Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
PG 91 14ΒΓ
Maximus Confessor14 44 · pg-scrape-grcMore by Maximus Confessor
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/maximus-confessor" aria-label="More works by Maximus Confessor"> —
⋯
More
Original / primary: Pg Scrape Grc
44.1
ΕΡΩΤΗΣΙΣ ΜΔ' Πρὸς τίνα λέγει ὁ Θεὸς ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν; Εἰ μὲν πρὸς τὸν Υἱόν, καὶ πῶς συγκρίνεται Ἀδὰμ Θεῷ, μὴ ὢν τῆς οὐσίας αὐτοῦ; Εἰ δὲ πρὸς ἀγγέλους, πῶς τὸν ἄγγελον πάλιν ἑαυτῷ συγκρίνει, ὡς πρὸς ἴσον κατὰ τὴν οὐσίαν λέγων τὸ ὡς εἷς ἐξ ἡμῶν; Ἀπόκρισις. Ἤδη μὲν εἶπον ἐν τῷ περὶ τῆς πυργοποιΐας κεφαλαίῳ ὅτι κατὰ τὴν ὑποκειμένην τῇ ψυχῇ τῶν προνοουμένων διάθεσιν ἡ Γραφὴ λαλοῦντα τὸν Θεὸν διαπλάττεται, διὰ τῶν κατὰ φύσιν (14Β_280> ἡμῖν συμφυῶν τρόπων τὴν θείαν αἰνιττομένη βουλήν. Καὶ ἐνταῦθα τοίνυν οὐχ ἁπλῶς λέγοντα τὸν Θεὸν ἡ Γραφὴ δείκνυσι τὸ ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν, ἀλλά, δηλονότι μετὰ τὴν παράβασιν, προσθεῖσα καὶ τὴν αἰτίαν τῆς λέξεως, ἣν ὑμεῖς ἐντάξαι τῷ κεφαλαίῳ παρελίπετε, τῆς ὅλης σαφηνιστικὴν ὑπάρχουσαν ἐννοίας. Εἰπὼν γὰρ ὁ λόγος ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, προσέθηκε τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, καὶ νῦν μήποτε ἐκτείνῃ τὴν χεῖρα αὐτοῦ καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς καὶ ζήσεται εἰς τὸν αἰῶνα. Ἐπειδὴ γὰρ ἅμα τῇ συμβουλῇ πολυθεΐαν αὐτὸν ἐδίδαξεν ὁ διάβολος εἰπὼν ᾗ δ᾽ ἂν ἡμέρᾳ φάγησθε ἀπὸ τοῦ ξύλου, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοί, καὶ ἔσεσθε ὡς θεοὶ γινώσκοντες καλὸν καὶ πονηρόν, διὰ τοῦτο μεθ᾽ ὑποκρίσεως καὶ οἷον εἰπεῖν εἰρωνευτικήν τε καὶ ὀνειδιστικήν, εἰς ἔλεγχον τοῦ πεισθέντος ἀνθρώπου τῷ διαβόλῳ, τὴν τὸ γέγονεν ὡς εἷς ἐξ ἡμῶν πρὸς τὴν ἐντεθεῖσαν διὰ τῆς ἀπάτης παρὰ τοῦ ὄφεως τῷ Ἀδὰμ περὶ θεότητος ἔννοιαν πληθυντικῶς ποιεῖται φωνὴν ὁ Θεός. Καὶ μή τις δόξῃ τῆς γραφικῆς εἶναι συνηθείας ἀλλότριον τὸ εἶδος τῆς κατ᾽ εἰρωνείαν λέξεως, ἀκούων τῆς Γραφῆς ἐκ προσώπου τοῦ Θεοῦ λεγούσης πρὸς τὸν Ἰσραὴλ ἐὰν πορευθῆτε πρός με πλάγιοι, κἀγὼ πορεύσομαι πρὸς ὑμᾶς πλάγιος, εἰδὼς μηδὲν διαφέρειν εἰρωνείας πλαγιασμόν, καὶ πάλιν εὑρίσκων πῶς τὴν τοῦ Ἀχαὰβ συνεσκεύασεν ἀπάτην, ὡς ἀλήθειαν αὐτῷ προβαλλόμενος τὸ ψεῦδος δι᾽ ὧν ἥμαρτεν φέρων αὐτῷ δικαίως τὴν κόλασιν. Εἰ γὰρ μὴ πρὸς τὴν πλάνην τοῦ Ἀδὰμ ἡ Γραφὴ τὸν Θεὸν λέγοντα τὸ ὡς εἷς ἐξ ἡμῶν εἰσήγαγεν, πῶς ἐπέφερε τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, ὡς σύνθετον ἔχοντα γνῶσιν καὶ ἐξ ἐναντίων συγκειμένην· ὅπερ ἀμήχανον ἐπὶ Θεοῦ κἂν ἐννοῆσαι, μήτι γε εἰπεῖν τολμῆσαι, τοῦ μόνου ἁπλοῦ τὴν οὐσίαν καὶ τὴν δύναμιν καὶ τὴν γνῶσιν, καὶ μόνην (14Β_282> τὴν τοῦ καλοῦ γνῶσιν ἔχοντος, μᾶλλον δὲ αὐτοουσία καὶ δύναμις καὶ γνῶσις ὄντος. Ἀλλ᾽ οὐδέ τι τῶν ἐκ Θεοῦ καὶ μετὰ Θεὸν λογικῶν οὐσιῶν ἔχει ὁμοῦ τε καὶ κατὰ ταὐτὸν ἐν τῷ τῆς διανοίας ἁπλῷ κινήματι κατὰ σύνθεσιν ἐκ τῶν ἐναντίων ὑφισταμένην τὴν γνῶσιν. Διότι πέφυκεν ἡ θατέρου τῶν ἀλλήλοις ἀντικειμένων γνῶσις τῆς τοῦ ἑτέρου ποιεῖσθαι γνώσεως ἄγνοιαν. Ἀμιγὴς γὰρ τῶν ἀντικειμένων ἡ γνῶσις καὶ παντάπασιν ἀσυνύπαρκτος, ἐπείπερ ἡ τοῦδε γνῶσις τὴν θατέρου τῶν ἀντικειμένων συνίστησιν ἄγνοιαν, ὥσπερ οὔτε ὀφθαλμὸς τοῦ ἄνω τε ὁμοῦ καὶ τοῦ κάτω, καὶ τῶν ἐφ᾽ ἑκάτερα κατὰ ταὐτόν, χωρὶς τῆς πρὸς θάτερον ἰδιαζούσης ἐπιστροφῆς καὶ τῶν ἄλλων πάντῃ κεχωρισμένης, ἀντιλαμβάνεσθαι. Τὸ τοίνυν πάθος τοῦ Ἀδὰμ οἰκειούμενον ἡ Γραφὴ τὸν Θεὸν παραδείκνυσιν ἢ τὸν Ἀδὰμ ἐπὶ τῇ συμβουλῇ τοῦ ὄφεως διελέγχει, πρὸς συναίσθησιν ἄγουσα τῶν ἐκ τῆς ἀπάτης ἐπιτριβέντων αὐτῷ περὶ πολυθεΐας ὕθλων. Καὶ εἰ μὲν οὕτως ἔχει καλῶς, ἅλις τῶν ζητημάτων. Ἐπείτοι γε αὐτὸς παρ᾽ ἑαυτοῦ τὸ μεῖζον ἐξευρίσκων, μετάδος κἀμοὶ τῆς χορηγουμένης σοι περὶ τῶν ὄντων θεόθεν χάριτος. Τὸ δὲ καὶ νῦν μήπως ἐκτείνῃ τὴν χεῖρα αὐτοῦ καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς καὶ ζήσεται εἰς τὸν αἰῶνα τὴν κατὰ τὴν πρᾶξιν, ὡς οἶμαι, τῶν ἀμίκτων προνοητικῶς ποιεῖται διαίρεσιν, ἵνα μὴ ἀθάνατον γένηται τὸ κακόν, τῇ μετοχῇ τοῦ καλοῦ συντηρούμενον. Ἄμικτον γὰρ εἶναι βούλεται περὶ τὸν αὐτὸν ἄνθρωπον κατὰ τὴν σχέσιν τῶν ἀντικειμένων τὴν γνῶσιν ὁ ποιήσας τὸν ἄνθρωπον./* ΣΧΟΛΙΑ*/
44.2
Εἰς τάς αὐτάς ἄλλη θεωρία.
44.3
Ἐπίτομος ἔκθεσις τῆς ἑρμηνείας τοῦ ὀνόματος Ἰωνᾶ, κατά τήν ἐπικειμένην αὐτῷ περί ἑκάστου τῶν ἐκφερομένων προσώπων τε καί τρόπων δύναμιν.
