Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
PG 91 14ΒΓ
Maximus Confessor14 3 · pg-scrape-grcMore by Maximus Confessor
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/maximus-confessor" aria-label="More works by Maximus Confessor"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1
Ἐπεὶ ὁ λόγος διαφθείρεται ὑπό τῆς αἰσθήσεως, ὑφέλκει τὴν ψυχὴ ἐκ τῆς συγγενοῦς αὐτῆς σαρκός ὅσῃ δυνάμει καὶ ποιεῖ αὐτὴν οἰκείαν τῷ Θεῷ. Ἡ ψυχὴ λέγεται ὅτι συγγενής ἐστι τῆς σαρκός δυσὶ τρόποις· ἤ ὡς συναποτελεοῦσα ἡ ψυχή μετά τῆς σαρκὸς μίαν ὑπόστασιν ἤ ὡς δεικνύουσα ἀνυπακοὴν τῷ λόγῳ καὶ συνδεόμενη μετὰ τῆς σαρκὸς μέσῳ τῆς αἰσθήσεως.
3.2
Τῆς ἀγάπης ἴδιόν φησι τῶν κατ᾿ αὐτήν ζώντων μίαν ἐνδεῖξαι γνώμην.
3.3
ΕΡΩΤΗΣΙΣ Γ' Τίς ἐστι κατὰ τὸ Εὐαγγέλιον ὁ ἐν τῇ πόλει τὸ κεράμιον βαστάζων τοῦ ὕδατος, καὶ διὰ τί ὕδατος, ᾧ οἱ ὑπὸ Χριστοῦ πεμπόμενοι μαθηταὶ ἀπαντῶσι καὶ κελεύονται ἀκολουθεῖν; Τίς τε ὁ οἰκοδεσπότης; Καὶ διὰ τί παρὰ τοῖς εὐαγγελισταῖς σιωπᾶται τὸ ὄνομα; Καὶ τί τὸ ἀνώγαιον τὸ μέγα καὶ ἐστρωμένον, ἐν ᾧ τὸ φρικτὸν τοῦ θείου δείπνου ἐκτελεῖται μυστήριον; Ἀπόκρισις. Οὐ μόνον ἡ Γραφὴ παρεσιώπησε τοῦ ἀνθρώπου τὸ ὄνομα, πρὸς ὃν ἀπέστειλεν ὁ Σωτὴρ τοὺς δύο μαθητὰς εἰς τὴν τοῦ Πάσχα παρασκευήν, ἀλλὰ καὶ τῆς πόλεως εἰς ἣν ἀπεστάλησαν. Ὅθεν, κατὰ πρώτην ἐπιβολήν, ὑπονοῶ τοῦτο δηλοῦσθαι διὰ τῆς πόλεως τὸν αἰσθητὸν κόσμον, τὸν ἄνθρωπον δὲ τὴν καθόλου φύσιν τῶν ἀνθρώπων, πρὸς ἣν ἀποστέλλονται, ὥσπερ μαθηταὶ τοῦ Θεοῦ καὶ Λόγου, καὶ πρόδρομοι τῆς αὐτοῦ πρὸς τὴν φύσιν τῶν ἀνθρώπων μυστικῆς εὐωχίας ἑτοιμασταί, ὁ τῆς πρώτης διαθήκης νόμος καὶ ὁ τῆς καινῆς, ὁ μὲν διὰ τῆς πρακτικῆς φιλοσοφίας παντὸς μολυσμοῦ τὴν φύσιν ἀποκαθαίρων, ὁ δὲ διὰ τῆς θεωρητικῆς μυσταγωγίας