως ἕνεκεν ἀρετῆς ὑπομένων πόνους, οὐ κενοδοξεῖ, γινώσκων ἀπερίληπτον εἶναι φύσει τοῖς πόνοις τήν ἀλήθειαν. Τοῖς δευτέροις γάρ οὐ περιγράφεται φύσει τό πρῶτον. Ὁ δέ τήν γνῶσιν διά τούς ὑπέρ αὐτῆς ἀγῶνας ἐπιτηδεύων, πάντως κενόδοξος, ὡς εἰληφέναι δοκῶν τούς στεφάνους πρό τῶν ἱδρώτων· οὐκ εἰδώς, ὅτι διά τούς στεφάνους οἱ πόνοι, ἀλλ᾿ οὐ διά τούς πόνους οἱ στέφανοι. Φύσει γάρ ἀμελέτητος πᾶσα καθέστηκε μέθοδος, τοῦ δι᾿ ὅ πέφυκεν ἐπιτηδεύεσθαι ἐξανυσθέντος, ἤ ἐξανυσθῆναι δόξαντος. ΛΑ (31). ΠΕΡΙ ΤΟΥ" ΕΙ ΟΥΚ ΕΝ ΧΕΙΡΟΠΟΙΗΤΟΙΣ ΝΑΟΙΣ Ο ΘΕΟΣ ΚΑΤΟΙΚΕΙ".
2.18
Ὁ μόνην τῆς γνώσεως τήν μορφήν, ὅπερ ἐστίν ὁ ψιλός λόγος· καί ὁ τήν εἰκόνα τῆς ἀρετῆς, ὅπερ ἐστί, τό ψιλόν ἦθος ἐπιτηδεύων, Ἰουδαῖός ἐστι, φησί, καί αὐτός ἀληθείας τύποις φυσιούμενος. ΛΒ (32). ΠΕΡΙ ΤΟΥ" ΕΙ ΑΡΑ ΨΗΛΑΦΗΣΑΙΕΝ ΚΑΙ ΕΥΡΟΙΕΝ ΘΕΟΝ".
2.19
Πίστις, φησίν, ἀναπόδεικτος γνῶσίς ἐστιν. Εἰ δέ γνῶσις ἀναπόδεικτός ἐστιν, ἄρα σχέσις ἐστίν ὑπέρ φύσιν ἡ πίστις, δι᾿ ἧς ἀγνώστως, ἀλλ᾿ οὐκ ἀποδεικτικῶς ἑνούμεθα τῷ Θεῷ, κατά τήν ὑπέρ νόησιν ἕνωσιν.
2.20
Τό αἷμα εἰς τήν θέωσιν ἔλαβεν, ὡς ζωήν ἐσομένην τῶν ἀξιωθησομένων αὐτῆς. Ζωῆς γάρ τό αἷμα σύμβολον. ΛS (36). ΠΕΡΙ ΤΟΥ ΤΙΝΑ ΕΙΣΙ ΤΑ ΤΩΝ ΘΥΟΜΕΝΩΝ ΖΩΩΝ ΣΩΜΑΤΑ.
2.21
Τό αἷμα κατά θεωρίαν, εἰς τήν γνῶσιν ἔλαβεν, ὡς ὑποτρέφουσαν τό σῶμα τῶν ἀρετῶν. ΛΖ (37). ΠΕΡΙ ΤΗΣ ΔΗΞΑΣΗΣ ΤΟΝ ΠΑΥΛΟΝ ΕΧΙΔΝΗΣ.
2.22
Ὁ γνώμῃ, φησίν, τῆς καθ᾿ ἁμαρτίαν καθαρεύων φθορᾶς, φθείρει τήν τῶν φθείρειν πεφυκότων φθοράν. Ἡ γάρ ἀφθαρσία τῆς προαιρέσεως τήν φθοράν συντηρεῖν τῆς φύσεως πέφυκεν ἄφθαρτον κατά πρόνοιαν, διά τῆς ἐν αὐτῇ τοῦ Πνεύματος χάριτος μή συγχωροῦσα ταῖς ἐναντίαις ποιότησιν αὐτήν δυναστεύεσθαι.
