Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
PG 91 14ΒΓ
Maximus Confessor14 34 · pg-scrape-grcMore by Maximus Confessor
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/maximus-confessor" aria-label="More works by Maximus Confessor"> —
⋯
More
Original / primary: Pg Scrape Grc
34.1
ΕΡΩΤΗΣΙΣ ΛΔ' Τί πάλιν ἐστὶ διὰ τοῦτο λέγω ὑμῖν ὅτι πάντα ὅσα ἂν προσευχόμενοι αἰτεῖσθε, πιστεύετε ὅτι λαμβάνετε, καὶ ἔσται ὑμῖν. Πῶς τις δύναται πιστεύειν ὅτι πάντως λαμβάνει ὃ αἰτεῖ, μόνου τοῦ Θεοῦ εἰδότος εἰ συμφέρει τὸ αἰτούμενον ἢ μή; Καὶ εἰ ἐξ ἀγνοίας ὃ οὐ συμφέρει αἰτεῖ, πῶς παρέχει; Καὶ εἰ (14Β_224> οὐ παρέχει τὸ μὴ συμφερόντως ἐξ ἀγνοίας αἰτούμενον, πῶς πιστεῦσαί τις δύναται ἐπὶ παντὸς αἰτήματος ὅτι λαμβάνει καὶ ἔσται αὐτῷ; Ἀπόκρισις. Πάντα μὲν τὰ τοῦ παρόντος κεφαλαίου κατ᾽ ἐπιτομὴν ἐν τῷ πρὸ αὐτοῦ ἐπιλέλυται. Μόνων γὰρ τῶν ἐπεγνωκότων πῶς δεῖ πιστεύειν ἐστὶ τὸ εἰδέναι τί δεῖ καὶ πῶς καὶ περὶ τίνων αἰτεῖσθαι. Οὐ γὰρ πάντων ἡ γνῶσις, ὥσπερ οὐδὲ ἡ πίστις. Πλὴν ὁ Κύριος, εἰπὼν ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, τουτέστι πρὸ πάντων τὴν ἐπίγνωσιν τῆς ἀληθείας καὶ οὕτω τὴν τῶν καθηκόντων τρόπων ἐξάσκησιν, σαφῶς ἔδειξε περὶ μόνης τῆς θείας γνώσεως δεῖν ζητεῖν τοὺς πιστεύοντας καὶ τῆς αὐτὴν κοσμούσης διὰ τῶν ἔργων ἀρετῆς. Ἐπειδὴ γοῦν πολλὰ τυγχάνει τὰ πρὸς γνῶσιν Θεοῦ καὶ ἀρετὴν ζητούμενα τοῖς πιστεύουσι, ἀπαλλαγὴ παθῶν, ὑπομονὴ πειρασμῶν, ἀρετῶν λόγοι, τρόποι ἐνεργειῶν, ἐξήλωσις τῆς πρὸς σάρκα τῆς ψυχῆς διαθέσεως, ἀποξένωσις τῆς πρὸς τὰ αἰσθητὰ τῆς αἰσθήσεως σχέσεως, τοῦ νοῦ παντελὴς ἀπὸ πάντων τῶν γεγονότων ἀναχώρησιςκαὶ ἁπλῶς μυρία ἄλλα εἰσὶ τὰ πρὸς ἀποχὴν μὲν κακίας καὶ ἀγνωσίας, κατόρθωσιν δὲ γνώσεως καὶ ἀρετῆςεἰκότως ὁ Κύριος ἔφη πάντα ὅσα ἂν αἰτεῖσθε πιστεύοντες λήψεσθε, πάντα ἁπλῶς τὰ πρὸς ἐπίγνωσιν Θεοῦ καὶ ἀρετὴν συντείνοντα μόνα καὶ ζητεῖν καὶ αἰτεῖν μετ᾽ ἐπιστήμης καὶ πίστεως δεῖν εἰπὼν τοὺς εὐσεβεῖς. Ταῦτα γὰρ πάντως συμφέρει, καὶ πάντως δίδωσιν αὐτὰ τοῖς αἰτοῦσιν ὁ Κύριος. Ὁ τοίνυν διὰ μόνην τὴν πίστιν, ἤγουν τὴν πρὸς τὸν Θεὸν ἄμεσον ἕνωσιν, πάντα ζητῶν τὰ πρὸς τὴν ἕνωσιν, πάντως λήψεται. Ὁ δὲ ταύτης δίχα τῆς αἰτίας, κἂν ἄλλα, κἂν τὰ προειρημένα ζητῇ, οὐ λήψεται· οὐ γὰρ πιστεύει, ἀλλ᾽ οἰκείαν ὡς ἄπιστος διὰ τῶν θείων πραγματεύεται δόξαν. ΛΕ (35). ΠΕΡΙ ΤΟΥ ΠΩΣ ΚΕΛΕΥΟΜΕΘΑ ΕΣΘΙΕΙΝ ΤΗΝ ΣΑΡΚΑ ΤΟΥ ΛΟΓΟΥ ΚΑΙ ΠΙΝΕΙΝ ΤΟ ΑΙΜΑ, ΜΗ ΣΥΝΤΡΙΒΕΙΝ ΔΕ ΤΑ ΟΣΤΑ;
