Fragmenta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/melito-of-sardis" aria-label="More works by Melito of Sardis">
—
⋯
Original / primary: Pg Scrape Grc
12.1.1
«Τὸ «κατεχόμενος τῶν κεράτων» ὁ Σύρος καὶ ὁ Ἑβραῖος κρεμάμενός φησιν ὡς σαφέστερον τυποῦν τὸν σταυρόν, ἀλλὰ καὶ τὸ «κριὸς» τοῦτο ἀκριβοῖ· οὐ γὰρ εἶπεν ἀμνός, νέος, ὡς ὁ Ἰσαάκ, ἀλλὰ «κριός», ὡς ὁ κύριος, τέλειος. Ὥσπερ δὲ «φυτὸν σαβέκ», τοῦτ' ἔστιν ἀφέσεως, ἐκάλεσε τὸν ἅγιον σταυρόν, οὕτω καὶ Ἰεζεκιὴλ ἐν τῷ τέλει «ὕδωρ ἀφέσεως» ἐκάλεσε τὸ ἐκτυποῦν τὸ ἅγιον βάπτισμα. Δύο γὰρ συνέστη τὰ ἄφεσιν ἁμαρτημάτων παρεχόμενα, πάθος διὰ Χριστὸν καὶ βάπτισμα.»