PG 91 14ΒΓ
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/maximus-confessor" aria-label="More works by Maximus Confessor">
—
⋯
Original / primary: Pg Scrape Grc
55.1
ΕΡΩΤΗΣΙΣ ΝΕ' Οἱ δὲ πάντες ἦσαν ἐξ Ἰσραὴλ ἀπὸ δωδεκαετοῦς, χωρὶς παίδων καὶ γυναικῶν, μυριάδες τέσσαρες τρισχίλιοι τριακόσιοι ἑξήκοντα· παῖδες τούτων καὶ παιδίσκαι, ἑπτακισχίλιοι τριακόσιοι ἑπτά· ψάλται καὶ ψαλτῳδοὶ ὀκτακόσιοι πεντηκονταπέντε· κάμηλοι τετρακόσιαι τριακονταπέντε, καὶ ἵπποι ἑπτακισχίλιοι ἑπτακόσιοι τριακονταέξ· ἡμίονοι ὀκτακόσιοι τεσσαρακονταπέντε· ὑποζύγια πεντακισχίλια πεντακόσια εἰκοσιπέντε. Ποίησον ἀγάπην τοιούτων μεγάλων καὶ ὑψηλῶν περὶ τῆς ἐκ τῆς αἰχμαλωσίας ἐπανόδου ὑπὸ τοῦ ἁγίου Πνεύματος διὰ τῶν προφητῶν εἰρημένων· τίς ἡ τοσαύτη ταπεινότης καὶ ἀκαιρόγραφος ἐξήγησις καὶ ἀναξιότης τοῦ Πνεύματος, καμήλων μνημονεῦσαι καὶ ἵππων καὶ ἡμιόνων καὶ ὄνων καὶ ταῦτα μετὰ ἀκριβείας ἀριθμοῦ; Ἀπόκρισις. Τὸ μὲν δι᾽ ἀκριβείας περὶ τούτων εἰπεῖν μόνων ἐκείνων ἐστὶ τῶν διὰ πολλὴν καθαρότητα νοῦ θεόθεν ὅλην εἰληφότων τὴν ἐφικτὴν ἀνθρώποις χάριν (1) τοῦ Πνεύματος· καθ᾽ ἣν τῷ πελάγει τῶν μυστικῶν θεαμάτων γνωστικῶς ἐνδιαθέοντες, τοὺς λόγους μόνον ὁρῶσι τῶν γεγραμμένων γυμνοὺς τῶν ἐπ᾽ αὐτοῖς τυπικῶν συνθημάτων, μηδενὸς τὸ σύνολον ποιούμενοι λόγον τῶν τυπούντων αὐτοὺς συμβόλων, εἰ μή που βουληθῶσι (2) σοφῶς αὐτοὺς τυπῶσαι σωματικῶς τοῖς διὰ νηπιότητα νοῦ γενέσθαι μὴ δυναμένοις ὑπὲρ τὴν αἴσθησιν, ἵνα τοῖς τύποις πρότερον (14Γ_056> ἐγγυμνασθέντες κατὰ τὴν αἴσθησιν, πρὸς τοὺς ἄνευ αἰσθήσεως ἀρχετύπους ἐλθεῖν ποθήσωσι λόγους. Τὸ δὲ στοχασμῷ τοῖς ὑψηλοτέροις ἐπιβάλλειν διὰ τὴν φυσικῶς ἐν ἡμῖν ἐφιεμένην τῆς τῶν θείων γνώσεως δύναμιν οὐκ ἄτοπον, δύο καλῶν ἐκ τοῦ στοχασμοῦ τοῖς εἰλικρινὲς περὶ τὰ θεῖα κεκτημένοις τὸ σέβας ἀναδεικνυμένων. Ἢ γὰρ ἐπιτυγχάνει τῆς ἀληθείας τῶν νοουμένων ὁ στοχαστικὴν τὴν ἔφοδον τῶν θείων ποιούμενος καὶ προσφέρει χαίρων θυσίαν αἰνέσεως (3) τὴν εὐχαριστίαν τῷ δεδωκότι τοῦ ζητουμένου τὴν εἴδησιν, ἢ διαφεύγουσαν εὑρίσκει τῶν γεγραμμένων τὴν ἔννοιαν καὶ τὰ θεῖα πλέον σεβάζεται, τὴν τῆς οἰκείας δυνάμεως ὑπερβαίνοντα μανθάνων κατάληψιν. Τοίνυν κἀγώ, στοχαστικῶς ἐπιβάλλων τοῖς προκειμένοις, τὸν Θεὸν ἐπικαλοῦμαι γενέσθαι τῶν λεχθησομένων συλλήπτορα, κατὰ πάντα τρόπον πρὸς τὸ ὕψος τῶν γραφικῶν αἰνιγμάτων ἀσθενοῦσαν εὑρίσκων τῆς ἐμαυτοῦ διανοίας τὴν δύναμιν. Κἄν τε γὰρ ἐπιτύχω, τοῦ Θεοῦ τὸ πᾶν ὑπάρχει κατόρθωμα, διὰ τῆς καταλήψεως ἐνάγοντός με πρὸς εὐχαριστίαν· κἄν τε γὰρ μή, καὶ οὕτω πάλιν τοῦ Θεοῦ τὸ τῆς ἀκαταληψίας ὑπάρχει καλόν, τὸν ὡς εἰκὸς ἐκ τῆς γνώσεως τεχθησόμενόν μοι κατὰ πρόνοιαν τῦφον προανακόπτοντος (4) καὶ τὴν ἀκαταληψίαν ποιουμένου μοι μετριοφροσύνης ὑπόθεσιν. Οὐκοῦν στοχασμῷ, καθὼς εἴρηται, τὴν τῶν γεγραμμένων διάνοιαν ἐπερχόμενος, ἐντεῦθεν ἄρχομαι τῆς τῶν προκειμένων γραφῆς. Ἐν τῷ πρὸ τούτου κεφαλαίῳ γέγραπται περὶ τοῦ Ζοροβάβελ· καὶ ὅτε ἐξῆλθεν ὁ νεανίσκος, ἄρας τὸ πρόσωπον αὐτοῦ εἰς τὸν οὐρανὸν ἐναντίον Ἱερουσαλήμ, εὐλόγησε τῷ βασιλεῖ τοῦ οὐρανοῦ. Δῆλόν ἐστιν (5) ὅτι μετὰ τὴν τῶν προβλημάτων τῶν πρὸς Δαρεῖον τὸν βασιλέα γεγενημένων προαγωγήν, ἐξῆλθεν ἀπὸ προσώπου, δηλονότι Δαρείου τοῦ βασιλέως. Δαρεῖος μὲν οὖν ἐστιν, ὡς ἤδη φθάσας πρὸ τούτων ἔφην τῶν λόγων, ὁ κρατῶν τῆς φύσεως νόμος. Καὶ συνᾴδει γε σαφῶς οὕτω νοούμενος (14Γ_058> τῇ τοῦ οἰκείου ὀνόματος ἑρμηνείᾳ. ‘Γενεὰ’ γὰρ ἢ ‘γενεαλογία ἢ γενεαλογούμενος’ δηλοῖ τὸ τοῦ Δαρείου ὄνομα, καθώς φασιν οἱ τὴν ἀκρίβειαν τῆς τοιᾶσδε φωνῆς ἐπιστάμενοι. Φυσικοῦ δὲ νόμου καθέστηκεν ἴδιον τὸ τῆς γενεᾶς καὶ τῆς γενεαλογίας ὄνομα· τῶν γὰρ ὑπὸ φύσιν (6) τὸ γένος καὶ τὰ γενεαλογούμενα, καὶ τῶν περὶ φύσιν ἡ γενεαλογία. Οὐκοῦν καλῶς ὁ Δαρεῖος εἰς τὸν τῆς φύσεως ἐλήφθη