Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
PG 91 14ΒΓ
Maximus Confessor14 4 · pg-scrape-grcMore by Maximus Confessor
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/maximus-confessor" aria-label="More works by Maximus Confessor"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1
Δύναμίν φησι αὐτὸν τὸν θεῖον φωτισμόν, ἥτις ἀεί, ὡς τὸ φῶς τοῖς ὁφθαλμοῖς, παροῦσά ἐστι τῷ λόγῳ, διδάσκουσα τὴν (≡ 14Β_024≡> ψυχὴν τὰς φυσικὰς ἀρετὰς καὶ ἀνακαλοῦσα αὐτὴν διὰ τῆς σαρκικῆς ἐπιθυμίας.
4.2
Ὅτι τῶν ὄντων διαβάς τήν οὐσίαν ὁ νοῦς, ἀνόητος γίνεται Θεῷ προσβάλλων ὑπέρ πᾶσαν ὄντι κατ' οὐσίαν καί γνῶσιν καί νόησιν.
4.3
ΕΡΩΤΗΣΙΣ Δ' Πῶς τοῖς μαθηταῖς ἐνετείλατο ὁ Κύριος μὴ κτήσασθαι δύο χιτῶνας, αὐτὸς πέντε κεκτημένος κατὰ τὸν ἅγιον εὐαγγελιστὴν Ἰωάννην, ὡς ἐκ τῶν μερισαμένων αὐτὰ δῆλόν ἐστι. Καὶ τίνα ταῦτα τυγχάνει τὰ ἱμάτια; Ἀπόκρισις. Ὁ Σωτὴρ οὐκ ἔσχε πέντε χιτῶνας ἀλλ᾽ ἕνα τὸν ἐπὶ τοῦ σώματος καὶ τὴν ἔξω περιβολήν, ὧν τὸ μὲν ἐντὸς ἐπὶ τοῦ σώματος καλοῦσι χιτώνιον, τὴν ἔξω δὲ περιβολὴν προσαγορεύουσιν ἱμάτιον. Ἀλλὰ μυστικῶς τῷ ῥητῷ τῆς ἱστορίας τὸ τῆς θεωρίας ἄρρητον ὁ μέγας ἐξέδωκε διὰ τοῦ Πνεύματος εὐαγγελιστὴς Ἰωάννης, ἵνα τὸν ἡμέτερον νοῦν διὰ τῶν ἱστορουμένων ἐπὶ τὴν ἀλήθειαν ὁδηγήσῃ τῶν νοουμένων. Ὁ μὲν οὖν ἄνωθεν ὑφαντὸς διόλου χιτὼν τοῦ Σωτῆρος, ὃν οὐκ ἔσχισαν οἱ σταυρώσαντες, κἂν ἐκδύσαι συνεχωρήθησαν, ἡ διάλληλος τῶν ἀρετῶν ἀδιάστατός ἐστι συνοχή τε καὶ συμπλοκὴ καὶ παρ᾽ ἡμῶν τῷ λόγῳ κατάλληλος καὶ πρέπουσα σκέπη, ἢ ἡ ἄνωθεν κατ᾽ αὐτὸν τοῦ νέου ἀνθρώπου διὰ τοῦ Πνεύματος ὑφασμένη χάρις. Ἡ ἔξω δὲ περιβολὴ ὁ αἰσθητός ἐστι κόσμος, στοιχείοις τέσσαρσι διαιρούμενος, ὃν ὡς τέσσαρα ἱμάτια μερίζονται οἱ νοητῶς ἐν (≡ 14Β_068≡> ἡμῖν σταυροῦντες τὸν Κύριον. Μερίζονται τοίνυν οἱ δαίμονες τὴν φαινομένην κτίσιν τῶν τεσσάρων στοιχείων, πρὸς πάθος ὁρᾶν κατ᾽ αἴσθησιν ἡμᾶς παρασκευάζοντες τοὺς ἐν αὐτῇ θείους ἀγνοήσαντας λόγους. Τὸν δὲ χιτῶνα τῶν ἀρετῶν κἂν ἐπαίρουσιν ἐξ ἡμῶν διὰ τῆς τῶν καλῶν