Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
PG 91 14ΒΓ
Maximus Confessor14 40 · pg-scrape-grcMore by Maximus Confessor
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/maximus-confessor" aria-label="More works by Maximus Confessor"> —
⋯
More
Original / primary: Pg Scrape Grc
40.1
ΕΡΩΤΗΣΙΣ Μ' Τί σημαίνει ὁ ἀριθμὸς τῶν ἓξ ὑδριῶν τῶν ἐν τῷ γάμῳ τῷ ἐν Κανᾷ τῆς Γαλιλαίας; Ἀπόκρισις. Ὁ τὴν φύσιν τῶν ἀνθρώπων δημιουργήσας Θεός, ἅμα βουλήσει τὸ εἶναι αὐτῇ δέδωκεν, συνήρμοσεν αὐτῇ καὶ δύναμιν τῶν καθηκόντων ποιητικήν. Αἱ τοίνυν ἓξ ὑδρίαι ἡ κατὰ φύσιν ποιητικὴ τῶν θείων ἐντολῶν ἐστι δύναμις· ἧς κενώσαντες τὴν γνῶσιν οἱ ἄνθρωποι περὶ τὴν ματαίαν τῶν ὑλικῶν πραγμάτων σπουδήν, κενὴν τὴν τοιαύτην δύναμιν εἶχον καὶ ἄνυδρον, καὶ διὰ τοῦτο πῶς τῆς κακίας καθᾶραι τὸν ῥύπον οὐκ ᾔδεισαν. Ὁ γὰρ γνώσεως ἄμοιρος τὸν κατ᾽ ἀρετὴν ῥυπτικὸν τῆς κακίας οὐδαμῶς ἐπίσταται τρόπον, ἕως ἐλθὼν ὁ τῆς φύσεως δημιουργὸς Λόγος ἐπλήρωσε πρότερον τὴν προειρημένην ποιητικὴν τῶν καθηκόντων δύναμιν τῆς κατὰ φύσιν γνώσεως καὶ οὕτως μετέβαλεν (14Β_252> εἰς οἶνον, φημὶ δὲ τὸν ὑπὲρ φύσιν τῆς γνώσεως λόγον, τόν τε νόμον καὶ λόγον τῆς φύσεως· ὃν οἱ πίνοντες τῆς τῶν ὄντων ἁπάντων ἐξίστανται φύσεως καὶ εἰς τὸν κρύφιον τῆς θείας ἐνδότητος ἀφίπτανται τόπον· καθ᾽ ὃν τὴν πασῶν ὑπερκειμένην τῶν γνώσεων εὐφροσύνην δέχονται καὶ ἀγαλλίασιν, τὸν καλὸν οἶνον, τουτέστι τὸν ποιητικὸν τῆς θεώσεως, πάντων ὕστερον τῶν κατὰ πρόνοιαν περὶ τὸ ἀνθρώπινον οἰκονομιῶν πίνοντες ἀπόρρητον λόγον. Εἰς δὲ τὸν ἓξ ἀριθμὸν ἡ ποιητικὴ τῆς φύσεως λαμβάνεται δύναμις, οὐ μόνον ὅτι ἐν ἓξ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, ἀλλ᾽ ὅτι καὶ μόνος τῶν ἐντὸς δεκάδος ἀριθμῶν ἐστι τελειότατος καὶ ἐκ τῶν ἰδίων συνιστάμενος μερῶν οὗτος ὁ ἀριθμός. Χωρούσας δὲ τὰς ὑδρίας φησὶν ὁ λόγος ἀνὰ μετρητὰς δύο ἢ τρεῖς, ὡς τῆς κατὰ φύσιν πρακτικῆς δυνάμεως χωρούσας κατὰ μὲν τὴν φυσικὴν θεωρίαν, ὥσπερ δύο μετρητάς, τὴν ὅλην τῶν γεγονότων γνῶσιν, τῶν τε ἐξ ὕλης καὶ εἴδους σωματικῶν φύσεων, τῶν