PG 91 14ΒΓ
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/maximus-confessor" aria-label="More works by Maximus Confessor">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1
Πραγματείαν λέγει ἅπαντα τὰ ἐρωτήματα τοῦ Θαλασσίου, εἰς ἅ, ἀπαντῶν κατὰ σειράν, παρέθεσε ἑκάστην τῶν ἀπαντήσεων, τουτέστι τα σχόλια, εἰς ἑκάστην ἔκθεσιν, ὅπερ ἔδειξε πᾶσι τοῖς ἀναγνώσταις καὶ ἀντιγραφοῖς ὅτι ποιεῖ τὸ βιβλίον τοῦτο.
8.2
Ὅτι καθάπερ ὁ λόγος κρατῶν τῶν παθῶν ἀρετῆς ὄργανον ποιεῖται τάς αἰσθήσεις, οὕτω καί τά πάθη κρατοῦντα τοῦ λόγου, μορφοῦσι τάς αἰσθήσεις πρός ἁμαρτίαν.
8.3
ΕΡΩΤΗΣΙΣ Η' Ἐπειδὴ πάλιν λέγει ὁ ἅγιος Ἰωάννης ὁ Θεὸς φῶς ἐστι, καὶ πάλιν μετ᾽ ὀλίγα ἐὰν ἐν τῷ φωτὶ περιπατῶμεν, ὡς αὐτός (≡ 14Β_080≡> ἐστιν ἐν τῷ φωτί, πῶς καὶ φῶς ὁ αὐτὸς λέγεται, καὶ ἐν τῷ φωτὶ εἶναι, ὡς ἄλλος ἐν ἄλλῳ; Ἀπόκρισις. Ὁ κατ᾽ οὐσίαν ἀληθῶς φῶς ὑπάρχων Θεὸς ἐν τοῖς ἐν αὐτῷ διὰ τῶν ἀρετῶν περιπατοῦσίν ἐστιν, ἀληθῶς φῶς γενομένοις. Ὥσπερ οὖν τὸ κατὰ μέθεξιν φῶς, ὡς οἱ ἅγιοι πάντες διὰ φιλοθεΐαν ἐν τῷ κατ᾽ οὐσίαν γίνονται φωτί, οὕτω τὸ κατ᾽ οὐσίαν ἐν τῷ κατὰ μέθεξιν φωτὶ διὰ φιλανθρωπίαν γίνεται φῶς. Ἐὰν οὖν ἐσμεν κατὰ τὴν ἀρετὴν καὶ τὴν γνῶσιν ὡς ἐν φωτὶ τῷ Θεῷ, καὶ αὐτὸς ὁ Θεός, ὡς φῶς, ἐν φωτί ἐστιν ἐν ἡμῖν. Ὁ γὰρ φύσει φῶς ὁ Θεὸς ἐν τῷ μιμήσει γίνεται φωτί, ὡς ἐν εἰκόνι ἀρχέτυπον. Ἢ μᾶλλον, φῶς ἐστιν ὁ Θεὸς καὶ Πατὴρ ἐν φωτί, δηλαδὴ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, οὐκ ἄλλο καὶ ἄλλο καὶ ἄλλο φῶς ὑπάρχων, ἀλλὰ κατ᾽ οὐσίαν ἓν καὶ τὸ αὐτό, κατὰ τὸν τῆς ὑπάρξεως τρόπον τρισσοφαές. Θ (9). ΠΕΡΙ ΤΟΥ" ΑΔΕΛΦΟΙ, ΝΥΝ ΤΕΚΝΑ ΘΕΟΥ ΕΣΜΕΝ ΚΑΙ ΟΥΠΩ ΕΦΑΝΕΡΩΘΗ ΤΙ ΕΣΟΜΕΘΑ".
8.4
Τὰς προτροπὰς τοῦ διαβόλου πρὸς τὸν Κύριον ἐν τῇ ἔρημῳ, ἐν τῷ ναῷ καὶ ἐν τῷ ὑψηλῷ ὅρει καλεῖ πειρασμούς.
