Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
PG 91 14ΒΓ
Maximus Confessor14 54 · pg-scrape-grcMore by Maximus Confessor
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/maximus-confessor" aria-label="More works by Maximus Confessor"> —
⋯
More
Original / primary: Pg Scrape Grc
54.1
ΕΡΩΤΗΣΙΣ ΝΔ' Ἐν τῷ πρώτῳ Ἔσδρα γέγραπται περὶ τοῦ Ζοροβάβελ· Καὶ ὅτε ἐξῆλθεν ὁ νεανίσκος, ἄρας τὸ πρόσωπον εἰς τὸν οὐρανὸν ἐναντίον Ἱερουσαλήμ, εὐλόγησε τῷ βασιλεῖ τοῦ οὐρανοῦ λέγων· Παρὰ σοῦ ἡ νίκη, καὶ παρὰ σοῦ ἡ σοφία, καὶ σὴ ἡ δόξα, καὶ ἐγὼ σὸς οἰκέτης. Εὐλογητὸς εἶ, ὃς ἔδωκάς μοι σοφίαν· καὶ σοὶ ὁμολογῶ, Δέσποτα τῶν πατέρων, Τί σημαίνει τὸ ἄραι τὸ πρόσωπον εἰς τὸν οὐρανὸν ἐναντίον Ἱερουσαλὴμ καὶ τὰ ἑξῆς; Ἀπόκρισις. Ζοροβάβελ κατὰ τὴν ἀκρίβειαν τῆς ἑβραΐδος καὶ δασεῖαν δέχεται καὶ ψιλὴν καὶ σύνθεσιν καὶ διαίρεσιν καὶ στιχισμόν. Καὶ δασυνόμενον μὲν τοῦτο τὸ ὄνομα δηλοῖ ‘σπορὰν συγχύσεως·’ ψιλούμενον δὲ ‘ἀνατολὴν συγχύσεως·’ συντιθέμενον δὲ ‘ἀνατολὴν ἐν συγχύσει·’ διαιρούμενον δὲ ‘ἀνατολὴν διασπορᾶς·’ στιχιζόμενον δὲ ‘αὐτὸς ἀνάπαυσις.’ Ζοροβάβελ οὖν ἐστι νοῦς φιλόσοφος, πρῶτον διὰ μετανοίας ἐν τῇ ‘συγχύσει’ τῆς τῶν παθῶν αἰχμαλωσίας κατὰ ‘δικαιοσύνην σπειρόμενος, δεύτερον, ἀνατολὴ συγχύσεως,’ φανερὰν ποιούμενος τῶν συγκεχυμένων παθῶν τὴν αἰσχύνην, τρίτον, ‘ἀνατολὴ ἐν συγχύσει,’ διδοὺς φωτισμὸν διὰ γνώσεως ἐν τῇ συγχύσει τῆς πρὸς τὰ αἰσθητὰ τῶν αἰσθήσεων ἐνεργείας καὶ (14Γ_014> οὐκ ἐῶν λόγου χωρὶς αὐτὰς προσβάλλειν τοῖς αἰσθητοῖς, τέταρτον, ‘ἀνατολὴ διασπορᾶς,’ παρέχων ταῖς Τό κείμενο προέρχεται ἀπό τήν πατρολογία τοῦ TLG, σέ ἀντιπαράθεση μέ τό κείμενο τῶν ἐκδόσεων ʺΤΟ ΒΥΖΑΝΤΙΟΝʺ τῆς σειρᾶς ʺΓΡΗΓΟΡΙΟΣ Ο ΠΑΛΑΜΑΣʺ* Θεσσαλονίκη 1992, ΦΙΛΟΚΑΛΙΑ ΤΩΝ ΝΗΠΤΙΚΩΝ ΚΑΙ ΑΣΚΗΤΙΚΩΝ, τόμος 14 Γ. διασπαρείσαις περὶ τὰ αἰσθητὰ δυνάμεσι τῆς ψυχῆς ἔργων δικαιοσύνης ἀνατολήν, καθ᾽ ἣν ἡ μετὰ λόγου πρᾶξις συνέστηκεν οὐκ ἀμοιροῦσα γνωστικῆς θεωρίας, τῆς πρὸς τὰ νοητὰ ἐπαναγούσης τὰς διεσπαρμένας δυνάμεις, καὶ πέμπτον, ‘αὐτὸς ἀνάπαυσις,’ ὡς πᾶσαν ποιήσας εἰρήνην, καὶ συνάψας τὸ μὲν πρακτικὸν τῷ κατὰ φύσιν ἀγαθῷ, τὸ δὲ θεωρητικὸν τῇ κατὰ φύσιν ἀληθείᾳ. Πᾶσα γὰρ πρᾶξις (1) διὰ τὸ ἀγαθὸν γίνεσθαι πέφυκε, καὶ πᾶσα θεωρία τὴν γνῶσιν διὰ μόνην ἐπιζητεῖ τὴν ἀλήθειαν. Ὧν διανυσθέντων, οὐδὲν ἔσται τὸ σύνολον τὸ πλῆττον τῆς ψυχῆς τὸ πρακτικόν, οὔτε μὴν τὸ θεωρητικὸν αὐτῆς διὰ ξένων δριμύττον θεωρημάτων, παντὸς ἐπέκεινα γενομένης καὶ ὄντος καὶ νοουμένου, καὶ εἰς αὐτὸν εἰσδυσάσης τὸν Θεόν, τὸν μόνον ἀγαθὸν καὶ ἀληθινὸν καὶ ὑπὲρ πᾶσαν οὐσίαν ὄντα καὶ νόησιν. Ὁ τοιοῦτος ταῖς διαφόροις προκοπαῖς τῶν ἀρετῶν γενόμενος νοῦς, ὅταν ἐξέλθῃ μετὰ τὴν νίκην ἀπὸ Δαρείου τοῦ βασιλέως, τουτέστι τοῦ φυσικοῦ νόμου, δείξας αὐτῷ τῆς ἀγάπης καὶ τῆς ἀληθείας τὴν δύναμιν κατὰ (2) τὴν τῶν ἀρετῶν πρὸς τὰ πάθη σύγκρισιν, καὶ λάβῃ ψῆφον νομίμως, τὴν μὲν αὐτοῦ προβολὴν ἐπικυροῦσαν, τὰς δὲ τῶν ἄλλων ἀκυροῦσαν, διαγινώσκων πόθεν τῆς νίκης αὐτῷ γέγονεν ἡ χάρις, αἴρει τὸ πρόσωπον εἰς τὸν οὐρανὸν ἐναντίον Ἱερουσαλὴμ καὶ εὐλογεῖ τὸν βασιλέα τοῦ οὐρανοῦ. Πρόσωπον (3) οὖν ἐστι τοῦ τοιούτου νοὸς ἡ κατὰ τὸ κρυπτὸν τῆς ψυχῆς νοουμένη διάθεσις, ἐν ᾗ τῶν ἀρετῶν πάντες ὑπάρχουσιν οἱ χαρακτῆρες· ἣν αἴρει πρὸς τὸν οὐρανόν, τὸ ὕψος δηλαδὴ τῆς θεωρίας, ἐναντίον Ἱερουσαλήμ, τουτέστι τῆς κατὰ τὴν ἕξιν ἀπαθείας, ἢ πάλιν (4), εἰς τὸν οὐρανὸν ἐναντίον Ἱερουσαλήμ, τὸ οἰκητήριον τὸ ἐν οὐρανῷ ἐπιζητῶν καὶ τὴν πόλιν τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς, περὶ ἧς τὰ δεδοξασμένα ἐλαλήθη φησὶν ὁ Δαβίδ. Οὐ γὰρ ἄλλως ἠδύνατο τὸν (14Γ_016> Θεὸν εὐλογεῖν (5), μὴ ἄρας πρὸς ὕψος θεωρίας καὶ γνώσεως κατὰ τὴν ἕξιν τῆς ἀπαθείας, ἤγουν τῆς ἀπήμονος καὶ εἰρηνικῆς καταστάσεως, τὸ κατὰ ψυχὴν τῆς διαθέσεως πρόσωπον, τὸ ἐκ πολλῶν καὶ διαφόρων ἀρετῶν, χαρακτήρων δίκην, συγκείμενον. Καὶ τί λέγων αἴρει τὸ πρόσωπον; Παρὰ σοῦ ἡ νίκη (6), τὸ κατὰ τῶν παθῶν τῆς πρακτικῆς τέλος διὰ τῆς νίκης δηλῶν καὶ οἷον ἔπαθλον τῶν κατὰ τῆς ἁμαρτίας θείων ἀγώνων, καὶ παρὰ σοῦ ἡ σοφία, τὸ διὰ θεωρίας, κατὰ τὴν γνῶσιν δηλαδή, τέλος, τὸ πᾶσαν τῆς ψυχῆς ἀφαιρούμενον ἄγνοιαν, καὶ σὴ ἡ δόξα, τὸ ἐκ τούτων ἀναδεικνύμενον κάλλος τῆς θείας κατὰ τὸ θεμιτὸν ὡραιότητος δόξαν καλέσας, ὅπέρ ἐστιν ἕνωσις νίκης καὶ σοφίας, καὶ πράξεως καὶ θεωρίας, ἀρετῆς τε καὶ γνώσεως, ἀγαθότητός τε καὶ ἀληθείας. Αὗται γὰρ ἀλλήλαις ἑνούμεναι μίαν ἀπαστράπτουσιν δόξαν καὶ αὐγὴν τοῦ Θεοῦ. Διὸ προσφόρως ἐπάγει φάσκων καὶ ἐγὼ σὸς οἰκέτης, εἰδὼς ὅτι πᾶσαν ἐν ἡμῖν ὡς ὀργάνοις ὁ Θεὸς ἐπιτελεῖ πρᾶξιν καὶ θεωρίαν, ἀρετήν τε καὶ γνῶσιν καὶ νίκην καὶ σοφίαν καὶ ἀγαθότητα καὶ ἀλήθειαν, μηδὲν ἡμῶν συνεισφερόντων τὸ σύνολον πλὴν τῆς θελούσης τὰ καλὰ διαθέσεως. Ἣν ἔχων ὁ μέγας Ζοροβάβελ πρὸς τοῖς εἰρημένοις φησίν· εὐλογητὸς εἶ, πρὸς τὸν Θεὸν λέγων, ὃς ἔδωκάς μοι σοφίαν· καὶ σοὶ ὁμολογῶ, Δέσποτα τῶν πατέρων. Ὡς εὐγνώμων οἰκέτης πάντα τῷ Θεῷ ἀνέθετο, τῷ πάντα δωρησαμένῳ, ἐξ οὗ λαβὼν εἶχε τὴν σοφίαν, αὐτῷ ὁμολογῶν ὡς Δεσπότῃ πατέρων τῶν κεχαρισμένων ἀγαθῶν τὴν δύναμιν. Εὐλογητὸν δὲ καλεῖ τὸν Θεὸν ὡς ἄπειρον ἔχοντα τὴν σοφίαν, μᾶλλον δὲ αὐτοσοφίαν· ἐξ οὗ λαβὼν ὁμολογεῖ τὴν χάριν. Δεσπότην δὲ πατέρων αὐτὸν προσαγορεύει, παραστῆσαι θέλων (14Γ_018> ὅτι πάντα τὰ τῶν ἁγίων κατορθώματα Θεοῦ προδήλως ὑπῆρχον χαρίσματα, μηδενὸς τὸ παράπαν ἔχοντος μηδὲν ἢ τὸ δοθὲν ἀγαθὸν ὡς παρὰ Δεσπότου τοῦ Θεοῦ πρὸς ἀναλογίαν τῆς εὐγνωμοσύνης τε καὶ εὐνοίας τοῦ δεχομένου μετρούμενον, κἀκεῖνα μόνα κεκτημένου, ὅσα τῷ Δεσπότῃ δωρουμένῳ παρίσταται. Πατέρας (7) δὲ καλεῖ τοὺς ἀπ᾽ αἰῶνος ἁγίους, ὧν τὴν πίστιν δεξάμενος καὶ μιμησάμενος τὸν βίον, τὸ ἐξ ἐκείνων γεννηθῆναι τῷ Πνεύματι θέλων κατώρθωσε, γονέων υἱὸς γεγενημένος αὐθαιρέτων αὐθαίρετος, ὅπερ τῶν παρὰ βούλησιν γινομένων ἀπὸ σαρκὸς πατέρων τε καὶ υἱῶν τοσοῦτόν ἐστι τῷ Θεῷ τιμιώτερον, ὅσον σαρκὸς ψυχὴ κατ᾽ οὐσίας ὑπεροχὴν διενήνοχεν. Οὗτος ὁ Ζοροβάβελ εἷς ὑπάρχει τῶν παρισταμένων νεανίσκων