PG 91 14ΒΓ
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/maximus-confessor" aria-label="More works by Maximus Confessor">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1
Γέφυρα τῆς ψυχῆς ἐστι ἡ αἴσθησις ἡ ἀποχωρισμένη τῶν αἰσθητῶν, δι' ἧς αὕτη ἀναβαίνει τῷ λόγῳ, διὰ τοῦ λόγου τῷ διανοίᾳ καὶ διὰ τῆς διανοίας τῷ Θεῷ.
6.2
Ὅτι κατά διάνοιαν ὡς ὑπέρ παρουσῶν τῶν ὑλῶν τούς ἀφανεῖς ἐν ἡμῖν συμπλέκουσι πολέμους οἱ δαίμονες.
6.3
ΕΡΩΤΗΣΙΣ S' Εἰ κατὰ τὸν ἅγιον Ἰωάννην ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει, καὶ οὐ δύναται ἁμαρτάνειν, ὁ δὲ γεγεννημένος ἐξ ὕδατος καὶ Πνεύματος οὗτος ἐκ τοῦ Θεοῦ γεγέννηται, πῶς οἱ ἐκ τοῦ Θεοῦ διὰ τοῦ βαπτίσματος γεγεννημένοι ἡμεῖς δυνάμεθα ἁμαρτάνειν; Ἀπόκρισις. Διττὸς ἐν ἡμῖν τῆς ἐκ Θεοῦ γεννήσεως ὁ τρόπος· ὁ μὲν πᾶσαν δυνάμει παροῦσαν τοῖς γεννωμένοις διδοὺς τὴν χάριν τῆς υἱοθεσίας, ὁ δὲ κατ᾽ ἐνέργειαν ὅλην παροῦσαν καὶ τὴν τοῦ γεννωμένου πᾶσαν πρὸς τὸν γεννῶντα Θεὸν προαίρεσιν γνωμικῶς μεταπλάττουσαν εἰσάγων· καὶ ὁ μὲν κατὰ πίστιν μόνην δυνάμει παροῦσαν τὴν χάριν ἔχων, ὁ δὲ πρὸς τῇ πίστει καὶ τὴν κατ᾽ ἐπίγνωσιν ἐνεργοῦσαν ἐν τῷ ἐπεγνωκότι τὴν τοῦ γνωσθέντος θειοτάτην ὁμοίωσιν ἐμποιῶν. Οἷς μὲν οὖν ὁ πρῶτος τῆς γεννήσεως ἐνθεωρεῖται τρόπος, διὰ τὸ μήπω τὴν γνώμην καθαρῶς ἐξηλωθεῖσαν τῆς σαρκικῆς προσπαθείας ποιωθῆναι διόλου τῷ Πνεύματι κατ᾽ αὐτὴν τῶν ἐγνωσμένων θείων μυστηρίων δι᾽ (≡ 14Β_074≡> ἐνεργείας τὴν μέθεξιν, τὸ πρὸς ἁμαρτίαν ῥέψαι ποτὲ βουλομένοις οὐκ ἄπεστιν. Οὐ γὰρ γεννᾷ γνώμην τὸ Πνεῦμα μὴ θέλουσαν, ἀλλὰ βουλομένην μεταπλάττει πρὸς θέωσιν· ἧς ὁ κατ᾽ ἐπίγνωσιν πείρᾳ μεταλαβὼν οὐ δύναται τοῦ κυρίως κατ᾽ ἀλήθειαν ἅπαξ ἔργῳ διαγνωσθέντος πρὸς ἄλλο τι παρ᾽ ἐκεῖνο κἀκεῖνο εἶναι προσποιούμενον μεταπεσεῖν, ὥσπερ οὔτε ὀφθαλμὸς ἅπαξ τὸν ἥλιον θεασάμενος εἰς τὴν σελήνην ἤ τινας ἄλλους τῶν κατ᾽ οὐρανὸν ἀστέρων παραγνωρίσαι. Ὧν δὲ κατὰ τὴν γέννησιν τὴν ὅλην προαίρεσιν λαβὸν τὸ Πνεῦμα τὸ ἅγιον ἀπὸ τῆς γῆς πρὸς οὐρανοὺς διόλου μετέθηκε καὶ διὰ τῆς κατ᾽ ἐνέργειαν ἀληθοῦς ἐπιγνώσεως ταῖς τοῦ Θεοῦ καὶ Πατρὸς μακαρίαις ἀκτῖσι τὸν νοῦν μετεποίησεν, ὡς ἄλλον εἶναι θεὸν νομισθῆναι, παθόντα κατὰ τὴν ἕξιν διὰ τῆς χάριτος ὅπερ οὐ πάσχων ἀλλ᾽ ὑπάρχων κατ᾽ οὐσίαν ἐστὶν ὁ Θεός, τούτων σαφῶς ἀναμάρτητος κατὰ τὴν ἕξιν τῆς ἀρετῆς καὶ τῆς γνώσεως ἡ προαίρεσις γέγονεν, μὴ δυναμένων ἀρνήσασθαι τὸ διὰ τῆς πείρας αὐτοῖς κατ᾽ ἐνέργειαν διεγνωσμένον. Κἂν οὖν ἔχωμεν τὸ πνεῦμα τῆς υἱοθεσίας, ὅπέρ ἐστι σπέρμα πρὸς τὴν τοῦ σπείραντος εἰδοποιοῦν τοὺς γεννωμένους ὁμοίωσιν, ἀλλ᾽ οὐ παρέχομεν αὐτῷ τὴν γνώμην τῆς ἐπ᾽ ἄλλο ῥοπῆς τε καὶ διαθέσεως καθαράν, καὶ διὰ τοῦτο καὶ μετὰ τὸ γεννηθῆναι δι᾽ ὕδατος καὶ Πνεύματος θέλοντες ἁμαρτάνομεν. Εἰ δὲ τούτων, ὕδατος λέγω καὶ Πνεύματος, τὴν ἐνέργειαν δέχεσθαι γνωστικῶς τὴν γνώμην παρεσκευάζομεν, ἄρα ἂν διὰ τῆς πρακτικῆς τὸ μυστικὸν ὕδωρ ἐποιεῖτο τὴν τῆς συνειδήσεως κάθαρσιν, καὶ τὸ ζωοποιὸν Πνεῦμα τὴν ἄτρεπτον ἐν ἡμῖν τοῦ καλοῦ διὰ τῆς ἐν πείρᾳ γνώσεως ἐνήργει τελείωσιν. Λείπει τοιγαροῦν ἑκάστῳ ἡμῶν τῶν ἁμαρτεῖν ἔτι δυναμένων τὸ καθαρῶς ἑαυτοὺς ὅλους κατὰ τὴν γνώμην ἐμπαρέχειν βουληθῆναι τῷ Πνεύματι. (≡ 14Β_076≡>/* ΣΧΟΛΙΑ*/
6.4
Τὰ ἀκάθαρτα πνεύματα πεφύκασι ὑποσύρειν τοὺς ἀνθρώπους, ὑποβάλλοντα μετὰ δόλου τὰ παρὰ φύσιν πάθη ὑπὸ μορφήν τῶν κατὰ φύσιν.
6.5
Τάς μέν ἀρετάς ποιοῦντες μετά τήνδε, φησί, παυόμεθα τήν ζωήν· τήν δέ κατά χάριν ὑπέρ αὐτῶν οὐ παυόμεθα πάσχοντες θέωσιν. Τὸ γὰρ ὑπέρ φύσιν πάθος, ἀόριστον, ὅτι καί δραστικόν· τό δέ παρά φύσιν, ἀνύπαρκτον, ὅτι καί ἀδρανές.
6.6
Ὅτι ἀνήρ ἐστι, καί ὁ τήν μυστικήν διδασκόμενος θεολογίαν.
6.7
Τήν μέν εἰρήνην κατά προσηγορίαν εἶχεν τοῦ ὀνόματος· τήν δέ σοφίαν κατά θείαν δωρεάν ὡς προσευχῆς καρπόν εἶχεν ὁ Σαλομῶν.
6.8
Τοῦ μέν γραπτοῦ νόμου φησίν ἔργον ἐστίν ἡ τῶν παθῶν ἀπαλλαγή· φυσικοῦ δέ νόμου, ἡ κατ' ἰσοτιμίαν πρός πάντας ἀνθρώπους ἰσονομία· πνευματικοῦ δέ νόμου τελείωσις, ἡ πρός τόν Θεόν, ὡς ἔστιν ἀνθρώπῳ δυνατόν, ἐξομοίωσις. Μ (40). ΠΕΡΙ ΤΩΝ ΕΞ ΥΔΡΙΩΝ ΤΩΝ ΕΝ ΚΑΝΑ ΤΗΣ ΓΑΛΙΛΑΙΑΣ.
