Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
PG 91 14ΒΓ
Maximus Confessor14 39 · pg-scrape-grcMore by Maximus Confessor
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/maximus-confessor" aria-label="More works by Maximus Confessor"> —
⋯
More
Original / primary: Pg Scrape Grc
39.1
ΕΡΩΤΗΣΙΣ ΛΘ' Τίνες αἱ τρεῖς ἡμέραι ἃς προσμένουσι τῷ Κυρίῳ οἱ ὄχλοι ἐν τῇ ἐρήμῳ; Ἀπόκρισις. Ἡ ἔρημός ἐστιν ἡ φύσις τῶν ἀνθρώπων ἢ ὁ κόσμος οὗτος, ἐν ᾧ προσμένουσι τῷ λόγῳ τῆς ἀρετῆς καὶ τῆς γνώσεως οἱ διὰ τῆς πίστεως καὶ τῆς τῶν μελλόντων ἀγαθῶν ἐλπίδος κακοπαθοῦντες. Αἱ δὲ τρεῖς ἡμέραι εἰσί, καθ᾽ ἕνα τρόπον τῆς ἐπ᾽ αὐταῖς θεωρίας, αἱ τρεῖς δυνάμεις τῆς ψυχῆς, καθ᾽ ἃς προσμένουσι τῷ θείῳ Λόγῳ τῆς ἀρετῆς καὶ τῆς γνώσεως· τῇ μὲν ζητοῦντες, τῇ δὲ ποθοῦντες, τῇ δὲ ὑπεραγωνιζόμενοι δέχονται τροφὴν ἄφθαρτον καὶ τὸν νοῦν πιαίνουσαν τὴν γνῶσιν τῶν γεγονότων. Καθ᾽ ἕτερον δὲ τρόπον, τοὺς τρεῖς γενικωτέρους νόμους αἱ τρεῖς ἡμέραι σημαίνουσι, τὸν γραπτόν φημι καὶ τὸν φυσικὸν καὶ τὸν πνευματικὸν ἤγουν τὸν τῆς χάριτος. Πᾶς γὰρ νόμος οἰκείως ἑαυτῷ τῆς ἀνθρωπίνης φύσεως ὑπάρχει φωτιστικός, τοῦ φωτὸς ἔχων δημιουργὸν τὸν τῆς δικαιοσύνης ἥλιον. Ὡς γὰρ ἡλίου χωρὶς ἡμέραν γενέσθαι παντελῶς ἀμήχανον, οὕτω δίχα τῆς οὐσιώδους καὶ ὑφεστώσης σοφίας νόμος εἶναι δικαιοσύνης οὐ δύναται, τῆς ἐν ἑκάστῳ νόμῳ τὴν οἰκείαν ποιουμένης ἀνατολὴν καὶ τοὺς νοεροὺς τῶν ψυχῶν ὀφθαλμοὺς νοητοῦ φωτὸς ἐμπιπλώσης. (14Β_246> Ὅπερ εἰδὼς Δαβὶδ ὁ μακάριός φησι· Λύχνος τοῖς ποσί μου ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου· λύχνον τὸν γραπτὸν καλέσας νόμον, ὡς τεχνικῶς τοῖς τῶν σωματικῶν συμβόλων αἰνιγμάτων τε καὶ τύπων διαφόροις συνθήμασι τὸ καυστικὸν φῶς τῆς τῶν παθῶν μοχθηρίας πυρσεύοντα τοῖς διὰ πράξεως κατὰ τῶν ἐναντίων δυνάμεων πλατύνουσι τῆς ψυχῆς τὰ διαβήματα, φῶς δὲ τὸν πνευματικὸν τῆς χάριτος νόμον, ὡς ἀτέχνως δίχα τῶν αἰσθητῶν συμβόλων τὰς αἰωνίους δεικνύοντα τρίβους· ἐν αἷς τὸν δρόμον ὁ θεωρητικὸς ποιούμενος νοῦς πρὸς τὸ ἀκρότατον τῶν ἀγαθῶν πέρας ἄγεται, τὸν Θεόν, μηδενὶ τῶν ὄντων ὁρίζων τῆς διανοίας τὴν κίνησιν. Ἀνέσπερον γὰρ τὸ φῶς