νόμον. Περιέχει γὰρ ὁ νόμος τῆς φύσεως καὶ τὰ ὑπὸ τὴν φύσιν ἀναγόμενα γένη καὶ εἴδη καὶ τὰ περὶ τὴν φύσιν θεωρούμενα, τὸν χρόνον φημὶ καὶ τὸν τόπον. Παντὸς γὰρ γενητοῦ τὰ ὧν οὐκ ἄνευ φυσικῶς συνεπιθεωρεῖται. Δαρεῖος οὖν ἐστι, ὡς ἔφην, ὁ νόμος τῆς φύσεως, Ζοροβάβελ δὲ ὁ θεωρητικὸς νοῦς ὁ ἐξελθὼν ὡς ἀπὸ Δαρείου, τοῦ νόμου τῆς φύσεως, καὶ τὴν ὑπὸ χρόνον καὶ τόπον τῶν φαινομένων ὑπερβὰς διακόσμησιν καὶ ἄρας τὸ πρόσωπον τῆς κατ᾽ ἀρετὴν γνωστικῆς διαθέσεως εἰς τὸν οὐρανόν, τουτέστι τὸ ὕψος τῶν νοητῶν οὐσιῶν, ἐναντίον τῆς ἐν οὐρανοῖς νοουμένης Ἱερουσαλήμ, ἐκείνης λέγω τῆς Ἱερουσαλὴμ τῆς ἐπὶ τῶν χειρῶν Κυρίου ἐχούσης ἐζωγραφημένα τὰ τείχη, ἐν ᾗ πάντων εὐφραινομένων ἐστὶν ἡ κατοικία, πρὸς ἣν ἡ ἀληθινὴ τῶν αἰχμαλώτων ἐπάνοδος γίνεται, τῶν ἐπιζητούντων τὸ ἐξ οὐρανοῦ κατὰ τὸν θεῖον ἀπόστολον οἰκητήριον (7), τῶν μετὰ τοῦ μεγάλου Δαβὶδ δυναμένων λέγειν ἐὰν ἐπιλάθωμαί σου, Ἱερουσαλήμ, ἐπιλησθείη ἡ δεξιά μου· κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγγί μου, ἐὰν μή σου μνησθῶ, δεξιὰν λέγοντος τυχὸν τὴν πνευματικὴν τῶν θείων καὶ ἐπαινουμένων πρᾶξιν, γλῶσσαν δὲ κολλωμένην τῷ λάρυγγι (8) τὴν ἐν ἡμῖν τοῦ λόγου γνωστικὴν ἐνέργειαν, κολλωμένην ἐξ ἀγνοίας τῷ λαιμῷ, τουτέστι τῷ περὶ (14Γ_060> τὸν λαιμὸν πηγνυμένην πάθει καὶ ἀκίνητον μένουσαν περὶ τὴν ἔφεσιν τῶν ἀρρήτων ἀγαθῶν καὶ διὰ τοῦτο γεύσασθαι μὴ δυναμένην τῆς τοῦ Κυρίου χρηστότητος. Εἰ δὲ χρόνου καὶ φύσεως (9) πρὸς Ἱερουσαλὴμ ἐπειγόμενος ἐκβαίνει τοὺς λόγους ὁ Ζοροβάβελ, εἴτε ὁ καθ᾽ ἡμᾶς θεωρητικὸς νοῦς εἴτε ὁ ὑπὲρ ἡμᾶς δημιουργὸς Λόγος ἐν ἡμῖν καθ᾽ ἡμᾶς γενόμενος καὶ διὰ τοῦτο γενόμενος ἄνθρωπος, ἵνα πρὸς ἑαυτὸν ἐπαναγάγῃ διὰ σαρκώσεως τοὺς πρὸς τὰ πάθη καὶ τὸν θάνατον τῆς σαρκὸς ἑαυτοὺς ἀπὸ τῆς ἀπαθείας καὶ τῆς ζωῆς ἐξώσαντας, εἰκότως τοὺς αὐτῷ γεγενημένους κατὰ τὸ θεμιτὸν παραπλησίους ἑαυτῷ συνεξάγει καὶ πρὸς τὴν Ἱερουσαλὴμ ἄγει τὴν ἐπουράνιον, ὧν τῆς ἀρετῆς τὴν ἀκρότητα καὶ τῆς γνώσεως τοῖς προκειμένοις εἴδεσί τε καὶ ἀριθμοῖς συμβολικῶς διαποικίλας ὁ λόγος παρείκασε. Πᾶς γὰρ θεοφιλὴς καὶ δίκαιος ἄνθρωπος, νοητῶς τὴν ἐπάνοδον πρὸς τὴν ἄνω ποιούμενος Ἱερουσαλήμ, τοὺς προκειμένους τῶν διαφόρων εἰδῶν ἀριθμοὺς συμπληροῖ, τοὺς ἑκάστου καὶ εἴδους καὶ ἀριθμοῦ λόγους εἰς μίαν ἀρετῆς τε καὶ γνώσεως συνάγων ἐκπλήρωσιν. Καὶ δηλοῖ τοῦτο σαφῶς τῆς προκειμένης ἡμῖν εἰς ἐξέτασιν γραφῆς ὁ λόγος, ἔχων οὕτως οἱ δὲ πάντες ἦσαν ἐξ Ἰσραὴλ ἀπὸ δωδεκαετοῦς, χωρὶς παίδων καὶ γυναικῶν, μυριάδες τέσσαρες τρισχίλιοι τριακόσιοι ἑξήκοντα. Εὖγε τῆς ἀκριβείας τῶν Λογίων τοῦ Πνεύματος, ἐπισημηναμένου μηδένα τῶν ἀριθμουμένων ἐν Ἰσραὴλ καὶ τῆς Βαβυλωνίας ἐκβεβηκότωνταύτην δὲ λέγω τοῦ παρόντος αἰῶνος τὴν σύγχυσινεἶναι παντελῶς ὑπὸ τὸν δωδεκαετῆ χρόνον, δηλοῦντος τοῦ λόγου μυστικῶς ὅτι μόνος ὁ γενόμενος ὑπὲρ αἴσθησιν καὶ χρόνοντοῦτο γὰρ ὁ δώδεκα σημαίνει σαφῶς ἀριθμός, ἐκ πέντε διὰ τὰς αἰσθήσεις (14Γ_062> καὶ ἑπτὰ διὰ τὸν χρόνον συναγόμενοςκαὶ τὴν πρὸς ταῦτα τῆς ψυχῆς διακόψας σχέσιν ἐκβαίνει τῆς αὐτῶν συγχύσεως, πρὸς τὴν ἄνω πόλιν ἐπειγόμενος, ἔχων, χωρὶς παίδων καὶ γυναικῶν, μυριάδας τέσσαρας τρισχιλίους τριακοσίους ἑξήκοντα. Παῖδές (10) εἰσι τυχὸν οἱ περὶ τῶν φυσικῶν καὶ ἀδιαβλήτων καὶ οὐκ ἐφ᾽ ἡμῖν παθῶν λογισμοί, γυναῖκες δὲ ἢ αἱ ἐνθυμήσεις ἢ αἱ κατὰ φύσιν ὀρέξεις καὶ ἡδοναί, μὴ φέρουσαι τοῖς κεκτημένοις διαβολήν, ὡς ἀναγκαῖον παρακολούθημα καθεστῶσαι φυσικῆς ὀρέξεως. Ἡδονὴν γὰρ ποιεῖ κατὰ φύσιν, καὶ μὴ βουλομένων ἡμῶν, καὶ ἡ τυχοῦσα τροφή, προλαβοῦσαν ἔνδειαν παραμυθουμένη, καὶ πόσις, ἀποκρουομένη τοῦ δίψους τὴν ὄχλησιν, καὶ ὕπνος, τὴν ἐκ τῆς ἐγρηγόρσεως δαπανηθεῖσαν ἀνανεούμενος δύναμιν, καὶ ὅσα τῶν καθ᾽ ἡμᾶς φυσικῶν ἕτερα τυγχάνει, πρὸς μὲν σύστασιν φύσεως ἀναγκαῖα, πρὸς δὲ κτῆσιν