PG 91 14ΒΓ
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/maximus-confessor" aria-label="More works by Maximus Confessor">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1
Ὁ νόμος τῆς ἁμαρτίας ἐστὶ ἡ ἐμπαθής διάθεσις τῆς ψυχῆς πρὸς τὴν ὕλην, τουτέστι πρὸς τὰ σωματικὰ.
5.2
Ὅτι πρός τὰς διαθέσεις τῶν ψυχῶν ὁ τοῦ Θεοῦ Λόγος ἐν τοῖς δεχομένοις αὐτόν ποιεῖται τήν τῶν χαρισμάτων διαφοράν.
5.3
ΕΡΩΤΗΣΙΣ Ε' Τίς ἡ καταρωμένη γῆ ἐν τοῖς ἔργοις τοῦ Ἀδὰμ κατὰ τὴν ἀναγωγήν; Καὶ τί τὸ ἐν λύπαις αὐτὴν φαγεῖν; Καὶ τί τὸ μετὰ τὸ ἀνατεῖλαι ἀκάνθας καὶ τριβόλους τὸν χόρτον ἐσθίειν; Καὶ τί τὸ τελευταῖον ἐν ἱδρῶτι τοῦ προσώπου αὐτοῦ τὸν ἄρτον φαγεῖν; Καὶ μέντοι οὐδέποτε ὤφθη ἄνθρωπος (≡ 14Β_070≡> γῆν ἐσθίων οὔτε χόρτον· οὐδὲ οἱ τὸν ἄρτον ἐσθίοντες κατὰ τὴν ἀπόφασιν τῆς ἱστορίας ἐν ἱδρῶτι τοῦ προσώπου ἐσθίουσιν. Ἀπόκρισις. Ἡ κατηραμένη γῆ ἐν τοῖς ἔργοις τοῦ Ἀδάμ ἐστιν ἡ σὰρξ τοῦ Ἀδάμ, ἀεὶ γινομένη διὰ τῶν ἔργων τοῦ Ἀδάμ, λέγω δὲ τῶν παθῶν τοῦ γεωθέντος νοῦ, κατηραμένη τῇ τῶν ἀρετῶν, ὡς ἔργων Θεοῦ, ἀκαρπίᾳ· ἣν μετ᾽ ὀδύνης πολλῆς καὶ λύπης ἐσθίει τῆς κατ᾽ αὐτὴν μικρᾶς ἡδονῆς ἀπολαύων. Ἥτις σὰρξ ὑπὲρ ταύτης τῆς φθαρτῆς ἀπολαύσεως ἀνατέλλει αὐτῷ μερίμνας καὶ φροντίδας, καθάπερ ἀκάνθας, καὶ μεγάλους πειρασμοὺς καὶ κινδύνους, ὥσπερ τριβόλους, κατά τε λόγον καὶ θυμὸν καὶ ἐπιθυμίαν ἀλγεινῶς αὐτὸν πανταχόθεν κατακεντοῦντας, ἵνα μόλις δυνηθῇ τὴν ταύτης ὑγείαν τε καὶ εὐεξίαν, ὡς χόρτον μαραινόμενον, περιποιήσασθαι καὶ φαγεῖν, τουτέστι τυχεῖν, καὶ τότε μετὰ πολλὴν τῶν δεινῶν ἐπανακύκλησιν ἐν ἱδρῶτι τοῦ προσώπου, τουτέστιν ἐν τῷ κατ᾽ αἴσθησιν καμάτῳ τε καὶ κόπῳ τῆς περιέργου κατασκοπῆς τῶν αἰσθητῶν, ὥσπερ ἄρτον, τὴν πρὸς σύστασιν ἔχειν τῆς παρούσης ζωῆς ἀφορμήν, ἢ διὰ τέχνης ἢ δι᾽ ἄλλης τινὸς περινενοημένης τῷ βίῳ μεθοδίας. Ἢ μᾶλλον γῆ τοῦ Ἀδάμ ἐστιν ἡ καρδία, κατάραν λαβοῦσα διὰ τῆς παραβάσεως τὴν τῶν οὐρανίων ἀγαθῶν ἀφαίρεσιν. Ἥντινα