8.5
Τῶν θείων φησίν ἀγαθῶν τύπους εἶναι τούς τε κατ᾿ ἀρετήν τρόπους, καί τούς τῶν ὄντων λόγους· οἷς ὁ Θεός διαπαντός ἄνθρωπος γίνεται, ὡς μὲν σῶμα τούς τρόπους ἔχων τῶν ἀρετῶν, ὡς δέ ψυχήν τούς ἐν πνεύματι λόγους τῆς γνώσεως, οἷς τούς ἀξίους θεοποιεῖ, χαρακτῆρα διδούς ἀρετῆς ἐνυπόστατον, καί ἀπλανοῦς γνώσεως ἐνούσιον χαριζόμενος ὕπαρξιν.
8.6
Ὁ τήν ἄμεσον τῇ καθ᾿ ὑπεροχήν στερήσει τῶν γενητῶν πρός τόν ἐπέκεινα παντός λόγου Λόγον ἀγνώστως λαβών, φησίν, αὐτοψίαν, αὐτόν ἔχει κεφαλήν τόν πάντη μονώτατον Λόγον· ὑπέρ ὅν ἤ μεθ᾿ οὗ, ἤ μεθ᾿ ὅν ἕτερος φύσει καθάπαξ οὐχ ὑφέστηκε λόγος, οὗ ὁ εἷς φύσει Νοῦς ὑπάρχει γεννήτωρ· (≡ 14Β_164≡> πρός ὅν ὡς κεφαλήν ἀνάγων διά τοῦ συμφυοῦς κατ᾿ οὐσίαν Πνεύματος τόν ἑπόμενον συνίστησι νοῦν.
8.7
Ἐκ τῆς εὐχῆς δῆλόν ἐστι, φησίν, ὅτι τόν φυσικόν νόμον, καί τήν ἐξ αὐτοῦ τικτομένην ἕξιν ἐνταῦθα σημαίνουσι Ναβουχοδονόσορ τε καί Βαλτάσαρ, ἀλλ᾿ οὐ τόν διάβολον· οὐδείς γάρ εὐχήν ὑπέρ τοῦ διαβόλου γίνεσθαι παντελῶς ἐξηγεῖται· ἥν γάρ οὐ διέβαλεν εὐχήν ὁ τῆς προφητείας λόγος, οὐ χρή νομίζειν ὑπέρ τοῦ διαβόλου τοῦ ταύτην τῷ Θεῷ προσενηνέχθαι. ΚΖ (27). ΠΕΡΙ ΤΗΣ ΑΠΟΚΑΛΥΨΕΩΣ ΠΕΤΡΟΥ ΤΗΣ ΕΠΙ ΚΟΡΝΗΛΙΩ.
8.8
Ὁ κατ᾿ ἀρετήν τῇ γνώμῃ, φησίν, ἴσος πρός πάντας γενόμενος, ἀπροσωπόληπτον ἐν ἑαυτῷ δείκνυσι τόν Θεόν, ὥσπερ πάντων καθ᾿ ἕνα καί τόν αὐτόν Λόγον μίαν δημιουργήσαντα τήν φύσιν, οὕτω καί πᾶσι νομοθετήσαντα μίαν τῆς (14Β_262> γνώμης τήν κίνησιν, καθ᾿ ἥν ὁ δοκῶν ἐσκορπίσθαι τῆς φύσεως συνάγεσθαι πέφυκε λόγος.
8.9
Ὥσπερ γίνεται φάραγξ ἡ σάρξ, ταῖς τῶν παθῶν βαλλομένη φοραῖς· οὕτω, φησίν, καί ἡ ψυχή γίνεται φάραγξ τοῖς τῶν πονηρῶν λογισμῶν ῥεύμασι κοιλαινομένη.
8.10
Τόν Ἐζεκίαν κατά τήν ἀναγωγήν ἐθεώρησε, τόν κατά τήν πρᾶξιν φιλόσοφον νοῦν. Πόλιν δέ, τήν ψυχήν· πηγὰς δέ τά ποικίλα εἴδη τῶν αἰσθητῶν. Ὕδατα δέ, τάς αὐτῶν φαντασίας, ἤ τά νοήματα· (ποταμόν δέ, τήν κατά τήν φυσικήν θεωρίαν ἐκ τῶν αἰσθητῶν νοημάτων συναγομένην γνῶσιν) ποταμόν δέ, τήν ἐξ αὐτῶν συναγομένην δόξαν, ἤγουν ὑπόληψιν, πρός ἅ δεῖ μύσαι παντελῶς τάς αἰσθήσεις, ἡνίκα στασιάσῃ πρός τόν λόγον τά πάθη.
8.11
Ὅτι χωρίς αἰσθητοῦ πράγματος, φησίν, οὐ συνίσταται πάθος. Μή γάρ οὔσης γυναικός, οὐκ ἔστι πορνεία· καί βρωμάτων οὐκ ὄντων, οὐκ ἔσται γαστριμαργία· καί χρυσίου μή ὄντος, φιλαργυρίας οὐκ ἔσται πάθος. Οὐκοῦν πάσης ἐμπαθοῦς κινήσεως τῶν ἐν ἡμῖν φυσικῶν δυνάμεων, ἄρχει τό αἰσθητόν, ἤγουν ὁ δι᾿ αὐτοῦ τήν ψυχήν διερεθίζων πρός ἁμαρτίαν δαίμων.
8.12
Οὐρανοῦ νόμος ἐστί, τό κατά κύκλον ὡσαύτως φέρεσθαι, παρ᾿ οὗ λαμβάνει τήν ἐν τῷ καλῷ παγίαν κίνησιν ὁ γνωστικός, περί τό ταυτόν τῆς ἀρετῆς τήν οὐρανοῦ μιμούμενος ἀεικινησίαν.
8.13
Πρᾶξιν λέγει καί θεωρίαν κατά τόν τῆς ἀναγωγῆς λόγον, τήν Ἰουδαίαν καί τήν Ἱερουσαλήμ.
8.14
Ἡ δυάς ἐνταῦθα, τήν ὕλην δηλοῖ καί τό εἶδος· ὧν ἡ μέν σύνοδος ποιεῖται σώματος γένεσιν· ἡ δέ διάλυσις, πέφυκε τήν αὐτοῦ ποιεῖσθαι φθοράν. Οὐκοῦν τά ἐξ ὕλης καί εἴδους ὄντα τῇ ἀρχῇ φυσικῶς ἀντικείμενον ἔχει τό τέλος, εἴπερ ἡ φθορά τῆς γενέσεώς ἐστιν ἀναίρεσις. Γενέσεως δέ καί φθορᾶς ὑπερασπίζουσιν αἱ δύο δυνάμεις, ἤ τε κατ᾿ ἐπιθυμίαν καί ἡ θυμική· ἡ μέν ἐφιεμένη δι᾿ ἑαυτῆς κρατῆσαι πρός τό εἶναι τήν γένεσιν, ἡ δέ τήν ἐκ τῆς φθορᾶς ἀγωνιστικῶς ἀπωθουμένη διάλυσιν. Τούτων συνήγοροι τῶν δυνάμεων οἱ πονηροί καθίστανται δαίμονες, οἱ μέν τήν κατ' ἐπιθυμίαν τῆς ψυχῆς ἀπό τῶν θείων ἔκστασιν, (14Γ_042> ἧς ὁ οἶνος ὑπάρχει σύμβολον, οἱ δέ τήν ἐπί τοῖς ὑλικοῖς τυραννίδα τῆς θυμικῆς δυνάμεως, ἧς εἰκών ἡ βασιλεία καθέστηκε, προβαλλόμενοι τῷ νόμῳ τῆς φύσεως, παραπεῖσαι βουλόμενοι τήν κατ᾿ αὐτάς ἐμπαθῆ ψηφίσασθαι ζωήν. Ἡ δέ μονάς, τήν ἁπλῆν σημαίνει κατ᾿ οὐσίαν ψυχήν, ὡς εἰκόνα τῆς κατ᾿ οὐσίαν ὑπερφυοῦς τρισυποστάτου μονάδος· ἧς ὁ νοῦς, φημί δέ τῆς ψυχῆς, ὡς εἷς μιᾶς ὑπάρχει συνήγορος, τήν εἰς τόν Θεόν πίστιν διά τῆς ἀληθείας, καί τήν εἰς αὐτόν ἀγάπην διά τῶν γυναικῶν, πάντων ἰσχυροτέραν ἀποδεικνύς τῷ νόμῳ τῆς φύσεως, καί τό κατ᾿ αὐτάς κράτος αὐτόν πείθων ψηφίσασθαι.
