Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
PG 91 14ΒΓ
Maximus Confessor14 53 · pg-scrape-grcMore by Maximus Confessor
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/maximus-confessor" aria-label="More works by Maximus Confessor"> —
⋯
More
Original / primary: Pg Scrape Grc
53.1
ΕΡΩΤΗΣΙΣ ΝΓ' Πάλιν περὶ Ἐζεκίου φησί· καὶ ἔθαψαν αὐτὸν ἐν ἀναβάσει τάφων υἱῶν Δαβίδ, καὶ δόξαν καὶ τιμὴν ἔδωκαν αὐτῷ ἐν τῷ (14Β_408> θανάτῳ αὐτοῦ πᾶς Ἰούδα καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ. Τί ἐστι τὸ ἐν ἀναβάσει τάφων υἱῶν Δαβὶδ καὶ τὰ ἑξῆς; Ἀπόκρισις. Δαβίδ ἐστι νοητὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ λίθος ὃν ἐξουδένωσαν ἀποδοκιμάσαντες οἱ οἰκοδομοῦντες ἱερεῖς τῶν Ἰουδαίων καὶ ἄρχοντες, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας, τουτέστι τῆς Ἐκκλησίας. Γωνία γάρ ἐστιν ἡ Ἐκκλησία κατὰ τὴν Γραφήν. Ὡς γὰρ ἡ γωνία δύο τοίχων ἕνωσις γίνεται, πρὸς ἀλλήλους αὐτοὺς διασφίγγουσα πρὸς ἀδιάλυτον συνοχήν, οὕτω καὶ ἡ ἁγία Ἐκκλησία τῶν δύο λαῶν γέγονεν ἕνωσις, τοὺς ἐξ ἐθνῶν καὶ Ἰουδαίων καθ᾽ ἕνα πίστεως λόγον ἀλλήλοις συνδέουσα καὶ πρὸς μίαν ἐνδιασφίγγουσα σύμπνοιαν, ἧς ἀκρογωνιαῖος λίθος ἐστὶν ὁ Χριστός, ὡς κεφαλὴ τοῦ παντὸς σώματος, Ἐξουδένωσις γὰρ ἑρμηνευόμενον δηλοῖ τοῦ Δαβὶδ τὸ ὄνομα, ὅς ἐστιν ὁ τοῦ Θεοῦ Λόγος καὶ Υἱός, ὁ δι᾽ ἐμὲ τὴν δουλικὴν μορφὴν ὑποδὺς καὶ γενόμενος ὄνειδος ἀνθρώπων ἀπιστούντων τῇ ἀληθείᾳ καὶ ἐξουδένωμα λαοῦ πλήρους ἁμαρτιῶν, ὁ ποιμὴν ὁ καλὸς ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ ἡμῶν τῶν προβάτων, ὁ ἀποκτείνας τὸν λέοντα καὶ τὴν ἄρκον, τὸν θυμὸν λέγω καὶ τὴν ἐπιθυμίαν ἐξηλώσας τῆς φύσεως, τὰ σπαράττοντα τῆς ἐν ἡμῖν κατὰ τὸν λόγον θείας εἰκόνος τὴν μορφήν, ὁ πυρράκης, διὰ τὸ πάθημα τοῦ θανάτου, μετὰ κάλλους ὀφθαλμῶν, τουτέστι μετὰ δόξης τῶν κατὰ πρόνοιαν καὶ κρίσιν ὑψηλοτέρων λόγωνὀφθαλμοὶ γὰρ τοῦ Λόγου ἡ κρίσις ἂν εἴη καὶ ἡ πρόνοια, δι᾽ ὧν καὶ πάσχων ὑπὲρ ἡμῶν ποιεῖται τοῦ παντὸς τὴν ἐπισκοπήν, ὁ τοῦ νοητοῦ Γολιὰθ καὶ ὑπερηφάνου, φημὶ δὲ τοῦ διαβόλου, σφαγεύς, τοῦ πεντάπηχυν ἔχοντος τὴν ἡλικίαν διὰ (14Β_410> τὴν ἐμπάθειαν τῆς ἐν ἡμῖν πενταπλῆς αἰσθήσεωςἐπὶ τοσοῦτον γὰρ ἔχει τὸ μέγεθος τῆς κατὰ κακίαν ἡλικίας ὑψούμενον ὁ διάβολος, ἐφ᾽ ὅσον τοῖς αἰσθητοῖς ἐμπαθῶς ἐν ἡμῖν ἡ τῆς αἰσθήσεως ἐπεκτείνεται δύναμις, ὁ βασιλεὺς τοῦ ἀληθινοῦ Ἰσραὴλ καὶ ὁρῶντος Θεόν, κἂν Σαούλ, ὁ παλαιὸς κατὰ τὸν νόμον