ἀρετῆς ὑπάρχοντα χρήσιμα τοῖς σπουδαίοις· ἅπερ κἂν μὴ συναριθμῆται τοῖς ἀνδράσιν, ἀλλὰ συνεκβαίνει παντὶ νοῒ φεύγοντι τῆς ἁμαρτίας τὴν σύγχυσιν, ἵνα μὴ δι᾽ αὐτὰ μείνῃ κρατούμενος εἰς δουλείαν τῶν ἐφ᾽ ἡμῖν καὶ διαβεβλημένων καὶ παρὰ φύσιν παθῶν, οὐκ ἐχόντων ἄλλην ἀρχὴν ἐν ἡμῖν πλὴν τῆς κινήσεως τῶν κατὰ φύσιν παθῶν. Οὐ συναριθμεῖται (11) δέ, ὅτι μὴ πέφυκε πρὸς τὴν ἀθάνατον καὶ μακραίωνα ζωὴν συμμεταβαίνειν ἡμῖν τὰ τὴν φύσιν πρὸς τὴν παροῦσαν ζωὴν συνέχοντα πάθη. Τέσσαρες δὲ μυριάδες εἰσὶν ἡ τετρὰς τῶν γενικῶν ἀρετῶν· μεθ᾽ ὧν φύσιν καὶ χρόνον διαβὰς ὁ νοῦς πρὸς τὴν μακαρίαν τῆς ἀπαθείας ἀποκαθίσταται λῆξιν. Ὡς γὰρ ἡ μυριὰς τῷ τῆς μονάδος στοιχείῳ μόνη γνωρίζεται (12), παντελῶς δι᾽ ἄλλου γράμματος σημανθῆναι μὴ δυναμένη, ὡς ταὐτὸν οὖσα κατὰ τὸ ὑποκείμενον τῇ μονάδι, κἂν δέχεται μόνῃ τῇ ἐπινοίᾳ διαφοράν, ὡς πρὸς ἀρχὴν τέλος τέλος γὰρ μονάδος ἐστὶν ἡ μυριὰς καὶ (14Γ_064> ἀρχὴ μυριάδος ἐστὶν ἡ μονάς, ἤ, κυριώτερον εἰπεῖν, κινουμένη μονάς ἐστιν ἡ μυριὰς καὶ ἀκίνητος μυριάς ἐστιν ἡ μονάς, οὕτω καὶ πᾶσα τῶν γενικῶν ἀρετὴ τὴν θείαν καὶ ἄρρητον μονάδα, φημὶ τὸν Θεόν, ἀρχὴν ἔχει καὶ τέλος, ὡς ἐξ αὐτοῦ καὶ εἰς αὐτὸν ἀρχομένη καὶ λήγουσα, καὶ ταὐτὸν ὑπάρχουσα τῷ Θεῷ, κατὰ μόνον τῆς ἐπινοίας διαφέρουσα τὸν Λόγον, παρ᾽ οὗ καὶ ἐν ᾧ καὶ εἰς ὃν πᾶσα γένεσις ἀρετῆς προδήλως ὑφέστηκεν. Ἢ τυχὸν τὰς τέσσαρας προκοπὰς τῶν ἐν τῇ δεκάδι τῶν θείων ἐντολῶν, εἰς μῆκος θεωρίας καὶ γνώσεως προβαινόντων, φησὶν εἶναι τὰς τέσσαρας μυριάδας ὁ λόγος. Οἷον, πρώτη προκοπή ἐστιν ἡ ἁπλῶς ἐν τοῖς εἰσαγομένοις μετὰ τὴν ἀποφυγὴν τῆς κακίας (13) πρᾶξις τῶν ἐντολῶν, πλήρη ποιοῦσα τὴν πρώτην δεκάδα, τὴν αὐτὴν καὶ μονάδα. Δευτέρα προκοπή ἐστιν ἡ δι᾽ ἑκάστης ἐντολῆς ἐνεργουμένης τῶν λοιπῶν συμπερίληψις, τὴν αὐτὴν δεκάδα ποιουμένη καὶ ἑκατοντάδα τῇ δι᾽ ἀλλήλων ἑκάστης ἐντολῆς ἐνεργείᾳ συμπληρουμένην. Ἡ γὰρ δεκὰς δεκαχῶς ἐνεργηθεῖσα ποιεῖ τὴν ἑκατοντάδα. Τρίτη προκοπή ἐστιν ἡ κατὰ τὸν νόμον τῆς φύσεως ταύτης τῆς ἑκατοντάδος δεκάπλωσις. Δεκαδικὸς γὰρ καὶ ὁ τῆς φύσεως νόμος ἐστίν, ὡς ἐκ δέκα συνεστηκώς, λέγω δὲ τῶν τριῶν τῆς ψυχῆς δυνάμεων καὶ τῶν πέντε αἰσθήσεων καὶ τῆς φωνητικῆς ἐνεργείας καὶ τῆς φυσικῆς γονιμότητος· κέχρηται γὰρ τῷ μὲν λογιστικῷ πρὸς τὴν τῆς αἰτίας καὶ τῶν περὶ τὴν αἰτίαν καλῶν ζήτησιν, τῷ ἐπιθυμητικῷ δὲ πρὸς πόθον τῶν ζητουμένων, τῷ δὲ θυμικῷ πρὸς φυλακὴν καὶ στοργήν, ταῖς αἰσθήσεσι δὲ πρὸς διάκρισιν πενταχῶς καὶ αὐτὴν διαιρουμένην, ἐξ ἧς ἐπιστήμη γίνεσθαι πέφυκεδιαιρεῖται γὰρ ἡ καθόλου διάκρισις τοῖς ἠργμένοις καὶ οὐκ ἠργμένοις (14), τοῖς νοητέοις καὶ οὐ νοητέοις, τοῖς ῥητέοις καὶ οὐ ῥητέοις, (14Γ_066> τοῖς ποιητέοις καὶ οὐ ποιητέοις, τοῖς φθαρτοῖς καὶ τοῖς ἀφθάρτοις, τῷ δὲ φωνητικῷ πρὸς ἔκφανσιν, καὶ τῇ γονιμότητι πρὸς αὔξησιν τῶν ζητηθέντων καὶ ἐπιθυμηθέντων καὶ στερχθέντων καὶ γνωσθέντων καὶ ἐκφανθέντων καλῶν. Γίνεται γοῦν ἡ ἑκατοντάς, κατὰ τὸν νόμον δεκαπλουμένη τῆς φύσεως, χιλιάς. Τετάρτη δὲ προκοπή ἐστιν ἡ διὰ θεωρίας καὶ γνώσεως τοῦ φυσικοῦ νόμου κατὰ τὴν ἀποδοθεῖσαν διαίρεσιν πρὸς τὸν ἑκάστης ἐντολῆς ἀρχικώτερον λόγον ἀνάβασις, καθ᾽ ἣν ἡ μυριὰς συναγομένη θεωρεῖται, τῷ τῆς πρώτης μονάδος στοιχείῳ γνωριζομένη. Ὁ γὰρ ἁπλῶς ἐνεργήσας τὰς ἐντολάς, καὶ πάλιν κατὰ τὴν ἑκάστης ἐνέργειαν τὰς ἄλλας συμπαραλαβών, καὶ αὖθις τῇ περιλήψει τούτων τὴν τοῦ φυσικοῦ νόμου συζεύξας διάκρισιν, καὶ τοῦτον πάλιν πρὸς τὸν ἑκάστης ἐντολῆς λόγον γνωστικῶς ἀναβιβάσας τὰς τέσσαρας μυριάδας συνήγαγεν, καθ᾽ ἑκάστην προκοπὴν τῷ τῆς μονάδος τιμηθεὶς μυστηρίῳ, πρὸς ἣν ὁ τῆς μυριάδος συνάγεται λόγος. Ἢ πάλιν, τὰς λεγομένας τέσσαρας γενικὰς ἀπαθείας αἱ τέσσαρες μυριάδες σημαίνουσιν. Πρώτη γάρ ἐστιν ἀπάθεια (15) ἡ παντελὴς ἀποχὴ τῶν κατ᾽ ἐνέργειαν κακῶν, ἐν