8.15
Ἡ γλῶσσα τῆς κατά ψυχήν γνωστικῆς ἐστιν ἐνεργείας, φησί, σύμβολον· ὁ δέ λάρυγξ, τῆς πρός τό σῶμα φυσικῆς φιλαυτίας τεκμήριον. Ὁ γοῦν ταύτας ψεκτῶς κολλήσας ἀλλήλοις, μνησθῆναι τῆς κατ᾿ ἀρετήν καί γνῶσιν εἰρηνικῆς ἕξεως οὐ δύναται, τῇ συγχύσει διά σπουδῆς τῶν σωματικῶν ἡδόμενος παθῶν.
8.16
Τῶν ὄντων αἰτία, καί τῶν ἐν τοῖς οὖσιν ὄντων ἀγαθῶν ἐστιν ὁ Θεός. Ὁ τοίνυν περί τήν ἀρετήν καί τήν γνῶσιν πονούμενος, καί μή τῷ μέτρῳ τῆς ἐν χάριτι προκοπῆς συνεπεκτείνων τῆς οἰκείας ἀνικανότητος τήν ἐπιγνωμοσύνην, τό τῆς ὑπερηφανείας κακόν οὐ διέφυγεν. Ὁ δέ δόξης ἕνεκεν ἰδίας τό καλόν ἐπιτηδεύων, ἑαυτόν τοῦ Θεοῦ προετίμησε, τῷ τῆς κενῆς δόξης ἥλῳ περιπαρείς. Ὁ δέ πρός τό θεαθῆναι τοῖς ἀνθρώποις ποιῶν ἤ διώκων τήν ἀρετήν, τῆς θείας πολλῷ τήν ἀνθρωπίνην ὑπερέθηκεν ἀποδοχήν, τῷ τῆς ἀνθρωπαρεσκίας πάθει νοσηλευόμενος. Ὁ δέ μόνῃ τῇ κατ᾿ ἀρετήν σεμνότητι πρός ἀπάτην κακούργως ἐπιχρώσας τά ἤθη, καί τήν πονηράν τῆς γνώμης διάθεσιν τῷ φαινομένῳ σχήματι τῆς εὐσεβείας ἐπικαλύπτων, τῷ τῆς ὑποκρίσεως ἐξωνεῖται δόλῳ τήν ἀρετήν. Οὐκοῦν ἐπ᾿ ἄλλα παρά τήν αἰτίαν ἑκάστου τούτων ἀπήγαγε τόν σκοπόν, ὁ νοητός Ἀσβακαφάθ.
8.17
Τίνα λέγει τέλειον.
8.18
Τῷ παθητῷ δῆλον ὅτι τῆς φύσεως.
8.19
Πῶς ἐστιν ὁ Κύριος ἀρά, καί τίνος ἀρά.
8.20
Οὐ πᾶς ἄνθρωπος εἰς τοῦτον ἐρχόμενος τόν κόσμον, φησίν, ὑπό τοῦ Λόγου πάντως φωτίζεται· πολλοί γάρ ἀφώτιστοι διαμένουσι, καί τοῦ κατ᾿ ἐπίγνωσιν ἀμέτοχοι φωτός· ἀλλά δῆλον ὅτι, πᾶς ἄνθρωπος κατ᾿ οἰκείαν γνώμην εἰς τόν ἀληθῆ κόσμον τῶν ἀρετῶν ἐρχόμενος· πᾶς γάρ ὁ κατ᾿ ἀλήθειαν διά τῆς αὐθαιρέτου γεννήσεως, εἰς τοῦτον ἐρχόμενος τῶν ἀρετῶν τόν κόσμον, ὑπό τοῦ Λόγου πάντως φωτίζεται, λαμβάνων ἕξιν ἀρετῆς ἀμετακίνητον, καί γνώσεως ἀληθοῦς ἐπιστήμην ἄπταιστον.
8.21
Γῆν λέγει κατωτάτην, τήν μηδαμῶς γνώσεως αἰσθανομένην θείας, ἤ τῆς κατ᾿ ἀρετήν ζωῆς τήν οἱανοῦν κίνησιν ἔχουσαν, ἕξιν.
8.22
Κατ᾿ ἄλλην θεωρίαν, ὅτι ἀνάθεμά ἐστι, καί ἡ τῶν παθῶν ἀνείδωλος κίνησις· αἰσχύνη δέ στόματος, ἡ τό πάθος εἰδοποιοῦσα πρός αἴσθησιν τοῦ νοῦ κίνησις, καί ταῖς ἐπινοίαις ὕλην ἁρμόδιον τῷ πάθει πορίζουσα.