2.23
Καί τάς δυνάμεις τῆς ψυχῆς κέκληκεν ἡμέρας, ὡς δεκτικάς τοῦ φωτός τῶν θείων προσταγμάτων· καί τούς τρεῖς γενικωτέρους νόμους, φωτιστικούς τῶν δεκτικῶν, δηλονότι τῶν ψυχῶν. Ὥσπερ γάρ τό φῶς ἐκάλεσεν ἡμέραν ἡ Γραφή τῆς Γενέσεως, φάσκουσα· Καί ἴδεν ὁ Θεός τό φῶς ὅτι καλόν, καί ἐκάλεσεν ὁ Θεός τό φῶς ἡμέραν· καί πάλιν τόν πεφωτισμένον ἀέρα, φήσασα· Καί ἐγένετο ἑσπέρα, καί ἐγένετο πρωΐ ἡμέρα μία· οὕτως οὐ μόνον τάς δυνάμεις τῆς ψυχῆς ἐκάλεσεν ἡμέρας, ἀλλά καί τούς ταύτας φωτίζοντας νόμους. Ἡ γάρ διόλου τούτων εἰς ἄλληλα περιχώρησις, τήν σύνθετον ποιεῖ τῶν ἀρετῶν ἡμέραν, μή διακρίνουσα τοῦ κατά τόν λόγον θείου φωτός, τάς ποιωθείσας αὐτῷ δι᾿ ὅλου δυνάμεις.
2.24
Τήν κενωθεῖσαν τῆς δοθείσης γνώσεως φύσιν, γενόμενος ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος, πάλιν ἐπλήρωσε γνώσεως· καί στομώσας πρός ἀτρεψίαν, οὐ φύσει, ποιότητι δέ ταύτην ἐθέωσεν, ἀνελλιπῶς αὐτήν τῷ οἰκείῳ χαρακτηρίσας Πνεύματι, (14Β_260> καθάπερ ὕδωρ οἴνου ποιότητι πρός τόνον μετακεράσας. Διά τοῦτο γάρ καί γίνεται κατ᾿ ἀλήθειαν ἄνθρωπος, ἵνα κατά χάριν ἡμᾶς καταστήσῃ θεούς.
2.25
Ὅτι φθαρτός μέν κατὰ φύσιν σαρκωθείς ὡς ἄνθρωπος ὑπῆρχεν ὁ Κύριος, καθ' ὅ καί ἁμαρτία γεγονέναι λέγεται φησίν· ἄφθαρτος δέ φύσει κατά προαίρεσιν, ὡς ἀναμάρτητος.
2.26
Ὁ τό ψεῦδος ἀγαπῶν, αὐτῷ παραδίδοται πρός ἀπώλειαν, (14Β_284> ἵνα γνῷ πάσχων, ὅπερ ἐκών περιεῖπεν, καί μάθῃ κατά τήν πεῖραν γενόμενος, ὡς ἐλάνθανεν ἀντί ζωῆς περιπτυσσόμενος θάνατον.
2.27
Ὁ ἱερουργῶν τῷ Θεῷ δι᾿ εὐσεβοῦς λόγου τάς ἄλλων καρδίας, αἷς ἀναλογεῖ τό στηθύνιον· καί τήν πρακτικήν αὐτῶν δύναμιν, ᾗ ἀναλογεῖ ὁ βραχίων, ἀφορίζων ταῖς ἐνεργείαις τῶν ἐντολῶν, γέγονεν ἱερεύς λαμβάνων παρά τῶν ἑαυτούς θυσίαν τῷ Θεῷ προσαγόντων, τό στῆθος καί τόν βραχίονα. ΜS (46). ΠΕΡΙ ΤΟΥ ΕΣΟΠΤΡΟΥ ΚΑΙ ΤΟΥ ΑΙΝΙΓΜΑΤΟΣ.
2.28
Ὁ γνούς καί ἀληθῶς ἐλπίσας τά μέλλοντα, τῆς κατά τήν πρᾶξιν, ὑπέρ ὧν ἤλπισεν, ἐπικλήσεως οὐδέποτε παύεται· καί γίνεται νέος Ἐνώς, τόν Θεόν ἐπικαλούμενος.
2.29
Τόν ἀκρογωνιαῖον λίθον σύνδεσμον κέκληκεν τῆς γωνίας, ἤγουν Ἐκκλησίας.
