Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
PG 91 14ΒΓ
Maximus Confessor14 37 · pg-scrape-grcMore by Maximus Confessor
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/maximus-confessor" aria-label="More works by Maximus Confessor"> —
⋯
More
Original / primary: Pg Scrape Grc
37.1
ΕΡΩΤΗΣΙΣ ΛΖ' Λέγει εἰς τὰς Πράξεις περὶ τοῦ ἁγίου Παύλου· ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἐπιφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια καὶ σημικίνθια καὶ ἀπαλλάττεσθαι ἀπ᾽ αὐτῶν τὰς νόσους. Ἆρα γὰρ διὰ τὴν διακονίαν καὶ τοὺς ἀπίστους τοῦτο ἐγίνετο, ἢ ἁγιασθέντος τοῦ σώματος ταῦτα ἐκ τοῦ χρωτὸς αὐτοῦ ἐπετελεῖτο; Καὶ εἰ κατὰ τοῦτο καὶ ἐπὶ τῆς ἐχίδνης οὐδὲν ἔπαθεν, τίνι τῷ λόγῳ τῷ μὲν ἰῷ τοῦ θηρίου οὐχ ὑπέπεσε τὸ σῶμα τοῦ ἁγίου, τῷ δὲ ξίφει ὑπέπεσε; Τὸ δὲ αὐτὸ ζητῶ καὶ ἐπὶ τοῦ σώματος Ἐλισσαίου. Τίνα δὲ τὰ σημικίνθιά εἰσιν; (14Β_234> Ἀπόκρισις. Οὔτε διὰ μόνην τοῦ ἁγίου Παύλου τὴν ἁγιότητα, οὔτε διὰ μόνην τὴν τῶν δεχομένων πίστιν ὁ χρὼς τοῦ σώματος αὐτοῦ διὰ τῶν σουδαρίων καὶ τῶν σημικινθίων ἐπετέλει τὰς ἰάσεις, ἀλλ᾽ ὅτιπερ αὐτῷ τε κἀκείνοις ἡ θεία χάρις, ἑαυτὴν ἐπιμερίσασα, φιλανθρώπως ἐν ἐκείνοις διὰ τῆς πίστεως ἐνεργὸν ἐποίει τοῦ ἀποστόλου τὴν ἁγιότητα. Οὕτω μὲν οὖν πάλιν, βουληθείσης τῆς χάριτος, ἀπαθὲς διέμεινεν αὐτοῦ τὸ σῶμα, τῷ ἰῷ τοῦ θηρίου μὴ διαφθειρόμενον, εἴτε τὴν ἐν τῷ ἰῷ τοῦ θηρὸς φθαρτικὴν ποιότητα μεταβαλούσης, εἴτε τὸ σῶμα τοῦ ἁγίου τῆς τοιαύτης δαπανητικὸν φθορᾶς ἀπεργασαμένης, εἴτε κατ᾽ ἄλλον τινὰ τρόπον οἰκονομίας, ὃν οἶδεν ὁ ταῦτα ποιῶν καὶ μετασκευάζων Θεός. Τῷ δὲ ξίφει πάλιν ὑπέπεσε, βουληθείσης τῆς χάριτος. Οὐ γὰρ ἦν κατὰ φύσιν ἀθάνατος, κἂν ἦν διὰ τὴν χάριν θαυματουργός. Εἰ μὲν κατὰ φύσιν ὑπῆρχεν ἀθάνατος, καλῶς ἂν ἐζητοῦμεν τὸν καθ᾽ ὃν παρὰ φύσιν ὑπέπεσε τῷ ξίφει λόγον· εἰ δὲ φύσει καὶ μετὰ τὴν ἁγιότητα διέμεινε θνητός, οὐκ ἔστιν ἀναγκαῖον ζητῆσαι τὸν καθ᾽ ὃν οὐ τοιῶσδε ἀλλὰ τοιῶσδε τὴν ἐν σαρκὶ ζωὴν παρῆλθε λόγον ὁ θεῖος ἀπόστολος. Ὧι γὰρ τρόπῳ βούλεται ὁ τὴν ἑκάστου πρὸ τῶν αἰώνων συμφερόντως διορίσας ζωὴν Θεός, ἕκαστον πρὸς τὸ οἰκεῖον τῆς ζωῆς ἄγει τέλος, εἴτε δίκαιον εἴτε ἄδικον. Εἰ μὲν οὖν εἷς καὶ ὁ αὐτὸς ἦν φύσεως καὶ χάριτος λόγος, θαύματος ἦν