γῆν κατὰ τὴν πρακτικὴν φιλοσοφίαν διὰ πολλῶν θλίψεων ἐσθίει, καθαρθεῖσαν τῆς κατὰ συνείδησιν τῆς κατάρας τῶν ἔργων τῆς αἰσχύνης. Καὶ πάλιν τοὺς ἀνατέλλοντας ἐν αὐτῇ δίκην ἀκανθῶν λογισμοὺς περὶ τῆς τῶν σωμάτων γενέσεως καί, ὥσπερ τριβόλους, τοὺς περὶ τῶν ἀσωμάτων προνοίας τε καὶ κρίσεως περισκελεῖς λογισμοὺς ἀποκαθαίρων τῷ λόγῳ, τὴν φυσικήν, ὥσπερ χόρτον, δρέπεται πνευματικῶς θεωρίαν. Καὶ οὕτως, ὡς ἐν ἱδρῶτι τοῦ προσώπου, τῷ ἐπιστημονικῷ τῆς διανοίας κατὰ τὴν γνῶσιν τρόπῳ τὸν ἄφθαρτον τῆς θεολογίας ἄρτον ἐσθίει, τὸν μόνον ὄντως ζωτικόν, καὶ τῶν ἐσθιόντων αὐτὸν συντηροῦντα πρὸς ἀφθαρσίαν τὴν γένεσιν. Γῆ τοίνυν ἐστίν, καλῶς (≡ 14Β_072≡> ἐσθιομένη, ἡ διὰ πράξεως τῆς καρδίας κάθαρσις, χόρτος δὲ ἡ κατὰ τὴν φυσικὴν θεωρίαν ἐπιστήμη τῶν γεγονότων, ἄρτος δὲ ἡ κατὰ τὴν θεολογίαν ἀληθὴς μυσταγωγία./* ΣΧΟΛΙΟΝ*/
5.4
Διαδοχὴ ὀνομάζει τὴν δι' ἑνώσεως γέννησιν τῶν ἀνθρώπων ἐκ σπέρματος, ἥτις οὐκ ἐν τῇ φύσει αὐτοῦ ἦν, ἄλλα ποινὴ ἐστὶ ἐπείσακτος τῇ φύσει.
5.5
Ὁ τοῦ ποιεῖν λόγος ἐστίν ἡ φυσική πρός ἀρετῶν ἐνέργειαν δύναμις· ὁ δέ τοῦ πάσχειν λόγος ἐστίν ἡ χάρις τῶν ὑπέρ φύσιν ἤ σύμβασις τῶν παρά φύσιν. Ὡς γάρ τοῦ ὑπερόντος φυσικήν οὐκ ἔχομεν δύναμιν, οὕτως οὔτε τοῦ μή ὄντος ἔχομεν φύσει τήν δύναμιν. Πάσχομεν οὖν ὡς ὑπέρ φύσιν οὖσαν κατά χάριν, ἀλλ᾿ οὐ ποιοῦμεν τήν θέωσιν. Οὐ γάρ ἔχομεν δεκτικήν φύσει τῆς θεώσεως δύναμιν. Καὶ πάσχομεν πάλιν ὡς παρὰ φύσιν γνώμῃ κατά σύμβασιν τὴν κακίαν· οὐ (≡ 14Β_142≡> γάρ ἔχομεν πρός γένεσιν κακίας φυσικήν δύναμιν. Ποιοῦμεν οὖν ἐνταῦθα, φησίν, ὄντες, τάς ἀρετάς πρός τό ποιεῖν ταύτας ἔχοντες φύσει τήν δύναμιν· πάσχομεν δέ κατά τό μέλλον τήν θέωσιν, τήν πρός τό παθεῖν ταύτην κατά δωρεάν χάριν δεχόμενοι.
5.6
Ἐπειδή, φησίν, συνεπινοεῖται πάντως τῷ γενεσιουργῷ τῶν ὄντων Λόγῳ καί Νοῦς, πρός ὅν ἔχει κατ᾿ αἰτίαν τήν ἀναφοράν ὁ Λόγος· κεφαλήν τοῦ Χριστοῦ κέκληκε τόν Πατέρα ὡς Νοῦν Λόγου κατά φύσιν γεννήτορα.