2.30
Ἡ πίστις παραμυθεῖται τόν νοῦν πολεμούμενον, βοηθείας ἐλπίδι ῥωννύμενον· ἡ δέ ἐλπίς ὑπ᾿ ὄψιν ἄγουσα τήν πιστευθεῖσαν βοήθειαν, ἀποκρούεται τήν τῶν ἀντικειμένων καταδρομήν. Ἡ δέ ἀγάπη, νεκράν καθίστησι τῷ φιλοθέῳ νῷ τῶν πολεμίων τήν προσβολήν, τῇ πρός Θεόν ἐφέσει παντελῶς ἀμαυρουμένην.
2.31
Οἱ μόνῳ τῷ γράμματι προσδήσαντες ἰουδαϊκῶς τήν διάνοιαν, φησί, κατά τόν αἰῶνα τοῦτον ἐκδέχονται τάς ἐπαγγελίας τῶν ἀκηράτων ἀγαθῶν, ἀγνοοῦντες τά κατά φύσιν τῆς ψυχῆς ἀγαθά.
2.32
Ὅτι κατήγορος ἡ κτίσις γίνεται, φησίν, τῶν ἀσεβῶν ἀνθρώπων· διά μέν τῶν ἐν αὐτῇ λόγων τόν ἑαυτῆς κηρύττουσα Ποιητήν· διά δέ τῶν ἐν αὐτῇ κατ᾿ εἶδος ἕκαστον φυσικῶν νόμων πρός ἀρετήν παιδαγωγοῦσα τόν ἄνθρωπον. Οἱ μέν οὖν λόγοι ἐν τῇ συνοχῇ τῆς τοῦ καθέκαστον εἴδους γνωρίζονται μονιμότητος· οἱ δέ νόμοι, ἐν τῇ ταυτότητι φαίνονται τῆς τοῦ καθέκαστον εἴδους φυσικῆς ἐνεργείας· οἷς μή ἐπιβάλλοντες κατά τήν ἐν ἡμῖν νοεράν δύναμιν, τήν τε τῶν ὄντων ἠγνοήσαμεν αἰτίαν, καί πᾶσι τοῖς παρά φύσιν προστετήκαμεν πάθεσιν.
2.33
Ὅρον καί νόμον ἐνυπάρχοντα θείως τοῖς οὖσι λέγει, τήν τῶν ὄντων συνεκτικήν πρόνοιαν, κατά κρίσιν δικαίαν τῇ σπάνει τῶν ἀγαθῶν παιδεύουσαν πρός εὐγνωμοσύνην, τούς ἐπί τῇ ἀφθονίᾳ τῶν ἀγαθῶν, πρός τόν αὐτῆς χορηγόν φανέντας ἀγνώμονας· διά τῶν ἐναντίων αὐτούς πρός συναίσθησιν ἄγουσαν τῆς τοῦ χαριζομένου τά καλά διαγνώσεως· ἡ ἐπ᾿ ἀρετῇ γάρ καί γνώσει οἴησις ἀπαιδαγώγητος μένουσα, τό τῆς ὑπερηφανίας γεννᾷν πέφυκε νόσημα, τό τήν ἀντικειμένην τῷ Θεῷ φέρον διάθεσιν.
2.34
Τό δόρυ μέν τοῦ κατ᾿ ἀρετήν ἐστι κράτους σύμβολον φησίν· ὁ δέ φακός τοῦ ὕδατος, τοῦ κατά τήν γνῶσιν ὑπάρχει μυστηρίου τεκμήριον.
2.35
Τάς μέν γυναῖκας εἰς ἀρετάς, ὧν ἡ ἀγάπη τέλος ἐστίν ἐθεώρησεν· τήν ἀλήθειαν δέ, πρός τήν ἄποσον ἀνήγαγε γνῶσιν· ὧν, ἀγάπης τέ φησι καί γνώσεως, ὁ βασιλεύων τῆς φύσεως ἐπιγνούς τόν χαρακτῆρα νόμος, ἀποβάλλεται καθάπερ οἶνον, τήν τῶν παθῶν τῆς σαρκός ἡδονήν· καί ὥσπερ βασιλέα, τήν πάντων ἀσχέτως κατοιομένην δοξομανίαν.
2.36
Οἱ κατ᾿ ἀλήθειαν γνωστικοί, τῶν ἐν ταῖς Γραφαῖς, φησί, μυστηρίων τούς λόγους διδάσκοντες, ὡς παραδείγμασι τοῖς καθ᾿ ἱστορίαν κέχρηνται τύποις, πρός τήν τῶν διδασκομένων ἀναγωγήν, ἁρμόζοντες τῷ τῆς ἱστορίας γράμματι τό πνεῦμα τῆς θεωρίας· ἵνα ὅ τε τύπος διά τήν αἴσθησιν, καί (14Γ_090> διά τόν νοῦν ὁ λόγος περί τόν ἄνθρωπον σώζωνται, τόν ἐκ ψυχῆς καί σώματος, περί ἅ πέφυκεν ὑπάρχειν ὅ τε νοῦς καί ἡ αἴσθησις, ὡς ἑνός ἀνθρώπου τυγχάνοντα.
2.37
Ὅτι πᾶσα, φησίν, ἐξομολόγησις ταπεινοῖ τήν ψυχήν· ἡ μέν, χάριτι δικαιωθεῖσαν, ἡ δέ, ἀθυμίᾳ γνώμης οἰκείας ἐπ᾿ ἐγκλήμασιν ἐνεχομένην αὐτήν ἐκδιδάσκουσα.
2.38
Ὁ δίχα πάθους αἰτῶν λαμβάνει τήν τοῦ ἐνεργεῖν δύνασθαι χάριν κατά τήν πρᾶξιν τάς ἀρετάς· καί ὁ ζητῶν ἀπαθῶς, εὑρίσκει κατά τήν φυσικήν θεωρίαν τήν ἐν τοῖς οὖσιν ἀλήθειαν· καί ὁ κρούων ἀπαθῶς τήν θύραν τῆς γνώσεως, ἀκωλύτως εἰς τήν ἀπόκρυφον τῆς μυστικῆς θεολογίας εἰσελεύσεται χάριν.
2.39
Διττήν εἶναι λέγει τήν γνῶσιν· τήν μέν ἐν λόγῳ κειμένην καί θείοις νοήμασι, κατ᾿ εἶδος παροῦσαν τήν αἴσθησιν τῶν νοηθέντων οὐκ ἔχουσαν· τήν δέ, κατ᾿ ἐνέργειαν, μόνην ἔχουσαν δίχα λόγου καί νοημάτων τῶν ἀληθῶν τήν κατ᾿ εἶδος ἀπόλαυσιν.
2.40
Ὅτι κατά πρόνοιαν πρός κόλασιν τῆς κατά προαίρεσιν ἡδονῆς, δέδωκεν ὁ Θεός τῇ φύσει τήν παρά προαίρεσιν ὀδύνην, καί τόν ἐπ᾿ αὐτῇ θάνατον.
2.41
Οὐ λέγομεν, φησίν, ἐπί Χριστοῦ διαφοράν ὑποστάσεων, ὅτι Τριάς μεμένηκεν ἡ Τριάς, καί σαρκωθέντος τοῦ Θεοῦ καί Λόγου, προσθήκης προσώπου οὐ προσγενομένης τῇ ἁγίᾳ Τριάδι διά τήν σάρκωσιν. Λέγομεν δέ φύσεων διαφοράν, (14Γ_252> ἵνα μή τῷ Λόγῳ κατά τήν φύσιν ὁμοούσιον τήν σάρκα πρεσβεύωμεν.
2.42
Πῶς ἀκίβληλος χρυσός ἐστιν ἡ Ἐκκλησία;
2.43
Ποσαχῶς ἑρμηνεύται Ἰόππη.
2.44
Ὁ τήν νοῦ μορφήν τήν ἐξ ἀρετῶν ἐν Πνεύματι θείαν δεξάμενος γνῶσιν, τά θεῖα λέγεται παθεῖν, ὅτι μή φύσει κατά τήν ὕπαρξιν, ἀλλά χάριτι κατά τήν μέθεξιν ταύτην προσέλαβεν. Ὁ δέ τήν ἐκ χάριτος μή δεξάμενος γνῶσιν, κἄν λέγῃ τι γνωστικόν, οὐκ οἶδε κατά τήν πεῖραν τοῦ λεγομένου τήν δύναμιν. Ψιλή γάρ μάθησις, τήν καθ᾿ ἕξιν γνῶσιν οὐ δίδωσιν.