ἄξιον καὶ καταπλήξεως τὸ κατὰ τὴν φύσιν παρὰ τὴν χάριν, ἢ κατὰ τὴν χάριν παρὰ τὴν φύσιν γινόμενον· εἰ δὲ μᾶλλον ἕτερος καὶ ἕτερος φύσεως καὶ χάριτος λόγος, δῆλόν ἐστι καὶ σαφὲς ὅτι, ὡς μὲν ἅγιοι, ἐθαυματούργουν διὰ τὴν χάριν, ὡς δὲ ἄνθρωποι, ἔπασχον διὰ τὴν φύσιν, ἐπειδὴ μὴ ἀνεῖλε τὸ τῆς φύσεως παθητὸν ἡ χάρις, οὐδαμῶς ἀλλήλοις συμφυρέντων τῶν ἐν φύσει καὶ χάριτι λόγων. Οὕτω δεξώμεθα πάντα ποιεῖν κατ᾽ οἰκονομίαν τῶν προνοουμένων ἐν τοῖς ἁγίοις τὴν τοῦ Θεοῦ χάριν καὶ ζῶσι καὶ ἀποθανοῦσιν, ὡς ἐν ὀργάνοις οἰκείοις (14Β_236> τῆς τῶν ἄλλων προνοουμένην σωτηρίας, ἀλλ᾽ οὐ κατὰ φύσιν ταῦτα διὰ τὴν χάριν ἐν τοῖς ἄλλοις ἐνεργοῦντας τοὺς ἁγίους. Τοῦτο γοῦν καὶ ἐπὶ τοῦ σώματος Ἐλισσαίου. Ἀλλ᾽ ἐπειδὴ τῶν ἱστορουμένων τὰ νοούμενα μᾶλλον εὐφραίνει τὴν τῶν φιλοθέων ψυχήν, χρῶτα μέν φαμεν εἶναι τοῦ μεγάλου ἀποστόλου τὴν εὐσέβειαν, καθ᾽ ἣν τοῖς μὲν ἦν ὀσμὴ ἀπὸ ζωῆς εἰς ζωήν, τοῖς δὲ ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, σουδάρια δὲ τοὺς ἐκφανεῖς τῆς γνωστικῆς αὐτοῦ θεωρίας λόγους, τὰ δὲ σημικίνθια τοὺς σεμνοὺς τῆς κατ᾽ ἀρετὴν πρακτικῆς φιλοσοφίας τρόπους· ἐγχείρια γὰρ εἶναί φασι τὰ σημικίνθια. Οὕστινας λόγους τε καὶ τρόπους πνέοντας καὶ ἐκπέμποντας καθάπερ εὐωδίαν τὰ χρῶτα, τουτέστι τὴν τοῦ μακαρίου ἀποστόλου μεγάλην εὐσέβειαν, οἱ δεχόμενοι τὴν τῆς πιεζούσης αὐτοὺς ἀσθενείας ἐλάμβανον ἴασιν, οἱ μὲν διὰ τῶν περὶ θεωρίας λόγων, ὡς σουδαρίων, τὴν νόσον τῆς ἀγνωσίας διώκοντες, οἱ δὲ διὰ τῶν κατὰ τὴν πρᾶξιν ἐναρέτων τρόπων τὴν ἀρρωστίαν τῆς κακίας παντελῶς ἀφανίζοντες. Οὕτω δὲ καὶ τὸν αὐτῷ συμβάντα ζοφερὸν χειμῶνα τὸ βάρος εἶναι τῶν ἀκουσίων πειρασμῶν τεκμαίρομαι, τὴν δὲ νῆσον τὴν παγίαν ἕξιν τῆς θείας ἐλπίδος καὶ ἄσειστον, τὴν δὲ πυρὰν τὴν ἕξιν τῆ γνώσεως, τὰ δὲ φρύγανα τὴν τῶν ὁρωμένων φύσιν, ἣν συνέστρεφε τῇ χειρί, τῇ κατὰ θεωρίαν λέγω ψηλαφητικῇ τοῦ νοῦ δυνάμει, διατρέφων τοῖς ἐξ αὐτῆς νοήμασι τὴν ἕξιν τῆς γνώσεως, τὴν θεραπεύουσαν τὴν ἐκ τοῦ χειμῶνος τῶν πειρασμῶν προστριβεῖσαν τῇ διανοίᾳ κατήφειαν, τὴν δὲ ἔχιδναν τὴν λανθανόντως ἐγκεκρυμμένην τῇ φύσει τῶν αἰσθητῶν πονηρὰν καὶ ὀλέθριον δύναμιν, δήξασαν μὲν τὴν χεῖρα, τουτέστι τὴν κατὰ νοῦν ψηλαφητικὴν τῆς θεωρίας ἐνέργειαν, οὐ βλάψασαν δὲ τὸν