6.9
Αἰτίαν τοῦ Λόγου φησί τόν Θεόν· ὅν ζητεῖν, τοῦ λόγου τήν δύναμιν ὁ ἄνθρωπος εἴληφεν.
6.10
Ὁ πείσας τό συνειδός ὡς φύσει καλόν πραττόμενον ἔχειν τό κάκιστον, οὗτος χειρός δίκην τῆς ψυχῆς ἐκτείνας τό πρακτικόν, ἔλαβεν ψεκτῶς τοῦ ξύλου τῆς ζωῆς, ἀθάνατον ἡγησάμενος φύσει τό κάκιστον. Διόπερ τήν κατά τό συνειδός τοῦ κακοῦ διαβολήν τῷ ἀνθρώπῳ φυσικῶς ἐνθέμενος ὁ Θεός, διέκρινεν αὐτόν τῆς ζωῆς κακόν τῇ προαιρέσει γενόμενον· ἵνα μή, τό κακόν πράττων, δύνηται πεῖσαι τήν ἰδίαν συνείδησιν, ὅτι φύσει καλόν ὑπάρχει τό κάκιστον. ΜΕ (45). ΠΕΡΙ ΤΟΥ ΣΤΗΘΥΝΙΟΥ ΚΑΙ ΠΕΡΙ ΤΟΥ ΒΡΑΧΙΟΝΟΣ ΤΟΥ ΑΦΑΙΡΕΜΑΤΟΣ.
6.11
Μόνος ὁ Ἰσαάκ γέγραπται μή μεταβάς τῆς γῆς τῆς ἐπαγγελίας· τοῦ πατρός αὐτοῦ Ἀβραάμ, καί τοῦ υἱοῦ αὐτοῦ Ἰακώβ, τοῦ μέν ἐξελθόντος ἐκ Μεσοποταμίας, καί εἰσελθόντος εἰς Αἴγυπτον· τοῦ δέ διωχθέντος εἰς Μεσοποταμίαν, καί μετά ταῦτα παροικήσαντος εἰς Αἴγυπτον, ἐν ᾗ καί τέθνηκεν.
6.12
Ὅτι πᾶσα ἕνωσις τῶν εἰρημένων κτισμάτων, λόγον ἔχει σοφίας, καθ᾿ ὅν γίνεται· οὕστινας πύργους γωνιῶν εἶπεν ὁ λόγος. Ὀχύρωμα γάρ καί πύργωσίς ἐστιν ἑκάστου τῶν ὄντων, ὅ τε κατ᾿ οὐσίαν τῆς ἐπ᾿ αὐτὰ γνώσεως, καί ὁ πρός ἄλληλα πάντων συνδετικός εἰς μίαν σύννευσιν λόγος.
6.13
Ὅτι δίχα λογικῆς δυνάμεως, φησίν, ἐπιστημονική γνῶσις οὐκ ἔστιν· καί γνώσεως χωρίς, οὐ συνίσταται πίστις, ἀφ᾿ ἧς τό καλόν γέννημα πρόεισιν, ἡ ἐλπίς· καθ᾿ ἥν ὡς παροῦσιν συγγίνεται τοῖς μέλλουσιν ὁ πιστός. Καί δίχα τῆς κατ᾿ ἐπιθυμίαν δυνάμεως, οὐ συνίσταται πόθος, οὗ τό τέλος ἐστίν ἡ ἀγάπη. Τό γάρ ἐρᾷν τινος, ἴδιον ἐπιθυμίας ἐστί. Καί δίχα θυμικῆς δυνάμεως νευρούσης τήν ἐπιθυμίαν πρός τήν τοῦ ἡδέος ἕνωσιν, οὐδαμῶς γίνεσθαι πέφυκεν εἰρήνη, εἴπερ ἀληθῶς εἰρήνη ἐστίν, ἡ ἀνενόχλητος καί παντελής τοῦ καταθυμίου κατάσχεσις.