ἀπὸ τῶν σωματικῶν πρὸς τὰ συγγενῆ τῶν νοητῶν θεάματα τὸν νοῦν γνωστικῶς ἀναβιβάζων. Καὶ τούτου τεκμήριον τὸ τοὺς πεμφθέντας μαθητὰς εἶναι Πέτρον καὶ Ἰωάννην· ἔστι γὰρ ὁ μὲν Πέτρος πράξεως, ὁ δὲ Ἰωάννης θεωρίας σύμβολον. Διὸ προσφόρως ὑπαντᾷ πρῶτος αὐτοῖς ὁ τὸ κεράμιον βαστάζων τοῦ ὕδατος, σημαίνων δι᾽ ἑαυτοῦ πάντας τοὺς κατὰ τὴν πρακτικὴν φιλοσοφίαν τοῖς ὤμοις τῶν ἀρετῶν, ὡς ἐν κεραμίῳ, (≡ 14Β_064≡> τῇ νεκρώσει τῶν ἐπὶ γῆς μελῶν τοῦ σώματος φρουρουμένην βαστάζοντας τὴν διὰ τῆς πίστεως τῶν μολυσμῶν αὐτοὺς ἐκκαθαίρουσαν χάριν τοῦ Πνεύματος, εἶτα μετὰ τοῦτον δεύτερος ὁ τὸ ἀνώγαιον τὸ ἐστρωμένον δεικνὺς οἰκοδεσπότης, διδάσκων ὡσαύτως δι᾽ ἑαυτοῦ πάντας τοὺς κατὰ τὴν θεωρίαν τὸ ὕψος τῆς ἑαυτῶν καθαρᾶς καὶ μεγαλοφυοῦς διανοίας, ὥσπερ ἀνώγαιον, πρὸς ὑποδοχὴν τοῦ μεγάλου Λόγου θεοπρεπῶς γνωστικοῖς νοήμασί τε καὶ δόγμασι καταστρώσαντας. Ἡ δὲ οἰκία ἐστὶν ἡ κατ᾽ εὐσέβειαν ἕξις, πρὸς ἣν ὁ μὲν πρακτικὸς ὁδεύει νοῦς τὴν ἀρετὴν διέπων, δεσπόζει δὲ ταύτης, ὡς ἰδίαν λοιπὸν φύσει κτησάμενος, ὁ τῷ θείῳ φωτὶ τῆς μυστικῆς γνώσεως καταλαμπόμενος νοῦς καὶ διὰ τοῦτο, σὺν τῷ πρακτικῷ, τῆς ὑπερφυοῦς τοῦ Σωτῆρος Λόγου παρουσίας τε καὶ εὐωχίας ἀξιούμενος. Εἷς μὲν οὖν ὁ ἄνθρωπος εἴρηται καὶ δύο, εἴπερ ὁ μὲν κεράμιον βαστάζων γέγραπται, ὁ δὲ οἰκοδεσπότης ἀνηγόρευται· εἷς μέν, ὡς ἔφην, τυχόν, διὰ τὴν μίαν φύσιν, δύο δὲ διὰ τὸ ταύτην τὴν φύσιν τοῖς πρακτικοῖς κατ᾽ εὐσέβειαν διῃρῆσθαι καὶ θεωρητικοῖς· οὓς πάλιν διὰ τοῦ Πνεύματος μιγνὺς ὁ Λόγος ἕνα καλεῖ τε καὶ ποιεῖ. Εἰ δὲ καὶ εἰς τὸν καθέκαστον ἄνθρωπον θέλοι τις τὰ εἰρημένα θεωρῆσαι, τῆς ἀληθείας οὐκ ἐκβέβηκε. Πόλις γάρ ἐστιν ἡ τοῦ καθέκαστον ψυχή, εἰς ἣν διαπαντὸς ἀποστέλλονται, ὡς μαθηταὶ τοῦ Λόγου καὶ Θεοῦ, οἱ περὶ ἀρετῆς