5.7
Ὁ πάσχων φησίν, ὑπέρ χάριτος Θεοῦ παραβαθείσης, ἐάν ἐπιγνῷ τῆς ἰωμένης αὐτόν θείας προνοίας τόν λόγον, τήν τε συμφοράν εὐχαρίστως δέχεται χαίρων, καί τήν ὑπέρ ἧς παιδεύεται διορθοῦται πλημμέλειαν· ὁ δέ ταύτης (14Β_184> ἀναισθητῶν τῆς ἰατρείας τῆς δοθείσης, ἐνδίκως ἀπάγεται χάριτος, καί τῇ συγχύσει τῶν παθῶν παραδίδοται· πρός τήν πρᾶξιν ἐλθεῖν καταλιμπανόμενος, ὧν ἐνδιαθέτως εἶχε τήν ἔφεσιν.
5.8
Ἰόππη μέν ἕξις ἐστίν ἀρετῆς, φησίν, τήν ἐκ τῶν παρακειμένων αἰσθητῶν φυλαττομένη βλάβην. Ἡ δέ Σιών ἕξις ἐστί γνωστική, τήν τῶν νοητῶν σκοπεύουσα χαρισμάτων ὑποδοχήν. ΚΗ (28). ΠΕΡΙ ΤΟΥ" ΔΕΥΤΕ ΚΑΙ ΚΑΤΑΒΑΝΤΕΣ ΣΥΓΧΕΩΜΕΝ ΑΥΤΩΝ ΤΑΣ ΓΛΩΣΣΑΣ".
5.9
Ὁ διά μιμήσεως, φησίν, τήν μνήμην ἔχων τῆς τῶν ἁγίων ἀναστροφῆς, τήν μέν τῶν παθῶν ἀποτίθεται νέκρωσιν· τήν δέ τῶν ἀρετῶν ζωήν ἀποδέχεται. ΛΗ (38). ΠΕΡΙ ΤΗΣ ΠΡΟΣ ΤΟΝ ΚΥΡΙΟΝ ΕΡΩΤΗΣΕΩΣ ΤΩΝ ΣΑΔΔΟΥΚΑΙΩΝ.
5.10
Ὁ μή πρός ἑαυτόν, φησί, πρότερον ἀναχθείς διά τῆς ἀποβολῆς τῶν παρά φύσιν παθῶν πρός τήν ἰδίαν αἰτίαν, ἤγουν τόν Θεόν, διά τῆς ἐν χάριτι τῶν ὑπέρ φύσιν ἀγαθῶν ἐπικτήσεως οὐκ ἀναχθήσεται. Τῶν γάρ πεποιημένων χωρισθῆναι δεῖ κατά διάνοιαν, τόν πρός Θεόν ἀληθῶς συναγόμενον.
5.11
Ὅτι καί ἡ καθ᾿ ὅλου δύναμιν τῆς φύσεως, εἰς ἕξ διαιρεῖται τρόπους καί ἐνεργείας· καί ἡ καθ᾿ ὅλου ἀγάπη, εἰς ἕξ ἀρετῶν εἴδη μερίζεται. Πεῖναν γάρ, καί δίψαν, καί γύμνωσιν, καί ξενιτείαν, καί ἀσθένειαν, καί φυλακήν, τῶν τούτοις κατειλημμένων, εἴτε σωματικῶς, εἴτε πνευματικῶς ὁ παραμυθούμενος, τήν ἐκ τῶν ἕξ ἀρετῶν συνισταμένην πεπλήρωκεν πρός τε τόν Θεόν καί τόν πλησίον ἀγάπην· ὡς μόνῳ Θεῷ πεποιωμένην τῆς ψυχῆς διατηρήσας τήν ἔφεσιν.