44.4
Μυστήριον τῆς κατά τήν Πεντηκοστήν ἑορτῆς, ἐν ᾧ μυστικῶς τήν τῶν δηλουμένων πνευματικήν ἐμυσταγώγησε δύναμιν, τόν Θεόν Πεντηκοστήν προσαγορεύσας. Ὡς γάρ ἡ μονάς στάσιμος μένουσα μετά τήν εἰς ἑαυτήν ἑβδοματικήν τῆς ἑβδομάδος συνέλιξιν, ἀποτελοῦσα τήν Πεντηκοστήν· καί πάλιν ταῖς εἰς αὐτήν προσόδοις γινομένη δεκάς διά πεντάδος ἰσοπλασιασθείσης αὐτῇ ποιοῦσα τήν Πεντηκοστήν, (14Γ_430> ἀρχή καί τέλος ἐστί τῶν ἑαυτῆς· τό μέν, ὡς πρό παντός ποσοῦ· τό δέ, ὡς ὑπέρ ποσόν· οὕτω καί ὁ Θεός, ᾧ τήν μονάδα κατ᾿ εἰκασίαν τυπικήν ἀναλογεῖν ἔφησεν, ἀρχή καί τέλος ἐστί τῶν ὄντων, καί λόγος, ᾧ τά πάντα συνέστηκεν· ἀρχή μέν, ὅτι πρό πάσης οὐσίας ἐστί καί κινήσεως· τέλος δέ ὅτι ὑπέρ πᾶσαν οὐσίαν καί κίνησιν· λόγος δέ, ὅτι πάντων κατ᾿ αἰτίαν προνοητικός ἐστιν, ὡς πρός ὑποκείμενον εἶδος συνοχή, καθ᾿ ἥν τῶν ὄντων ἕκαστον ἔχει τήν ἐν τῷ ἑαυτοῦ Λόγῳ διαμονήν. Ὅταν οὖν λάβωσι πέρας οἱ χρόνοι καί οἱ αἰῶνες, οἷς ἀναλογεῖν τήν ἑβδομάδα φησίν, αὐτός ἔσται τότε μονώτατος ὁ Θεός, δίχα τῆς τῶν οὐκ ἄνευ, τουτέστι, τόπων καί χρόνων μεσιτείας, συγκρατῶν δι᾿ ἑαυτοῦ καθ᾿ ἕνωσιν ἀληθῆ τῶν ὄντων ἐν τοῖς σωζομένοις ὕπαρξιν· ἤγουν τήν φύσιν τήν γενητήν, ἥν τῇ πεντάδι παρείκασεν, οὐ μόνον διά τάς αἰσθήσεις, αἷς ὑποπίπτειν πέφυκεν, ἀλλά διά τήν καθολικήν ἐπιστήμην, ἥτις ἐν τῇ περιλήψει τῆς τῶν νοερῶν τε καί λογικῶν, αἰσθητικῶν τε καί ζώντων, καί ὄντων ἀπταίστου καθέστηκε γνώσεως. Οὐκοῦν παύσεταί ποτε, τῆς τε κατά τόπον στάσεως, καί τῆς κατά χρόνον κινήσεως, ὡς ὑπέρ τά δι᾿ αὐτήν γεγονότα (τουτέστι, τόπον καί χρόνον) διά τῆς πρός τόν Θεόν, δι᾿ ὅν καί γέγονεν, ἀληθοῦς συναφείας ἐν τοῖς σωζομένοις γενομένη τῶν ὄντων ἡ φύσις. Αὐτόν γάρ τόν Θεόν, κατά τόν τῆς Προνοίας λόγον, τῇ δεκάδι τῶν ἐντολῶν ἴδιον ποιησαμένη ποιόν (τουτέστι, τῆς ἐκ χάριτος κατά τήν θέωσιν ἰδιότητος γνώρισμα), τῆς τε κατά τήν στάσιν ἐν τόπῳ περιγραφῆς, καί τῆς ἐν χρόνῳ κατά τήν κίνησιν ἐλευθερωθήσεται στάσιν ἀεικίνητον λαβοῦσα, τήν ἀπέραντον τῶν θείων ἀπόλαυσιν, καί κίνησιν στάσιμον, τήν ἐπ᾿ αὐτοῖς ἀκόρεστον ὄρεξιν. (14Γ_432> 45. Τῷ ἑβδόμῳ μηνί τρεῖς εἰσιν ἑορταί· Σαλπίγγων καί Ἱλασμοῦ καί Σκηνοπηγίας· ὧν ἡ μέν Σάλπιγξ, νόμου καί προφητῶν, καί τῆς ἐξ αὐτῶν κηρυττομένης γνώσεως τύπος ἐστίν, ὁ δέ Ἱλασμός, τῆς τοῦ Θεοῦ πρός τόν ἄνθρωπον διά σαρκώσεως σύμβολον ὑπάρχει καταλλαγῆς. Ὁ γάρ ὑποδύς ἑκουσίως τήν τοῦ κατακριθέντος κατάκρισιν, διελύσατο τήν ποτε πρός αὐτόν κυρωθεῖσαν ἔχθραν. Ἡ δέ Σκηνοπηγία, προτύπωσίς ἐστιν ἀναστάσεως, καί τῆς πάντων πρός ἀτρεψίαν μεταποιήσεως.

Intertext edge

Open linked passage

Note