καὶ γνώσεως λόγοι. Ὁ δὲ τὸ κεράμιον βαστάζων τοῦ ὕδατός ἐστιν ὁ ἀνέχων τοῖς ὤμοις τῆς ἐγκρατείας ἀκαθαίρετον τὴν ἐν τῷ βαπτίσματι δοθεῖσαν χάριν τῆς πίστεως καρτερικὸς τρόπος τε καὶ λογισμός. Ἡ δὲ οἰκία ἐστὶν ἡ ἐκ πολλῶν καὶ διαφόρων, ὥσπερ λίθων, στερρῶν τε καὶ ἀνδρικῶν ἠθῶν τε καὶ λογισμῶν οἰκοδομηθεῖσα κατάστασίς τε καὶ ἕξις τῶν ἀρετῶν. Τὸ δὲ ἀνώγαιον ἡ πλατεῖα καὶ εὐρύχωρός ἐστι διάνοιά τε καὶ ἐπιτηδειότης τῆς γνώσεως, θείοις μυστικῶν τε καὶ ἀπορρήτων δογμάτων κατακοσμηθεῖσα θεάμασιν. Ὁ δὲ οἰκοδεσπότης ἐστὶν ὁ νοῦς ὁ τῷ (≡ 14Β_066≡> λαμπρῷ τῆς κατ᾽ ἀρετὴν οἰκίας καὶ τῷ ὕψει κάλλει τε καὶ μεγέθει τῆς γνώσεως ἐμπλατυνόμενος· πρὸς ὃν μετὰ τῶν αὐτοῦ μαθητῶν, τουτέστι τῶν περὶ φύσεως καὶ χρόνου πρώτων καὶ πνευματικῶν νοημάτων, ἐνδημῶν ὁ Λόγος ἑαυτὸν μεταδίδωσιν. Πάσχα γὰρ ἀληθῶς ἐστιν ἡ πρὸς τὸν ἀνθρώπινον νοῦν τοῦ Λόγου διάβασις, καθ᾽ ἣν τὸ πλῆρες ἅπασι χαρίζεται τοῖς ἀξίοις διὰ τῆς τῶν οἰκείων ἀγαθῶν μετοχῆς παραγινόμενος μυστικῶς ὁ τοῦ Θεοῦ Λόγος. Δ (4). ΠΕΡΙ ΤΟΥ ΜΗ ΚΤΗΣΑΣΘΑΙ ΔΥΟ ΧΙΤΩΝΑΣ.
3.4
Ὅτι κατ' ἐξαίρετον ἐν τοῖς Χριστιανοῖς ἐστιν ὡς θείας υἱοθεσίας ποιητικὸν τὸ Πνεῦμα τὸ ἅγιον. ΙS (16). ΠΕΡΙ ΤΟΥ ΧΩΝΕΥΘΕΝΤΟΣ ΜΟΣΧΟΥ ΕΝ ΤΗ ΕΡΗΜΩ.
3.5
Κινήσεις τῆς ψυχῆς λέγει τὴν ἡδονὴν καὶ ὀδύνην, τὴν ἐπιθυμίαν καὶ τὸν φόβον, λαμβανόμεναι ὡς ἀγαθαὶ καὶ κακαί, ἐν αἷς λανθανόντως αἱ κακίαι ἐνυπάρχουσι.
3.6
Βεβαία πίστωσίς ἐστι, φησίν, τῆς πρός ἐκθέωσιν ἐλπίδος τῇ φύσει τῶν ἀνθρώπων, ἡ τοῦ Θεοῦ ἐνανθρώπησις· τοσοῦτον Θεόν ποιοῦσα τόν ἄνθρωπον, ὅσον αὐτός γέγονεν ἄνθρωπος. Ὁ γάρ χωρίς ἁμαρτίας γενόμενος ἄνθρωπος, δῆλον ὅτι χωρίς τῆς εἰς θεότητα μεταβολῆς, τήν φύσιν θεοποιήσει καί τοσοῦτον ἀναβιβάσει δι᾿ ἑαυτόν, ὅσον αὐτός διά τόν ἄνθρωπον ἑαυτόν κατεβίβασεν.
3.7
Τούς ἐπιβουλευθέντας ὑπό τῶν πρωτοτόκων ἀδελφούς, φέρειν τύπον φησί τοῦ Κυρίου καί τοῦ κατά πίστιν νέου λαοῦ. ΚΔ (24). ΠΕΡΙ ΤΟΥ" ΔΙΕΛΘΩΝ ΠΡΩΤΗΝ ΚΑΙ ΔΕΥΤΕΡΑΝ ΦΥΛΑΚΗΝ".
3.8
Ἐνυπόστατος πίσις ἐστίν, ἡ ἐνεργής καί ἔμπρακτος, καθ᾿ ἥν ὁ τοῦ Θεοῦ Λόγος ἐν τοῖς πρακτικοῖς δείκνυται ταῖς ἐντολαῖς σωματούμενος· δι᾿ ὧν ὡς Λόγος πρός τόν ἐν ᾧ κατά φύσιν ἐστίν ἀνάγει Πατέρα τούς πράττοντας.
3.9
Ὅτι κατιωθεῖσαν ψυχήν τῷ ῥύπῳ τῆς ἡδονῆς φησίν, ἀποκαθαίρει πόνος, καί ἀφηλοῖ παντελῶς αὐτῆς τήν σχέσιν τῶν ὑλικῶν, τῆς πρός αὐτά φιλίας τήν ζημίαν μεταμαθοῦσαν· δι᾿ ἥν αἰτίαν ὁ Θεός συγχωρεῖ τῷ διαβόλῳ κατά κρίσιν δικαίαν τούς ἀνθρώπους βασάνοις καταπιέζειν.
3.10
Ὁ μή τοῖς σχήμασι τῶν ὁρατῶν ἐναπομένων διά τήν αἴσθησιν, ἀλλά κατά νοῦν τούς λόγους αὐτῶν ἀναζητῶν, ὡς νοητῶν τύπους, ἤ λόγους αἰσθητῶν θεώμενος κτισμάτων, οὐδέν ἀκάθαρτον εἶναι τῶν ὁρωμένων διδάσκεται. Πάντα γάρ φύσει καλά λίαν καθέστηκεν.
3.11
Ὁ τόν Θεόν ἀγαπῶν ἐξ ὅλης καρδίας καί ψυχῆς καί δυνάμεως, τοῦ τόν πλησίον ἀγαπῶντος, φησί, μείζων ἐστίν. Οὐκ ἔστιν οὖν λόγου νομοθετεῖσθαι τό κρεῖττον ὑπό τοῦ χείρονος· ἀλλά ἄγεσθαι μᾶλλον τό ἧττον ὑπό τοῦ μείζονος. Διό τήν ἀποστολικήν ἀξίαν τε καί τάξιν, ὑπ᾿ ἐκείνων ὧν ἄρχει βαθμῶν ἄρχεσθαι δικαίως οὐ συνεχώρησεν ὁ θεῖος Ἀπόστολος, μήπως ἡ πάντων τῶν ὄντων εὐκοσμία, καί μάλιστα τῶν θείων τάξις, λυθῇ.
3.12
Ὁ τόν Θεόν ἀγαπῶν ἐξ ὅλης καρδίας καί ψυχῆς καί δυνάμεως, τοῦ τόν πλησίον ἀγαπῶντος, φησί, μείζων ἐστίν. Οὐκ ἔστιν οὖν λόγου νομοθετεῖσθαι τό κρεῖττον ὑπό τοῦ χείρονος· ἀλλά ἄγεσθαι μᾶλλον τό ἧττον ὑπό τοῦ μείζονος. Διό τήν ἀποστολικήν ἀξίαν τε καί τάξιν, ὑπ᾿ ἐκείνων ὧν ἄρχει βαθμῶν ἄρχεσθαι δικαίως οὐ συνεχώρησεν ὁ θεῖος Ἀπόστολος, μήπως ἡ πάντων τῶν ὄντων εὐκοσμία, καί μάλιστα τῶν θείων τάξις, λυθῇ.