τοῖς εἰσαγομένοις θεωρουμένη, δευτέρα (16) δὲ ἡ παντελὴς κατὰ διάνοιαν περὶ τὴν τῶν κακῶν συγκατάθεσιν ἀποβολὴ λογισμῶν, ἐν τοῖς μετὰ λόγου τὴν ἀρετὴν μετιοῦσι γινομένη, τρίτη (17) ἡ κατ᾽ ἐπιθυμίαν περὶ τὰ πάθη παντελὴς ἀκινησία ἐν τοῖς διὰ τῶν σχημάτων τοὺς λόγους νοητῶς θεωμένοις τῶν ὁρωμένων, τετάρτη ἀπάθεια (18) ἡ καὶ αὐτῆς τῆς ψιλῆς τῶν παθῶν φαντασίας παντελὴς κάθαρσις, ἐν τοῖς διὰ γνώσεως καὶ θεωρίας καθαρὸν καὶ διειδὲς ἔσοπτρον τοῦ Θεοῦ ποιησαμένοις τὸ ἡγεμονικὸν συνισταμένη. Ὁ τοίνυν καθάρας ἑαυτὸν ἐνεργείας παθῶν καὶ τῆς ἐπ᾽ αὐτοῖς κατὰ διάνοιαν συγκαταθέσεως ἐλευθερώσας καὶ τῆς περὶ αὐτὰ κατ᾽ ἐπιθυμίαν κινήσεως στάσιν λαβὼν καὶ τῆς αὐτῶν (14Γ_068> ψιλῆς φαντασίας τὸν νοῦν καταστήσας ἀμόλυντον τὰς τέσσαρας μυριάδας ἔχων ἐξέρχεται τῆς ὕλης καὶ τῶν ὑλικῶν, καὶ πρὸς τὴν θείαν καὶ εἰρηνικὴν τῶν νοητῶν ἐπείγεται λῆξιν. Οὕτω μὲν οὖν νοείσθωσαν ἡμῖν αἱ τέσσαρες μυριάδες. Αἱ δὲ τρεῖς χιλιάδες (19) τὸν τέλειον καὶ ὀρθὸν καὶ εὐσεβῆ περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος θεολογικὸν σημαίνουσιν λόγον, καθ᾽ ὃν ἡ ἁγία τρισυπόστατος μονὰς εἷς παρ᾽ ἡμῶν ὑμνεῖται Θεὸς καὶ πιστεύεται. Οἱ δὲ τριακόσιοι τὸν περὶ προνοίας ἐνταῦθα παραδηλοῦσι λόγον, οὐχ ὅτι μόνον τῷ σχήματι τοῦ γράμματος (20) ἡ ἄνωθεν ἐπὶ τὰ κάτω διήκουσα καὶ τῶν ἑκατέρωθεν πλαγίων τὰ ἄκρα περιλαμβάνουσα σημαίνεται δύναμιςὅπερ τὴν τὸ πᾶν διασφίγγουσαν ἀρρήτως δηλοῖ πρόνοιαν, ἀλλ᾽ ὅτι καὶ τῷ τοῦ σταυροῦ τύπῳ τετίμηται, ἐν ᾧ τὸ μέγα καὶ πρῶτον καὶ ἀπόκρυφον τῆς προνοίας ἐπετελέσθη μυστήριον. Προνοίας γὰρ καθέστηκε τρόπος ἀπόρρητος τὸ μέγα τῆς ἐνανθρωπήσεως τοῦ Θεοῦ μυστήριον· ᾧ τύπῳ μετὰ τοῦ ὀνόματος τοῦ ἐπ᾽ αὐτοῦ δι᾽ ἡμᾶς προσηλωθέντος τάχα θαρρήσας ὁ μέγας πατριάρχης Ἀβραὰμ μετὰ τριακοσίων δέκα καὶ ὀκτώ, τουτέστι τύπου καὶ ὀνόματος Ἰησοῦ, τὰς δηλουμένας διὰ τῶν βασιλέων ἀντικειμένας ἐξελθὼν κατεπάλαισε δυνάμεις. Πολλάκις γὰρ οἶδεν ἡ Γραφὴ καὶ ἐκ τῶν ἐν τοῖς γράμμασι σχημάτων τὸν ἴδιον φανερῶσαι σκόπον τοῖς ἐπὶ τούτῳ καθαιρομένοις. Εἰ δὲ καὶ ἐκ τοῦ ἀριθμοῦ βούλεταί τις τὸ βούλημα σκοπῆσαι τῆς ἁγίας Γραφῆς, καὶ οὕτω τὴν πρόνοιαν δι᾽ αὐτοῦ μηνυομένην εὑρήσει προνοίας γὰρ ἔργον οὐ μόνον κατὰ τὸν ἑαυτῆς τοῦ εἶναι λόγον φυλάξαι τὴν φύσιν ἀμείωτον, ἀλλὰ καὶ κατὰ τὸν ἐπίκτητον τοῦ εὖ εἶναι χάριτι λόγον ἀνελλιπῶς ἔχουσαν δεῖξαι. Οὐκοῦν τοῖς διακοσίοις τὰ ἑκατὸν συνάψας τις ἀποτελεῖ τὸν τριακόσια, δηλοῦντα φύσιν καὶ ἀρετήν. Φασὶν γὰρ τὸν διακόσια (14Γ_070> πολλάκις σημαίνειν ἀριθμὸν τὴν φύσιν, ὡς ἐξ ὕλης καὶ εἴδους ὑπάρχουσαν, εἴπερ ἡ ὕλη τετραδικὴ διὰ τὰ τέσσαρα στοιχεῖα, τὸ δὲ εἶδος πενταδικὸν διὰ τὴν αἴσθησιν τὴν τὸ ὑλικὸν πρὸς εἶδος σχηματίζουσαν φύραμα. Πεντάκις γὰρ συνθεὶς τὸν τεσσαράκοντα ἢ τετράκις τὸν πεντήκοντα ποιεῖς τὸν διακόσια. Ὁ δὲ ἑκατὸν ἀριθμὸς (21) τὴν τελείαν ἀρετὴν σημαίνει, ὡς ἔχων δεκαπλουμένην τὴν θείαν δεκάδα τῶν ἐντολῶν· εἰς ἣν φθάσας ὁ Ἀβραὰμ πατὴρ γίνεται τοῦ μεγάλου Ἰσαάκ, νεκρὸς κατὰ φύσιν, ζωῆς καὶ χαρᾶς γεννήτωρ κατὰ Πνεῦμα γενόμενος. Συνθεὶς οὖν τοῖς διακοσίοις τὰ ἑκατόν, τὸν τριακόσια πληρώσαις ἂν ἀριθμόν, δηλοῦντα τὴν πρόνοιαν, κατὰ τὸν τοῦ εὖ εἶναι λόγον τὴν φύσιν συνέχουσαν. Ὁ δὲ ἑξήκοντα τὴν κατὰ φύσιν ποιητικὴν τῶν ἐντολῶν σημαίνει δύναμιν τετελειωμένην τοῖς λόγοις τῶν ἀρετῶν. Εἰ γὰρ ὁ ἓξ τὴν ποιητικὴν σημαίνει τῆς φύσεως δύναμιν, ὡς τέλειος καὶ ἐκ τῶν ἰδίων μερῶν συνιστάμενοςδιὸ καὶ ἐν ἓξ ἡμέραις πεποιηκέναι τὸν Θεὸν τὸν κόσμον γέγραπται, ὁ δὲ δέκα τὸ τέλειον τῆς ἐν ταῖς ἐντολαῖς ἀρετῆς δηλοῖ, ἄρα ὁ ἑξήκοντα (22) τὴν κατὰ φύσιν δεκτικὴν τῶν ἐν ταῖς ἐντολαῖς θείων λόγων σαφῶς παραδηλοῖ δύναμιν. Οὐκοῦν () αἱ τέσσαρες μυριάδες πρὸς τοῖς τρισχιλίοις τριακοσίοις καὶ ἑξήκοντα δηλοῦσι τὸν τέλειον περὶ ἀρετῆς