5.12
Πρώτην ἁμαρτίαν φησί τήν τροπήν τῆς προαιρέσεως, ἥν οὐκ ἔσχεν ὁ Κύριος, καίτοι λαβών ἀληθῶς τό κατά φύσιν παθητόν, ἐπιτίμιον ὑπάρχον τῆς τραπείσης τοῦ Ἀδάμ προαιρέσεως. (14Β_274> Διό καί μόνος ἐν νεκροῖς ἐλεύθερος, οὐκ ἔχων τήν, δι᾿ ἥν ὁ θάνατος γέγονεν, ἁμαρτίαν. ΜΓ (43). ΠΕΡΙ ΤΟΥ ΞΥΛΟΥ ΤΗΣ ΖΩΗΣ ΚΑΙ ΤΟΥ ΞΥΛΟΥ ΤΗΣ ΠΑΡΑΚΟΗΣ.
5.13
Ἀνὰ μέρος, φησίν, ἡ τῶν ἀντικειμένων ἐν τοῖς δεκτικοῖς θεωρεῖσθαι πέφυκε ὕπαρξις.
5.14
Γῆν λέγει τήν σάρκα· συγγένειαν, τάς αἰσθήσεις· οἶκον πατρός, τόν αἰσθητόν κόσμον, ἀφ᾿ ὧν ὁ πατριάρχης ἐκβέβηκεν, τήν πρός αὐτά σχέσιν τῆς ψυχῆς ἀποθέμενος.
5.15
Γωνίας ἁπλῶς λέγει, τάς τῶν ὄντων διαφόρους ἑνώσεις· ἤγουν τάς τῶν διαφόρων γενικωτέρων φύσεων πρός ἀλλήλας εἰς μίαν σύννευσιν ἑνώσεις.
5.16
Οὐδέν ὡς ἡ ἀγάπη, φησίν, συνάγει τούς ἐσκορπισμένους, καί μίαν αὐτῶν δημιουργεῖ τήν γνώμην συμπνοίᾳ κρατουμένην· ἧς χαρακτήρ, τό τῆς ἰσοτιμίας καθέστηκε κάλλος.
5.17
Ἡ θεωρία, φησί, γεννᾷ τήν γνῶσιν, ὡς Ἀμώς τόν Ἡσαΐαν.
5.18
Ἀρετῆς μέν προεισφέρεται πίστις, φησίν· ἀρετή δέ, γνώσεως· πίστεως δέ, παντελῶς οὐδέν. Ἀρχή γάρ τῶν ἐν ἀνθρώποις (14Β_388> καλῶν ἡ πίστις· ἧς οὐδέν παρ᾿ ἡμῶν προεισάγεσθαι πέφυκεν.
5.19
Ὑποκείμενον λέγει τόν νοῦν, ὡς ἀρετῆς καί γνώσεως δεκτικόν· ἐν ὑποκειμένῳ δέ, τήν πρᾶξιν καί τήν θεωρίαν, αἵτινες πρός τόν νοῦν συμβεβηκότων λόγον ἐπέχουσιν· διὸ κατά πάντα τρόπον καί συμπάσχουσι πάσχοντι, τήν αὐτοῦ ποιάν κίνησιν ἀρχάς τῆς οἰκείας ἀλλοιώσεως ἔχουσαι.
5.20
Τούς κατ᾿ ἀρετήν τῆς πράξεως τρόπους λέγει, τούς οἰκοῦντας τήν Ἰουδαίαν· τούς δέ κατά τήν θεωρίαν λόγους τῆς γνώσεως, λέγει τούς οἰκοῦντας τήν Ἱερουσαλήμ.
5.21
Οὐδείς δύναται, φησίν, ἀληθῶς τόν Θεόν εὐλογεῖν, μή τό σῶμα καθαγιάσας ταῖς ἀρεταῖς, καί τήν ψυχήν καταφωτίσας ταῖς γνώσεσι.
5.22
Ὁ τῶν παρά φύσιν παθῶν διά τῆς εἰς Θεόν πίστεως καί ἀγάπης νικήσας τάς παραλόγους κινήσεις, καί αὐτοῦ τοῦ κατά φύσιν ἔξω γίνεται νόμου, φησί, καί πρός τήν χώραν τῶν νοητῶν ὅλος μεταβιβάζεται, καί τό κατά φύσιν ὁμόφυλον, μετά τῶν προσγενομένων αὐτοῖς, τῆς ἀλλοτρίας ἑαυτῷ συνεκβάλλει δουλείας.
