Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
PG 91 14ΒΓ
Maximus Confessor14 30 · pg-scrape-grcMore by Maximus Confessor
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/maximus-confessor" aria-label="More works by Maximus Confessor"> —
⋯
More
Original / primary: Pg Scrape Grc
30.1
ΕΡΩΤΗΣΙΣ Λ' Τί ἐστι τὸ δύνασθε τὸ ποτήριον ὃ ἐγὼ πίνω πιεῖν, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; Τίς ἡ διαφορὰ τοῦ ποτηρίου καὶ τοῦ βαπτίσματος; Ἀπόκρισις. Τὸ τοῦ Κυρίου βάπτισμα τῶν ὑπὲρ ἀρετῆς κατὰ πρόθεσιν ἑκουσίων καὶ ἡμετέρων πόνων τύπος ὑπάρχει· δι᾽ ὧν τὰς κατὰ συνείδησιν ἀπορρύπτοντες κηλίδας τὸν πρὸς τὰ φαινόμενα τῆς προαιρέσεως ἑκούσιον καταδεχόμεθα θάνατον. Τὸ δὲ ποτήριον τῶν ἐκ περιστάσεως παρὰ προαίρεσιν ἐπανισταμένων ἡμῖν ὑπὲρ τῆς ἀληθείας ἀκουσίων πειρασμῶν τύπος ἐστί· δι᾽ ὧν καὶ αὐτῆς προκρίνοντες τὸν θεῖον πόθον τῆς φύσεως, ἑκόντες τὸν περιστατικὸν ὑπερχόμεθα τῆς φύσεως θάνατον. Ταύτην οὖν ἔχει τὴν διαφορὰν τὸ βάπτισμα πρὸς τὸ ποτήριον, ὅτι τὸ μὲν βάπτισμα ὑπὲρ ἀρετῆς πρὸς τὰ ἡδέα τοῦ βίου νεκρὰν ἐργάζεται τὴν προαίρεσιν, τὸ δὲ ποτήριον τὴν ἀλήθειαν καὶ αὐτῆς προκρίνειν πείθει τῆς φύσεως τοὺς εὐσεβεῖς. Πρότερον δὲ τοῦ βαπτίσματος ἔθετο τὸ ποτήριον, ὅτι διὰ τὴν ἀλήθειάν ἐστιν ἡ ἀρετὴ ἀλλ᾽ οὐ διὰ τὴν ἀρετὴν ἡ ἀλήθεια. Ὅθεν ὁ διὰ τὴν ἀλήθειαν πράττων τὴν ἀρετὴν κενοδοξίας οὐ τιτρώσκεται βέλεσιν, ὁ δὲ τὴν ἀλήθειαν ἀρετῆς ἕνεκεν ἐπιτηδεύων σύνοικον ἔχει τῆς κενοδοξίας τὴν οἴησιν. (14Β_212>/* ΣΧΟΛΙΑ*/
30.2
Ὁ ὀκτώ ἀριθμός, καί στάσιν ἔχει καί κίνησιν· στάσιν μέν καθ᾿ ἑαυτόν θεωρούμενος (πᾶς γάρ ἄρτιος ἀριθμός ἀκίνητος, κέντρον οὐκ ἔχων), κίνησιν δέ, τῷ πρό αὐτοῦ, ἤ τῷ μετ᾿ αὐτόν συντιθέμενος· ποιεῖ γάρ περιττόν ἀριθμόν. Πᾶς γάρ περιττός καθ᾿ ἑαυτόν κινητός, κατά τήν τῶν ἄκρων αὐτοῦ πρός τό μέσον ἴσην ἀπόστασιν. Ὅπερ οὖν ποιεῖ ἐν τοῖς ὑπό δέκα ἀριθμοῖς ὁ ὀκτώ, τοῦτο ποιεῖ καί ὁ ὀγδοήκοντα ἐν τοῖς ὑπό τήν ἑκατοντάδα ἀριθμοῖς· ὡσαύτως δέ καί ὁ ὀκτακόσια ἐν τοῖς ὑπό χιλιάδα ταττόμενος ἀριθμοῖς. Καθ᾿ ἑαυτόν οὖν θεωρούμενος στάσιν ἔχει, περιγράφων τοῦ πρό αὐτοῦ περιττοῦ ὄντος τήν κίνησιν. Ὁ γάρ ἑπτά καί ὁ ἑβδομήκοντα καί ὁ ἑπτακόσια, χρονικῆς ἐμφαντικοί τυγχάνουσιν ἰδιότητος. Οὐκοῦν ἐπειδή τῶν ὑπό χρόνον καί γένεσιν ἔχει μᾶλλον ἡ αἴσθησις τήν κατάληψιν, λείπεται τήν τῶν αἰωνίων καί νοητῶν τόν τελειούμενον νοῦν ἄπταιστον ὑποδέχεσθαι γνῶσιν ἤγουν ἐπιστήμην· τήν γάρ ἐπιστήμην ἄπταιστον ὁρίζονται τοῦ ὑποκειμένου γνῶσιν. Ὁ δέ πεντήκοντα ἀριθμός, μονάδα φέρων περιττήν μετά τόν εἰς ἑαυτήν τῆς ἑβδομάδος ἑπταπλασιασμόν, τό πέρας δηλοῖ τῆς τῶν ἀρετῶν ἐν τοῖς ἀξίοις ποιήσεως. Οὐ γάρ ἔτι κινεῖται περί τήν τῶν ἀρετῶν ποίησιν, ὁ τό κατά φύσιν φθάσας ἀγαθόν, καί ἐν αὐτῷ τήν στάσιν λαβών· ἀρχή γάρ καί τέλος πάσης κινήσεως ἡ μονάς. Ὁ δέ πέντε ἀριθμός, τήν ἐπί τούτοις ἐπιστήμην δηλοῖ· περιέχει γάρ νοητῶν τε καί λογικῶν, αἰσθητικῶν τε καί ζώντων καί ὄντων τούς λόγους· οὕς μόνη περιγράφειν ἡ θεία πέφυκε σοφία, ἥν ἄπταιστον ἐπιστήμην τῆς ἀληθείας ὁρίζονται.
30.3
Ἡ μέν Παλαιά, φησί τῷ γνωστικῷ χορηγεῖ τούς τρόπους τῶν ἀρετῶν· ἡ δέ Νέα, τῷ πρακτικῶ γνώσεως ἀληθοῦς λόγους χαρίζεται.
30.4
Τό ὑπέρ τόν ὄρον καί τό μέτρον· καί παρά τόν ὄρον καί τό μέτρον δηλονότι.
30.5
Φυσικόν ἡ ἀκροβυστία, φησί· πᾶν δέ φυσικόν, θείας ἔργον δημιουργίας ἐστίν. Ἔστι δέ θείας ἔργον δημιουργίας καί λίαν καλόν, κατά τήν φάσκουσαν φωνήν· Εἶδεν ὁ Θεός πάντα ὅσα ἐποίησε, καί ἰδού καλά λίαν. Ὁ δέ νόμος, ὡς ἀκάθαρτον περιαιρεῖσθαι κελεύων τήν ἀκροβυστίαν διά περιτομῆς, τόν Θεόν εἰσάγει διά τέχνης τό οἰκεῖον διορθούμενον ἔργον· ὅπερ καί ἐννοεῖν ἀσεβέστατον. Οὐκοῦν ὁ τοῖς συμβόλοις τοῦ νόμου φυσικῶς ἐπιβάλλων, οἶδεν ὡς οὐ τήν φύσιν ὁ Θεός διορθοῦται διά τῆς τέχνης, ἀλλά τό ἐπιπειθές λόγῳ τῆς ψυχῆς παθητικόν περιτέμνεσθαι κελεύει, τό διά τοῦ σωματικοῦ μορίου τυπικῶς δηλούμενον· ὅπερ γνῶσις διά τῆς κατά τήν πρᾶξιν ἀνδρείας γνώμης ἀποτίθεσθαι πέφυκεν. Ὁ γάρ περιτέμνων ἱερεύς, σημαίνει τήν γνῶσιν, τήν ἔχουσαν καθάπερ σίδηρον κατά τοῦ πάθους τήν τοῦ λόγου κατά τήν πρᾶξιν ἀνδρείαν. Ἀφανίζεται γοῦν ἡ σωματική τοῦ νόμου παράδοσις, πλεονεκτοῦντος τό γράμμα τοῦ πνεύματος.

Intertext edge

Open linked passage

Note