Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
PG 91 14ΒΓ
Maximus Confessor14 7 · pg-scrape-grcMore by Maximus Confessor
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/maximus-confessor" aria-label="More works by Maximus Confessor"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1
Ἐντευξομένους φησὶ τοὺς προσηλωμένους εἰς τὰς σπουδὰς τῆς πνευματικῆς φιλοσοφίας.
7.2
Ὅτι διά τήν ἡδονήν φησὶν ἀγαπῶμεν τά πάθη· καί διά τήν ὀδύνην τήν ἀρετήν ἀποφεύγομεν.
7.3
ΕΡΩΤΗΣΙΣ Ζ' Τί ἐστιν εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσι μὲν κατὰ ἄνθρωπον σαρκί, ζῶσι δὲ κατὰ Θεὸν πνεύματι; Πῶς οἱ νεκροὶ σαρκὶ κρίνονται; Ἀπόκρισις. Ἔθος ἐστὶ τῇ Γραφῇ τοὺς χρόνους μεταλλάσσειν καὶ εἰς ἀλλήλους μετεκλαμβάνειν, καὶ τὸν μέλλοντα ὡς παρῳχηκότα καὶ τὸν παρῳχηκότα ὡς μέλλοντα, καὶ τὸν ἐνεστῶτα εἰς τὸν πρὸ αὐτοῦ καὶ μετ᾽ αὐτὸν χρόνον ἐκφωνεῖν, ὡς ἔστι δῆλον τοῖς αὐτῆς πεπειραμένοις. Φασὶν οὖν τινες νεκροὺς λέγειν ἐνταῦθα τὴν Γραφὴν τοὺς πρὸ τῆς ἐπιδημίας τοῦ Χριστοῦ τελειωθέντας ἀνθρώπους, οἷον τοὺς ἐν τῷ κατακλυσμῷ, τοὺς ἐν τῷ χρόνῳ τῆς πυργοποιΐας, τοὺς ἐν Σοδόμοις, τοὺς ἐν Αἰγύπτῳ, καὶ τοὺς ἄλλους (≡ 14Β_078≡> τοὺς κατὰ διαφόρους καιρούς τε καὶ τρόπους τὴν πολύτροπον δίκην καὶ τὰς ἐξαισίους ἐπαγωγὰς τῶν θείων κριμάτων δεξαμένους· οἵτινες οὐχ ὑπὲρ ἀγνοίας Θεοῦ τοσοῦτον ὅσον τῆς εἰς ἀλλήλους παροινίας τὴν δίκην ἔτισαν· οἷς εὐηγγελίσθαι λέγει τὸ μέγα τῆς σωτηρίας κήρυγμα, κριθεῖσιν ἤδη σαρκὶ κατὰ ἄνθρωπον, τουτέστιν ἀπολαβοῦσι τῶν εἰς ἀλλήλους ἐγκλημάτων τὴν δίκην διὰ τῆς ἐν σαρκὶ ζωῆς, ἵνα ζήσωσι κατὰ Θεὸν πνεύματι, τουτέστι ψυχῇ δεχόμενοι, κατὰ τὸν ᾅδην ὄντες, τῆς θεογνωσίας τὸ κήρυγμα, διὰ τοῦ καὶ νεκροὺς σῶσαι κατελθόντος εἰς ᾅδην Σωτῆρος πιστεύσαντες. Ὑπὲρ δὲ τοῦ νοηθῆναι τὸν τόπον οὕτως ἐκλάβωμεν· εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, κριθεῖσι κατὰ ἄνθρωπον σαρκί, ἵνα ζήσωσι κατὰ Θεὸν πνεύματι. Ἢ πάλιν νεκροὺς λέγει τυχὸν ἐπικεκρυμμένως τοὺς τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντας, οἷς εἰκότως κατ᾽ ἀλήθειαν δι᾽ αὐτῶν τῶν ἔργων δέδοται τὸ θεῖον Εὐαγγέλιον, εἴπερ τὸ Εὐαγγέλιον σαρκικῆς μὲν εἰσηγεῖται ζωῆς ἄρνησιν, πνευματικῆς δὲ ὁμολογίαν, τοὺς ἀεὶ μὲν κατὰ ἄνθρωπον, λέγω δὲ τὴν ἀνθρωπίνην ἐν σαρκὶ κατὰ τὸν αἰῶνα τοῦτον ζωήν, ἀποθνῄσκοντας, ζῶντας δὲ κατὰ Θεὸν μόνῳ τῷ πνεύματι, κατὰ τὸν θεῖον ἀπόστολον καὶ τοὺς ἀμφ᾽ αὐτόν, τοὺς ζῶντας μὲν οὐδαμῶς ἰδίαν ζωήν, ζῶντα δὲ τὸν Χριστὸν ἐν ἑαυτοῖς κατὰ μόνην ἔχοντας τὴν ψυχήν. Οὕτως οἱ διὰ τὸν Θεὸν ἐν τῷ αἰῶνι τούτῳ νεκροὶ σαρκὶ κρίνονται, θλίψεις καὶ βασάνους πολλὰς καὶ στενοχωρίας ἔχοντες, καὶ διωγμοὺς καὶ μυρία πειρασμῶν εἴδη μετὰ χαρᾶς ὑπομένοντες. Η (8). ΠΕΡΙ ΤΟΥ" Ο ΘΕΟΣ ΦΩΣ ΕΣΤΙΝ".