5.23
Τούς Χουθαίους λέγει τήν κενοδοξίαν. Σκοποῦ γάρ τοῦ κατά Θεόν ἔκστασις, καί πρός ἄλλον σκοπόν παρά τόν θεῖόν ἐστιν ἡ κενοδοξία μετάβασις. Κενόδοξος γάρ ἐστιν ὁ τῆς οἰκείας, ἀλλά μή τῆς θείας ἕνεκα δόξης τήν ἀρετήν ἐπιτηδεύων, καί πόνοις οἰκείοις τούς ἐξ ἀνθρώπου ἀνυποστάτους ἐπαίνους ὠνούμενος.
5.24
Διττήν τήν λύπην λέγει· τήν μέν περί τήν αἴσθησιν, κατά στέρησιν τῶν σωματικῶν ἡδονῶν συνισταμένην· τήν δέ περί νοῦν, κατά στέρησιν τῶν τῆς ψυχῆς ἀγαθῶν γινομένην. Διττούς δέ λέγει καί τούς πειρασμούς, τούς μέν ἑκουσίους, τούς δέ ἀκουσίους· καί τούς μέν ἑκουσίους, τῆς μέν κατ᾿ αἴσθησιν σωματικῆς ἡδονῆς εἶναι πατέρας· τῆς δέ κατά ψυχήν λύπης εἶναι γεννήτορας. Μόνη γάρ πραχθεῖσα λυπεῖ τήν ψυχήν ἁμαρτία. Τούς δέ ἀκουσίους, οἵτινες ἐν τοῖς παρά γνώμην δείκνυνται πόνοις, τῆς μέν κατά ψυχἠν ἡδονῆς εἶναι πατέρας, τῆς δέ κατ᾿ αἴσθησιν σωματικῆς ὀδύνης εἶναι γεννήτορας.
5.25
Τό πνευματικόν φῶς δῆλον ὅτι.
5.26
Μέσον ὀφείλοντα πρός τήν τῶν ἄκρων ἀναίρεσιν ἀναδειχθῆναι λέγει, τόν τοῦ Κυρίου πόνον καί θάνατον, ὡς ἡδονῆς ἐσχηκότος ἐλευθέραν τήν γένεσιν, καί ζωῆς ἐμπαθοῦς καθαρόν τόν θάνατον τῆς δι᾿ ἡμᾶς αὐτοῦ θείας σαρκός· καθ᾿ ἥν γένεσίν τε καί γέννησιν καί θάνατον δι᾿ ἡμᾶς ἑκουσίως ὑπέμεινεν· ἵνα τήν ἡμῶν ἐξ ἡδονῆς γένεσιν, καί τόν ἐξ ἐμπαθοῦς (14Γ_222> ζωῆς θάνατον, ἀφέλῃ μέσος ἀναφανείς, καί πρός ἑτέραν ἡμᾶς μετάγῃ ζωήν, ἀρχῆς ἐλευθέραν χρονικῆς καί τέλους, ἥν οὐ φύσις ἀλλ᾿ ἡ χάρις δημιουργεῖ.
5.27
Πῶς αὐτός πάλιν ὡς δρέπανον ἔχει τό μῆκος εἴκοσι πήχεων.
5.28
Πῶς ἄχραντος;
5.29
Κατ᾿ ἄλλην ἐπιβολήν τοῖς καθ᾿ ἕκαστα πρόφορος θεωρία περί τῆς Ἰόππης.
5.30
Ὁ πρός σῶμα, φησίν, τήν Γραφικήν ἐκδεχόμενος μάθησιν, τήν κατ᾿ ἐνέργειαν ἐξ αὐτῆς ἁμαρτίαν διδάσκεται, καί τήν κατά νοῦν τῆς ἁμαρτίας μελέτην· τρυφήν, καί συνουσίας ἀκρατεῖς, καί φόνους, καί πᾶσαν τοῦ Θεοῦ βδελύττεσθαι τήν κτίσιν ἐκ τοῦ γράμματος τοῦ νόμου μανθάνεται.