Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
PG 91 14ΒΓ
Maximus Confessor14 46 · pg-scrape-grcMore by Maximus Confessor
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/maximus-confessor" aria-label="More works by Maximus Confessor"> —
⋯
More
Original / primary: Pg Scrape Grc
46.1
ΕΡΩΤΗΣΙΣ ΜS' Τίς ἡ διαφορὰ τοῦ ἐσόπτρου πρὸς τὸ αἴνιγμα; Ἀπόκρισις. Τὸ μὲν ἔσοπτρόν ἐστιν, ὡς ἐν ὅρῳ φάναι, συνείδησις τὴν τῶν κατὰ τὴν πρᾶξιν ἀνελλιπῶς πάντων ἀγαθῶν ἔχουσα μορφήν, (14Β_288> δι᾽ ἧς ὁ καθαρὸς τὴν διάνοιαν πέφυκεν ὁρᾶν τὸν Θεόν, ἢ ἕξις πρακτική, τὴν πασῶν τῶν ἀρετῶν εἰς ἀλλήλας ἑνοειδῶς καθάπερ πρόσωπον θεῖον περιγράφουσα σύνθεσιν. Τὸ δὲ αἴνιγμα γνῶσίς ἐστι διὰ τῆς κατὰ θεωρίαν παντελοῦς τῶν θείων λόγων ἐφικτῆς τῇ φύσει περιοχῆς, τὴν τῶν ὑπὲρ νόησιν ἔμφασιν ἔχουσα. Καὶ ἁπλῶς ἔσοπτρόν ἐστιν ἕξις ἐνδεικτικὴ τῆς μελλούσης τῶν ἀρετῶν ἐμφανισθῆναι τοῖς ἀξίοις πρωτοτύπου μορφῆς· τὸ γὰρ ἐσόμενον τέλος τῆς πρακτικῆς φιλοσοφίας παραδηλοῖ τοῖς ἔχουσι τὸ ἔσοπτρον· τὸ αἴνιγμα δὲ τῆς τῶν νοουμένων περὶ γνῶσιν ἀρχετυπίας ἐστὶν ἔνδειξις. Πᾶσα τοίνυν ἐνταῦθα δικαιοσύνη, συγκρινομένη πρὸς τὴν μέλλουσαν, ἐσόπτρου λόγον ἐπέχει τὴν τῶν ἀρχετύπων πραγμάτων εἰκόνα, οὐκ αὐτὰ δὲ τὰ πράγματα κατ᾽ εἶδος ὑφιστάμενα ἔχουσα· καὶ πᾶσα γνῶσις ἐνταῦθα τῶν ὑψηλῶν, συγκρινομένη πρὸς τὴν μέλλουσαν, αἴνιγμά ἐστιν, ἔμφασιν τῆς ἀληθείας ἀλλ᾽ οὐκ αὐτὴν ὑφισταμένην ἔχουσα τὴν φανήσεσθαι μέλλουσαν ἀλήθειαν. Ἐπειδὴ γὰρ ἀρετῇ καὶ γνώσει τὰ θεῖα συνέχεται, τῶν κατ᾽ ἀρετὴν πρωτοτύπων ἐστὶν ἐνδεικτικὸν τὸ ἔσοπτρον, καὶ τῶν κατὰ γνῶσιν ἀρχετύπων ἐμφαντικὸν ὑπάρχει τὸ αἴνιγμα. Ταύτην ἔχει τὴν διαφορὰν τὸ ἔσοπτρον πρὸς τὸ αἴνιγμα, καθότι τὸ μὲν ἔσοπτρον πρακτικῆς μηνύει τέλος ἐσόμενον, τὸ δὲ αἴνιγμα θεωρητικῆς ἐμφαίνει μυστήριον./* ΣΧΟΛΙΟΝ*/
46.2
Ἄλλη περί τῶν δύο ἐλαιῶν θεωρία. (14Γ_298> 47. Ὁ τόν φαινόμενον κόσμον νοῶν, θεωρεῖ τόν νοούμενον· τυποῖ γάρ τῇ αἰσθήσει τά νοητά φανταζόμενος, καί κατά νοῦν σχηματίζει τούς θεαθέντας λόγους· καί μεταφέρει πρός μέν αἴσθησιν πολυειδῶς τοῦ νοητοῦ κόσμου τήν σύστασιν· πρός δέ νοῦν, τοῦ αἰσθητοῦ κόσμου πολυπλόκως τήν σύνθεσιν· καί νοεῖ, ἐν μέν τῷ νοητῷ τόν αἰσθητόν, μετενέγκας πρός τόν νοῦν τοῖς λόγοις τήν αἴσθησιν· ἐν δέ τῷ αἰσθητῷ τόν νοητόν, πρός τήν αἴσθησιν ἐπιστημόνως τοῖς τύποις μετεγκλώσας τόν νοῦν.
46.3
Ἔργον εἶναι τοῦ φυσικοῦ νόμου φησί, τήν γνωμικήν πάντων πρός πάντας ὁμόγνωμον σχέσιν.
46.4
Ὁ ψιλαῖς ταῖς ἐναίμοις χαίρων θυσίαις, φησί, περί τά πάθη σπουδάζειν ὡς ἐμπαθής παρασκευάζει τούς θύοντας· φιλεῖ γάρ χαίρειν τό γνησίως σέβον, οἷς χαίρει τό προσκυνούμενον.

Intertext edge

Open linked passage

Note