ἀπραξίας, ἀλλὰ τὴν ἀρετὴν κακίαν εἶναι πεῖσαι οὐ δύνανται. Μὴ τοίνυν πλεονεξίας ἀφορμὴν ποιήσωμεν τὰ πέντε τοῦ Σωτῆρος ἱμάτια, ἀλλὰ γνῶμεν τί τῆς Γραφῆς ὑπάρχει τὸ βούλημα, καὶ πῶς ἐν ἡμῖν ἀμελοῦσι τῶν καλῶν ὁ Κύριος σταυροῦται καὶ γυμνοῦται διὰ τῆς ἡμῶν ἐν τοῖς καλοῖς ἀργίας, καὶ πρὸς ὑπηρεσίαν παθῶν δι᾽ ἡμῶν, ὥσπερ ἱμάτια, μερίζονται τὴν αὐτοῦ κτίσιν οἱ δαίμονες· καὶ ἀσφαλεῖς γενώμεθα φύλακες τῶν ἐκ Θεοῦ χαρισθέντων ἡμῖν ἀγαθῶν· καὶ τὴν κτίσιν καλῶς πρὸς μόνην τὴν αὐτοῦ θεασώμεθα δόξαν· καὶ τὸν χιτῶνα τοῦ λόγου τῆς γνώσεως, φημὶ δὲ τὰς ἀρετάς, διὰ τῆς σπουδῆς τῶν ἀγαθῶν ἔργων ἀναφαίρετον τηρήσωμεν. Εἰ δὲ βούλεσθε, πρὸς τοῖς εἰρημένοις, χιτῶνα μὲν νοεῖν ἄνωθεν ὑφαντὸν τὸν τῶν ἀσωμάτων καὶ νοητῶν οὐσιῶν κόσμον, τὴν ἔξω δὲ περιβολήν, ἣν εἰς τέσσαρα μέρη ὡς στοιχεῖα διεῖλεν ὁ λόγος, εἰς τὴν σωματικὴν φύσιν νοεῖν, οὐχ ἁμαρτήσεσθε τῆς ἀληθείας· ὧν τὸ μὲν σῶμα τῇ φθορᾷ διέλυσαν, ἰσχὺν λαβόντες καθ᾽ ἡμῶν τοῦ νόμου τῆς ἐντολῆς τὴν παράβασιν, τὴν δὲ ψυχήν, ὡς τῆς ἄνωθεν συγγενείας ὑπάρχουσαν, οὐ κατέσχισαν. Ε (5). ΠΕΡΙ ΤΗΣ ΚΑΤΑΡΑΘΕΙΣΗΣ ΓΗΣ ΕΝ ΤΟΙΣ ΕΡΓΟΙΣ ΤΟΥ ΑΔΑΜ.
4.4
Τὴν διαδοχὴν τῶν ἀνθρώπων ὀνομάζει ἐπείσακτον γέννησιν τῇ φύσει ἡμῶν, ἐνώσει σωματικῇ, ὁμοίᾳ τοῖς ζώοις. Εἰ γὰρ ἡ τοῦ ἀνθρώπου φύσις οὐκ ἔπιπτε διὰ τοῦ πρώτου ἀνθρώπου τῇ παραβάσει, ὁ πολλαπλασιασμὸς τοῦ ἀνθρωπίνου γένους οὐκ ἂν ἐγίγνετο τῇ τῶν σωμάτων ἑνώσει, ἥτις ἐστὶ ἡ τῆς παραβάσεως ποινή, ἀλλὰ θαυμαστῷ τινι θείῳ τρόπῳ, ἄνευ μολυσμοῦ σπέρματός τίνος.
4.5
Θεωρία, δι᾿ ἧς ἐν Χριστῷ κατά περιγραφήν εἶναι δείκνυσιν ἀδιαστάτως, τήν ἀρχήν καί τό μέσον καί τό τέλος τῶν αἰώνων. Ὅς εἰς ἡμᾶς κατήντησεν ὡς αἰώνων τέλος διά σαρκώσεως, ἔχων φυσικῶς τό πλήρωμα τῆς πατρικῆς ἀγαθότητος, οὗπερ ἐν ἑαυτῷ κατά χάριν ἡμᾶς μετόχους κατέστησεν, πίστεως ἡμῖν θέμενος τήν ἐλπίδα βεβαίωσιν.
4.6
Ὅτι ἀνήρ ἐστιν καί ὁ τήν φυσικήν θεωρίαν εὐσεβῶς ἀσκούμενος νοῦς, τόν κατά πίστιν τῇ διανοίᾳ θεωρητόν τοῦ Θεοῦ Λόγον κεφαλήν ἔχων, ὡς αἰτίαν τῆς τῶν ὁρωμένων γενέσεως.