7.4
Τῆς ἡμῶν καθ᾿ ἡδονήν, οἰκειοῦτο πεῖραν εἰς πρόκλησιν τοῦ πειράζοντος ὁ φύσει καθ᾿ ἡδονήν καί ὡς ἄνθρωπος ἀπαθής ὑπάρχων· παθητός γάρ ἦν σαρκί κατά φύσιν, ὡς ἄνθρωπος, διά τό θνητόν, ἀλλ᾿ οὐκ ἐμπαθής κατά γνώμην ὡς ἀναμάρτητος.
7.5
Τοῦ τε θυμοῦ καί τῆς ἐπιθυμίας ἐπιστατῶν ὁ λόγος, φησίν, ποιεῖ τάς ἀρετάς· ὁ δέ νοῦς τοῖς λόγοις ἐπιβάλλων τῶν γεγονότων τήν ἄπταιστον συλλέγεται γνῶσιν. Ὅταν οὖν ὁ λόγος μετά τήν τῶν ἀντικειμένων ἀποβολήν εὕρῃ τό κατά φύσιν ἐραστόν· καί ὁ νοῦς μετά τήν τῶν γινωσκομένων διάβασιν λάβηται τῆς ὑπέρ οὐσίαν καί γνῶσιν τῶν ὄντων αἰτίας, τηνικαῦτα τό τῆς θεώσεως κατά χάριν ἐπιγίνεται πάθος, τόν μέν λόγον ἀπάγον τῆς φυσικῆς διακρίσεως, ἔνθα τὸ διακρινόμενον οὐκ ἔστι· τόν δέ νοῦν καταπαῦον τῆς κατά φύσιν νοήσεως, ἔνθα μή ἔστι τό γινωσκόμενον, καὶ ποιοῦν τῇ κατά τήν στάσιν ταυτότητι Θεόν, τόν ἀξιούμενον τῆς θείας μεθέξεως.
7.6
Καθ᾿ ὑπεροχήν ἐκδέχου τό ἀνοήτως. Ὑπέρ νόησιν γάρ τό πιστευόμενον, ὅπερ ἐστίν ὁ Θεός.
7.7
Εἰς τόν φυσικόν νόμον ἐνταῦθα μεταλαμβάνει τόν Ναβουχοδονόσορ, καί εἰς τήν ἕξιν αὐτοῦ τοῦ φυσικοῦ νόμου τόν υἱόν αὐτοῦ Βαλτάσαρ.
7.8
Εἰς ταῦτα τὸ τῆς ἀγάπης διαιρεῖται χρῆμα, ἐν οἷς καὶ συνίσταται.
7.9
Τάς γυναῖκας εἰς τάς ἕξεις τῆς ἀρετῆς τε καί τῆς γνώσεως· τάς δέ παιδίσκας εἰς τάς τούτων ἐνεργείας ἔλαβεν· ἀφ᾿ ὧν γεννᾷ καθάπερ υἱούς, τούς ἐν φύσει καί χρόνῳ λόγους.
7.10
Πύργους ἐν τῇ ἐρήμῳ φησί τούς περί φύσεως λόγους. (14Β_324> 8. Λάκκους ἐκάλεσεν, τάς δεκτικάς τῶν οὐρανίων χαρισμάτων τῆς ἁγίας γνώσεως καρδίας, λατομουμένας τῷ στεῤῥῷ λόγῳ τῶν ἐντολῶν· καί ἀποβαλλομένας καθάπερ πορώματα τήν τε πρός τά πάθη φιλίαν, καί τήν πρός τά αἰσθητά τῆς φύσεως σχέσιν· καί πληρουμένας τῆς ἄνωθεν φερομένης ῥυπτικῆς τε τῶν παθῶν, καί ζωοποιητικῆς καί οἷον θρεπτικῆς τῶν ἀρετῶν ἐν πνεύματι γνώσεως.
