PG 91 14ΒΓ
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/maximus-confessor" aria-label="More works by Maximus Confessor">
—
⋯
Original / primary: Pg Scrape Grc
32.1
ΕΡΩΤΗΣΙΣ ΛΒ' Τί ἐστιν εἰ ἄρα ψηλαφήσαιεν καὶ εὕροιεν Θεόν; Πῶς τις ψηλαφῶν εὑρίσκει Θεόν; Ἀπόκρισις. Ὁ πᾶσαν τὴν φαινομένην τοῦ νόμου σωματικὴν λατρείαν μὴ κατ᾽ αἴσθησιν ὁρῶν, ἀλλὰ ταῖς κατὰ νοῦν ἐφόδοις ἕκαστον (14Β_216> τῶν ὁρωμένων συμβόλων διασκοπήσας, τὸν ἐν ἑκάστῳ κεκρυμμένον θεοτελῆ λόγον ἐκδιδασκόμενος, ἐν τῷ λόγῳ τὸν Θεὸν εὑρίσκει, καλῶς ψηλαφῶν διὰ τῆς νοερᾶς δυνάμεως ὡς ἐν φορυτῷ τῇ ὕλῃ τῶν νομικῶν διατάξεων εἴ που κεκρυμμένον εὕροι τῇ σαρκὶ τοῦ νόμου τὸν τὴν αἴσθησιν παντελῶς διαφεύγοντα μαργαρίτην Λόγον. Ὡσαύτως δὲ καὶ ὁ τὴν φύσιν τῶν ὁρωμένων μὴ τῇ αἰσθήσει μόνῃ περιγράφων, ἀλλὰ κατὰ νοῦν σοφῶς τὸν ἐν ἑκάστῳ κτίσματι λόγον διερευνώμενος, εὑρίσκει Θεόν, ἀπὸ τῆς προβεβλημένης τῶν ὄντων μεγαλουργίας τὴν αὐτῶν τῶν ὄντων διδασκόμενος αἰτίαν. Ἐπειδὴ τοίνυν ἴδιον τοῦ ψηλαφῶντος ἡ διάκρισίς ἐστιν, ὁ τὰ νομικὰ σύμβολα γνωστικῶς ἐπερχόμενος καὶ τὴν φαινομένην τῶν ὄντων φύσιν ἐπιστημονικῶς θεώμενος, διακρίνων τὴν Γραφὴν καὶ τὴν κτίσιν καὶ ἑαυτόν, τὴν μὲν Γραφὴν εἰς γράμμα καὶ πνεῦμα, τὴν δὲ κτίσιν εἰς λόγον καὶ ἐπιφάνειαν, ἑαυτὸν δὲ εἰς νοῦν καὶ αἴσθησιν, καὶ τῆς μὲν Γραφῆς τὸ πνεῦμα, τῆς δὲ κτίσεως τὸν λόγον, ἑαυτοῦ δὲ τὸν νοῦν λαβὼν καὶ ἀλλήλοις ἀλύτως ἑνώσας, εὗρε Θεόν, ὡς ἐπιγνούς, καθὼς δεῖ καὶ δυνατόν ἐστιν, τὸν Θεὸν τὸν ἐν νῷ καὶ λόγῳ καὶ πνεύματι, πάντων τῶν πλανώντων καὶ εἰς μυρίας δόξας κατασυρόντων ἀπαλλαγείς, λέγω δὲ γράμματος καὶ ἐπιφανείας καὶ αἰσθήσεως, ἐν οἷς ἡ διάφορος ὑπάρχει ποσότης καὶ τῆς μονάδος ἀντίθετος. Εἰ δὲ τὸ γράμμα τοῦ νόμου καὶ τὴν τῶν ὁρωμένων ἐπιφάνειαν καὶ τὴν οἰκείαν αἴσθησιν ἀλλήλοις τις προσπλέξας συμφύρῃ, τυφλός ἐστι μυωπάζων, τὴν τῆς αἰτίας τῶν ὄντων ἀγνωσίαν νοσῶν./* ΣΧΟΛΙΟΝ*/
32.2
Ὁ τετρακόσια ἀριθμός τήν τοῦ σωματικοῦ κόσμου φύσιν δηλοῖ. Τέσσαρα γάρ αὐτήν στοιχεῖα συμπληροῦσιν. Ὁ δέ τριακονταπέντε, τήν κατά χρόνον τῶν ἐναρέτων σύν λόγῳ σημαίνει κίνησιν. Ὁ γάρ ἑπτά πεντάκις εἰς ἑαυτόν συντεθείς, τόν τριακονταπέντε ποιεῖ ἀριθμόν. Ἔστιν οὖν ὁ ἑπτά κινήσεως χρονικῆς· ὁ δέ πέντε, λογικῆς ἐπιστήμης σημαντικός. Συνάψας οὖν τόν τετρακόσια καί τριάκοντα καί πέντε, τήν κατά φύσιν καί χρόνον τῶν ἐν αὐτοῖς ζώντων θείων ἀνδρῶν λογικήν ἐπιστήμην ἐδήλωσας.
32.3
Ὁ τῇ πράξει σωματουμένην, φησί, τήν γνῶσιν, καί τῇ γνώσει ψυχουμένην τήν πρᾶξιν δεικνύς, τόν ἀκριβῆ τρόπον εὗρε τῆς ἀληθοῦς θεουργίας. Ὁ δ᾿ ὁποτέραν τούτων τῆς ἑτέρας ἔχων διαζευγμένην, ἤ τήν γνῶσιν ἀνυπόστατον ἐποίησε φαντασίαν, ἤ τήν πρᾶξιν ἄψυχον κατέστησεν εἴδωλον· γνῶσις γάρ ἄπρακτος, φαντασίας οὐδέν διενήνοχεν, ὑφεστῶσαν αὐτήν τήν πρᾶξιν οὐκ ἔχουσα· καί πρᾶξις ἀλόγιστος, ἀψύχῳ ταυτόν εἰδώλῳ καθέστηκεν, ψυχοῦσαν αὐτήν γνῶσιν οὐκ ἔχουσα.
32.4
Ὅτι καί τούς τῶν ἀσωμάτων καί τούς τῶν σωμάτων ἀφίησι λόγους, ὁ πρός τόν Θεόν ἀναδραμών κατ᾿ ἔκστασιν (14Γ_358> νοῦς. Οὐ γάρ πέφυκέ τι Θεῷ τῶν μετά Θεόν ἅμα συγκατοπτεύεσθαι.