τε ἐξ οὐσίας καὶ συμβεβηκότος νοητῶν οὐσιῶν, ἤγουν τὴν τῶν σωμάτων καὶ ἀσωμάτων περιληπτικὴν γνῶσιν, κατὰ δὲ τὴν ἐφικτὴν τῇ φύσει θεολογικὴν μυσταγωγίαν, ὡς μετρητὰς τρεῖς, τὴν περὶ τῆς ἁγίας Τριάδος, ἤγουν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, γνῶσιν καὶ φωταγωγίαν. Ὑμεῖς οὖν, ὡς γνωστικοί, τὸ λειπόμενον θεωρήσατε πῶς ἡ ποιητικὴ τῶν κρειττόνων γενικὴ τῆς φύσεως δύναμις εἰς ἓξ διαιρεῖται, καὶ αὐτοὺς γενικούς, τῶν ἀρετῶν τρόπους, καὶ τίς ἡ πρὸς τὴν καθόλου ποιητικὴν τῶν ἀρετῶν τῆς φύσεως δύναμίς ἐστιν ἡ καθόλου καὶ γενικωτέρα τῶν ἄλλων ἀρετή, καὶ εἰς ἓξ εἴδη, καὶ αὐτὰ γενικά, διαιρουμένη, ἵνα, τῇ δυνάμει τῆς φύσεως ἁρμοσθεῖσα, χωρηθῇ διὰ τῶν ἐκείνης τρόπων ἑξαχῶς εἰδοποιουμένη, τίνες δὲ πρὸς τούτοις οἱ τὸ ὕδωρ ἠντληκότες (14Β_254> ὑπηρέται, τίς ὁ νυμφίος, τίς ἡ νύμφη, τίς ὁ ἀρχιτρίκλινος, τίς ἡ τῷ λόγῳ παρρησιαστικῶς ἀπαγγείλασα μήτηρ ὅτι οἶνον οὐκ ἔχουσιν. Ταῦτα γὰρ πάντα λείπεται πρὸς ἐξέτασιν τῷ μύστῃ καὶ μυσταγωγῷ τῶν θείων καὶ λόγων καὶ νοημάτων, εἴπερ πάντως τῷ τῆς ἀναγωγῆς κατὰ νοῦν ἥδεται τρόπῳ. Πλὴν ἵνα μὴ παντελῶς ἐπὶ τοῦ παρόντος ἄφωνος καταλειφθεὶς ἡμῖν ὁ περὶ τούτων οἰχήσεται λόγος, μὴ διδοὺς τοῖς καλῶς πεινῶσι κἂν ἀπὸ μέρους τὴν πνευματικὴν πανδαισίαν, ἐρῶ κατὰ δύναμιν, οὐχ ὅλην ἀποκαλύπτειν ἐπαγγελλόμενος τὴν ἐν τοῖς εἰρημένοις διάνοιανἀσθενὴς γὰρ πρὸς περίληψιν τῶν ἐν τούτοις νοητῶν θεαμάτων ὁ ἐμὸς καθέστηκε νοῦς ἀλλ᾽ ὅσην ἡ τῆς ἐμῆς διανοίας χωρεῖν πέφυκε δύναμις. Γενικωτάτην οὖν τῶν ἀρετῶν φασιν εἶναι τὴν ἀγάπην, τὴν δὲ ταύτης ποιητικὴν γενικωτάτην τῆς φύσεως δύναμίν φασιν εἶναι τὸν λόγον· ὅς, τῆς οἰκείας ἀπρὶξ ἐπιλαβόμενος αἰτίας, ἐνεργούμενος εἰς ἓξ διακρίνεται γενικωτέρους τρόπους περιληπτικοὺς τῶν οἷς ὁ τῆς ἀγάπης διακρίνεσθαι πέφυκε λόγος εἰδῶν, πεινῶντας καὶ διψῶντας καὶ ξένους καὶ γυμνοὺς ἀσθενοῦντάς τε καὶ τοὺς ἐν φυλακῇ περιποιούμενος σωματικῶς τε καὶ πνευματικῶς. Οὐ γὰρ μόνοις τοῖς σώμασιν ὁ τῆς ἀρετῆς περιγράφεται λόγος, οὐδὲ περὶ μόνην τὴν αἴσθησιν ἡ τῆς φύσεως