Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
PG 91 14ΒΓ
Maximus Confessor14 36 · pg-scrape-grcMore by Maximus Confessor
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/maximus-confessor" aria-label="More works by Maximus Confessor"> —
⋯
More
Original / primary: Pg Scrape Grc
36.1
ΕΡΩΤΗΣΙΣ ΛS' Τί ἐστι τὰ τῶν ἀλόγων ζῴων σώματα καὶ αἵματα, δι᾽ ὧν λατρεύοντες οἱ Ἰσραηλῖται τὰ μὲν σώματα ἤσθιον τὰ δὲ αἵματα οὐκ ἔτι, πρὸς δὲ τὴν βάσιν κύκλῳ τοῦ θυσιαστηρίου προσέχεον; (14Β_230> Ἀπόκρισις. Τῶν εἰσαγομένων πρὸς εὐσέβειαν τύπον ἔφερον οἱ πάλαι τῷ Θεῷ κατὰ τὸν νόμον ἐν σκιᾷ λατρεύοντες, μόλις καὶ αὐτὰ τὰ φαινόμενα τῶν τυπικῶν συμβόλων διατάγματα νοῆσαι δυνάμενοι. Ἐπεὶ οὖν οὐκ ἐκείνοις προηγουμένως ἀλλ᾽ ἡμῖν ὁ νόμος ἐδόθη, κατὰ Χριστὸν πνευματικῶς δι᾽ ἡμῶν τελειούμενος, σκοπήσωμεν τῶν τότε θυμάτων μετὰ τῆς εὐσεβείας τὸν λόγον. Ὁ πρὸς εὐσέβειαν εἰσαγόμενος, περὶ τῶν ἔργων διδασκόμενος τῆς δικαιοσύνης, τὴν πρᾶξιν μόνην ἐπιτελεῖ μετὰ πάσης ὑπακοῆς καὶ πίστεως, καθάπερ σάρκας ἐσθίων τῶν ἀρετῶν τὰ φαινόμενα, τοὺς δὲ τῶν ἐντολῶν λόγους, ἐν οἷς ἡ τῶν τελείων ὑπάρχει γνῶσις, τῷ Θεῷ παραχωρεῖ διὰ τῆς πίστεως, μὴ δυνάμενος τέως συνεπεκταθῆναι τῷ μήκει τῆς γνώσεως. Θεοῦ γὰρ σύμβολόν ἐστι τὸ θυσιαστήριον, ᾧ πάντες πνευματικῶς θυόμεθα καὶ τῶν ὑπὲρ δύναμιν παραχωροῦμεν τὴν εἴδησιν, ἵνα ζήσωμεν. Τῆς δὲ κατ᾽ αὐτὸν πίστεως τύπος ἐστὶν ἡ τοῦ θυσιαστηρίου βάσις. Θεμέλιος γὰρ ἡ πίστις ὑπάρχει, πᾶσαν τὴν οἰκοδομὴν τῶν θείων καὶ ἔργων καὶ νοημάτων βαστάζουσα· πρὸς ἣν πᾶς μὴ δυνάμενος τῆς ἐκ τοῦ θείου τῆς σοφίας κρατῆρος κατὰ τὴν γνῶσιν σωφρόνως ἀπολαῦσαι μέθης τῶν οὐκ ἐφικτῶν αὐτῷ γνώσεων καλῶς ποιῶν προσχέει τοὺς λόγους, τουτέστι τῶν ὑπὲρ δύναμιν λόγων τὴν γνῶσιν τῇ πίστει παραχωρῶν. Ὡς οὖν τύπον τῶν κατ᾽ εὐσέβειαν εἰσαγομένων ὁ παλαιὸς λαὸς φέρων, ἐσθίοντες τῶν θυομένων τὰς σάρκας τὸ αἷμα πρὸς τὴν βάσιν τοῦ θυσιαστηρίου προσέχεον, οὐ δυνάμενοι διὰ τὸν νηπιάζοντα λογισμὸν τῆς τῶν γινομένων