Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Er
MeleagerEr 1 · textus-receptusMore by Meleager
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/meleager" aria-label="More works by Meleager"> —
⋯
More
Original / primary: Textus receptus
1.4.1
Μοῦσα φίλα, τίνι τάνδε φέρεις πάγκαρπον ἀοιδάν; ἢ τίς ὁ καὶ τεύξας ὑμνοθετᾶν στέφανον; ἄνυσε μὲν Μελέαγρος, ἀριζάλῳ δὲ Διοκλεῖμναμόσυνον ταύταν ἐξεπόνησε χάριν, πολλὰ μὲν ἐμπλέξας Ἀνύτης κρίνα, πολλὰ δὲ Μοιροῦςλείρια, καὶ Σαπφοῦς βαιὰ μέν, ἀλλὰ ῥόδα: νάρκισσόν τε τορῶν Μελανιππίδου ἔγκυον ὕμνων, καὶ νέον οἰνάνθης κλῆμα Σιμωνίδεω: σὺν δ᾽ ἀναμὶξ πλέξας μυρόπνουν εὐάνθεμον ἶρινΝοσσίδος, ἧς δέλτοις κηρὸν ἔτηξεν Ἔρως: τῇ δ᾽ ἅμα καὶ σάμψυχον ἀφ᾽ ἡδυπνόοιο Ῥιανοῦ, καὶ γλυκὺν Ἠρίννης παρθενόχρωτα κρόκον, Ἀλκαίου τε λάληθρον ἐν ὑμνοπόλοις ὑάκινθον, καὶ Σαμίου δάφνης κλῶνα μελαμπέταλονἐν δὲ Λεωνίδεω θαλεροὺς κισσοῖο κορύμβους, Μνασάλκου τε κόμας ὀξυτόρου πίτυος: βλαισήν τε πλατάνιστον ἀπέθρισε Παμφίλου οἴμης, σύμπλεκτον καρύης ἔρνεσι Παγκράτεος, Τύμνεὼ τ᾽ εὐπέταλον λεύκην, χλοερόν τε σίσυμβρονΝικίου, Εὐφήμου τ᾽ ἀμμότροφον πάραλονἐν δ᾽ ἄρα Δαμάγητον, ἴον μέλαν, ἡδύ τε μύρτονΚαλλιμάχου, στυφελοῦ μεστὸν ἀεὶ μέλιτος, λυχνίδα τ᾽ Εὐφορίωνος, ἰδ᾽ ἐν Μούσαις κυκλάμινον, ὃς Διὸς ἐκ κούρων ἔσχεν ἐπωνυμίην. τῇσι δ᾽ ἅμ᾽ Ἡγήσιππον ἐνέπλεκε, μαινάδα βότρυν, Πέρσου τ᾽ εὐώδη σχοῖνον ἀμησάμενος, σὺν δ᾽ ἅμα καὶ γλυκὺ μῆλον ἀπ᾽ ἀκρεμόνων Διοτίμου, καὶ ῥοιῆς ἄνθη πρῶτα Μενεκράτεος, σμυρναίους τε κλάδους Νικαινέτου, ἠδὲ Φαέννουτέρμινθον, βλωθρὴν τ᾽ ἀχράδα Σιμμίεω: ἐν δὲ καὶ ἐκ λειμῶνος ἀμωμήτοιο σελίνουβαιὰ διακνίζων ἄνθεα Παρθενίδος, λείψανὰ τ᾽ εὐκαρπεῦντα μελιστάκτων ἀπὸ Μουσέων, ξανθοὺς ἐκ καλάμης Βακχυλίδεω στάχυας: ἐν δ᾽ ἄρ᾽ Ἀνακρείοντα, τὸ μὲν γλυκὺ κεῖνο μέλισμα, νέκταρος, εἰς δ᾽ ἐλέγους ἄσπορον ἀνθέμιονἐν δὲ καὶ ἐκ φορβῆς σκολιότριχος ἄνθος ἀκάνθηςἈρχιλόχου, μικρὰς στράγγας ἀπ᾽ ὠκεανοῦ: τοῖς δ᾽ ἅμ᾽ Ἀλεξάνδροιο νέους ὄρπηκας ἐλαίης, ἠδὲ Πολυκλείτου πορφυρέην κύανον. ἐν δ᾽ ἄρ᾽ ἀμάρακον ἧκε, Πολύστρατον, ἄνθος ἀοιδῶν, φοίνισσάν τε νέην κύπρον ἀπ᾽ Ἀντιπάτρου: καὶ μὴν καὶ Συρίαν σταχυότριχα θήκατο νάρδον, ὑμνοθέταν, Ἑρμοῦ δῶρον ἀειδόμενονἐν δὲ Ποσείδιππόν τε καὶ Ἡδύλον, ἄγρι᾽ ἀρούρης, Σικελίδεὼ τ᾽ ἀνέμοις ἄνθεα φυόμενα. ναὶ μὴν καὶ χρύσειον ἀεὶ θείοιο Πλάτωνοςκλῶνα, τὸν ἐξ ἀρετῆς