7.11
Ὁ λόγος, φησίν, ἄρχει τῶν γνωστικῶν λογισμῶν, ὥσπερ (14Β_348> καί τῶν θυμικῶν καί ἐπιθυμητικῶν, ὁ θυμός καί ἡ ἐπιθυμία.
7.12
Παρεμβολή βασιλέως Ἀσσούρ, ἐστίν ἡ συναγωγή τῶν πονηρῶν λογισμῶν, ἐν ᾗ δυνατός ἐστιν, ὁ πρός ἡδονήν τάς φυσικάς ὀρέξεις κινῶν· πολεμιστής δέ ἐστιν ὁ τὸ θυμικόν εἰς τήν τῶν ἡδονῶν φυλακήν διεγείρων· ἄρχων δέ, ὁ ταῖς ἐπιφανείαις τῶν ὁρατῶν τάς αἰσθήσεις διερεθίζων· στρατηγός (14Β_370> δέ, ὁ εἰδοποιός τῶν παθῶν, καί τῶν ὕλων καί τρόπων τῆς αὐτῶν ἐνεργείας ἐπινοητικός.
7.13
Συνηγόρους τῆς εἰς τόν Θεόν πίστεως τούς τῶν ὄντων ὁ γνωστικός νοῦς δέχεται λόγους φησίν, ἀλλ᾿ οὐ ποιητικούς τῆς πίστεως. Οὐκ εἰσί γάρ ἀρχή τῆς πίστεως οἱ λόγοι τῶν γεγονότων· ἐπεί καί περιγραπτόν ἔσται τό πιστευόμενον. Οὗ γάρ ἡ πρός ἀπόδειξιν ἀρχή γνώσει περιλαμβάνεται, τοῦτο δηλαδή, γνώσει κατά φύσιν ὑπάρχει περιληπτόν.
7.14
Ὀργή σωτήριός ἐστιν, ἡ πρός τό πολεμεῖσθαι τὸν ὑψηλόφρονα νοῦν τοῖς πάθεσιν ὑπό τῶν δαιμόνων θεία συγχώρησις· ἵνα γνῷ πάσχων ἀτίμως ἐπ᾿ ἀρεταῖς μεγαλαυχούμενος, τίς ὁ τούτων ὑπάρχει δοτήρ· ἤ γένηται τῶν ἀλλοτρίων γυμνός, ἅπερ ὡς μή λαβών ἔχειν ἐνόμιζεν.
7.15
Δόξαν λέγει τήν ἀόριστον γνῶσιν, καί μηδενί περατουμένην λόγῳ· τιμήν δέ, τήν κατ᾿ ἀρετήν πρός τήν φύσιν τῆς γνώμης ἀκάθεκτον κίνησιν. (14Β_418> 8. Ἡ ἄληστος γνῶσις, ἀόριστον, φησίν, ἔχουσα περί τήν θείαν ἀπειρίαν, τήν κατά νοῦν ὑπέρ νόησιν κίνησιν, εἰκονίζει διά τῆς ἀοριστίας τήν ὑπεράπειρον δόξαν τῆς ἀληθείας. Ἡ δέ τῆς κατά τήν πρόνοιαν σοφῆς ἀγαθότητος αὐθαίρετος μίμησις, τιμήν φέρει, τήν πρός τόν Θεόν τοῦ νοῦ κατά τήν διάθεσιν ἀρίδηλον, ὡς ἔστι δυνατόν, ἐξομοίωσιν.
7.16
Οἱ κατά πνεῦμα Πατέρες, φησίν, διά τῆς διδασκαλίας θελόντων υἱῶν θέλοντες καθίστανται Πατέρες, λόγῳ καί βίῳ κατά Θεόν αὐτούς διαπλάττοντες, καί οἱ κατά πνεῦμα υἱοί κατά θέλησιν διά τῆς μαθήσεως αὐθαιρέτων υἱοί γίνονται Πατέρων, αὐθαίρετοι γνωμικῶς κατά Θεόν ὑπ᾿ αὐτῶν λόγῳ τε καί βίῳ διαπλαττόμενοι. Ἡ γάρ χάρις τοῦ Πνεύματος γνωμικήν τήν τῶν κατ᾿ αὐτήν γεννώντων καί γεννωμένων ἐργάζεται γέννησιν, ὅπερ οἱ κατά σάρκα πατέρες οὐκ ἔχουσιν, ἀκουσίων υἱῶν γινόμενοι πατέρες ἀκούσιοι· φύσεως γάρ, ἀλλ᾿ οὐ γνώμης ἔργον καθέστηκεν, ἡ τῶν φυσικῶς γεννώντων τε καί γεννωμένων διάπλασις.