λαός, μαίνεται φθόνῳ διὰ τὴν ἀπιστίαν τηκόμενοςοὐ φέρει γὰρ τῆς προσκαίρου δόξης τὴν στέρησιν, οὖ ἀφαιρεῖται τὸ δόρυ καὶ τοῦ ὕδατος τὸν φακὸν Δαβὶδ ὁ ἐμὸς βασιλεὺς καὶ διωκόμενος, τουτέστι τὸ κράτος τῆς πρακτικῆς ἀρετῆς καὶ τὴν χάριν τῆς γνωστικῆς θεωρίας (κἂν πάλιν ταῦτα κιχρῶν δίδωσι τοῖς πρὸς αὐτὸν κατὰ τὴν πίστιν διαβαίνουσι διὰ τοὺς ἐξ Ἰουδαίων μέλλοντας κληρονομεῖν σωτηρίαν, δεχομένους τῆς βασιλείας τὸ κήρυγμα), οὗπερ πάλιν ἐν τῷ σπηλαίῳ πρὸς τὴν τῶν περιττωμάτων ἀποβολὴν καθημένου τὸ τῆς διπλοΐδος ἀφαιρεῖται πτερύγιον, τουτέστι τὸ ὕψος τῆς κατὰ τὴν ἠθικὴν φιλοσοφίαν εὐσχημοσύνης ἢ τὸ ἐν νοήμασιν ὑψηλὸν τῆς τῶν νομικῶν συμβόλων καὶ αἰνιγμάτων περιβολῆς, οὐκ ἄξιον οὔτε μὴν δίκαιον κρίνας εἰς φθορὰν τῇ ἀποχρήσει τὸν ὡς ἐν σπηλαίῳ τῷ αἰῶνι τούτῳ ἢ τῷ σκοτεινῷ τοῦ νόμου γράμματι καθήμενον λαὸν τῶν Ἰουδαίων, τὸν γήϊνον ὄντως καὶ φιλοσώματον καὶ τῇ φθορᾷ τῶν παρερχομένων περιγράφοντα τὰς θείας τῶν ἀφθάρτων ἐπαγγελίας, ἔχειν τῆς μυστικῆς τῶν νομικῶν διαταγμάτων, καθάπερ διπλοΐδος πτερύγιον, τὴν νοουμένην εὐπρέπειαν. Οὗτός ἐστι Δαβὶδ ὁ νοητός, ὁ ἀληθινὸς ποιμὴν καὶ βασιλεὺς καὶ τῶν ἀντικειμένων ἀναιρέτης δυνάμεων, ποιμὴν μὲν τῶν ἔτι τὴν πρακτικὴν μετερχομένων φιλοσοφίαν καὶ πόας δίκην νεμομένων τὴν φυσικὴν θεωρίαν, βασιλεὺς δὲ τῶν νόμοις καὶ λόγοις πνευματικοῖς ἀνακαινισάντων πρὸς τὸ ἀρχέτυπον τῆς δοθείσης εἰκόνος τὸ κάλλος καὶ αὐτῷ τῷ μεγάλῳ βασιλεῖ (14Β_412> τῶν αἰώνων ἀμέσως κατὰ νοῦν παρισταμένων καὶ τὸ ἀπρόσιτον κάλλος, ὡς θέμις εἰπεῖν, ἐσοπτριζομένων. Υἱοὶ μὲν οὖν τούτου τοῦ Δαβὶδ τυγχάνουσι πάντες οἱ ἀπὸ τοῦ αἰῶνος ἅγιοι, ἐξ αὐτοῦ γεννηθέντες ἐν Πνεύματι. Τάφοι δὲ τούτων τῶν υἱῶν εἰσιν αἱ μνῆμαι τῆς κατὰ Θεὸν αὐτῶν ἐπὶ γῆς πολιτείας. Ἀνάβασις δὲ τούτων τῶν τάφων ἐστὶ τὸ ὕψος τῆς αὐτῶν περὶ Θεὸν γνώσεως καὶ ἀγάπης, ἔνθα πᾶς Ἰούδα καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ θάπτουσι, ἐνιδρύοντες ἐν τῷ κατ᾽ ἀξίαν τόπῳ τῆς μακαρίας μονῆς οἵ τε κατὰ πρᾶξιν τρόποι καὶ οἱ τὴν ἀληθῆ θεωρίαν οἰκοῦντες λόγοι τῆς γνώσεως, τὸν τοῖς οὖσιν ἅπασιν ἐπαινετῶς ἀποθανόντα νοῦν, τοῖς μὲν αἰσθητοῖς τῇ ἀποθέσει τῆς κατ᾽ αἴσθησιν ἐνεργείας, τοῖς δὲ νοητοῖς τῇ τῆς νοερᾶς ἀποπαύσει κινήσεως. Τὸν τοίνυν Ἐζεκίαν, κράτος Θεοῦ ἑρμηνευόμενον, ὡς νοῦν κραταιὸν περὶ πρᾶξιν καὶ περὶ γνῶσιν λαμπρότατον, θάπτουσιν ἀποθανόντα, τουτέστι πάντων τῶν ὄντων κατὰ τὴν γνώμην ἀπογενόμενον καὶ πρὸς