Δαρείῳ τῷ βασιλεῖ, τῷ φυσικῷ λέγω νόμῳ, καὶ πᾶσαν τῶν ἐν ἀνθρώποις θείων ἀγαθῶν δυσὶ περιγράψας λόγοις τὴν δύναμιν, καὶ τὴν τῶν ἄλλων διασκεδάσας προπέτειαν, καὶ εἰς ἑαυτὸν ἑλκύσας τὸν βασιλεύοντα νόμον τῆς φύσεως, ἄφεσιν θεσπίζοντα ταῖς κρατουμέναις εἰς δουλείαν τῆς τῶν παθῶν ἀλλοιώσεως τῆς ψυχῆς δυνάμεσιν. Τῶν γὰρ προϊσταμένων, ὡς ὑλικωτέρου (8) τοῦ σώματος, πονηρῶν πνευμάτων δύο τυγχανόντων, δι᾽ αὐτῆς τῆς τοῦ ἀριθμοῦ ἰδιότητος ἐδηλοῦτο τὸ ἐμπαθὲς καὶ ἐπίκηρον. Ὁ δὲ τῆς ψυχῆς ὑπερασπίζων νοῦς, ἁπλῆς οὔσης κατὰ τὴν οὐσίαν, εἶς ὑπάρχων, τῆς ἀδιαιρέτου μονάδος ἔφερεν ἔμφασιν, ἧς καθοτιοῦν τὸ σύνολον οὐ πέφυκεν ἅπτεσθαι θάνατος, ὅτι μήτε διαιρέσεως καθόλου τομή. Φησὶ γὰρ ὁ εἷς, ἤγουν ὁ πρῶτος νεανίσκος, τὴν ἐμπαθῆ τοῦ σώματος εἰσφέρων εὐζωΐαν, ὑπερισχύει ὁ οἶνος, οἶνον καλῶν πᾶσαν ὁμοῦ κατὰ περιγραφὴν τὴν ἐν ἡδοναῖς παθῶν παραφορὰν καὶ μέθην, ὡς ἐκστατικὴν τῆς διανοίας, καὶ τῶν κατὰ φύσιν λογισμῶν τὴν χρῆσιν παραχαράττουσαν, Θυμὸς (14Γ_020> γὰρ δρακόντων, φησίν, ὁ οἶνος αὐτῶν καὶ θυμὸς ἀσπίδων ἀνίατος, τὴν ζέσιν τῶν σαρκικῶν ἡδονῶν οἶνον δρακόντων φήσας, καὶ τῆς παρακοῆς τὴν τυραννικὴν καὶ ὑπερήφανον καταφρόνησιν καλέσας οἶνον ἀσπίδων. Τοῦτο γάρ, ὥς φασι, τὸ θηρίον παρὰ πάντα τὰ θηρία τῆς γῆς ἐμφράττει τὰ ὦτα πρὸς ἐπᾴσματα, ἐξ ὑπερηφανίας τυραννοῦν τοὺς ἐπᾴδοντας. Ὁ ἕτερος ἤγουν ὁ δεύτερός φησιν ὑπερισχύει ὁ βασιλεύς, βασιλέα καὶ οὗτος καλῶν πᾶσαν ὁμοῦ τὴν ἐν πλούτῳ καὶ δυναστείᾳ καὶ ταῖς ἄλλαις περιφανείαις κενὴν δόξαν, τὴν γεννητικὴν τῆς ἀγνοίας, καθ᾽ ἣν ὁ τῆς φύσεως γίνεται σκεδασμός, πάντων ἀγνοούντων ἀλλήλους καὶ πᾶσι πάντων προσρηγνυμένων ὑπὲρ ἑνός, τοῦ πλέον ἀλλήλων θέλειν δοξάζεσθαι δυνάμει ἢ πλούτῳ ἢ τρυφῇ καὶ τοῖς ἄλλοις τρόποις, οἷς δοξάζεσθαι θέλουσιν οἱ τὴν θείαν καὶ μένουσαν ἠγνοηκότες δόξαν καὶ τὸ κατ᾽ αὐτὴν κράτος περιφρονοῦντες. Οὗτοι μὲν πᾶσαν, ὡς εἰπεῖν, τὴν ἰλὺν τοῦ βυθοῦ τῶν παρὰ φύσιν παθῶν τοῖς δυσὶ τούτοις προβλήμασι περιγράψαντες, κριτὴν ἐποιοῦντο τῶν λεγομένων τὸν βασιλέα Δαρεῖον, τόν, ὡς ἔφην, κρατοῦντα νόμον τῆς φύσεως, ἐπικλιθῆναι τοῖς αὐτῶν ἐλπίζοντες δόγμασιν. Ὁ δὲ τρίτος, ὅς ἐστιν ὁ τῆς ἀρετῆς καὶ τῆς γνώσεως προϊστάμενος νοῦς, καὶ τῆς κακῆς τῶν παθῶν δουλείας στερηθῆναι τὴν ψυχὴν βεβουλημένος, φησὶν ὑπερισχύουσιν αἱ γυναῖκες καὶ ὑπερνικᾷ ἡ ἀλήθεια, γυναῖκας μὲν εἰπὼν τὰς θεοποιοὺς ἀρετάς, ἐξ ὧν ἡ πρὸς Θεὸν καὶ ἀλλήλους τοῖς ἀνθρώποις ἑνοποιὸς ἀγάπη συνέστηκε, πάντων τὴν ψυχὴν ἐξαρπάζουσα τῶν ὑπὸ γένεσιν καὶ φθορὰν καὶ τῶν ὑπὲρ αὐτὰ νοητῶν οὐσιῶν, καὶ αὐτῷ τῷ Θεῷ κατ᾽ ἐρωτικήν τινα σύγκρασιν περιπλέκουσα, καθ᾽ ὅσον ἐστὶ δυνατὸν ἀνθρωπίνῃ φύσει, καὶ τὴν ἄχραντον καὶ θείαν μυστικῶς δημιουργοῦσα συμβίωσιν, ἀλήθειαν (14Γ_022> δὲ φήσας τὴν μίαν καὶ μόνην αἰτίαν τῶν ὄντων καὶ ἀρχὴν καὶ βασιλείαν καὶ δύναμιν καὶ δόξαν, ἐξ ἧς καὶ δι᾽ ἣν πάντα γέγονέ τε καὶ γίνεται, καὶ πρὸς τὸ εἶναι ὑπ᾽ αὐτῆς τε καὶ δι᾽ αὐτῆς συγκρατεῖται, καὶ ὑπὲρ ἧς πᾶσα τοῖς φιλοθέοις