4.7
Τὰ παρόντα, φησί, μόνον τὴν αἴσθησιν κολακεύουσι, μὴ ἀποφέροντα οὐδὲν κέρδος, ἢ δὲ διὰ τοῦ διαβόλου, κατὰ παραχώρησιν τοῦ Θεοῦ, τιμωρία ποιεῖ ἡμᾶς μισῆσαι καὶ περιφρονῆσαι αὐτά.
4.8
Ὁ τῇ κινήσει φησίν τῶν αἰσθητῶν μή συναλλοιούμενος, ἀκίβδηλον τήν τῶν ἀρετῶν μετέρχεται πρᾶξιν. Ὁ δέ τοῖς αὐτῶν σχήμασι μή διατυπώσας τόν νοῦν, τήν ἀληθῆ περί τῶν ὄντων ἀπείληφε δόξαν. Ὁ δέ καί αὐτήν τήν οὐσίαν τῶν ὄντων τῇ διανοίᾳ παραδραμών ὡς ἄριστος θεολόγος μετά ταύτην ἀγνώστως τῇ μονάδι προσέβαλεν. Οὐκοῦν ὁ τρίτον ἐν ἑαυτῷ καταθύσας τήν κτίσιν τῶν ὁρωμένων, τῆς τῶν τελείων ἄξιος γέγονε τάξεως.
4.9
Μέσα φησίν τά εἴδη τῶν πειρασμῶν, ἅπερ προγνωστικῶς ἐώρων διά τοῦ Πνεύματος οἱ προφητεύοντες τῷ ἁγίῳ Παύλῳ τήν ὑπέρ ἀληθείας ἄθλησιν· ὧν παντελῶς οὐκ ἐφρόντιζεν ἑνωθῆναι σπεύδων τῷ Χριστῷ, κατά τήν ἐν εἴδει τῶν ἀγαθῶν ὑπόστασιν, μετά τήν ἐν πίστει τῶν ὄντων διάβασιν./* ΣΧΟΛΙΑ.*/
4.10
Μέσα φησίν τά εἴδη τῶν πειρασμῶν, ἅπερ προγνωστικῶς (14Β_210> ἐώρων διά τοῦ Πνεύματος οἱ προφητεύοντες τῷ ἁγίῳ Παύλῳ τήν ὑπέρ ἀληθείας ἄθλησιν· ὧν παντελῶς οὐκ ἐφρόντιζεν ἑνωθῆναι σπεύδων τῷ Χριστῷ, κατά τήν ἐν εἴδει τῶν ἀγαθῶν ὑπόστασιν, μετά τήν ἐν πίστει τῶν ὄντων διάβασιν. Λ (30). ΠΕΡΙ ΤΟΥ ΤΙΣ Η ΔΙΑΦΟΡΑ ΠΟΤΗΡΙΟΥ ΚΑΙ ΒΑΠΤΙΣΜΑΤΟΣ.
4.11
Προσυπακουστέον φησί τό· Πάντα δυνατά τῷ πιστεύοντι, τά ὅσα κόσμου καί σαρκός τόν νοῦν ἀλλοτριοῖ. Ταῦτα γάρ εἰσι τά δυνατά τῷ πιστεύοντι παρά Θεῷ. ΛΔ (34). ΠΕΡΙ ΤΟΥ" ΔΙΑ ΤΟΥΤΟ ΛΕΓΩ ΥΜΙΝ ΟΤΙ ΠΑΝΤΑ ΟΣΑ ΑΝ ΠΡΟΣΕΥΧΟΜΕΝΟΙ ΑΙΤΕΙΣΘΕ, ΠΙΣΤΕΥΕΤΕ ΟΤΙ ΛΑΜΒΑΝΕΤΕ".
4.12
Ὀσμή ἦν ἀπό ζωῆς εἰς ζωήν ὁ Ἀπόστολος ὡς τούς πιστούς τῷ καθ᾿ ἑαυτόν παραδείγματι, διά πράξεως πρός τήν εὐωδίαν τῶν ἀρετῶν κινεῖσθαι παρασκευάζων ἤ τούς πειθομένους (14Β_240> τῷ λόγῳ τῆς χάριτος ὡς κήρυξ ἀπό τῆς κατ᾿ αἴσθησιν ζωῆς εἰς τήν ἐν Πνεύματι μετάγων ζωήν· ὀσμήν δέ ἀπό θανάτου εἰς θάνατον, τοῖς ἀπό τοῦ θανάτου τῆς ἀγνοίας εἰς τόν τῆς ἀπιστίας ἐλάσασιν θάνατον, διδούς αὐτοῖς αἴσθησιν τῆς μενούσης αὐτούς κατακρίσεως. Ἤ πάλιν, ὀσμήν ἀπό ζωῆς εἰς ζωήν, τοῖς ἀπό πράξεως εἰς θεωρίαν ἀναγομένοις· ὀσμή δέ ἀπό θανάτου εἰς θάνατον, τοῖς ἀπό τοῦ νεκρῶσαι τῇ καθ᾿ ἁμαρτίαν ἀργίᾳ τά μέλη τά ἐπί τῆς γῆς, εἰς τήν τῶν ἐμπαθῶν νοημάτων τε καί φαντασιῶν ἐπαινουμένην μεταβαίνουσι νέκρωσιν.