τὸν ὑπὲρ τὰ ὄντα γενόμενον, πᾶς Ἰούδα καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ, ἡ κατ᾽ ἀρετὴν πρᾶξις αὐτοῦ δηλονότι καὶ ἡ κατὰ τὴν γνῶσιν ἀληθὴς θεωρία, ἐν ἀναβάσει τάφων υἱῶν Δαβίδ, ἐν τῷ ὕψει λέγω τῆς τῶν ἀπ᾽ αἰῶνος ἁγίων μνήμης, δεδωκότες αὐτῷ δόξαν καὶ τιμήν, δόξαν μὲν ὡς πάντων ὑπεράνω κατὰ τὴν νοερὰν γνῶσιν τῶν ἐν τοῖς οὖσι λόγων, τιμὴν δὲ ὡς πάντων γενομένῳ παθῶν καθαρῷ καὶ τῶν ἐν τοῖς οὖσι φυσικῶν νόμων ἀνεύθυνον κατὰ τὴν αἴσθησιν κτησαμένῳ τὴν κίνησιν. Τυχὸν δέ τις τῶν σφόδρα φιλοκάλων ἐρεῖ φιλοτιμούμενος δόξαν μὲν εἶναι τὸ ἀκρότατον κατ᾽ εἰκόνα κάλλος, τιμὴν δὲ τὸ καθ᾽ ὁμοίωσιν ἀπαράλλακτον μίμημα· τὸ μὲν γὰρ λόγων πνευματικῶν ἀληθὴς πέφυκε ποιεῖν θεωρία, τὸ δὲ πρᾶξις ἐντολῶν ἀκριβὴς καὶ ἀνόθευτος· ἃς ὁ μέγας ἐσχηκὼς Ἐζεκίας ἐν ἀναβάσει (14Β_414> τάφων υἱῶν Δαβὶδ ἐτάφη, ὡς ἂν εἴ τις ἐπὶ τὸ σαφέστερον λαβὼν εἴποι τὸ ῥητόν, ἀντὶ τοῦ ἔθαψαν αὐτὸν ἐν ἀναβάσει τάφων υἱῶν Δαβίδ, καὶ ἔθηκαν τὴν μνήμην Ἐζεκίου ἐν τῷ ὕψει τῆς μνήμης τῶν ἀπ᾽ αἰῶνος ἁγίων. Σκοπήσωμεν δὲ ὡς οὐκ εἴρηται ἐν τάφοις Δαβὶδ ἢ ἐν ἀναβάσει τάφων Δαβίδ· ἀσύγκριτος γὰρ τοῖς οὖσιν, οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ ἀγγέλοις, καὶ παντελῶς ἀχώρητος καὶ αὐτὸς ὁ τοῦ Κυρίου κατὰ σάρκα λόγος καὶ ὁ τοῦ βίου τρόπος, μὴ ὅτι γε τῆς ἀπείρου θεότητος αὐτοῦ ἡ ἀνέφικτος ἔννοια. Οὐκοῦν ἀγαπητὸν παντὶ τῷ καὶ λίαν ἐπῃσθημένῳ μεγαλειότητος τὸ κἂν ἐν τάφοις υἱῶν Δαβίδ, ἢ τὸ κράτιστον ἐν ἀναβάσει τάφων υἱῶν Δαβίδ. Ἐν γὰρ τάφοις Δαβὶδ οὐδεὶς φέρεται τῇ Γραφῇ τεθαμμένος, μὴ ὅτι ἐν ἀναβάσει τάφων Δαβίδ· τοῦ γὰρ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἀσύγκριτος, ὡς ἔφην, κατὰ πάντα καὶ λόγον καὶ τρόπον ὁ κατὰ σάρκα βίος. Φησὶ γὰρ ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, τουτέστι καὶ αὐτὴ ἡ κατὰ ἄνθρωπον διὰ σαρκὸς τοῦ Κυρίου δικαιοσύνη καὶ τὰς ἄνω δυνάμεις ἐκάλυψε τῇ ὑπερβολῇ τῆς ἐν πᾶσι κατὰ δικαιοσύνην ὑπεροχῆς. Οὐ γὰρ ἦν ψιλὸς ἄνθρωπος, ἀλλὰ Θεὸς ἐνανθρωπήσας πρὸς τὸ καινίσαι δι᾽ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ τὴν παλαιωθεῖσαν ὑφ᾽ ἑαυτῆς τῶν ἀνθρώπων φύσιν καὶ ποιῆσαι θείας κοινωνὸν φύσεως, ἀποθεμένην δηλαδὴ πᾶσαν φθορὰν καὶ ἀλλοίωσιν, δι᾽ ὧν, ὁμοιωθεῖσα τοῖς κτήνεσι, πλεονεκτοῦσαν τὸν λόγον εἶχε τὴν αἴσθησιν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν./* ΣΧΟΛΙΑ*/
53.2
Σίτῳ δῆλον ὅτι.

Intertext edge

Open linked passage

Note