ἐστὶ σπουδή τε καὶ κίνησις. Καὶ συντόμως εἰπεῖν, διὰ μὲν τῶν γυναικῶν τὸ τέλος ἐνεδείξατο τῶν ἀρετῶν τὴν ἀγάπην, ὅπέρ ἐστι ἡ κατ᾽ ἔφεσιν τοῦ φύσει ἀγαθοῦ τῶν μετεχόντων ἀδιάπτωτος ἡδονὴ καὶ ἀδιαίρετος ἕνωσις, διὰ δὲ τῆς ἀληθείας (9) τὸ πέρας πασῶν ἐπεσήμανε τῶν γνώσεων καὶ αὐτῶν πάντων τῶν γινωσκομένων, εἰς ὅπερ, ὡς ἀρχὴν καὶ πέρας πάντων τῶν ὄντων, αἱ κατὰ φύσιν κινήσεις γενικῷ τινι λόγῳ συνέλκονται, πάντα νικώσης κατὰ φύσιν, ὡς ἀληθείας, τῆς τῶν ὄντων ἀρχῆς καὶ αἰτίας, καὶ πρὸς ἑαυτὴν συνελκούσης τῶν γεγονότων τὴν κίνησιν. Οὕτω διαλεχθεὶς ὁ φιλόσοφος νοῦς τῷ κατὰ φύσιν νόμῳ πᾶσαν αὐτοῦ τῶν πονηρῶν δαιμόνων ἀποκρούεται πλάνην, ψηφίσασθαι πείθων ἐλευθερίαν τοῖς πρὸς δουλείαν (10) παθῶν κεκρατημένοις λογισμοῖς τε τῆς ψυχῆς καὶ δυνάμεσι, καὶ τῶν τῆς νοουμένης αἰχμαλωσίας δεσμῶν λύσιν καὶ ἄφεσιν κηρύξαι τοῖς καθειργμένοις ἐν τῷ σκότει, τῇ προσπαθείᾳ λέγω τῶν αἰσθητῶν, ὥστε ἀναβάντας αὐτοὺς εἰς τὴν Ἰουδαίαν, φημὶ δὲ τὴν ἀρετήν, οἰκοδομῆσαι ἐν Ἱερουσαλήμ, τῇ ἕξει λέγω τῆς ἀπαθείας, τὸν ναὸν Κυρίου, τουτέστι τὴν δεκτικὴν τῆς σοφίας γνῶσιν. Σοφὸς οὖν καὶ πάνυ σοφὸς ὁ μέγας ἐστὶ Ζοροβάβελ, οἷα παρὰ Θεοῦ τὴν σοφίαν λαβών, καὶ δι᾽ αὐτῆς δυνηθεὶς ἑκάστῳ τῶν πρὸς ἀπάτην προβεβλημένων ἐπὶ φθορᾷ τοῦ γένους τῶν ἀνθρώπων ὑπὸ τῶν ὑπεραγωνιζομένων τοῦ σώματος πονηρῶν πνευμάτων ἀντιπροβαλέσθαι καὶ νικῆσαι καὶ ἀνατρέψαι καὶ δι᾽ ἑκατέρου τῶν οἰκείων προβλημάτων τὸ ἑκατέρου τῶν ἀντικειμένων πρόβλημα παντελῶς ἐξαφανίσαι καὶ τὴν ψυχὴν πονηρᾶς (14Γ_024> λυτρώσασθαι δουλείας παθῶν. Ἐπειδὴ γὰρ ἐκεῖνοι διὰ μὲν τοῦ οἴνου τὴν ζέσιν τιμᾶσθαι τῶν σαρκικῶν ἡδονῶν ἐπεζήτουν, διὰ δὲ τοῦ βασιλέως τῆς κοσμικῆς δόξης τὸ κράτος ἐπεκύρουν, οὗτος τὴν πνευματικὴν καὶ πέρας οὐκ ἔχουσαν διὰ τῶν γυναικῶν εἰσήγαγεν ἡδονήν, καὶ διὰ τῆς ἀληθείας τὸ μὴ σαλευόμενον ἐνεδείξατο κράτος, καὶ ἔπεισε τῶν μὲν παρόντων καταφρονεῖν ἀγαθῶν, τῶν δὲ μελλόντων ἀντέχεσθαι. Ταύτην ἔχει τὰ προβλήματα, κατ᾽ ἐμὲ φάναι, τὴν ἔννοιαν καλήν τε καὶ σοφὴν καὶ τοῦ γραφῆναι πρὸς νουθεσίαν ἡμῶν οὐκ ἀναξίαν τοῦ Πνεύματος. Εἰ δέ τις ὑψηλότερον τὸν τῶν γεγραμμένων νοῦν σκοπῆσαι δυνηθῇ κατὰ τὴν χορηγουμένην αὐτῷ τοῦ νοεῖν τὰ θεῖα δύναμιν, φθόνος οὐδείς, ὅτι μηδὲ πέφυκεν ἐλαττοῦσθαι τοῦ Πνεύματος ἡ χάρις ἐν τοῖς συμμετέχουσιδι᾽ ὃ μάλιστα τὸ τοῦ φθόνου τίκτεται πάθος, κἂν ὁ μὲν πλέον ὁ δὲ ἔλαττον ἔχῃ τῆς χάριτος. Ἕκαστος γὰρ κατὰ τὴν ἀναλογίαν τῆς ἐν αὐτῷ πίστεως φανερουμένην κέκτηται τοῦ Πνεύματος τὴν ἐνέργειαν, ὥστε ταμίας ὑπάρχει τῆς χάριτος ἕκαστος ἑαυτοῦ (11), καὶ οὔποτ᾽ ἂν εὖ φρονῶν ἄλλῳ φθονήσειεν ἐνευδοκιμοῦντι ταῖς χάρισι, ἐπ᾽ αὐτῷ κειμένης τῆς δεκτικῆς τῶν θείων ἀγαθῶν διαθέσεως. Ἔλθωμεν δὲ καὶ ἐπ᾽ ἄλλην μυστικὴν θεωρίαν, τὴν ἀρχικὴν τῶν γεγραμμένων ἀλήθειαν προδεικνύουσαν. Ζοροβάβελ ἐστὶν ἀληθινός τε καὶ νέος καὶ διὰ τοῦ παλαιοῦ τυπικῶς μηνυόμενος ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς Χριστός, ὁ ἐν τῇ συγχύσει τῆς φύσεως ἡμῶν