καταγίνεται δύναμις. Εἰδοποιὸς οὖν τῆς γενικωτάτης καθέστηκεν ἀρετῆς ἡ γενικωτάτη τῆς φύσεως δύναμις, τοῖς οἰκείοις ἓξ τρόποις εἰς εἴδη τοσαῦτα τὴν ἀρετὴν διακρίνουσα, δι᾽ ὧν ἡ φύσις ἑνοῦται τῷ τῆς γνώμης μοναδικῷ, τὸν ἐν πᾶσιν ἰσοτίμως ἀδιαίρετον τῆς πλάσεως δεικνῦσα λόγον, ἐν τῷ ποιεῖν εὖ καὶ πάσχειν πρὸς ἑαυτὸν συναγόμενον· ὃν ἐρρωμένον ἐπαναλαβὼν διὰ τῶν καθηκόντων πόνων ὁ νοῦς πάσας περιτέμνει τῆς φύσεως τὰς ὑπερβολὰς καὶ τὰς ἐλλείψεις, ἃς ἡ φιλαυτία τῆς ἑκάστου γνώμης ἐπινοήσασα τὴν ἡμερωτάτην ἐθηρίωσε φύσιν καὶ τὴν μίαν οὐσίαν εἰς πολλὰς καὶ ἀντιθέτους, οὐδὲν δὲ χεῖρον εἰπεῖν, (14Β_256> καὶ φθαρτικὰς ἀλλήλων κατέτεμε μοίρας, καὶ τὴν σταθερὰν μεσότητα φέρων δείκνυσιν, καθ᾽ ἣν τῶν ἀρετῶν οἱ νόμοι κατὰ φύσιν ἐξ ἀρχῆς θεόθεν ἐγράφησαν. Καὶ τοῦτο τυχὸν παραδεικνὺς τὸ μυστήριον ὁ Λόγος τὰς ἓξ ὑδρίας εἰσάγει κενὰς καὶ ἀνύδρους, ὑποφαινούσας τῆς κατὰ φύσιν γενικωτάτης δυνάμεως τὴν περὶ τὸ καλὸν ἀπραξίαν. Οὕτω μὲν οὖν ἡ κατὰ φύσιν γενικωτάτη δύναμις, εἰς ἓξ διαιρουμένη κατὰ τὴν πρᾶξιν τρόπους, εἰς εἴδη τοσαῦτα μορφοῖ τὴν γενικωτάτην τῶν ἀρετῶν, ὅλην ὅλη περιλαμβάνουσα· καθ᾽ ἣν γενομένη, τὸν ἑαυτῆς γενικώτατον δέχεται νόμον ἡ φύσις ἄπταιστον τῆς ἀληθείας κριτήν, ὃν ὁ λόγος προσηγόρευσεν ἀρχιτρίκλινον, διεγνωκότα σαφῶς ὅτι τὸν καλὸν οἶνον, ὃν ὕστερον διὰ τῆς ἰδίας παρουσίας ὁ Λόγος ἐκέρασεν, ἔδει κατ᾽ ἀρχὰς πρῶτον πιεῖν καὶ μεθυσθῆναι τὴν ἀνθρωπείαν φύσιν, λέγω δὲ τὸν περὶ Θεοῦ κρείττονα καὶ ὑψηλότερον Λόγον, καὶ οὕτως ὕστερον, καθάπερ οἴνους, τοὺς ὅσον πρὸς τὸν πρῶτον Λόγον ἥττονας, τῶν γεγονότων μυηθῆναι λόγους. Δικαιότατον γὰρ ἦν, ὡς ἀληθῶς καὶ πρεπωδέστατον τὸν δι᾽ ὃν γέγονε λόγον μυηθῆναι πρότερον τὴν φύσιν, καὶ οὕτως ὕστερον ζητῆσαι τῶν δι᾽ αὐτὴν γενομένων τοὺς λόγους. Οἱ ἠντληκότες δὲ τὸ ὕδωρ εἰσὶν οἱ διάκονοι τῆς τε Παλαιᾶς καὶ τῆς Καινῆς Διαθήκης, φημὶ δὲ τοὺς ἁγίους πατριάρχας καὶ τοὺς νομοθέτας καὶ τοὺς στρατηγοὺς τοὺς κριτάς τε καὶ τοὺς βασιλεῖς καὶ τοὺς προφήτας καὶ τοὺς εὐαγγελιστὰς καὶ ἀποστόλους, δι᾽ ὧν