διορατικὸν νοῦν, τῷ φωτὶ τῆς γνώσεως αὐτὴν εὐθὺς ὡς ἐν πυρὶ διαφθείραντα τὴν τῷ (14Β_238> πρακτικῷ κινήματι τοῦ νοῦ προσαφθεῖσαν ἐκ τῆς τῶν αἰσθητῶν θεωρίας ὀλέθριον δύναμιν. Ὡσαύτως καὶ ἐπὶ τοῦ Ἐλισσαίου νοῶ· ὅτιπερ ἕκαστος νεκρὸς τοῖς παραπτώμασιν, ἐπειδὰν τοῦ μνήματος ἐπιτεθῇ τοῦ προφήτου, ἐν ᾧ ἦν τὸ σῶμα, τουτέστι τῇ τὸ ἴχνος ἐχούσῃ τοῦ βίου τοῦ προφητικοῦ μνήμῃ, ἐν ᾧ ἦν καλῶς φυλαττόμενον τὸ σῶμα τῶν ἀρετῶν, κατὰ τὴν μίμησιν τῶν τρόπων ἀναστροφῇ ζωοποιεῖται, πρὸς τὴν ἐνάρετον μετατιθέμενος ζωὴν ἀπὸ τῆς τῶν παθῶν τῆς κακίας νεκρότητος./* ΣΧΟΛΙΑ*/
37.2
Σφαιρικόν τόν πέντε φησίν ἀριθμόν, ὡς κυκλικόν καί εἰς ἑαυτόν κατά πᾶσαν αὐτοῦ πρός πάντα περιττόν ἀριθμόν γινομένην σύνθεσιν, ἀποκαθιστάμενον. Ἑκάστῳ γάρ περιττῷ τόν πέντε πενταπλασίως συνθείς, εἰς τόν πέντε λήγοντα τόν συναγόμενον εὑρήσεις ἀριθμόν. Οἷον πεντάει τρεῖς, δεκαπέντε· πεντάει πέντε, εἰκοσιπέντε· πεντάει ἑπτά, τριακονταπέντε· πεντάει ἐννέα, τεσσαρακονταπέντε. Οὕτως οὖν ἐπ᾿ ἄπειρον προϊών, εὑρήσεις ἑκάστῳ περιττῷ ἀριθμῷ συντιθέμενον πεντάκις τόν πέντε, καί πεντηκοντάκις τόν πεντήκοντα· καί πεντακοσιοντάκις τόν πεντακόσια· καί πεντακισχιλιοντάκις τόν πεντακισχίλια, πρός ἑαυτόν κατά τόν συναγόμενον ἀριθμόν ἀποκαθιστάμενον ὅπερ κυκλικῆς ἴδιον καί σφαιρικῆς ὑπάρχει κινήσεως. Εἰκότως οὖν σφαιρικόν τε καί κυκλικόν οἱ τά τοιαῦτα σοφοί τόν πέντε κεκλήκασιν ἀριθμόν· ὡς μηδέποτε παντελῶς ἑαυτοῦ κατά τήν πρός τούς λεγομένους περιττούς ἀριθμούς σύνθεσιν ἐξιστάμενον. Σημαίνει δέ καί τήν γενικήν ἐπιστήμην, τήν μηδαμῶς τῇ περί τό πᾶν ἀλήκτῳ κινήσει κατά τήν γνῶσιν ἑαυτῆς ἐξισταμένην, καί πάντα τῇ δυνάμει τοῦ λόγου περιλαμβάνουσαν.
37.3
Τό μυστήριον, φησί, τῆς ἐνανθρωπήσεως, τά μέν παρά φύσιν ἀφίστησιν ἰδιώματα τῆς ἀνθρωπίνης φύσεως· τά δέ κατά φύσιν ἀποκαθίστησιν.
37.4
Ὅτι τό πνεῦμα τοῦ καύσωνος, οὐ μόνον τούς πειρασμούς, ἀλλά καί τήν ἐγκατάλειψιν τοῦ Θεοῦ, τήν ἀφαιρουμένην τῶν Ἰουδαίων τήν τῶν θείων χαρισμάτων χορηγίαν δηλοῖ.
37.5
Ἐνταῦθα τήν ἐγκράτειαν ἔργον εἶναι λέγει τῆς Προνοίας, ὡς τῶν γνωμικῶν καθαρτικήν παθῶν· τήν ὑπομονήν δέ τῆς κρίσεως εἶναι κατόρθωμά φησιν, ὡς τοῖς ἀκουσίοις ἀντιτασσομένην πειρασμοῖς.

Intertext edge

Open linked passage

Note