συλληφθεὶς καὶ κυηθεὶς καὶ τεχθείς, καὶ τέλειος κατὰ φύσιν γενόμενος ἄνθρωπος, ἵνα πρὸς ἑαυτὸν τῆς συγχύσεως ἀποστᾶσαν ἐπαναγάγῃ τὴν φύσιν, ὁ μὴ γενόμενος μὲν σὺν ἡμῖν αἰχμάλωτος (12) καὶ πρὸς τὴν τῶν παθῶν ἀποικισθεὶς σύγχυσινοὐ γὰρ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, ἐν ἡμῖν δὲ τοῖς αἰχμαλώτοις ὡς αἰχμάλωτος (14Γ_026> γεννηθεὶς καὶ μεθ᾽ ἡμῶν τῶν ἀνόμων λογισθείς, διὰ φιλανθρωπίαν γενόμενος ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας (13) καὶ περὶ ἁμαρτίας· ἐν ὁμοιώματι μὲν σαρκὸς ἁμαρτίας, ὅτι, φύσει Θεὸς ὑπάρχων ἀπαθής, ἀτρέπτως κατ᾽ οἰκονομίαν φύσει παθητὸς γενέσθαι κατηξίωσεν ἄνθρωπος, περὶ ἁμαρτίας δέ, ὅτι διὰ τὰς ἁμαρτίας ἡμῶν ἤχθη εἰς θάνατον καὶ ὑπὲρ ἡμῶν ὠδυνήθη καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν ἐτραυματίσθη καὶ ἐμαλακίσθη διὰ τὰς ἀνομίας ἡμῶν, ἵνα ἡμεῖς τῷ μώλωπι αὐτοῦ ἰαθῶμεν. Πνεῦμα γὰρ πρὸ προσώπου ἡμῶν φησιν Χριστὸς Κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς ἡμῶν, οὗ εἴπαμεν· Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν. Οὖτός ἐστιν ἡ δικαία ‘ἀνατολὴ’ τῆς ἡμῶν ἐκ τῆς ἁμαρτίας ‘διασπορᾶς’, περὶ ἧς διὰ τοῦ προφήτου φησὶ τὸ Πνεῦμα τὸ ἅγιον ὅτι ἀνατελεῖ ὑμῖν ἀνατολὴ δικαία, καὶ ἰδοὺ ἀνήρ ἀνατολὴ ὄνομα αὐτῷκαὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, καὶ ἥλιος δικαιοσύνης καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ, τοῦ ὑποκάτωθεν (14) δηλοῦντος τὸ ἀπόρρητον μυστήριον τῆς τοῦ Λόγου σαρκώσεως, ἐξ ἧς ἀνέτειλεν ἡ τῶν ὅλων σωτηρία· πτέρυγες δὲ ἂν εἶεν τοῦ ἡλίου τῆς δικαιοσύνης αἱ δύο Διαθῆκαι, δι᾽ ὧν ἱπτάμενος ἐν ἡμῖν ὁ Λόγος τὴν πληγὴν θεραπεύει τῆς παραβάσεως καὶ τὴν κατ᾽ ἀρετὴν τελείαν χαρίζεται ῥῶσιν, διὰ μὲν τῆς Παλαιᾶς ποιούμενος τὴν τῆς κακίας ἀναίρεσιν, διὰ τῆς Νέας δὲ τὴν θέσιν τῆς ἀρετῆς ἐργαζόμενος. Ἢ πάλιν, πτέρυγές εἰσιν ἡ πρόνοια καὶ ἡ κρίσις, δι᾽ ὧν ἱπτάμενος ὁ Λόγος ἀγνώστως ἐπιβατεύει τοῖς οὖσι, σοφίας (15) μὲν λόγοις θεραπεύων τοὺς θέλοντας, παιδείας δὲ τρόποις τοὺς πρὸς ἀρετὴν δυσκινήτους ἰώμενος, καὶ τοῖς μὲν σαρκὸς μολυσμὸν ἐκκαθαίρων, τοῖς δὲ ψυχῶν κηλίδας ἰώμενος. (14Γ_028> Οὗτός ἐστιν ὁ τὴν αἰχμαλωσίαν τοῦ ἀληθινοῦ Ἰσραὴλ ἐπανάγων, οὐκ ἀπὸ γῆς εἰς γῆν, καθὼς ὁ παλαιὸς πέπραχε Ζοροβάβελ, ἀπὸ Βαβυλῶνος εἰς τὴν Ἰουδαίαν τὸν λαὸν μεταβιβάσας, ἀλλ᾽ ἀπὸ γῆς εἰς οὐρανὸν καὶ ἀπὸ κακίας εἰς ἀρετὴν καὶ ἀπὸ ἀγνωσίας εἰς ἐπίγνωσιν ἀληθείας Θεοῦ καὶ ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν καὶ εἰς ἀθανασίαν ἀπὸ θανάτου, καὶ συντόμως εἰπεῖν, ἀπὸ τοῦ φαινομένου κόσμου καὶ ῥέοντος εἰς τὸν σταθερὸν καὶ νοούμενον καὶ ἀπὸ τῆς διαλυομένης ζωῆς εἰς τὴν ἀδιάλυτον καὶ μένουσαν. Οὗτός ἐστιν ὁ ἀληθινὸς οἰκοδόμος τοῦ διαρρυέντος τοῖς παραπτώμασι λογικοῦ ναοῦ καὶ ἐμπρησθέντος ἀλλοτρίῳ πυρί, ὅπερ ἡμεῖς ἐξεκαύσαμεν, πορευθέντες τῷ φωτὶ τοῦ πυρὸς ἡμῶν καὶ τῇ φλογί, ᾗ ἐξεκαύσαμεν, οὐ μόνον τῷ σαρκικῷ (16) φρονήματι τὸ τῆς ψυχῆς νοερὸν ἕπεσθαι δουλικῶς