6.14
Ὁ μετά πράξεως γινώσκων, φησίν, καί μετά γνώσεως πράττων, θρόνος καί ὑποπόδιόν ἐστι τοῦ Θεοῦ. Θρόνος μέν, διά τήν γνῶσιν· ὑποπόδιον δέ, διά τήν πρᾶξιν.
6.15
Οὐδέν φησίν ἐστιν πίστεως ἰσοστάσιον.
6.16
Τά ἔμφυτα πάθη τοῦ σώματος λόγῳ μέν κυβερνώμενα οὐκ ἔχει διαβολήν· κινούμενα δέ τούτου χωρίς φέρει διαβολήν. Τούτων οὖν λέγει γίνεσθαι δεῖν τήν ἀποβολήν, ὧν ἔμφυτος μέν ἡ κίνησις, παρά φύσιν δέ γίνεται πολλάκις ἡ χρῆσις, λόγῳ μή κυβερνωμένη.
6.17
Νοῦ λέγει θάνατον ἐπαινούμενον, τήν πρός πάντα τά ὄντα γνωμικήν ἀπογένεσιν, μεθ᾿ ἥν τήν θείαν χάριτι ζωήν ὑποδέχεσθαι πέφυκεν, ἀντί τῶν ἄλλων τόν αἴτιον τῶν ὄντων ἀνεννοήτως ἀπολαβών.
6.18
Τήν μέν νίκην, τῶν κατά τό πρακτικόν τῆς ψυχῆς θείων ἀγώνων πέρας εἶναί φησιν· ὅπέρ ἐστι τό ἀμιγές ἀγαθόν. Τήν δέ σοφίαν, τῶν κατά τό γνωστικόν τῆς ψυχῆς μυστικῶν (14Γ_040> ὑπάρχειν τέλος ἀποφαίνεται θεαμάτων· ὅπερ ἐστίν ἡ ἁπλῆ ἀλήθεια, πρός ἅπερ νοῦς τε, γενόμενος τῆς κατ᾿ αἴσθησιν καθαρός φαντασίας, ἄγει καί λόγος, ὑποζεύξας ἑαυτῷ τό τῆς ψυχῆς ζωτικόν, ὧν, νίκης τέ φησι καί σοφίας, ἤγουν ἀγαθότητος καί ἀληθείας ἡ σύνοδος, μίαν δείκνυσιν, οἷς ἄν ἐγγένηται, δόξαν τοῦ καθ᾿ ὁμοίωσιν ἀκραιφνοῦς ἀπαστράπτουσαν.
6.19
Ὑπό φύσιν μέν ἐστι πᾶν ὅ καθοτιοῦν ἤ ὑποκείμενον, ἤ καθ᾿ ὑποκειμένου, ἤ ἐν ὑποκεμένῳ εἶναι πέφυκεν· ἐξ ὧν οἱ ὅροι συνάγονται τῶν ὁριστῶν. Τά γάρ συμπληροῦντα τάς διαφόρους τῶν ὄντων φύσεις, εἰς τούς αὐτῶν συμπαραλαμβάνεσθαι πέφυκεν ὁρισμούς, πρός τήν ἀκριβῆ τοῦ σημαινομένου δήλωσιν, ὡς ἐν τῷ ὑποκειμένῳ, καί σύν τῷ ὑποκειμένῳ (14Γ_092> φυσικῶς ὑφιστάμενα· καί ἐξ ὧν τό ὑποκείμενον, καί ἐν οἷς ἔχει τήν γένεσιν· ἀλλ᾿ οὐκ ἔξωθεν ἐπιθεωρούμενα. Τά δέ περί φύσιν ἐστί τά προεπινοούμενά τε καί συνεπινοούμενα· τό μέν, ὅτι ποῦ καί πότε πάντως ἡ τῶν ὄντων ὑπέστη γένεσις· τό δέ, ὅτι ἅμα τῇ πρώτῃ γενέσει τῶν ὄντων, συνεπεθεωρήθη καί ἡ καθόλου τῶν ὄντων θέσις καί κίνησις, ἅπερ ἐστί χρόνος καί τόπος, ἐν οἷς κατά τήν ἔξωθεν θέσιν, καί τήν πρός ἀρχήν κίνησιν ἡ φύσις ἐστίν, ἀλλ᾿ οὐ καθ᾿ ὑπόστασιν· οὐ γάρ ἐξ αὐτῶν ἡ φύσις, ἀλλ᾿ ἐν αὐτοῖς ἔξωθεν ἔχει τήν ἀρχήν τοῦ εἶναι, καί τήν θέσιν. Ὅταν οὖν τῶν γενῶν καί εἰδῶν καί ἀτόμων μόνους τοῦ εἶναι σκοπῶμεν τούς λόγους, τάς τούτων συστατικάς τοῖς αὐτῶν κατ᾿ οὐσίαν λόγοις διαφοράς συμπαραλαμβάνομεν· ὅταν δέ γενεαλογῶμεν, τό ποῦ καί πότε πάντως, τουτέστι, χρόνον καί τόπον ἐξ ἀνάγκης τοῖς οὖσι συμπαραλαμβάνομεν, ἀρχήν καί θέσιν σκοποῦντες, ὧν ἄνευ τῶν γενητῶν οὐδέν καθάπαξ ὑφέστηκεν. Τῆς γάρ κατά τήν ἀρχήν καί τήν θέσιν περιγραφῆς οὐδέν ἐστι τῶν ὄντων ἐλεύθερον.