3.13
Τήν ἄμεσον λαβών πρός τόν Θεόν ἕνωσιν ὁ νοῦς, τήν τοῦ νοεῖν καί νοεῖσθαι κατά φύσιν παντελῶς δύναμιν ἔχει σχολάζουσαν. Ὁπηνίκα γοῦν ταύτην λύσει νοήσας τι τῶν μετά Θεόν, διεκρίθη τεμών τήν ὑπέρ νόησιν ἕνωσιν· καθ᾿ ἥν ἕως ἐστί τῷ Θεῷ συνημμένος, ὡς ὑπέρ φύσιν, καί τῇ μεθέξει Θεός γεγενημένος, καθάπερ ὅρος ἀκίνητον, ἑαυτοῦ τόν τῆς φύσεως μετατίθησι νόμον.
3.14
Ἐπειδή φύσεως, φησίν, καί χάριτος εἷς καί ὁ αὐτός οὐκ ἔστι λόγος, οὐκ ἔστιν ἀπορίας ἄξιον, πῶς τινες τῶν ἁγίων ποτέ μέν τῶν παθῶν ὑπερεῖχον, ποτέ δέ μᾶλλον ὑπέπιπτον πάθεσιν· γινωσκόντων ἡμῶν, ὅτι τό μέν θαῦμα τῆς χάριτος ἦν· τό δέ πάθος τῆς φύσεως.
3.15
Λύχνος ἐστί κατά ταυτόν ὁμοῦ καί φῶς ὁ τοῦ Θεοῦ Λόγος, ὡς καί φωτίζων τούς κατά φύσιν λογισμούς τῶν πιστῶν, καί ὡς καίων τούς παρά φύσιν, καί ὡς λύων τόν ζόφον τῆς κατ᾿ αἴσθησιν ζωῆς τοῖς διά τῶν ἐντολῶν πρός τήν ἐλπιζομένην ἐπειγομένοις ζωήν, καί ὡς κολάζων τῇ καύσει τῆς κρίσεως τούς ταύτης τῆς σκοτεινῆς τοῦ βίου νυκτός κατά γνώμην διά φιληδονίαν σαρκός ἀντεχομένους.
3.16
Καλόν οἶνον λέγει τόν πρός θέωσιν ἐκστατικόν τῆς φύσεως λόγον· ὅν ἡ παράβασις μέν τῷ Ἀδάμ πιεῖν οὐ συνεχώρησεν· αὐτός δέ χάριτι διά φιλανθρωπίαν ὡς Θεός ἑαυτόν κενώσας, ὕστερον διά τῆς σαρκώσεως, ὡς οἶδεν μόνος αὐτός, κατέστησεν πότιμον. Αὐτός γάρ ἐστι καί πρόνοια, ὡς συνοχή τῶν ὄντων· καί προνοίας Λόγος, ὡς μέθοδος τῆς τῶν προνοουμένων ἰατρείας· καί προνοητής, ὡς πάντα τοῖς ἑαυτῶν τοῦ εἶναι λόγοις συνέχων.
3.17
Ὁ τοῦ Κυρίου θάνατος, φησίν, ἀφθαρσίας ἀρχή τῆς ὅλης φύσεως γέγονεν.
3.18
Ὅτι μόνον ἔχει τοῦ καλοῦ τήν γνῶσιν ὁ Θεός, ὡς καί τοῦ καλοῦ φύσις τε καί γνῶσις ὑπάρχων· τοῦ δέ κακοῦ τήν ἄγνοιαν, ὡς τήν αὐτοῦ ἔχων ἀδυναμίαν. Ὧν γάρ ἔχει τήν δύναμιν φυσικῶς, τούτων οὐσιωδῶς κέκτηται γνῶσιν.
3.19
Ὁ διά πράξεως εὐαρεστήσας τῷ Θεῷ, διά θεωρίας πρός τήν τῶν νοητῶν χώραν, τόν νοῦν δηλαδή μετατίθησιν, ἵνα μή διά φαντασίας τινός τόν ἐν τοῖς πάθεσι κατά τήν αἴσθησιν θεάσηται θάνατον, ὡς ὑπὸ μηδενός τῶν ἑλεῖν βουλομένων παντελῶς εὑρισκόμενος.