παρασκευάσαντες, ἀλλὰ καὶ τὴν τῶν παθῶν ὕλην ἀνέδην δι᾽ ἐνεργείας ἐξάψαντες. Οὗτός ἐστιν ὁ πείσας διὰ σοφίας Δαρεῖον τὸν βασιλέα, τουτέστι τὸν νόμον τῆς φύσεως· οὐ γὰρ θέμις κατὰ τὸν τόπον τοῦτον εἰς τὸν διάβολον λαμβάνειν τὸν Δαρεῖον, συνεργὸν μὲν γεγενημένον ἑκουσίως τῆς κατὰ τὴν ἄφεσιν τοῦ λαοῦ χάριτος, πεισθέντα δὲ μηδὲν ἰσχυρότερον εἶναι μηδὲ τῇ φύσει πρὸς σωτηρίαν λυσιτελέστερον πίστεως καὶ ἀγαθῆς συνειδήσεως. Ἀληθείας (17) γὰρ λόγον ἡ πίστις ἐπέχει, καὶ τῆς διὰ τῶν γυναικῶν ἀλληγορικῶς νοουμένης θείας ἀγάπης ἡ ἀγαθὴ συνείδησις ἐπιφέρεται τόπον, ἐν ᾗ τὸ παράπαν θείων ἐντολῶν οὐκ ἔστι παράβασις. Οὗτός ἐστιν ὁ δειμάμενος ἐν ἑαυτῷ καθ᾽ ἕνωσιν ἄρρητόν τε καὶ ἀδιαίρετον τὴν σκηνὴν Δαβὶδ τὴν πεπτωκυῖαν, λέγω δὲ τὴν διὰ τὴν ἁμαρτίαν τῷ θανάτῳ διαφθαρεῖσαν φύσιν. Οὗτός ἐστιν Ζοροβάβελ, ὁ μετὰ δόξης ἐγείρας πεπτωκότα τὸν οἶκον τοῦ Θεοῦ, περὶ οὗ φησι τὸ Πνεῦμα τὸ ἅγιον· Ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν προτέραν. Δευτέραν γὰρ κοινωνίαν ὁ Λόγος ἐκοινώνησε τῇ φύσει, πολὺ (14Γ_030> τῆς προτέρας παραδοξοτέραν· ὅσῳ πρῶτον τοῦ κρείττονος μεταδούς, ὕστερον μετέλαβε θέλων τοῦ χείρονος, ἵνα καὶ τὴν εἰκόνα σώσῃ καὶ τὴν σάρκα ἀθανατίσῃ καί, τὸν ἐνηχηθέντα τῇ φύσει λόγον τοῦ ὄφεως παντελῶς ἐξαφανίσας, ὡς ἐξ ἀρχῆς καθαρὰν κακίας πάλιν παραστήσῃ τὴν φύσιν, τῇ θεώσει πλεονεκτοῦσαν (18) τὴν πρώτην διάπλασιν, καί, ὥσπερ ἐξ ἀρχῆς μὴ οὖσαν ὑπεστήσατο, οὕτω διαρρυεῖσαν ἀνασώσηται, στομώσας πρὸς ἀπτωσίαν τῇ ἀτρεψίᾳ, καὶ τὴν ἐπ᾽ αὐτῇ πᾶσαν βουλὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἐπιτελέσῃ, θεώσας αὐτὴν τῇ δυνάμει τῆς ἐνανθρωπήσεως. Αἱ χεῖρες (19) γάρ φησι Ζοροβάβελ τοῦ νοητοῦ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον, τουτέστι τὸν ἄνθρωπον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν, τὴν προτέραν λέγων διάπλασιν καὶ τὴν ἐν αὐτῷ καθ᾽ ἕνωσιν ἄρρητον τελευταίαν ἀνάπλασιν. Οὗτός ἐστιν ὁ ἀληθινὸς Ζοροβάβελ, ὁ τῶν αἰχμαλώτων λυτρωτής, ὁ ἔχων ἐν τῇ χειρὶ τὸν λίθον τὸν κασσιτήρινον, τὸν τοῖς ἑπτὰ τοῦ Κυρίου κοσμούμενον ὀφθαλμοῖς, δι᾽ ὧν ὁ Θεὸς ἐπιβλέπει ἐπὶ πᾶσαν τὴν γῆν. Κατὰ μὲν τὴν ἱστορίαν οὐδαμῶς ἐσχηκὼς φαίνεται Ζοροβάβελ ἐν τῇ χειρὶ κασσιτήρινον λίθον ἑπτὰ ὀφθαλμοὺς ἔχοντα, καὶ αὐτοὺς τοῦ Κυρίου, ἐπιβλέποντας ἐπὶ πᾶσαν τὴν γῆν. Οὐκοῦν, ἐπειδὴ παντελῶς ἀμήχανον τοῦτο στῆναι κατὰ τὴν λέξιν, ἐπὶ τὴν τῶν γεγραμμένων χωρῶμεν διάνοιαν. Ζοροβάβελ ἐστίν, καθὼς πολλάκις προλαβὼν ἔφην, ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς Χριστός. Τούτου δὲ λίθος (20) ἐστὶν ἡ πίστις ἡ εἰς αὐτόν· ἐν τῇ χειρὶ δέ, ὅτι τῇ πράξει τῶν ἐντολῶν ἡ πίστις τοῦ Χριστοῦ διαφαίνεται· πίστις γὰρ χωρὶς ἔργων νεκρά, ὥσπερ καὶ ἔργα δίχα πίστεως. Πράξεως δὲ σύμβολόν ἐστι προδήλως ἡ χείρ. Φέρων οὖν ἐν τῇ χειρὶ τὸν λίθον ὁ Κύριος ἔμπρακτον ἡμᾶς διδάσκει τὴν εἰς αὐτὸν πίστιν ἔχειν τοῖς (14Γ_032> ἑπτὰ τοῦ Κυρίου κοσμουμένην ὀφθαλμοῖς, τουτέστι ταῖς ἑπτὰ τοῦ ἁγίου Πνεύματος