ὑπάρχει τοῦ νόμου τῆς χάριτος, οὐκ ἔχον τὴν οἱανοῦν γνῶσιν τὰς αὐτοῦ παμφαεῖς ἀκτῖνας ὁρίζουσαν. Ἢ τυχὸν πόδας ἐκάλεσεν ὁ προφήτης ὅλον τοῦ κατὰ Θεὸν βίου τὸν δρόμον ἢ τὰς κατὰ ψυχὴν κινήσεις τῶν ἀγαθῶν λογισμῶν, ὁδηγουμένας καθάπερ λύχνῳ τῷ ἐν τῷ γράμματι τοῦ νόμου φωτί, τρίβους δὲ τοὺς κατὰ τὸν φυσικὸν νόμον τρόπους τῶν ἀρετῶν καὶ τοὺς κατὰ τὸν πνευματικὸν νόμον τῆς γνώσεως λόγους, τῇ παρουσίᾳ τοῦ Θεοῦ Λόγου δεικνυμένους καὶ πρὸς ἑαυτὴν τὴν φύσιν καὶ τὴν αἰτίαν δι᾽ ἀρετῆς τε καὶ γνώσεως ἐπανάγοντας. Ταύτας τὰς τρεῖς ἡμέρας ἤγουν νόμους τῷ Θεῷ Λόγῳ προσμείναντες καὶ τοὺς ὑπὲρ ἑκάστου προθύμως ὑπομείναντες πόνους οἱ πρὸς σωτηρίαν τετραμμένην τὴν ἔφεσιν ἔχοντες οὐκ ἀπολύονται νήστεις, ἀλλὰ δέχονται τροφὴν δαψιλῆ τε καὶ θείαν, ὑπὲρ μὲν τοῦ γραπτοῦ νόμου τὴν τῶν παρὰ φύσιν παθῶν τελείαν ἀπαλλαγήν, ὑπὲρ δὲ τοῦ φυσικοῦ τὴν ἄπταιστον τῶν κατὰ φύσιν ἐνέργειαν, καθ᾽ ἣν ἡ ἀλληλοῦχος σχέσις συνίσταται, πᾶσαν ἀπωθουμένη τῆς φύσεως σκεδαστὴν ἑτερότητά τε καὶ διαίρεσιν, ὑπὲρ δὲ τοῦ πνευματικοῦ τὴν πρὸς αὐτὸν ἕνωσιν τὸν Θεόν, καθ᾽ ἥν, πάντων ἐκβάντες τῶν γενητῶν, τὴν ὑπὲρ φύσιν (14Β_248> δέχονται δόξαν, δι᾽ ἧς ὁ Θεὸς μόνος ἐν αὐτοῖς ἀπαστράπτων γνωρίζεται. Ἔχετε δὲ περὶ τούτου πλατύτερον ἐν τοῖς Ἀπόροις εἰς τὸν περὶ τῆς ἁγίας Πεντηκοστῆς λόγον τοῦ ἁγίου Γρηγορίου./* ΣΧΟΛΙΑ*/
39.2
Ἡ σοφία φόβος ἐστίν, κατά τήν ἀποφυγήν γινομένη στέρησις, τοῖς οὐκ ὀρεγομένοις αὐτῆς· καί πόθος ἐστίν, ἕξις ἀπολαυστικῆς ἐνεργείας εὑρισκομένη, τοῖς ἀγαπῶσιν αὐτήν. ΝS (56). ΠΕΡΙ ΤΩΝ ΕΛΗΛΥΘΟΤΩΝ ΕΧΘΡΩΝ ΙΟΥΔΑ ΚΑΙ ΒΕΝΙΑΜΙΝ. (14Γ_116>
39.3
Γῆν Βοῤῥᾶ τά ἔθνη νενόηκεν· ἅτινα ὡς ἐν χώρᾳ σκότους ὑπῆρχόν ποτε τῇ πλάνῃ τῆς ἀγνοίας· νῦν δέ γεγόνασιν ἐν χώρᾳ φωτός, τῇ ἐπιγνώσει τῆς ἀληθείας, κατά τήν χάριν τῆς ἁγίας τῶν Εὐαγγελίων τετράδος, ὡς στοιχείων ἀφθάρτων, κατά τόν ἔσω καί νοερόν ἄνθρωπον εἰς ζωήν αἰώνιον ἀναπλασθέντες διά τῆς πίστεως.
39.4
Ἡ διά πνεύματος κατά ψυχήν ἀγχιστεία, σαρκός μέν λύει τήν σχέσιν τῆς προαιρέσεως· Θεῷ δέ προσδεσμεῖ κατά πόθον προσηλωθεῖσαν.
39.5
Δευτέραν ἑορτήν λέγει τήν Πεντηκοστήν.

Intertext edge

Open linked passage

Note