3.20
Πύλην γωνίας τήν σάρκωσιν λέγει, πύλην οὖσαν τῆς Ἐκκλησίας· πύργους δέ, τά ὀρθά περί τῆς σαρκώσεως δόγματα.
3.21
Πρώτη ἐν ἡμῖν ἀνάστασις, φησίν, τοῦ διά τῆς ἀγνοίας ἡμῖν νεκρωθέντος Θεοῦ, ἡ πίστις ἐστί καλῶς τοῖς ἔργοις τῶν ἐντολῶν οἰκονομουμένη.
3.22
Ὁ τήν εἰκόνα φορέσας τοῦ ἐπουρανίου, φησίν, τῷ Πνεύματι διά πάντων ἕπεσθαι σπεύδει τῆς ἁγίας Γραφῆς· ἐν ᾧ δι᾿ ἀρετῆς καί γνώσεως ἡ τῆς ψυχῆς ὑπάρχει συντήρησις· ὁ δέ τήν εἰκόνα φέρων τοῦ χοϊκοῦ, τό γράμμα μόνον περιέπει· ἐν ᾧ ἡ κατ᾿ αἴσθησιν πρός σῶμα λατρεία συνέστηκεν, τά πάθη δημιουργοῦσα.
3.23
Ὁ ἄνθρωπος τούς πνευματικούς τῶν ὁρωμένων λόγους κατανοῶν διδάσκεται, ὡς ἔστι τῶν φαινομένων Ποιητής· τήν τοῦ ὁποῖός ἐστιν ἔννοιαν, ὡς ἀνέφικτον ἀφείς ἀνεξέταστον. Τήν γάρ ὅτι Ποιητής, ἀλλ᾿ οὐχ ὁποῖός ἐστιν ὁ Ποιητής ὁρωμένη σοφῶς ἡ κτίσις παρέχει κατάληψιν. Διόπερ δῶρα μέν κέκληκεν ἡ Γραφή τούς λόγους τῶν ὁρωμένων, ὡς τῆς κατά πάντων δεσποτείας μηνυτικούς· δόματα δέ, τούς φυσικούς αὐτῶν νόμους, δι᾿ ὧν ὁποῖόν τι τῶν ὄντων ἕκαστον ὑπάρχει κατ᾿ εἶδος γνωριζόμενον διδάσκει τόν ἄνθρωπον, ἀλλοτρίῳ νόμῳ μή παραφθείρειν τόν κατά φύσιν.
3.24
Ὁ τήν ἀπειρίαν φησίν ἀρετῆς διαγνούς, οὐδέποτε τοῦ κατ᾿ αὐτήν παύεται δρόμου, ἵνα μή ζημιωθῇ αὐτήν τῆς ἀρετῆς τήν ἀρχήν καί τό τέλος, τόν Θεόν λέγω, περί ἑαυτόν στήσας τήν κίνησιν τῆς ἐφέσεως· καί λάθῃ νομίζων ἐπειλῆφθαι τῆς τελειότητος, ὑπομένων τοῦ ἀληθῶς ὄντος τήν ἔκπτωσιν· πρός ὅπερ ἐπείγεται πᾶσα σπουδαίου κίνησις. (14Β_406> 4. Ὅτι πρός ἀσέβειαν, φησίν, πρανής καθέστηκεν ὁδός, ἡ περί τήν ζημίαν τῶν ἀρετῶν ἀναισθησία. Ὁ γάρ ἐθίσας ἑαυτόν διά τάς ἡδονάς τῆς σαρκός Θεοῦ παρακούειν, καί αὐτόν ἀρνήσεται τόν Θεόν καλούσης προφάσεως, Θεοῦ τήν τῆς σαρκός ζωήν προτιμῶν, ἧς καί μόνας τάς ἡδονάς τῶν θείων κρείττους ἔσχηκε θελημάτων.