ἐνεργείαις. Καὶ ἐπαναπαύσεται, φησίν, ἐπ᾽ αὐτὸν ἑπτὰ πνεύματα· πνεῦμα σοφίας, πνεῦμα συνέσεως, πνεῦμα γνώσεως, πνεῦμα ἐπιστήμης, πνεῦμα βουλῆς, πνεῦμα ἰσχύος, πνεῦμα φόβου Θεοῦ. Ἔστι δὲ τὸ μὲν πνεῦμα (21) τοῦ φόβου τοῦ Θεοῦ ἡ τῶν κατ᾽ ἐνέργειαν κακῶν ἀποχή· τὸ δὲ πνεῦμα τῆς ἰσχύος ἐστὶν ἡ πρὸς ἐνέργειαν καὶ πρᾶξιν τῶν ἐντολῶν πρόθυμος ὁρμὴ καὶ κίνησις· τὸ δὲ πνεῦμα τῆς βουλῆς ἐστιν ἡ ἕξις τῆς διακρίσεως, καθ᾽ ἣν σὺν λόγῳ τὰς θείας πράττομεν ἐντολὰς καὶ τῶν κρειττόνων διαιροῦμεν τὰ χείρονα· τὸ δὲ πνεῦμα τῆς ἐπιστήμης ἐστὶν ἡ τῶν κατ᾽ ἀρετὴν τῆς πράξεως τρόπων ἄπτωτος εἴδησις, καθ᾽ οὓς πράττοντες τῆς ὀρθῆς τοῦ λόγου κρίσεως οὐδαμῶς διαπίπτομεν· τὸ δὲ πνεῦμα τῆς γνώσεώς ἐστιν ἡ τῶν ἐν ταῖς ἐντολαῖς λόγων περίληψις, καθ᾽ οὓς οἱ τρόποι τῶν ἀρετῶν συνεστήκασι· πνεῦμα δὲ συνέσεώς ἐστιν ἡ πρὸς τοὺς τρόπους καὶ τοὺς λόγους τῶν ἀρετῶν συγκατάθεσις ἤ, κυριώτερον εἰπεῖν, μεταποίησις, καθ᾽ ἣν σύγκρασις γίνεται τῶν φυσικῶν δυνάμεων πρὸς τοὺς τρόπους καὶ τοὺς λόγους τῶν ἐντολῶν· πνεῦμα δὲ σοφίας ἐστὶν ἡ πρὸς τὴν αἰτίαν τῶν ἐν ταῖς ἐντολαῖς πνευματικωτέρων λόγων ἀνάληψίς τε καὶ ἕνωσις, καθ᾽ ἥν, ἀγνώστως τοὺς ἐν Θεῷ, κατὰ τὸ θεμιτὸν ἀνθρώποις, ἁπλοῦς μυούμενοι τῶν ὄντων λόγους, ὡς ἔκ τινος βλυστανούσης πηγῆς τῆς καρδίας τὴν ἐν τοῖς ὅλοις ἀλήθειαν ποικίλως τοῖς ἄλλοις ἀνθρώποις προφέρομεν, ἀπὸ μὲν τῶν ἐκ Θεοῦ τελευταίων, ἡμῖν δὲ προσεχῶν, ἐπὶ τὰ πρῶτα, καὶ ἡμῶν μὲν πόρρω, τῷ δὲ Θεῷ προσεχῆ, καθ᾽ ὁδὸν καὶ τάξιν ἀναβαίνοντες. Ἀπὸ γὰρ τῆς ἀργίας (22) τῶν κακῶν διὰ φόβου ἐπὶ τὴν τῶν ἀρετῶν δι᾽ ἰσχύος ἐρχόμεθα πρᾶξιν, ἀπὸ δὲ τῆς τῶν ἀρετῶν πράξεως ἐπὶ τὴν διάκρισιν τῆς βουλῆς, ἀπὸ δὲ τῆς διακρίσεως (14Γ_034> ἐπὶ τὴν ἕξιν τῶν ἀρετῶν ἤγουν ἐπιστήμην, ἀπὸ δὲ τῆς ἕξεως τῶν ἀρετῶν ἐπὶ τὴν γνῶσιν τῶν ἐν αὐταῖς ταῖς ἀρεταῖς λόγων, ἀπὸ δὲ ταύτης εἰς τὴν πρὸς τοὺς ἐγνωσμένους λόγους τῶν ἀρετῶν μεταποιητικὴν ἕξιν, φημὶ δὲ τὴν σύνεσιν, καὶ ἀπὸ ταύτης εἰς τὴν ἁπλῆν τῆς ἐν ὅλοις ἀληθείας ἀκριβῆ θεωρίαν· ἀφ᾽ ἧς ὁρμώμενοι, πολλοὺς καὶ ποικίλους ἐκ τῆς τῶν ὄντων αἰσθητῶν τε καὶ νοητῶν οὐσιῶν σοφῆς θεωρίας εὐσεβεῖς λόγους περὶ τῆς ἀληθείας ἀποδώσομεν. Διὰ τούτων οὖν ἀναβαίνοντες τῶν ὀφθαλμῶν τῆς πίστεως, ἤγουν φωτισμῶν, πρὸς τὴν θείαν τῆς σοφίας (23) συναγόμεθα μονάδα, τὴν γεγενημένην δι᾽ ἡμᾶς τῶν χαρισμάτων διαίρεσιν πρὸς τὴν αἰτίαν τῶν χαρισμάτων συνάγοντες ταῖς κατὰ μέρος τῶν ἀρετῶν ἀναβάσεσι, μηδὲν τῶν εἰρημένων, συνεργίᾳ Θεοῦ, παραλιμπάνοντες, ἵνα μή, κατ᾽ ὀλίγον ἀμελοῦντες, τυφλὴν (24) ἡμῶν τὴν πίστιν καὶ ἀνόμματον καταστήσωμεν, οὐκ ἔχουσαν τοὺς διὰ τῶν ἔργων τοῦ πνεύματος φωτισμούς, καὶ κολασθῶμεν δικαίως εἰς ἀπείρους αἰῶνας, ὡς ἐν ἑαυτοῖς κατὰ τὴν πίστιν, ὅσον τὸ ἐφ᾽ ἡμῖν, τοὺς θείους ἐκτυφλώσαντες ὀφθαλμούς. Πᾶς γὰρ ὁ τῆς πίστεως ἐν ἑαυτῷ διὰ τῆς ἀργίας (25) τῶν ἐντολῶν τοὺς τοιούτους ἀνορύξας ὀφθαλμούς, πάντως κατάκριτος, μηκέτι τὸν Θεὸν ἔχων εἰς αὐτὸν ἐπιβλέποντα. Καὶ οἶμαί γε ταύτης ἕνεκα τῆς αἰτίας λίθον