4.13
Ὁ νόμος, φησίν, μετὰ τῶν συμβόλων νοούμενος, λύχνος ἐστίν, διὰ πράξεως τῶν παθῶν φθείρων τὴν μοχθηρίαν, (14Β_250> δίχα δὲ τῶν συμβόλων κατανοούμενος, φῶς ἐστιν, διὰ θεωρίας πρὸς τὴν θείαν ἀναβιβάζων ἐν χάριτι τοὺς ἀγομένους συγγένειαν.
4.14
Τῆς μέν τῶν σωματικῶν καί ἀσωμάτων γνώσεως δεκτική κατά φύσιν ἐστίν ἡ τοῦ νοῦ δύναμις, φησίν· τῆς δέ τῆς ἁγίας Τριάδος κατά μόνην τήν χάριν δέχεται τάς ἐμφάσεις, ὅτι ἔστι μόνον πιστεύουσα· ἀλλ᾿ οὐ, τίποτε κατ᾿ οὐσίαν ἐστί, ζητεῖν αὐθαδιζομένη.
4.15
Ἡ δι᾿ ἡμᾶς ἐστιν ἁμαρτία, τό τῆς φύσεως φθαρτόν· ἡ δέ ἡμῶν ἁμαρτία, τό τρεπτόν τῆς προαιρέσεως. Διό γέγονε θνητός ὁ ἄνθρωπος, τόν φυσικόν ὑπομείνας θάνατον, κατά δικαίαν κρίσιν, εἰς ἀναίρεσιν τοῦ θανάτου τῆς προαιρέσεως.
4.16
Ὅτι κατά πάθος παρά φύσιν ἐπισυμβαῖνον, ἀλλ᾿ οὐ κατά δύναμιν φυσικήν τοῖς λογικοῖς ἐνθεωρεῖται κακία.
4.17
Ὁ διά τήν μέλλουσαν ὀργήν, φησίν, τήν διά τῆς κακουχίας μετελθών ἀγωγήν, γέγονε Νῶε, τῇ μικρᾷ τῆς σαρκός στενοχωρίᾳ τήν μέλλουσαν τῶν ἀσεβῶν φεύγων κατάκρισιν.
4.18
Φάραγγος γωνίαν εἶπεν, τήν τε πρός τήν ψυχήν κατά φύσιν ἕνωσιν τῆς σαρκός· τήν τε κατά Πνεῦμα πρός αὐτήν τῆς ψυχῆς ὡς ἀρετῆς ὑπουργόν συνάφειαν.
4.19
Συνᾴδει, φησίν, τά πράγματα τοῖς ὀνόμασιν. Χωρίς γάρ τινος προσδοκίας, ἤ δυσχεροῦς ἤ εὐχεροῦς ἐπιστροφή πρός τό καλόν οὐδενί ποτε πέφυκε γίνεσθαι.
4.20
Ἡ πρᾶξις γεννᾷ τήν ἀρετήν, φησίν, ὡς Ἄχας τόν Ἐζεκίαν.
4.21
Κατά δωρεάν φησίν τήν Θεόν εἰλήφαμεν πίστιν, γνῶσιν ὑπάρχουσαν ἀμέσως περί Θεόν ἱδρυμένην· ἥτις ἀναπόδεικτον ἔχει τήν ἐπιστήμην. Ἐλπιζομένων γάρ ἐστιν ὑπόστασις πραγμάτων, οὕπω γνώσει τῶν ὄντων τινός περιληφθέντων.
4.22
Ὅτι ποιμήν, ὁ Κύριος λέγεται τῶν διά τῆς φυσικῆς θεωρίας πρός τήν ἄνω μάνδραν ὁδηγουμένων· βασιλεύς δέ τῶν ὑποταγέντων τῷ νόμῳ τοῦ Πνεύματος, καί τῷ θρόνῳ τῆς χάριτος Θεοῦ διά τῆς κατά τήν ἀμερῆ γνῶσιν τῶν νοός ἁπλῆς προσβολῆς παρισταμένων.