ἠντλήθη τὸ ὕδωρ τῆς γνώσεως καὶ ἀπεδόθη τῇ φύσει πάλιν· ὅπερ μετέβαλεν εἰς τὴν τῆς θεώσεως χάριν ὁ τὴν φύσιν ὡς ἀγαθὸς δημιουργήσας καὶ θεώσας διὰ φιλανθρωπίαν τῇ χάριτι Λόγος. Εἰ δὲ καὶ τοὺς κατὰ φύσιν ἐπιστημονικούς τε καὶ εὐσεβεῖς λογισμοὺς εἴποι τις εἶναι διακόνους, ἐκ τῆς τῶν ὄντων διακοσμήσεως κελεύσει τοῦ Λόγου ἀντλοῦντας τὸ ὕδωρ τῆς γνώσεως, οὐ διαπέπτωκεν, ὡς οἶμαι, τῆς ἀληθείας. (14Β_258> Νυμφίος δὲ προδήλως ἐστὶν ὁ ἀνθρώπινος νοῦς, ὡς νύμφην ἀγόμενος πρὸς συζυγίαν τὴν ἀρετήν· ὧν τιμῶν τὴν συμβίωσιν παραγίνεται προθύμως καλούμενος ὁ Λόγος, διασφίγγων αὐτῶν τὴν τοῦ πνευματικοῦ γάμου συναλλαγὴν καὶ τῷ ἰδίῳ οἴνῳ πνευματικῶς διαθερμαίνων αὐτῶν πρὸς πνευματικὴν πολυγονίαν τὴν ἔφεσιν. Μήτηρ δὲ τοῦ Λόγου καθέστηκεν ἡ ἀληθὴς καὶ ἀμόλυντος πίστις. Ὡς γὰρ τῆς τεκούσης αὐτὸν κατὰ σάρκα μητρός, ὡς Θεός, ὑπάρχει κατὰ φύσιν δημιουργὸς ὁ Λόγος, ἣν ἐποιήσατο μητέρα διὰ φιλανθρωπίαν, ἐξ αὐτῆς ὡς ἄνθρωπος γεννηθῆναι καταδεξάμενος, οὕτως ἐν ἡμῖν πρότερον τὴν πίστιν δημιουργῶν ὁ Λόγος ὕστερον γίνεται τῆς ἐν ἡμῖν πίστεως υἱός, ἐξ αὐτῆς κατὰ τὴν πρᾶξιν ταῖς ἀρεταῖς σωματούμενος, δι᾽ ἧς πάντα διανύομεν, παρὰ τοῦ Λόγου λαμβάνοντες τὰ πρὸς σωτηρίαν χαρίσματα. Χωρὶς γὰρ τῆς πίστεως, ἧς καὶ Θεὸς κατὰ φύσιν ὑπάρχει καὶ Υἱὸς κατὰ χάριν ὁ Λόγος, οὐδεμίαν ἔχομεν παρρησίαν τὰς πρὸς αὐτὸν ποιεῖσθαι δεήσεις. Ἀλλὰ γένοιτο διαπαντὸς ἡμᾶς τε τὸν τοιοῦτον συγκροτεῖν γάμον, καὶ μετὰ τῆς ἰδίας μητρὸς παραγίνεσθαι τὸν Ἰησοῦν, ἵνα τὴν ἀπορρυεῖσαν ἡμῶν διὰ τὴν ἁμαρτίαν ἀποκαταστήσῃ γνῶσιν, καὶ μεταβάλῃ ταύτην πρὸς τὴν ἐξοικίζουσαν τὸν νοῦν τῆς τῶν ὄντων γενέσεως θέωσιν, τὴν στομοῦσαν καὶ οἱονεὶ νευροῦσαν πρὸς ἀτρεψίαν, καθάπερ ὕδωρ τονούμενον οἴνου ποιότητι, τὴν γνῶσιν τῆς φύσεως./* ΣΧΟΛΙΑ*/
40.2
Ἄλλη θεωρία τῶν τεσσάρων ἁρμάτων.
40.3
Νύκτα φησί, τά νομικά σύμβολα, ὑφ᾿ ἅ ὁ νόμος τελεῖ· ἐν οἷς οὐκ ἔστιν εὑρεῖν ψυχῆς φωτισμόν μή νοουμένοις πνευματικῶς.
40.4
Τρίτην λέγει, τήν ἐν ἑβδόμῳ μηνί, τήν τοῦ Ἱλασμοῦ.

Intertext edge

Open linked passage

Note