μυστικῆς ἐφικέσθαι γνώσεως. Χριστὸς δέ, παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, τὴν ἀπόρρητον θύων θυσίαν, ἑαυτὸν μετὰ τῆς σαρκὸς καὶ τὸ αἷμα δίδωσι τοῖς τὰ αἰσθητήρια τῆς ψυχῆς διὰ τὴν (14Β_232> τελειότητα γεγυμνασμένα ἔχουσι πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. Ὁ γὰρ τέλειος, οὐ μόνον τὴν τῶν εἰσαγομένων τάξιν ἀλλὰ καὶ τὴν τῶν προκοπτόντων διαδραμών, οὐκ ἀγνοεῖ τῶν ὑπ᾽ αὐτοῦ κατ᾽ ἐντολὴν γινομένων τοὺς λόγους, ἀλλ᾽ ἐκείνους Πνεύματι πρῶτον διαπιών, πᾶσαν ἐσθίει διὰ τῶν ἔργων τὴν σάρκα τῶν ἀρετῶν, πρὸς τὴν κατὰ νοῦν γνῶσιν ἀναβιβάζων τὴν τῶν γινομένων κατ᾽ αἴσθησιν κίνησιν. Εἰσὶ μὲν καὶ ἕτεροι πλεῖστοι λόγοι περὶ τούτων, ὑμῖν μάλιστα πρέποντες τοῖς φιλοθεωτάτοις· ἀλλὰ παρείσθωσαν νῦν διὰ τὸ πλῆθος./* ΣΧΟΛΙΑ*/
36.2
Ὁ ὀκτώ εἷς ὤν τῶν ἐντός δεκάδος ἀριθμῶν· καί ὁ ὀγδοήκοντα, τῶν ἐντός ἑκατοντάδος· καί ὁ ὀκτακόσια, τῶν ἐντός χιλιάδος· καί ὁ ὀκτακισχίλια, τῶν ἐντός μυριάδος, ἀκινησίαν καθ᾿ ἑαυτούς θεωρούμενοι δηλοῦσι, κατά μέντοι τήν ἄνεσιν τοῦ ποσοῦ καί τήν ἐπίτασιν. Οὐκοῦν ἐπαινετῶς τῇ Γραφῇ κείμενοι, τήν πρός τά πάθη τελείαν ἀκινησίαν δηλοῦσι· τουτέστι, παθῶν ἀπογένεσιν. Τοῦτο δέ τήν τοῦ μέλλοντος αἰῶνος χαρακτηρίζει κατάστασιν, ἐν ᾧ παθῶν γένεσις οὐκ ἔστιν. Ὁ δέ τεσσαράκοντα, τῶν αἰσθητῶν εἰκόνα φέρει· καί ὁ πέντε, τῶν αἰσθήσεων· αἷς κατ᾿ ἐπιστήμην φυσικήν ὁ αἰσθητός ὑποπέπτωκε κόσμος. Εἰκότως οὖν τήν περί κακίαν ἄγονον ἕξιν, καί τήν πρός τά αἰσθητά κατά τήν πρός αὐτά τῶν αἰσθήσεων σχέσιν τελείαν τῶν θείων ἀνδρῶν ἀποδιάθεσιν ὁ παρών ἀριθμός δηλοῖ.
36.3
Ἡ μέν σάρκωσις, φησίν, εἰς τήν τῆς φύσεως σωτηρίαν γέγονε· τά δέ πάθη, πρός λύτρωσιν τῶν διά τήν ἁμαρτίαν τῶ θανάτῳ κατεχομένων.
36.4
Σκώληξ ἐστίν ὁ Κύριος διά τήν ἄσπορον σάρκα· ἥλιος δέ, καί ὡς διά τήν δύσιν τῆς ταφῆς, καθ᾿ ἥν ὑπό γῆν γέγονε ὡς ἄνθρωπος ὁ Λόγος, καί ὡς φύσει κατ᾿ οὐσίαν φῶς ὑπάρχων καί Θεός.
36.5
Ἄλλος ὅρος τοῦ αὐτοῦ μυστικώτερος.

Intertext edge

Open linked passage

Note