34.2
Ὁ πρόληψιν περί ἑαυτοῦ γνώσεως, φησίν, τοῖς θεωμένοις διδούς κατά μόνην τήν προφοράν ὧν σεσύληκε λόγων, τάς τῶν ἀσυνέτων ἀκοάς ὡς Ἀβεσαλώμ παραπείθων, καί τῇ συνουσίᾳ τυραννικῶς τάς καλάς τοῦ διδάξαντος θεοφιλεῖς ὥσπερ γυναῖκας, εἰς ἀκοάς ἀμύστους μιαίνων θεωρίας κατά τήν Ἀχιτόφελ συμβουλήν, ὅπερ ἐστίν ἑρμηνευόμενον ἀδελφός κονιάζων· τουτέστιν ἀδελφός δόλῳ φιλιάζων, ἐλέγχεται δοξομανῶν, ὑπό τήν χεῖρα πίπτων τῶν παίδων Δαβίδ, ἐν τῷ πλάτει τῆς τῶν φυσικῶν θεωρημάτων ποικιλίας, τῷ κρείττονι μετά τῆς οἰκείας αὐθαδείας παραταττόμενος. Δείκνυται γάρ μήτε γῆς ἐπιβαίνων, ὡς ἤθους ἀρετῆς πῆξιν οὐκ ἔχων· μήτε μήν οὐρανοῦ παντελῶς ἐπιλαβόμενος, ὡς τῆς ἀληθῶς ὑψηλῆς κατά τήν γνῶσιν ἕξεως οὐδ᾿ ὅλως ἁψάμενος· καί θνήσκει τρία βέλη κατά τῆς καρδίας δεχόμενος, τήν τε τῆς εἰς τόν διδάξαντα παρανομίας φημί μνήμην, καί τήν ἐπί τῇ οἰήσει τῆς οὐκ οὔσης γνώσεως αἰσχύνην· καί τήν ἐπί τούτοις ἄφυκτον τῆς μελλούσης κρίσεως ἐκδοχήν. Ταύταις γάρ φωραθείς ὁ κενόδοξος ταῖς ἀκίσι, θνήσκει βαλλόμενος, ὅν προλαμβάνει τόν δι᾿ ἀγχόνης, ὡς δίκαιον ἦν, ἀποφερόμενος θάνατον, ὁ κακός σύμβουλος Ἀχιτόφελ, διδάσκων πατράσιν ἐπανίστασθαι παῖδας, καί τήν κακήν βουλήν διασκεδαζομένην ὁρῶν. Οὐ φέρει γάρ ἔτι ζῇν, τῆς τε πρός Δαβίδ ψεκτῆς φιλίας ἄρας τό πέπλον, καί τόν δοξομανῆ καί ψευδώνυμον γνωστικόν, ἔχοντα τοῦ λόγου τό κράτος ἀποδεῖξαι μή δυνηθείς.
34.3
Ἀριστερός μέν ὁ φυσικός νόμος διά τήν αἴσθησιν· προσάγει δέ τῷ Λόγῳ τούς τρόπους τῶν ἀρετῶν, καί ποιεῖ γνῶσιν ἐνεργουμένην. Ὁ δέ πνευματικός νόμος, ὡς δεξιός μέν ἐστι (14Γ_296> διά τόν νοῦν· μίγνυσι δέ τῇ αἰσθήσει τούς ἐν τοῖς οὖσι πνευματικούς λόγους, καί ποιεῖ πράξιν λελογισμένην.
34.4
Πῶς ἑρμηνευόμενος Ἰωνᾶς προδιελέγχει τυπικῶς τόν Ἰουδαϊκόν λαόν.
34.5
Τί σημαίνουσιν αἱ νεομηνίαι.

Intertext edge

Open linked passage

Note