6.20
Αἱμάθ λέγει τήν ἀνθρωπαρέσκειαν. Μόνων γάρ ἐπιμελεῖται τῶν φαινομένων ἠθῶν ὁ ἀνθρωπάρεσκος, καί μήν καί λόγου τοῦ κόλακος, ἵνα τοῖς μέν τήν ὅρασιν, τοῖς δέ τήν ἀκοήν σφετερίζηται, τῶν μόνοις ἡδομένων ἤ καταπληττομένων τοῖς φαινομένοις τε καί ἀκουομένοις, καί μόνῃ τῇ αἰσθήσει περιγραφόντων τήν ἀρετήν. Ἀνθρωπαρέσκειαν οὖν εἶναί φαμεν, τήν ὡς ἐπ᾿ ἀρετῇ δι᾿ ἀνθρώπους τιμωμένην τῶν ἠθῶν τε καί λόγων ἐπίδειξιν.
6.21
Ὁ μέν κατά γνώμην πειρασμός, φησι, τήν μέν κατά ψυχήν λύπην συνίστησι· τήν δέ κατ᾿ αἴσθησιν δημιουργεῖ σαφῶς ἡδονήν· ὁ δέ παρά γνώμην, τήν μέν τῆς ψυχῆς ἡδονήν· τήν δέ τῆς σαρκός λύπην ὑφίστησι.
6.22
Τῶν πρός Θεόν, δηλονότι κινουμένων.
6.23
Ὅτι παντελῶς φησιν ἀμήχανον ἦν, τήν φύσιν ὑποβληθεῖσαν τῇ τε κατά προαίρεσιν ἡδονῇ, καί τῇ παρά προαίρεσιν ὀδύνῃ, πάλιν πρός τήν ἐξ ἀρχῆς ἀνακληθῆναι ζωήν, εἰ μή γέγονεν ἄνθρωπος ὁ δημιουργός, προαιρέσει δεχόμενος τήν πρός κόλασιν τῆς κατά προαίρεσιν τῆς φύσεως ἡδονῆς ἐπινοηθεῖσαν ὀδύνην, οὐκ ἔχουσαν προηγουμένην αὐτῆς τήν ἐξ ἡδονῆς γένεσιν· ἵνα τῆς ἐκ καταδίκης ἐλευθερώσῃ τήν φύσιν γεννήσεως, ἐξ ἡδονῆς ἀρχήν οὐκ ἔχουσαν καταδεχόμενος γέννησιν.
6.24
Διά τί πετόμενον τό δρέπανον εἶδεν ὁ προφήτης.
6.25
Πῶς ἀμείωτος;
6.26
Πολυταράχου ζάλης.
6.27
Θεωρία κατ᾿ ἄλλην ἐπιβολήν. Ἀνάθεμα λέγεται καί ὁ κόσμος οὗτος, ὁ καταδίκης χωρίον· ὅν γεννᾷν τῇ προσπαθείᾳ πέφυκεν, ὁ μή πρός τό πνεῦμα τοῦ νόμου κατά νοῦν διαβαίνων.