πάντοθι λαμπόμενονἄστρων τ᾽ ἴδριν Ἄρατον ὁμοῦ βάλεν, οὐρανομάκεωςφοίνικος κείρας πρωτογόνους ἕλικας, λωτὸν τ᾽ εὐχαίτην Χαιρήμονος, ἐν φλογὶ μίξαςΦαιδίμου, Ἀνταγόρου τ᾽ εὔστροφον ὄμμα βοός, τάν τε φιλάκρητον Θεοδωρίδεω νεοθαλῆἕρπυλλον, κυάμων τ᾽ ἄνθεα Φανίεω, ἄλλων τ᾽ ἔρνεα πολλὰ νεόγραφα: τοῖς δ᾽ ἅμα Μούσηςκαὶ σφετέρης ἔτι που πρώιμα λευκόια. ἀλλὰ φίλοις μὲν ἐμοῖσι φέρω χάριν ἔστι δὲ μύσταιςκοινὸς ὁ τῶν Μουσέων ἡδυεπὴς στέφανος.
1.5.8
νὺξ ἱερὴ καὶ λύχνε, συνίστορας οὔτινας ἄλλουςὅρκοις, ἀλλ᾽ ὑμέας, εἱλόμεθ᾽ ἀμφότεροιχὠ μὲν ἐμὲ στέρξειν, κεῖνον δ᾽ ἐγὼ οὔ ποτε λείψεινὠμόσαμεν κοινὴν δ᾽ εἴχετε μαρτυρίην. νῦν δ᾽ ὁ μὲν μὲν ὅρκια φησιν ἐν ὕδατι κεῖνα φέρεσθαι, λύχνε, σὺ δ᾽ ἐν κόλποις αὐτὸν ὁρᾷς ἑτέρων.
1.5.24
ψυχή μοι προλέγει φεύγειν πόθον Ἡλιοδώρας, δάκρυα καὶ ζήλους τοὺς πρὶν ἐπισταμένη. φησὶ μὲν ἀλλὰ φυγεῖν οὔ μοι σθένος: ἡ γὰρ ἀναιδὴςαὐτὴ καὶ προλέγει, καὶ προλέγουσα φιλεῖ.
1.5.57
τὴν περιφρυγομένην ψυχὴν ἂν πολλάκι καίῃς, φεύξετ᾽, Ἔρως: καὐτή, σχέτλι᾽, ἔχει πτέρυγας.
1.5.139
ἁδὺ μέλος, ναὶ Πᾶνα τὸν Ἀρκάδα, πηκτίδι μέλπεις, Ζηνοφίλα, ναὶ Πᾶν᾽, ἁδὺ κρέκεις τι μέλος. ποῖ σε φύγω; πάντῃ με περιστείχουσιν Ἔρωτες, οὐδ᾽ ὅσον ἀμπνεῦσαι βαιὸν ἐῶσι χρόνον. ἢ γάρ μοι μορφὰ βάλλει πόθον, ἢ πάλι μοῦσα, ἢ χάρις, ἢ τί λέγω; πάντα πυρὶ φλέγομαι.
1.7.195
Ἀκρίς, ἐμῶν ἀπάτημα πόθων, παραμύθιον ὕπνου, ἀκρίς, ἀρουραίη Μοῦσα, λιγυπτέρυγε, αὐτοφυὲς μίμημα λύρας, κρέκε μοί τι ποθεινόν, ἐγκρούουσα φίλοις ποσσὶ λάλους πτέρυγας, ὥς με πόνων ῥύσαιο παναγρύπνοιο μερίμνης, ἀκρί, μιτωσαμένη φθόγγον ἐρωτοπλάνον. δῶρα δέ σοι γήτειον ἀειθαλὲς ὀρθρινὰ δώσω, καὶ δροσερὰς στόματι σχιζομένας ψακάδας.
1.12.57
Πραξιτέλης ὁ πάλαι ζωογλύφος ἁβρὸν ἄγαλμαἄψυχον, μορφᾶς κωφὸν ἔτευξε τύπον, πέτρον ἐνειδοφορῶν: ὁ δὲ νῦν, ἔμψυχα μαγεύων, τὸν τριπανοῦργον Ἔρωτ᾽ ἔπλασεν ἐν κραδίᾳ. ἦ τάχα τοὔνομ᾽ ἔχει ταὐτὸν μόνον, ἔργα δὲ κρέσδω, οὐ λίθον, ἀλλὰ φρενῶν πνεῦμα μεταρρυθμίσας. ἵλαος πλάσσοι τὸν ἐμὸν τρόπον, ὄφρα τυπώσαςἐντὸς ἐμὴν ψυχὴν ναὸν Ἔρωτος ἔχῃ.
1.12.101
τόν με Πόθοις ἄτρωτον ὑπὸ στέρνοισι Μυΐσκοςὄμμασι τοξεύσας, τοῦτ᾽ ἐβόησεν ἔπος: τὸν θρασὺν εἷλον ἐγώ: τὸ δ᾽ ἐπ᾽ ὀφρύσι κεῖνο φρύαγμασκηπτροφόρου σοφίας ἠνίδε ποσσὶ πατῶ. τῷ δ᾽, ὅσον ἀμπνεύσας, τόδ᾽ ἔφηνφίλε κοῦρε, τί θαμβεῖς; καὐτὸν ἀπ᾽ Οὐλύμπου Ζῆνα καθεῖλεν Ἔρως.

Intertext edge

Open linked passage

Note