7.17
Ἱερουσαλήμ, καί οὐράνιον οἰκητήριόν ἐστιν, ἡ κατ᾿ ἀρετήν ἀπαθής ἕξις, καί ἡ μηδέν ἔχουσα πλάνης πολεμοῦν αὐτῇ νόημα, γνῶσις.
7.18
Εὐαίους λέγει τήν ὑπόκρισιν. Ὑπόκρισις δέ ἐστι φιλίας προσποίησις, ἤ μῖσος σχήματι φιλίας κεκαλυμμένον· ἤ ἔχθρα δι᾿ εὐνοίας ἐνεργουμένη, ἤ φθόνος ἀγάπης χαρακτῆρα μιμούμενος· ἤ φιλαμαρτήμων διάθεσις, τῇ τῶν κατ᾿ ἀρετήν ἠθῶν προβολῇ τούς θεωμένους λαμβάνουσα· ἤ βίος (14Γ_132> ἀρετῆς πλάσματι, ἀλλ᾿ οὐ πράγματι τό κόσμιον ἔχω ἤ δικαιοσύνης προσποίησις, τῇ τοῦ εἶναι δοκήσει συντηρουμένη, ἤ τρόπος ἠθικῆς φιλοσοφίας, τήν κατ᾿ ἀρετήν συγκαλύπτων τῆς γνώμης λανθάνουσαν στέρησιν· ἤ ἀπάτη, ἀληθείας ἔχουσα μόρφωσιν, ἥν οἱ τόν ὄφιν τῇ τῶν ἠθῶν σκολιότητι μιμούμενοι ἐπιτηδεύουσι.
7.19
Ὁ μέν Κύριος, φησί, τούς ἑκουσίους ἀπεύχεσθαι ἡμᾶς διδάσκει πειρασμούς· ὡς σαρκός μέν ἡδονῆς, ψυχῆς δέ ποιητικούς ὀδύνης· ὁ δέ μέγας Ἰάκωβος, ἐπί τοῖς ἀκουσίοις ἡμῖν παραινεῖ χαίρειν πειρασμοῖς· ὡς σαρκός μέν ἡδονήν, ψυχῆς δέ ὀδύνην ἀφαιρουμένους.
7.20
Ὁ τοῦ εἶναι λόγος τόν Θεόν ὡς ἀρχήν φυσικήν ἐπιφέρεται, φησίν· καί ὁ τοῦ εὖ εἶναι λόγος, τόν Θεόν ὡς τέλος, πρός ὅν ἐπείγεται γνωμικῶς, πᾶς ὁ τήν ἔφεσιν εἰς Θεόν ἀναπλάσαι γλιχόμενος· ὧν ἑνότης ἐστίν, ὁ τοῦ εὖ εἶναι λόγος κατά χάριν παραγινόμενος, καί τόν Θεόν ἐπιφερόμενος, τόν πάσης ἀρχῆς καί τέλους κατά φύσιν ἀνώτερον, ποιοῦντα τούς ἀρχήν ἔχοντας κατά φύσιν καί τέλος ἀνάρχους κατά χάριν καί ἀτελευτήτους. (14Γ_184> 8. Ἡ κατά χάριν ἐν τῷ ποιῷ πρός θέωσιν μεταποίησις, ἔκβασις τῶν ἀρχῇ τε καί τέλει φυσικῶς περιγεγραμμένων ἐστί.
7.21
Τό διά θανάτου τέλος τοῦ Κυρίου.
7.22
Ἡ πίστις τήν εἰς Θεόν διά τῆς ἐλπίδος τελείαν ἀγάπην συνίστησιν· ἡ ἀγαθή συνείδησις, τήν εἰς τόν πλησίον διά τῆς φυλακῆς τῶν ἐντολῶν ἀγάπην ὑφίστησιν. Ἡ γάρ ἀγαθή συνείδησις, παραβαθεῖσαν ἐντολήν οὐκ ἔχει κατήγορον· ταύτας δέ μόνον ἡ καρδία πιστεύεσθαι πέφυκε, τῶν ἐφιεμένων τῆς ἀληθοῦς σωτηρίας.
7.23
Τί τό λαμπάδιον τῆς λυχνίας;
7.24
Κεφαλήν λέγει τόν πρῶτον περί μονάδος λόγον, ὡς ἀρχήν πάσης ἀρετῆς· τάς δέ σχισμάς τῶν ὀρέων, τάς διανοίας τῶν πνευμάτων τῆς πονηρίας, ὑφ᾿ ὧν κατεπόθη διά τῆς παραβάσεως ὁ ἡμέτερος νοῦς.
7.25
Ὅτι πρός ὅ σχετικῶς, φησί, διακείμεθα, πρός ἐκεῖνο καί τήν κατά νοῦν μελέτην κεκτήμεθα.

Intertext edge

Open linked passage

Note