4.23
Ἄλλη περί τοῦ αὐτοῦ θεωρία, καθ᾿ ἥν τήν ἐν οὐρανοῖς ἀπογραφήν λέγει μόνων ἐκείνων εἶναι, τῶν κατά πρόθεσιν ὅλους ἑαυτούς ἀπογράφεσθαι τῷ καλάμῳ παρεχόντων τοῦ Πνεύματος· βουλομένους γάρ, ἀλλ᾿ οὐκ ἀναγκαζομένους ἐν οὐρανοῖς ἀπογράφεται τό Πνεῦμα τό ἅγιον.
4.24
Ἡ μή χαλινουμένη τῷ θείῳ φόβῳ κατά τήν πρᾶξιν γνῶσις, τῦφον ἐργάζεται, φησίν, ὡς οἰκεῖον τό δεδανεισμένον προβάλλεσθαι πείθουσα τόν ἐπ᾿ αὐτῇ τυφωθέντα, πρός οἰκεῖον ἔπαινον τόν ἔρανον τοῦ λόγου ποιούμενον. Ἡ δέ πρᾶξις τῷ θείῳ συναυξάνουσα πόθῳ, τῶν ὑπέρ τά πρακτά μή λαμβάνουσα γνῶσιν, τόν πρακτικόν ἐργάζεται ταπεινόφρονα, τοῖς ὑπέρ τήν οἰκείαν δύναμιν λόγοις πρός ἑαυτόν συστελλόμενον.
4.25
Τούς Βαβυλωνίους λέγει τήν ὑπερηφάνειαν, ὡς συγκεχυμένην ὑπάρχουσαν φρόνησιν. Τό γάρ τῆς ὑπερηφανείας πάθος ἐκ δύο συνέστηκεν ἀγνοιῶν. Δύο δέ συνελθοῦσαι πρός ἕνωσιν ἄγνοιαι, μίαν φρόνησιν συγκεχυμένην ἀποτελοῦσι. Μόνος γάρ ἐκεῖνός ἐστιν ὑπερήφανος, ὁ καί τήν θείαν βοήθειαν, καί τήν ἀνθρωπίνην ἀγνοήσας ἀσθένειαν. Οὐκοῦν ὑπερηφάνειά ἐστι θείας καί ἀνθρωπίνης γνώσεως στέρησις. Τῇ γάρ τῶν ἀληθῶς ἄκρων ἀποφάσει, μία ψευδής ὑπάρχει κατάφασις.
4.26
Ὁρισμοί λύπης ἐπάλληλοι πρός τήν αἰτίαν, καθ᾿ ἥν γίνεσθαι πέφυκεν, ἀναφέροντες.
4.27
Τό αἰσθητόν φῶς δῆλον ὅτι.
4.28
Πρό πάσης πείρας, φησί, λόγος ὑπάρχει γνώσεως· ὅτι κατά τήν πεῖραν μόνην πέφυκε δυναστεύειν ἀπόλαυσις. ΞΑ (61). ΠΕΡΙ ΤΟΥ" ΟΤΙ ΚΑΙΡΟΣ ΤΟΥ ΑΡΞΑΣΘΑΙ ΤΟ ΚΡΙΜΑ ΑΠΟ ΤΟΥ ΟΙΚΟΥ ΤΟΥ ΘΕΟΥ". (14Γ_198>
4.29
Ἄδικον ἡδονήν λέγει, τόν ἐκ τῆς παραβάσεως ἐμφυρέντα τῇ φύσει νόμον τῆς ἁμαρτίας.
4.30
Πῶς δρέπανον ὁ Κύριός ἐστι, καί τί τό πλάτος αὐτοῦ θεωρεῖται τῶν πήχεων.
4.31
Πῶς ἀμίαντος;
4.32
Τίνος ἀναλογίαν ἔχει νοουμένη πνευματικῶς ἡ Ἰόππη.
4.33
Ὥσπερ, φησίν, ὁ παλλακῇ συναπτόμενος, νόμιμον οὐ κέκτηται τόν γάμον· οὕτως ὁ σωματικῶς τήν νομικήν ἐξασκούμενος μάθησιν, νόμιμον τήν πρός αὐτήν οὐκ ἔχει συμβίωσιν· νόθα γεννῶν ἐξ αὐτῆς δόγματα, καί τῇ τῆς σαρκός ζωῇ συμφθειρόμενα.

Intertext edge

Open linked passage

Note