PG 91 14ΒΓ
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/maximus-confessor" aria-label="More works by Maximus Confessor">
—
⋯
Original / primary: Pg Scrape Grc
41.1
ΕΡΩΤΗΣΙΣ ΜΑ' Τίς ὁ λόγος τῶν πέντε ἀνδρῶν τῆς Σαμαρείτιδος, καὶ τοῦ ἕκτου καὶ μὴ ὄντος ἀνδρός; Ἀπόκρισις. Καὶ ἡ Σαμαρεῖτις γυνή, καὶ ἡ τοὺς ἑπτὰ λαβοῦσα, κατὰ τοὺς Σαδδουκαίους, πρὸς γάμον ἀδελφούς, καὶ ἡ αἱμόρρους, καὶ ἡ πρὸς γῆν συγκύπτουσα, καὶ ἡ θυγάτηρ Ἰαείρου, καὶ ἡ Συροφοινίκισσα καὶ τὴν καθόλου τῶν ἀνθρώπων φύσιν καὶ τὴν τοῦ καθέκαστον ἀνθρώπου ψυχὴν δηλοῦσιν, ἑκάστη κατὰ τὴν ὑποκειμένην τοῦ πάθους διάθεσιν σημαίνουσα καὶ τὴν φύσιν καὶ τὴν ψυχήν. Οἷον, ἡ μὲν τῶν Σαδδουκαίων γυνή ἐστιν ἡ φύσις ἢ ἡ ψυχή, ἡ πᾶσι μὲν τοῖς ἀπὸ τοῦ αἰῶνος δοθεῖσι θείοις νόμοις ἀγόνως συνοικήσασα, τὴν δὲ τῶν μελλόντων προσδοκίαν οὐκ ἀποδεχομένη. Ἡ δὲ αἱμόρρους ὡσαύτως ἡ φύσις ἐστὶ καὶ ἡ ψυχή, τὴν δοθεῖσαν αὐτῇ πρὸς γένεσιν ἔργων δικαιοσύνης καὶ (14Β_264> λόγων τοῖς πάθεσι πρὸς τὴν ὕλην διαρρέουσα δύναμιν. Ἡ δὲ Συροφοινίκισσα ἡ αὐτὴ φύσις ἐστὶ καὶ ἡ τοῦ καθέκαστον ψυχή, ὡς θυγατέρα τὴν διάνοιαν ἐπαχθῶς τῇ φιλίᾳ τῆς ὕλης ἐξ ἀμηχανίας ἐπιληπτικῶς διαρρησσομένην ἔχουσα. Ἡ δὲ θυγάτηρ Ἰαείρου ὁμοίως ἡ κατὰ τὸν νόμον φύσις τε καὶ ψυχή, παντελῶς ἀποθανοῦσα τῇ ἀπραξίᾳ τῶν νομικῶν ἐντολῶν καὶ ἀνενεργησίᾳ τῶν θείων προσταγμάτων. Ἡ δὲ συγκύπτουσα γυνή ἐστιν ἡ φύσις ἢ ἡ ψυχὴ ἡ πρὸς τὴν ὕλην τὴν περὶ πρᾶξιν νοερὰν δύναμιν ὅλην διὰ τῆς ἀπάτης τοῦ διαβόλου ἐπικάμψασα. Ἡ δὲ Σαμαρεῖτις, ὡσαύτως ταῖς προλαβούσαις γυναιξί, τὴν φύσιν δηλοῖ ἢ τὴν τοῦ καθέκαστον ψυχήν, δίχα τοῦ προφητικοῦ χαρίσματος πᾶσι συνοικήσασα, καθάπερ ἀνδράσι, τοῖς δοθεῖσι τῇ φύσει νόμοις· ὧν πέντε μὲν ἦσαν παρελθόντες, ὁ ἕκτος δέ, κἂν παρῆν, ἀλλ᾽ οὐκ ἦν ἀνὴρ τῆς φύσεως ἢ τῆς ψυχῆς, μὴ γεννῶν ἐξ αὐτῆς τὴν σῴζουσαν εἰς τὸ παντελὲς δικαιοσύνην. Ἔσχεν οὖν πρῶτον νόμον ἡ φύσις, ὡς ἄνδρα, τὸν ἐν τῷ παραδείσῳ· δεύτερον τὸν μετὰ τὸν παράδεισον· τρίτον τὸν ἐν τῷ κατακλυσμῷ ἐπὶ τοῦ Νῶε· τέταρτον τὸν τῆς περιτομῆς ἐπὶ τοῦ Ἀβραάμ· πέμπτον τὸν τῆς προσαγωγῆς τοῦ Ἰσαάκ. Τούτους λαβοῦσα πάντας ἡ φύσις ἀπεβάλετο, θανόντας τῇ κατ᾽ αὐτὴν ἀκαρπίᾳ τῶν ἔργων τῆς ἀρετῆς. Ἕκτον δέ, τὸν διὰ Μωσέως, εἶχε νόμον ὡς οὐκ ἔχουσα, ἢ διὰ τὸ μὴ ποιεῖν τὴν κατ᾽ αὐτὸν διατεταγμένην δικαιοσύνην, ἢ διὰ τὸ μέλλειν αὐτὴν πρὸς ἕτερον, ὡς ἄνδρα, νόμον μεταβήσεσθαι, τὸ Εὐαγγέλιον, ὡς τοῦ νόμου μὴ δι᾽ αἰῶνος δοθέντος τῇ φύσει τῶν ἀνθρώπων, ἀλλ᾽ ἐπ᾽ οἰκονομίᾳ παιδαγωγούσῃ πρὸς τὸ μεῖζόν τε καὶ μυστικώτερον· καθ᾽ ὃ σημαινόμενον οἶμαι τὸν Κύριον φάναι πρὸς τὴν Σαμαρεῖτιν γυναῖκα· καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σός. Ἤιδει γὰρ εἰς τὸ Εὐαγγέλιον τὴν φύσιν μετενεχθήσεσθαι. Διὸ καὶ περὶ ἕκτην ὥραν, ὅτε μάλιστα πανταχόθεν ἡ ψυχὴ περιλάμπεται ταῖς ἀκτῖσι τῆς γνώσεως διὰ τὴν πρὸς αὐτὴν τοῦ Λόγου παρουσίαν, (14Β_266> τῆς ἐν νόμῳ σκιᾶς ἀπογενομένης, αὐτῇ διελέγετο, καὶ παρὰ τὸ φρέαρ τοῦ Ἰακώβ, παρὰ τὴν πηγὴν δηλαδὴ σὺν τῷ Λόγῳ τῶν γραφικῶν ἱσταμένῃ θεωρημάτων. Ταῦτα καὶ περὶ τούτου τέως εἰρήσθω./* ΣΧΟΛΙΟΝ*/
41.2
Ἄλλη θεωρία τῶν ἐλαιῶν.
41.3
Ὅτι διά τό μέγα, καί μηδενί λόγῳ μετρούμενον τῆς θείας οἰκονομίας μυστήριον, ἡ τῶν ἐθνῶν Ἐκκλησία, φησί, πόλις μεγάλη τῷ Θεῷ προσηγορεύθη. (14Γ_360> 42. Κατά μέν τήν οὐσίαν ἡ ἀλήθεια, φησί, προηγεῖται τῶν τύπων· κατά δέ τήν ἔκφανσιν, οἱ τύποι χρονικῶς προηγοῦνται τῆς ἀληθείας. Οὐκοῦν ἐπειδή προλαβών ἐν ἑαυτῶ τυπικῶς τήν ἀλήθειαν προδιέγραψεν Ἰωνᾶς, μείνας ἐν τῇ κοιλίᾳ τοῦ κήτουςς τρεῖς ἡμέρας καί τρεῖς νύκτας· Ἔτι τρεῖς ἡμέραι, φησί, τάς τρεῖς ἡμέρας τῆς τοῦ Κυρίου ταφῆς καί ἀναστάσεως λέγων, μεθ᾿ ἅς, ἡ τῶν ἐθνῶν καταστραφήσεται πλάνη καί ἀγνωσία.
41.4
Σκόπει, πῶς ὁ νόμος ἀπόλλυσι τούς νοοῦντας αὐτόν σωματικῶς, τῇ κτίσει λατρεύειν παρά τόν κτίσαντα πείθων· καί ἡγεῖσθαι φύσει σεπτά τά δι᾿ αὐτούς γεγονότα, τόν δι᾿ ὅν αὐτοί γεγόνασιν ἀγνοήσαντας.