λόγον καὶ τὸ σεπτὸν τῆς θεολογίας μυστήριον καὶ τὸν ἀληθῆ τῆς προνοίας σκοπὸν καὶ τὴν ἀρεταῖς ποιωθεῖσαν πρακτικὴν τῆς φύσεως δύναμιν· μεθ᾽ ὧν ὁ σαρκὸς αἰσθήσεώς τε καὶ κόσμου τῷ Πνεύματι διακρίνας τὸν νοῦν πάντως ἐξέρχεται, τὴν ἐν ἀλλήλοις τούτων ἀφείς, ὡς τὴν Βαβυλωνίαν οἱ πάλαι, φύρσιν καὶ σύγχυσιν, καὶ πρὸς τὴν ἄνω πόλιν ἐπείγεται, πάσης τὸν νοῦν ἔχων τῆς πρὸς ὁτιοῦν σχέσεως ἄνετον. (14Γ_072> Παῖδες τούτων καὶ παιδίσκαι ἑπτακισχίλιοι τριακόσιοι ἑπτά. Ὁ νόμος, ἐν τῷ περὶ παίδων καὶ παιδισκῶν τόπῳ διαγορεύων, φησὶ τοὺς ἑβραίους παῖδας καὶ παιδίσκας ἓξ ἔτη δουλεύειν καὶ τῷ ἑβδόμῳ ἀπολύεσθαι ἐλευθέρους, τοὺς δὲ ἀλλοφύλους παῖδας καὶ παιδίσκας δουλεύειν εἰς τὸν αἰῶνα, τὸ πεντηκοστὸν ἔτος οἶμαι τῆς ἀφέσεως αἰῶνα καλῶν. Ἑβραῖος δὲ παῖς καὶ ἑβραία παιδίσκη εἰσὶν οἱ τῷ πρακτικῷ φιλοσόφῳ δουλεύοντες ἓξ ἔτη λόγος καὶ διάνοια πρὸς ἐπίνοιαν τῆς ἠθικῆς εὐπρεπείας καὶ ἀρετῆς τρόπων ἐξεύρεσιν. Παντὶ γὰρ πρακτικῷ, παιδὸς καὶ παιδίσκης δίκην, ὁ λόγος καὶ ἡ διάνοια μοχθοῦσι, τοὺς κατ᾽ ἀρετὴν τῆς πράξεως τρόπους ἐπινοοῦντές τε καὶ δημιουργοῦντες, καὶ οἷον πᾶσαν ἑαυτῶν κατὰ τῶν ἀντικειμένων τῇ πρακτικῇ πνευμάτων τῆς πονηρίας τὴν δύναμιν ἔχοντες ἀντιτεταγμένην. Πληρώσαντες οὖν τὴν πρακτικὴν φιλοσοφίαν, ἣν ὁ ἓξ τῶν ἐτῶν παρεδήλωσεν ἀριθμόςεἴρηται γὰρ ὡς ὁ ἓξ ἀριθμὸς τὴν πρακτικὴν σημαίνει φιλοσοφίαν, ἐλεύθεροι πρὸς τὴν πνευματικὴν ἀπολύονται δηλονότι τῶν ἐν τοῖς οὖσι συγγενῶν λόγων θεωρίαν ἐπανερχόμενοι, ὅ τε λόγος καὶ ἡ διάνοια, ὁπηνίκα κατὰ τὸ ἕβδομον ἔτος (23) γένωνται, τουτέστι τῆς ἀπαθείας τὴν ἕξιν, καθ᾽ ἣν δαμασθέντα τῷ πολλῷ καμάτῳ τοῦ λόγου καὶ τῆς συνημμένης αὐτῷ διανοίας ὑποχωρεῖ τῆς ψυχῆς τὰ πάθη καὶ ὑπεξίσταται. Ἀλλόφυλος δὲ παῖς ἐστι καὶ παιδίσκη ὁ θυμὸς καὶ ἡ ἐπιθυμία, οὓς ὑποζεύγνυσι διαπαντὸς τῇ δεσποτείᾳ τοῦ λόγου πρὸς ὑπηρεσίαν τῶν ἀρετῶν δι᾽ ἀνδρείας καὶ σωφροσύνης ὁ θεωρητικὸς νοῦς, μὴ διδοὺς αὐτοῖς παντελῶς τὴν πρὸς ἐλευθερίαν ἄφεσιν, ἕως ἂν καταποθῇ τῷ νόμῳ τοῦ Πνεύματος τελείως ὁ τῆς φύσεως νόμος, καθάπερ ὑπὸ ζωῆς ἀπείρου σαρκὸς δυστήνου θάνατος, καὶ πᾶσα δειχθῇ καθαρῶς ἡ τῆς ἀνάρχου βασιλείας (24) εἰκών, πᾶσαν ἔχουσα τοῦ ἀρχετύπου διὰ μιμήσεως τὴν μορφήν· καθ᾽ ἣν γενόμενος ὁ θεωρητικὸς νοῦς, ἐλευθέρους (14Γ_074> ποιεῖται τόν τε θυμὸν καὶ τὴν ἐπιθυμίαν (25), τὴν μὲν πρὸς τὴν ἀκήρατον τοῦ θείου ἔρωτος ἡδονὴν καὶ τὴν ἄχραντον θέλξιν μετασκευάζων, τὸν δὲ πρὸς ζέσιν πνευματικὴν καὶ διάπυρον ἀεικινησίαν καὶ σώφρονα μανίαν μεταβιβάζων· καθ᾽ ἥν, ὡς ἔοικεν, ἡ μεγάλη τοῦ ἀκηράτου φωτὸς ἀκτὶς ὁ μέγας ἀπόστολος Παῦλος γενόμενος ἐν ταῖς Πράξεσιν ἤκουσε παρὰ τοῦ βασιλέως Ἀγρίππα μαίνῃ, Παῦλε, καὶ πάλιν αὐτός, περὶ ἑαυτοῦ πρὸς Κορινθίους γράφων εἴτε ἐξέστημεν, Θεῷ, εἴτε σωφρονοῦμεν, ὑμῖν, τὴν κατὰ Θεὸν σώφρονα μανίαν ἔκστασιν δηλονότι καλέσας, ὡς ἔξω ποιουμένην τῶν ὄντων τὸν κατ᾽ αὐτὴν σώφρονα νοῦν. Τὸν δὲ τούτων ἀριθμὸν () σημαίνειν ὑπονοῶ τὴν κατὰ τὸν λόγον χρονικὴν μετὰ τῆς ἀπαθείας τῶν τρόπων πρόνοιαν (26)· καθ᾽ ἣν καὶ λόγῳ καὶ διανοίᾳ καθάπερ ἑβραίοις παισὶ καὶ παιδίσκαις δουλεύουσι κατὰ τὴν πρᾶξιν ἐπικείμενος ὁ νοῦς ὁρίζει τὰ μέτρα τῆς κατ᾽ ἀρετὴν τούτων ὑπουργίας, μεταφέρων πρὸς θεωρίαν, καί, θυμοῦ καὶ ἐπιθυμίας ὡς ἀλλοφύλων παίδων καὶ παιδισκῶν ἐπιμελούμενος ὡς δούλων δεσπότης, πρὸς τὴν ἰσότιμον ἄγει κατὰ τὸ τέλος (27) ἐλευθερίαν, τὴν μὲν ἐπιθυμίαν ποιῶν ἔφεσιν τῶν θείων ἀπολαυστικήν, τὸν δὲ θυμόν, τόνον ἀπολαυστικῆς ἐφέσεως ἄληκτον, καὶ ἀποτελῶν ἑβραίους ἀληθινοὺς κατὰ τὴν χάριν τοὺς ἀλλοφύλους δούλους. Ψάλται καὶ ψαλτῳδοὶ ὀκτακόσιοι πεντηκονταπέντε. Ψάλται (28) εἰσὶν οἱ τὸν θεῖον λόγον τοῖς τῶν ἀρετῶν τρόποις ἄνευ θεωρίας κατὰ τὴν πρᾶξιν ἀναφωνοῦντες. Ψαλτῳδοί (29) εἰσιν οἱ τὸν θεῖον λόγον τοῖς τῶν