κασσιτήρινον τῇ Γραφῇ προσηγορεῦσθαι τὴν πίστιν, διὰ τὸ τὴν αὐτὴν καὶ τιμωρητικὴν εἶναι τῶν μὴ κοσμούντων αὐτὴν ταῖς ἐντολαῖς καὶ περιποιητικὴν τῶν διατηρούντων αὐτὴν κατηγλαϊσμένην ταῖς ἐνεργείαις τοῦ Πνεύματος. Ἔσται γάρ, φησὶ Συμεὼν ὁ μέγας περὶ τοῦ Κυρίου λέγων, εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ, πτῶσιν μὲν τῶν ἀπιστούντων, ἀνάστασιν δὲ τῶν πιστευόντων. Φασὶ γάρ τινες ἐξ ἀργύρου καὶ μολίβου σύνθετον εἶναι τὸν κασσίτηρον. Οὐκοῦν, ὁ μὲν μόλιβος παιδείας καὶ τιμωρίας καὶ κολάσεως καὶ τοῦ βάρους τῆς κατακρίσεως φέρει σύμβολον, ὁ δὲ (14Γ_036> ἄργυρος λαμπρότητος καὶ δόξης καὶ περιφανείας ὡσαύτως τύπος ἐστίν. Εἰ δὲ τοῦτο, καὶ ἡ πίστις ἡ διὰ τοῦ κασσιτήρου (26) σημαινομένη καὶ παιδεύει καὶ τιμωρεῖται καὶ κολάζει καὶ κατακρίνει τοὺς ἀδοκίμους ἐν αὐτῇ γενομένους διὰ τῆς ἀργίας τῶν ἐντολῶν, ὡς μόλιβον ἔχουσα τυχὸν τῆς σαρκὸς τὴν ἀσθένειαν (27) ἐν τῷ λόγῳ δυναμωθεῖσαν κατὰ τὴν ἕνωσιν, καὶ λαμπρύνει πάλιν καὶ δοξάζει καὶ φωτίζει καὶ πρὸς ἐκθέωσιν ἄγει τοὺς ἐν αὐτῇ γενομένους δοκίμους διὰ τῆς ἐργασίας τῶν ἐντολῶν, ὡς ἄργυρον ἔχουσα τάχα τὴν τοῦ Λόγου θεότητα τοῖς ἀξίοις ὁλικῶς κατὰ τὸ δυνατὸν ἐναστράπτουσαν. Ἔλαβον δέ τινες τὸν κασσιτήρινον λίθον εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ὡς ἐκ δύο συγκείμενον φύσεων, θεότητός τε καὶ ἀνθρωπότητος. Εἰ δέ τις τὴν τοῦ Χριστοῦ πίστιν ἢ τὸν Χριστὸν αὐτὸν θεωρῆσαι βούλεται γνωστικώτερον, μόλιβός ἐστιν ἡ πίστις καὶ αὐτὸς ὁ Χριστός, ὡς παιδεύων ψυχὴν καὶ κολάζων σάρκα καὶ τιμωρούμενος πάθη καὶ κατακρίνων δαίμονας, ἄργυρος δέ, ὡς νοῦν λαμπρύνων ταῖς ἀρεταῖς καὶ δοξάζων ταῖς γνώσεσι καὶ τῇ θεώσει ποιῶν αὐτὸν φῶς, τοῦ πρώτου φωτὸς ἀπεικόνισμα. Κατὰ ταύτην τὴν ἔννοιαν ἐκληπτέον καὶ τὴν ἐξ αὐτοῦ γινομένην πτῶσιν καὶ ἀνάστασιν· πτῶσιν γὰρ ποιεῖται σαρκὸς ἤγουν σαρκικοῦ φρονήματος καὶ παθῶν καὶ ἁμαρτίας καὶ δαιμόνων, ἀνάστασιν δὲ νοὸς ἤγουν πνευματικοῦ φρονήματος καὶ φυσικῶν δυνάμεων καὶ ἀρετῆς καὶ τῶν συνεκτικῶν τῆς γνώσεως λογισμῶν. Καὶ ἁπλῶς, ὅλου τοῦ παλαιοῦ κατὰ τὸν Ἀδὰμ ἀνθρώπου καὶ τοῦ γράμματος τοῦ νόμου ἐν τοῖς ἀξίοις ποιεῖται πτῶσιν ὁ Λόγος, καὶ τοῦ νέου κατ᾽ αὐτὸν ἀνθρώπου καὶ τοῦ πνεύματος τοῦ νόμου ἀνάστασιν. Τυχὸν δὲ καὶ διὰ τοῦτο κασσιτηρίνῳ λίθῳ κατὰ τὴν Γραφὴν παρεικάζεται ἡ πίστις τῶν ἐν τοῖς μελαίνουσιν (28) αὐτῆς τὴν ἀρετὴν ἢ τὴν γνῶσιν δυναμένων πάλιν διὰ μετανοίας κατὰ πρᾶξιν καὶ θεωρίαν λαμπρύνεσθαι καὶ τὴν οἰκείαν αὖθις ἀπολαμβάνειν φωτεινὴν τοῦ βίου διαύγειαν. (14Γ_038>/* ΣΧΟΛΙΑ*/
54.2
Ὁ κωλυόμενος τῶν πρός ἡδονήν σώματος ἀφορμῶν, φησί, μανθάνει προνοίας λόγους ἐπεχούσης τήν ἐξαπτικήν ὕλην τῶν παθῶν. Ὁ δέ τάς πρός ὀδύνην σώματος δεχόμενος μάστιγας, διδάσκεται κρίσεως λόγους, προλαβόντων μολυσμῶν ἀκουσίοις πόνοις αὐτόν καθαιρούσης. ΞΕ (65). ΠΕΡΙ ΤΩΝ ΑΝΑΙΡΕΘΕΝΤΩΝ ΕΚ ΤΟΥ ΣΠΕΡΜΑΤΟΣ ΣΑΟΥΛ ΥΠΟ ΤΩΝ ΓΑΒΑΟΝΙΤΩΝ ΕΠΙ ΔΑΒΙΔΒΑΣΙΛΕΩΣ. (14Γ_364>
54.3
Οἴνῳ δῆλον ὅτι.

Intertext edge

Open linked passage

Note