3.25
Σπήλαιον λέγει τόν κόσμον τοῦτον, καί τό γράμμα τό νομικόν· τόν δέ Σαούλ εἶναι, τόν λαόν τῶν Ἰουδαίων, ὧν ὁ νοῦς τοῦ θείου τῶν νοητῶν ἀπονεύσας φωτός, τῷ σκότει τῶν αἰσθητῶν καί τῇ σκιᾷ τοῦ γράμματος συγκαθέζεται, πρός γένεσιν φθορᾶς τήν κτίσιν τοῦ Θεοῦ καί τόν νόμον ποιούμενος. Ὁ γάρ μόνῳ τῷ γράμματι, καί ταῖς ἐπιφανείαις τῶν αἰσθητῶν τάς ἀθανάτους περιγράφων ἐπαγγελίας, τῆ φθορᾷ καθάπερ βρώματι κατάλληλον ποιεῖται τήν ἔκκρισιν, ἐκ τοῦ τέλους τήν ἀρχήν τῆς οἰκείας περί Θεοῦ δόξης δεικνύς. Τήν διπλοΐδα δέ λέγει, τήν περιβολήν τῶν νομικῶν αἰνιγμάτων. Τό δέ πτερύγιον αὐτῆς, τό κατ᾿ ἐξοχήν ἐν νοήμασιν ὑψηλόν τῆς πνευματικῆς θεωρίας, περικοπτόμενον τῶν πρός μόνην τήν αἴσθησιν τήν ἁγίαν ἐκδεχομένων Γραφήν.
3.26
Ἡ κατ᾿ ἀρετήν διάθεσις, φησίν, πρόσωπόν ἐστι τοῦ θεωρητικοῦ νοός, ὡς εἰς οὐρανόν, πρός τό ὕψος τῆς ἀληθινῆς ἐπαιρόμενον γνώσεως.
3.27
Αἶνός ἐστι λόγος θείας μηνυτικός καλλονῆς· αἴνεσις δέ ἐστι, σχέσις αἰνοῦντος καί αἰνετοῦ, τουτέστιν ἀφήγησις τῶν μηνυτικῶν τῆς θείας εὐπρεπείας λόγων· καθ᾿ ἥν ἡ τῆς γνώσεως ἕξις συνίστασθαι πέφυκε, μεταποιοῦσα πρός τό αἰνετόν τό αἰνοῦν. Θυσία δέ ταύτης ἐστί τῆς αἰνέσεως, οὐ μόνον ἡ τῶν παρά φύσιν παθῶν τελεία νέκρωσις, καί τῶν κατά φύσιν ὑπέρθεσις, ἀλλά καί ἡ πρός Θεόν παντελής τοῦ αἰνοῦντος προσαγωγή.
3.28
Ὁ πενθῶν ἐπί τοῖς πρώτοις ἁμαρτήμασι, καί τελείως ἔχων γεννῶσαν αὐτόν ἀεί εἰς δικαιοσύνην τήν εἰς Θεόν πίστιν καί πᾶσαν ἀρετῆς ὑποτύπωσιν τόν ἑαυτοῦ παρεχόμενον (14Γ_130> βίον καί λόγον, τῆς τοῦ Βενιαμίν πνευματικῆς ἑαυτόν κατέστησε φυλῆς, γνώμης ἔργον, ἀλλ᾿ οὐκ ἀνάγκης τήν κατά Θεόν ὑπάρχουσαν δείξας γέννησιν. Δεξιᾶς γάρ υἱός ἐστιν, ὁ τήν κατά Θεόν γνωμικήν ἑκουσίως ὑπερχόμενος γέννησιν.
3.29
Τήν κατά ψυχήν λύπην τέλος εἶναί φησι τῆς κατ᾿ αἴσθησιν ἡδονῆς· ἐκ γάρ ταύτης συνίσταται λύπη ψυχῆς· ὥσπερ οὖν καί τῆς κατά ψυχήν ἡδονῆς τέλος ἐστίν ἡ κατά σάρκα λύπη· ψυχῆς γάρ εὐφροσύνη, σαρκός γίνεται λύπη.