ἀρετῶν τρόποις μετὰ τῆς κατὰ τὴν θεωρίαν γνωστικῆς τερπνότητος τοῖς ἄλλοις μυσταγωγοῦντες καὶ τὰ νοητὰ αὐτῶν ὦτα καθηδύνοντες. Ὁ δὲ τούτων ἀριθμὸς δηλοῖ τὴν ἐφικτὴν ἀνθρώποις ἐπιστήμην τῶν αἰωνίων. Ὁ (14Γ_076> γὰρ ὀκτακόσια (30) καὶ ὁ πεντήκοντα ὁ μὲν τοὺς τῆς γνώσεως, ὁ δὲ τοὺς τῶν ἀρετῶν μέλλοντας λόγους ὑποφαίνει· ὁ δὲ πέντε τὴν ἐπὶ τούτοις ἐπιστήμην παρίστησι, καθὼς περὶ τοῦ πέντε μικρῷ πρόσθεν ἀποδεδώκαμεν ἀριθμοῦ. Κάμηλοι τετρακόσιαι τριακονταπέντε. Κάμηλοι, συνεξιοῦσαι τοῖς υἱοῖς Ἰσραήλ, σὺν ἐλευθερίᾳ πολλῇ τῆς πικρᾶς ἀπολυομένοις αἰχμαλωσίας, εἰσὶν αἱ φυσικαὶ τῶν ὁρωμένων διάφοροι θεωρίαι, κατὰ τὴν κάμηλον ἔχουσαι πρὸς μὲν αἴσθησιν, ὥσπερ πόδας, ἀκαθάρτους τὰς ἐπιφανείας τῶν ὁρατῶν, πρὸς δὲ νοῦν, ὥσπερ κεφαλήν, καθαροὺς τοὺς ἐν αὐτοῖς ὑψηλοτέρους ἐν πνεύματι λόγους. Καὶ τάχα περὶ τούτων τῶν καμήλων τὴν δόξαν τῆς νοουμένης Ἱερουσαλὴμ προφητικῶς ὁ μέγας προδεικνὺς Ἡσαΐας ἔφη καὶ καλύψουσί σε κάμηλοι Μαδιὰμ καὶ Γεφάρ (31), τουτέστιν αἱ πνευματικαὶ θεωρίαι τῶν κατὰ φύσιν παθῶν. ‘Ἔκκρισις’ γὰρ Μαδιὰμ ἑρμηνεύεται ἢ ‘πηλὸς αἱματώδης ἢ ἱδρῶτες ἀνθρώπινοι καὶ μητρός,’ Γεφὰρ δὲ ‘κτῆσις νώτου,’ ὅπέρ ἐστι θεωρία εἰς ὕψος αἰρομένη τῶν περὶ σάρκα παθῶν, ψυχῆς δὲ νῶτον, ὡς ὀπίσθιον, ἡ σάρξ· οἷς, καθάπερ πόλιν ἁγίαν, τὴν πνευματικὴν τῆς εἰρηνικῆς καὶ ἀστασιάστου τῶν μυστικῶν θεαμάτων γνώσεως λῆξιν, οἷα τείχεσι, καλύπτεσθαί φησιν ὁ λόγος. Δηλοῖ δὲ τὴν ἀποδοθεῖσαν δύναμιν καὶ αὐτὸς ὁ ἀριθμός (32), τὴν περὶ φύσιν καὶ χρόνον λογικὴν σημαίνων κίνησιν. Καὶ ἵπποι ἑπτακισχίλιοι ἑπτακόσιοι τριακονταέξ. Ἵππος ἐστὶν ὁ ἐν τῷ δρόμῳ τῶν ἀρετῶν κατὰ τὸν βίον ἔχων ὅλην τοῦ θυμοῦ τὴν εὐτονίαν. Φασὶ γὰρ τοῦ ἵππου τὴν χολὴν εἰς τὰς κατὰ φύσιν τῶν ποδῶν ὠτειλὰς εἶναι. Διὸ καὶ πάντων τῶν λοιπῶν ἡμέρων ζῴων καὶ τῇ φύσει τῶν ἀνθρώπων ὑπεζευγμένων ἐκρίθη μᾶλλον πρὸς δρόμον ἐπιτηδειότερός τε καὶ δυνατώτερος· (14Γ_078> οἷς παρεικάσας τοὺς ἁγίους ἀποστόλους ὁ μέγας προφήτης Ἀμβακοὺμ διὰ τοῦ Πνεύματός φησι καὶ ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου, ταράσσοντας ὕδατα πολλά, ἵππους καλέσας τοὺς ἁγίους καὶ μακαρίους ἀποστόλους, τὸν σωτήριον τῆς ἀληθείας λόγον βαστάζοντας ἐνώπιον ἐθνῶν καὶ βασιλέων ἐν παντὶ τῷ κόσμῳ, ὃν τροπικῶς ὠνόμασε θάλασσαν· καὶ τὰ ἔθνη παρείκασεν ὕδασι, διὰ τῆς ἐν τῷ λόγῳ τοῦ Πνεύματος μεγάλης δυνάμεως ταρασσόμενά τε καὶ σειόμενα, καὶ τῷ σωτηρίῳ σεισμῷ μεταβιβαζόμενα πρὸς πίστιν ἐξ ἀπιστίας καὶ πρὸς ἐπίγνωσιν ἐξ ἀγνωσίας καὶ ἀπὸ κακίας εἰς ἀρετήν. Δηλοῖ δὲ τοῦτο καὶ αὐτὸς τῶν ἵππων ὁ ἀριθμός () (33), τὴν κατ᾽ ἀρετὴν τῆς πρακτικῆς φιλοσοφίας ἕξιν τυπῶν. Ὁ γὰρ ἑπτακισχίλια ἑπτακόσια ἀριθμὸς ὡς χρονικὸς σημαίνει τὴν ἐν ἀρεταῖς ὀξεῖαν κίνησιν, ὁ δὲ τριακονταὲξ τὴν ταῖς ἀρεταῖς συντρέχουσαν τῆς φύσεως πρᾶξιν. Ἡμίονοι δὲ ὀκτακόσιοι τεσσαρακονταπέντε. Ἡμίονός ἐστι κατὰ τὸν ἐπαινούμενον λόγον ἡ παντελῶς κατὰ κακίαν ἄγονος ἕξις. Διὸ πάνυ τῷ πνεύματι τῆς Γραφῆς προσφυῶς τε καὶ πρεπόντως ὁ βασιλεύειν λαχὼν τοῦ Ἰσραὴλ οὐχ ἵππῳ ἀλλ᾽ ἡμιόνῳ καθέζεσθαι προσετάγη, τοῦ λόγου δηλοῦντος ὅτι δεῖ τὸν θεωρητικὸν νοῦν, βασιλεύοντα τῶν ἐν τοῖς οὖσι νοημάτων τε καὶ θεαμάτων καὶ τῶν οἰκείων κινημάτων, ἕξιν ἄγονον ἔχειν κακίας, τουτέστι κακίαν μήτε συλλαμβάνουσαν παντελῶς μήτε τίκτουσαν· ἐφ᾽ ἧς αὐτὸν δεῖ περὶ θεωρίαν κινούμενον φέρεσθαι, μήπως, πνευματικὴν ποιούμενος τὴν τῶν ὄντων διάσκεψιν, λαθὼν περιπέσῃ τινὶ τῶν παραφθείρειν διά τινος τῶν αἰσθητῶν πεφυκότων πονηρῶν πνευμάτων τὴν ἁγνὴν τῆς καρδίας διάθεσιν. Οἴδαμεν δὲ καὶ ἐπὶ ψόγῳ κειμένην τῇ Γραφῇ τὴν ἡμίονον, (14Γ_080> ὡς τὸ μὴ γίνεσθε ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις, ἵππον καλέσαντος τοῦ λόγου τὴν χρεμετίζουσαν ἕξιν ταῖς τῶν παθῶν ἡδοναῖς, καὶ ἡμίονον τὴν τὸ καλὸν μήτε συλλαμβάνουσαν μήτε τίκτουσαν ἕξιν, ἃς ἀπηγόρευσεν ὁ λόγος ἰσοτίμως τοῖς σωτηρίας ἐφιεμένοις, τὴν μὲν ὡς ἐνεργητικὴν κακίας, τὴν δὲ ὡς ἀρετῆς ἀπραξίαν ἔχουσαν. Καὶ ἡ Ἀβεσσαλὼμ δὲ ἡμίονος ἐπὶ ψόγῳ λαμβάνεται· ἐφ᾽ ἧς καθίσας ἐξῆλθε τὸν θάνατον ἐπιζητῶν τοῦ γεννήσαντος, δηλοῦντος ἐν τούτοις τοῦ Πνεύματος ὡς ὁ κενοδοξίᾳ τινὶ δι᾽ ἀρετὴν ἢ γνῶσιν τρωθείς, τὴν κόμην ματαίως διατρέφων τῆς οἰήσεως ἐπιτετεχνασμένην τε καὶ μικτήν, ὥσπερ ἡμίονον πρὸς ἀπάτην τῶν θεωμένων τὴν ἠθικὴν ἐπιδείκνυται πολιτείαν· ἐφ᾽ ἧς αἰωρούμενος οἴεται τὸν γεννήσαντα διὰ τῆς διδασκαλίας τοῦ Λόγου πατέρα χειρώσασθαι, πᾶσαν βουλόμενος τὴν τῷ πατρὶ προσοῦσαν θεόθεν δόξαν τῆς ἀρετῆς καὶ τῆς γνώσεως, ὡς ὑπερήφανος, εἰς ἑαυτὸν τυραννικῶς ἐφελκύσασθαι. Ἀλλ᾽ ὁ τοιοῦτος, ἐξελθὼν εἰς τὸ πλάτος (34) τῆς ἐν πνεύματι φυσικῆς θεωρίας πρὸς τὸν ὑπὲρ ἀληθείας λογικὸν πόλεμον, διὰ τὴν ζῶσαν αἴσθησιν τῷ δάσει τῆς δρυὸς τῶν ὑλικῶν θεαμάτων κρατεῖται τῆς κόμης, αὐτὴν ἔχων δεσμοῦσαν τὸν νοῦν πρὸς θάνατον τὴν διάκενον οἴησιν, τὴν κρεμνῶσαν αὐτὸν ἀναμέσον τοῦ οὐρανοῦ καὶ ἀναμέσον τῆς γῆς. Οὐ γὰρ ἔχει γνῶσιν ὁ κενόδοξος καθάπερ οὐρανὸν ἀνέλκουσαν αὐτὸν τῆς κατασπώσης οἰήσεως, οὐδ᾽ αὖ πάλιν γῆντὴν ἐν τῇ ταπεινώσει λέγω βάσιν τῆς πράξεωςκαθέλκουσαν αὐτὸν τῆς ἀνασπώσης αὐτὸν φυσιώσεως· ὃν πενθεῖ καὶ θανόντα, διὰ φιλανθρωπίαν, ὡς φιλόθεος, ὁ γεννήσας διδάσκαλος μιμήσει Θεοῦ, μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν. Ἵνα δὲ καὶ κατ᾽ ἄλλον τρόπον θεωρήσωμεν τὸν τόπον, (14Γ_082> Δαβὶδ τὸν πρακτικὸν νοῦν σαφῶς παραδείκνυσιν, Ἀβεσσαλὼμ δὲ τὴν ἐκ τοῦ πρακτικοῦ κατὰ τὴν τοῦ νοῦ πρὸς αἴσθησιν συνουσίαν τικτομένην οἴησιν. Αἴσθησις γάρ ἐστιν ἡ θυγάτηρ τοῦ βασιλέως Γεσσούρ, ἣν λαβὼν ὁ Δαβὶδ τὸν Ἀβεσσαλὼμ ἐγέννησεν. Ἑρμηνεύεται δὲ Γεσσοὺρ ‘ὁδηγία τοίχου.’ Τοῖχος δὲ τὸ σῶμα προδήλως καθέστηκεν, ὁδηγία δὲ τοῦ σώματός ἐστιν ὁ νόμος τοῦ σώματος, ἤγουν ἡ αἴσθησις, ἐξ ἧς γεννᾶται Ἀβεσσαλώμ, ‘πατρὸς εἰρήνη νομιζομένη’ ἑρμηνευόμενος, ὅπέρ ἐστι σαφῶς ἡ οἴησις. Νομίζοντες γὰρ εἰρηνεύειν παθῶν, συνιστῶμεν τὴν οἴησιν· ἣν ἐπαναστᾶσαν αὐτῷ γνοὺς ὁ μέγας Δαβίδ, ἅτε γνώσει τὴν πρᾶξιν διατελῶν καὶ τὴν σκηνὴν καὶ τὴν Ἱερουσαλὴμ καὶ τὴν Ἰουδαίαν ἀφείς, φεύγει πέραν τοῦ Ἰορδάνου πρὸς τὴν γῆν Γαλαάδ, τουτέστιν εἰς τὴν ‘μετοικίαν τοῦ πένθους’ ἢ τὴν ‘μετοικίαν τῆς μαρτυρίας’ ἢ τὴν ‘ἀποκάλυψιν αὐτῶν,’ ἀνάξιον ἑαυτὸν κρίνας, διὰ τὴν ἐπαναστᾶσαν οἴησιν, τῆς ἁγίας σκηνῆς, τουτέστι τῆς μυστικῆς θεολογίας, καὶ τῆς Ἱερουσαλὴμ τουτέστι τῆς εἰρηνικῆς καὶ τῶν θείων ἐποπτικῆς γνώσεως, καὶ τῆς Ἰουδαίας, τουτέστι τῆς ἐπὶ χαρᾷ τῆς πράξεως ἐξομολογήσεως. Πρὸς γὰρ τὸ πένθος μετοικίσας (35) ὁ νοῦς τὰς οἰκείας δυνάμεις καὶ τὴν τῶν πρώην πεπραγμένων καθάπερ μαρτυρίαν συνείδησιν καὶ τὴν μνήμην τῶν κατ᾽ εἶδος πλημμεληθέντωντοῦτο γάρ ἐστιν ἀποκάλυψις αὐτῶνκαὶ ἁπλῶς εἰπεῖν εἰς τὸν πρὸ τῆς χάριτος χρόνον τῇ διανοίᾳ γενόμενοςτοῦτο γάρ ἐστι πέραν τοῦ Ἰορδάνου γενέσθαι, καθ᾽ ὃν τῆς κατ᾽ ἀρετὴν καὶ γνῶσιν ἠλλοτρίωτο χάριτος, καὶ τὴν ἰδίαν ἐπιγνοὺς ἀσθένειαν καὶ τὴν ἰσχυρὰν καὶ ἀντίθετον τῆς οἰήσεως κτησάμενος ταπεινοφροσύνην, διὰ τῆς τῶν οἰκείων συναισθήσεως διαπερῶσαν πρὸς αὐτόν, ὄντα ἐν πένθει καλῷ, τὴν τύραννον οἴησιν ἀποκτέννει καὶ πρὸς τὴν οἰκείαν πάλιν ἐπανέρχεται δόξαν καὶ τῆς γῆς κρατεῖ τοῦ Ἰούδα καὶ τῆς Ἱερουσαλήμ, (14Γ_084> βασιλεύει καὶ τῇ ἁγίᾳ σκηνῇ τοῦ Θεοῦ λατρεύει τὴν ἀκήρατον καὶ ἄμωμον λατρείαν. Ἀλλ᾽ ἐπανέλθωμεν πρὸς τὸν ἀριθμὸν τῶν ἡμιόνων τῶν ἀπὸ τῆς αἰχμαλωσίας ἀπολυθέντων Ἰουδαίων, τὸν ἐν αὐτῷ πνευματικὸν κατὰ δύναμιν ἐποψόμενοι λόγον. Ἡμίονοι, φησίν, ὀκτακόσιαι τεσσαρακονταπέντε. Δηλοῖ δὲ ὁ παρὼν ἀριθμὸς τὴν τοῦ νοῦ κατὰ τὴν ἄγονον ἕξιν τῆς κακίας, τουτέστι τὴν μὴ τίκτουσαν κακίαν ἕξιν, πρός τε τὰ αἰσθητὰ καὶ τὴν αἴσθησιν τελείαν ἀπάθειαν. Ὁ γὰρ ὀκτακόσια (36) σημαίνει τὴν χαρακτηριστικὴν τοῦ μέλλοντος αἰῶνος ἀπάθειαν, ἐπαινετῶς λαμβανόμενος, ὁ δὲ τεσσαράκοντα τὰ αἴσθητα, καὶ ὁ πέντε τὰς αἰσθήσεις. Ὑποζύγια πεντακισχίλια πεντακόσια εἰκοσιπέντε. Ὑποζύγιόν ἐστι τὸ ὑπεζευγμένον τῇ ψυχῇ σῶμα πρὸς ἀχθοφορίαν τῶν ὑπὲρ ἀρετῆς κατὰ τὴν πρᾶξιν καμάτων τε καὶ πόνων, ἤγουν ἡ κατ᾽ ἀρετὴν τοῦ σώματος ἕξις. Καὶ τάχα τοιούτους ὄνους ἔχοντες οἱ τοῦ μεγάλου Ἰακὼβ υἱοὶ πρὸς ἀποτροφὴν τὸν ἐξ Αἰγύπτου σῖτον μετέφερον πρὸς τὴν γῆν τῆς ἐπαγγελίας, τὴν ἐκ τῆς φυσικῆς θεωρίας, ὡς ἐξ Αἰγύπτου σῖτον, τοῖς μαρσίπποις τῶν διανοιῶν ἀποκλεισθεῖσαν πνευματικὴν γνῶσιν διὰ πράξεως ἐπιτιθέντες τοῖς σώμασι καὶ πρὸς τὴν μέλλουσαν ζωὴν μετακομίζοντες. Ὁ δὲ τούτων ἀριθμὸς () τῶν ὄνων, σφαιρικὸς (37) ὅλος ὑπάρχων, δηλοῖ τὴν ὡσαύτως ἔχουσαν κίνησιν τῆς κατ᾽ ἀρετὴν περὶ πρᾶξιν σωματικῆς ἕξεως, καὶ ἀτρέπτως τῷ λόγῳ τῆς γνώσεως συμφερομένην. Μόνην γὰρ καλοῦσιν ἄτρεπτον τὴν σφαιρικὴν κίνησιν, ὡς ὁμαλότητα διὰ πάντων παρὰ τὰς λοιπὰς τῶν ὄντων κινήσεις ἔχουσαν, οἱ περὶ ταῦτα δεινοί. Ταῦτα μὲν κατὰ τόνδε τὸν τρόπον ἡμῖν εἰρήσθω, τῆς ἡμῶν κατὰ τὸ νοεῖν τε καὶ λέγειν οὐκ ἀπολειπόμενα δυνάμεως. Εἰ δέ τις βούλεται πάλιν τῆς Ἐκκλησίας ἐν τούτοις προδιατυποῦσθαι (14Γ_086> λέγειν τοὺς διαφόρους βαθμοὺς τῶν πιστευόντων, καὶ οἷον εἰπεῖν διαθέσεις, ἄνδρες εἰσὶν οἱ τὸ μέτρον ἐφθακότες κατὰ τὸ ἐφικτὸν τῆς ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ καὶ κατ᾽ ἀγάπην αὐθαιρέτῳ γνώμῃ τὴν ἀρετὴν κατορθοῦντες· παῖδές εἰσι καὶ παιδίσκαι οἱ φόβῳ τῶν ἠπειλημένων αἰωνίων κολάσεων ὑπερχόμενοι τὸ βάρος τῆς πρακτικῆς φιλοσοφίας· ψάλται δὲ οἱ καλῶς τὸν περὶ πρακτικῆς ἐξηγούμενοι λόγον καὶ τὰ πάθη τῶν ἄλλων ἐξιώμενοι· ψαλτῳδοὶ δὲ οἱ τὸ κάλλος τῆς γνώσεως τῶν θείων λόγων διὰ θεωρίας ἐκφαίνοντες καὶ τῶν ἄλλων ἀπελαύνοντες ὥσπερ ζόφον τὴν ἄγνοιαν· κάμηλοι δὲ οἱ τὸ σκολιὸν τῆς γνώμης ἐξημεροῦντες τῷ λόγῳ πρὸς ἀρετήν· ἵπποι δὲ οἱ· τὸ στάδιον τοῦ κατὰ Θεὸν βίου καλῶς διατρέχοντες· ἡμίονοι δὲ οἱ μιγάδες τὸ ἦθος καὶ ἐν τῷ κοινῷ τὸ φιλόσοφον ἀβλαβῶς ἐπιδεικνύμενοι· ὄνοι ἤγουν ὑποζύγια οἱ κατὰ τὴν πρᾶξιν ἔχοντες τὸ μοχθεῖν καὶ τὸν λόγον ἐπιβαίνοντα διὰ θεωρίας δεχόμενοι. Τούτους γάρ τις συναγαγὼν τῆς ἁγίας Ἐκκλησίας ἀθροίσει τὸ πλήρωμα, πολλοῖς καὶ διὰ πολλῶν ἀρετῆς ὡραϊσμένον κάλλεσι. Τῆς μὲν οὖν τῶν ἀπορηθέντων πνευματικῆς θεωρίας ὁ λόγος ἐνταῦθα, κατ᾽ ἐμὲ φάναι, τὸ πέρας εἴληφεν. Εἰ δέ τις εὑρεθῇ πλούτῳ κομῶν χάριτος γνωστικῆς, καὶ κατὰ τὸν μέγαν Σαμουὴλ νοητῶς βλέπων τὰ ἔμπροσθεν, ἀποκαλύψει σαφῶς ἡμῖν τὴν τῷ ῥητῷ τῶν γεγραμμένων κεκαλυμμένην διάνοιαν τὸ ὑψηλὸν φῶς τῆς ἐν ὅλοις ἀληθείας γνωστικῶς ἀπαστράπτουσαν, πείθων τοὺς μαθεῖν δυναμένους ὡς οὐδὲν ἀκαίρως οὐδὲ μάτην τῷ ἁγίῳ Πνεύματι γέγραπται, κἂν ἡμεῖς χωρεῖν οὐ δυνάμεθα, πάντα δὲ μυστικῶς καὶ εὐκαίρως καὶ τῆς ἀνθρωπίνης ἕνεκα σωτηρίας, ἧς ἀρχὴ καὶ τέλος ἐστὶν ἡ σοφία, φόβον (38) μὲν ἀρχομένη (14Γ_088> πρῶτον δημιουργοῦσα καὶ πόθον ὕστερον τελειουμένη συνιστῶσα, μᾶλλον δὲ φόβος (39) αὐτὴ κατ᾽ ἀρχὰς δι᾽ ἡμᾶς οἰκονομικῶς γινομένη, ἵνα παύσῃ κακίας τὸν ἐραστήν, καὶ πόθος ὕστερον φυσικῶς εὑρισκομένη δι᾽ ἑαυτὴν κατὰ τὸ τέλος, ἵνα πληρώσῃ γέλωτος νοητοῦ τοὺς τὴν αὐτῆς πάντων τῶν ὄντων ἀλλαξαμένους συμβίωσιν. Τοιούτους ἐγὼ ἀναγράφεσθαι ἄνδρας τῷ Πνεύματι πεπίστευκα, τοιούτους παῖδας καὶ παιδίσκας, τοιούτους ψάλτας καὶ ψαλτῳδούς, τοιαύτας καμήλους, τοιούτους ἵππους, τοιαύτας ἡμιόνους καὶ τοιούτους ὄνους, οὓς γράφειν οἷδε τὸ Πνεῦμα τὸ ἅγιον, οὐχ οὓς σωματικὴ περιγράφειν πέφυκεν αἴσθησις, ἀλλ᾽ οὓς ὑποδέχεται νοῦς καθαρὸς τῷ καλάμῳ τυπουμένους τῆς χάριτος./* ΣΧΟΛΙΑ*/
55.2
Ἐλαίῳ δῆλον ὅτι.