PG 91 14ΒΓ
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/maximus-confessor" aria-label="More works by Maximus Confessor">
—
⋯
Original / primary: Pg Scrape Grc
31.1
ΕΡΩΤΗΣΙΣ ΛΑ' Εἰ οὐκ ἐν χειροποιήτοις ναοῖς ὁ Θεὸς κατοικεῖ, πῶς κατῴκει ἐν τῷ ναῷ τῶν Ἰουδαίων; Ἀπόκρισις. Ὁ τῆς ἀναλογίας σοφῶς τῶν προνοουμένων φροντίζων Θεός, πρότερον διὰ τῶν τύπων συμφυῶς τοῖς δι᾽ αἰσθήσεως οἰκονομουμένοις πρὸς τὴν ἀλήθειαν ποδηγῶν, πᾶσιν ἑαυτὸν τοῖς δοθεῖσι τῷ παλαιῷ λαῷ τύποις ἀφανῶς ἐγκατέμιξεν, ἐνεργῶν τὴν τῶν παιδαγωγουμένων ἀνάβασιν. Ὤικει τοίνυν ἐν τῷ ναῷ τῶν Ἰουδαίων ὁ Θεὸς τυπικῶς ἀλλ᾽ οὐκ ἀληθῶς, περιγράφων τῇ τοιᾷδε κατὰ τὸν ναὸν οἰκήσει πάσης τῆς μυσταγωγουμένης τῶν (14Β_214> προνοουμένων παιδαγωγίας τὴν ἄρρητον βουλήν. Ἐπιτηδειότατος γὰρ πρὸς κατοικητήριον Θεοῦ μόνος ὁ καθαρὸς ὑπάρχει νοῦς· δι᾽ ὃν τὸν τυπικὸν οἰκοδομηθῆναι ναὸν συνεχώρησε, διὰ τῶν ἄγαν παχυτέρων συμβόλων τὸν πολὺ πλέον τῶν ἀναισθήτων τύπων παχυνθέντα νοῦν τῶν Ἰουδαίων ἀνασπάσαι τῆς ὕλης βουλόμενος, συνιδόντα τὸ πρὸς κατοίκησιν Θεοῦ ἀνεπιτήδειον ἐκ τοῦ προσύλου καὶ ἀπεμφαίνοντος, κἀκ τούτου τῆς τῶν προσόντων αὐτῷ φυσικῶς γενέσθαι διόλου συναισθήσεως. Ὅπερ μὴ διαγνοὺς ὁ μόνον τὸν κατ᾽ εὐσέβειαν τῦφον ἐξ ὑπερηφανίας διατρέφειν εἰδὼς Ἰουδαῖος καὶ τοῦ τύπου καλῶς ἐστερήθη καὶ τῆς ἀληθείας ἑαυτὸν κακῶς ἀπεξένωσεν./* ΣΧΟΛΙΟΝ*/
31.2
Καμήλους Μαδιάν φησιν, ὡς μέν ἐκκρίσεως ἑρμηνευομένης, τάς τῶν γινομένων καί ἀπογινομένων ἀληθεῖς θεωρίας· ὡς δέ πηλοῦ αἱματώδους, τούς κατά ταύτην τήν παροδικήν καί ἄστατον ζωήν τῆς προνοίας νενόηκε λόγους· ὡς δέ ἱδρώτων ἀνθρωπίνων καί μητρός, τούς ἐπί τῇ παρούσῃ ζωῇ τῆς θείας κρίσεως λόγους, οὕς συνάγουσιν, οἵ τε κατά διάνοιαν λογισμοί, καί ἡ κατ᾿ αἴσθησιν φαντασία τῶν ὁρατῶν· ἐξ ὧν, λογισμῶν φημι καί φαντασίας, ἡ τῶν ὄντων ἀληθής συνάγεται δόξα, τῆς ἐπ᾿ αἰσθήσεσι διανοίας ὑπάρχουσα καρπός. Ἀνθρωπίνους οὖν καί μητρός λέγει ἱδρῶτας, τούς μετά πόνου προβληθέντας τῆς διανοίας λογισμούς, καί τάς φαντασίας, τῆς μητρός δίκην ἡμᾶς τιθηνούσης αἰσθήσεως. Κάμηλοι δέ Γεφάρ, τουτέστι τῆς κτήσεως τοῦ νώτου· νῶτος δέ ἐστι, τῆς ψυχῆς ἡ σάρξ, ὡς διά τήν ψυχήν γινομένη. Ἐάν οὖν κτησώμεθα τήν σάρκα καλῶς, ἔχομεν αὐτήν δουλεύουσαν τῇ ψυχῇ πρός γένεσιν ἀρετῶν, καί μόνους κατανοοῦμεν αὐτῆς τούς ἐφ᾿ οἷς γέγονε θείους λόγους· μεθ᾿ ὧν καί τούς τῶν ὁρατῶν ὡς καμήλους Μαδιάμ ἀθροίσαντες λόγους, καλύπτομεν τήν ἡμετέραν Ἱερουσαλήμ, τήν ψυχήν, περιβάλλοντες τοῖς θείοις τῶν ὄντων θεωρήμασι, καί ἀθέατον αὐτήν ποιοῦντες τοῖς πάθεσι καί ἀνάλωτον.
31.3
Ὅτι τό πρακτικόν, τό τῆς ψυχῆς παθητικόν λέγει.
31.4
Τῷ λόγῳ δηλονότι.
31.5
Ὅρος τῆς κατά περιτομήν μυστικῆς θεωρίας. (14Γ_428> 32. Ὅρος τῆς κατά Σάββατον μυστικῆς νομοθεσίας, ἐν ᾧ, τί τό Σάββατόν ἐστι, παρίστησι μυστικῶς, καί τίς ὁ κατ᾿ αὐτό πνευματικός λόγος ἐστίν, ὅτι παθῶν καί τῆς περί τήν φύσιν τῶν ὄντων τοῦ νοῦ κινήσεώς ἐστιν ἀνάπαυσις.