3.30
Ὁ νοῦς σοφίας ὄργανόν φησιν· ὁ λόγος, γνώσεως· ἡ κατ᾿ ἄμφω πληροφρία, τῆς κατ᾿ ἄμφω συνισταμένης πίστεως· τοῦ δέ τῶν ἰαμάτων χαρίσματος, ἡ φυσική φιλανθρωπία. Πᾶν γάρ χάρισμα θεῖον, ἐπιτήδειον ἐν ἡμῖν ἔχει καί προσφυές ὥσπερ δύναμιν ἤ διάθεσιν ὄργανον δεκτικόν. Οἷον ὁ τόν νοῦν πάσης αἰσθητῆς φαντασίας ποιήσας καθαρόν, δέχεται σοφίαν· ὁ δέ τόν λόγον τῶν ἐμφύτων παθῶν, θυμοῦ λέγω καί ἐπιθυμίας, καταστάσας Δεσπότην, δέχεται γνῶσιν· ὁ δέ τήν κατά νοῦν καί λόγον περί τό Θεῖον ἀσάλευτον πληροφορίαν ἔχων, τήν πάντα δυναμένην δέχεται πίστιν· ὁ δέ τήν φυσικήν κατορθώσας φιλανθρωπίαν, μετά τήν τελείαν τῆς φιλαυτίας ἀναίρεσιν, ἰαμάτων δέχεται χαρίσματα.
3.31
Ἐπειδή, φησί, διά γνώσεως ὁ λόγος τό γνωστόν πέφυκεν ὑποσημαίνειν, κινεῖ τήν ἔφεσιν τῶν δι᾿ αὐτοῦ κινουμένων, πρός τήν τοῦ σημανθέντος ἀπόλαυσιν.
3.32
Ἡ τῶν ἑκουσίων πόνων ἐπίνοια, καί ἡ τῶν ἀκουσίων ἐπαγωγή, φησίν, ἀφαιροῦνται μέν τήν ἡδονήν, τήν κατ᾿ ἐνέργειαν αὐτῆς καταπαύουσαν κίνησιν· οὐκ ἀναιροῦσι δέ τήν ὥσπερ νόμον τῇ φύσει πρός γένεσιν ἐγκειμένην αὐτῆς δύναμιν. Ἡ γάρ κατ᾿ ἀρετήν φιλοσοφία, γνώμης ἀπάθειαν, ἀλλ' οὐ φύσεως ἐργάζεσθαι πέφυκε· καθ᾿ ἥν, δηλαδή τήν γνωμικήν ἀπάθειαν, ἡ κατά νοῦν τῆς θείας ἡδονῆς ἐπιγίνεται χάρις.
3.33
Ὅτι φύσεων διαφοράν ὁ μή λέγων, φησίν, οὐκ ἔχει πόθεν πιστώσασθαι, τήν ὅτι γέγονε σάρξ ὁ Λόγος δίχα τροπῆς ὁμολογίαν, μή γινώσκων σωζόμενον κατά τήν φύσιν τῇ μιᾷ τοῦ ἑνός Θεοῦ καί Χριστοῦ ὑποστάσει μετά τήν ἕνωσιν τό προσλαβόν καί τό προσειλημμένον.
3.34
Πῶς καθαρά;
3.35
Πόσοις ἀναλογεῖ πνευματικῶς θεωρούμενος Ἰωνᾶς.
3.36
Καλῶς κατά τόνδε τῆς Γραφῆς εἶπε τόν τόπον λαμβάνεσθαι τόν Σαούλ· διά τό κατά πολλούς ἐν ἄλλοις τόποις (14Γ_420> λαμβάνεσθαι τρόπους, πρός τήν ἐκ τῆς ἱστορίας ἀναδεικνυμένην θεωρίαν προσφυῶς ἁρμοζόμενον.

Intertext edge

Open linked passage

Note