Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Fragmenta
Melito of SardisFrag 7 · pg-scrape-grcMore by Melito of Sardis
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/melito-of-sardis" aria-label="More works by Melito of Sardis"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1.1
Μελίτωνος ἐπισκόπου σάρδεων, ἐκ τοῦ λόγου εἰς πάθος· «Ὁ θεὸς πέπονθεν ὑπὸ δεξιᾶς Ἰσραηλίτιδος.» 8α. τ Μελίτων 8α. 1 Τὰ γὰρ Εἰρηναίου τε καὶ Μελίτωνος καὶ τῶν λοιπῶν τίς ἀγνοεῖ βιβλία, θεὸν καὶ ἄνθρωπον καταγγέλλοντα τὸν χριστόν; 8β. τ Μελίτωνος ἐπισκόπου Σάρδεων Περὶ Λουτροῦ 8β. 1 «Ποῖος δὲ χρυσός, ἢ ἄργυρος, ἢ χαλκός, ἢ σιδηρὸς πυρωθεὶς οὐ βαπτίζεται ὕδατι; ὁ μὲν αὐτῶν ἵνα φαιδρυνθῇ διὰ τῆς χρόας, ὁ δὲ ἵνα τονωθῇ διὰ τῆς βαφῆς. Ἡ δὲ σύμπασα γῆ ὄμβροις καὶ ποταμοῖς λούεται, καὶ λουσαμένη καλῶς γεωργεῖται. Ὁμοίως καὶ ἡ Αἰγυπτιακὴ γῆ λουσαμένη ποταμῷ πληθύνοντι αὔξει μὲν τὸ λήϊον, πληροῖ δὲ τὸν στάχυν, ἑκατοντάχοα δὲ γεωργεῖ διὰ καλοῦ λουτροῦ. Ἀλλὰ μὴν καὶ αὐτὸς ὁ ἀὴρ λούεται ταῖς τῶν ψεκάδων καταπομπαῖς. Λούεται καὶ ἡ τῶν ὄμβρων μήτηρ πολυανθὴς ἶρις, ὁπόταν κατὰ ῥευμάτων κυρτώσῃ ποταμούς, ὑδραγωγῷ πνεύματι προσκαλουμένη. Εἰ δὲ βούλῃ τὰ οὐράνια θεάσασθαι βαπτιζόμενα, ἐπάχθητι νῦν ἐπὶ τὸν ὠκεανόν, κἀκεῖ σοι δείξω θέαμα καινόν· πέλαγος ἀναπεπταμένον, καὶ θάλασσαν ἀόριστον, καὶ ἀπείρητον βυθόν, καὶ ἀμέτρητον ὠκεανόν, καὶ ὕδωρ καθαρόν, τὸ τοῦ ἡλίου βαπτιστήριον, καὶ τὸ τῶν ἄστρων λαμπτήριον, καὶ τὸ τῆς σελήνης λουτρόν· τὸ δὲ πῶς λούονται μυστικῶς, παρ' ἐμοῦ μάθε πιστῶς. Ἥλιος μὲν, διανοίξας τὸν τῆς ἡμέρας δρόμον πυρίνοις ἱππεύμασι, τῇ περιδινήσει τοῦ δρόμου πυροειδὴς γενόμενος καὶ ὡς λαμπὰς ἐξαφθείς, διακαύσας δὲ τὴν μέσην τοῦ δρόμου ζώνην, ὡς, ἂν πλησίον ὀφθῇ, δέκα ἀκτινοβόλοις ἀστραπαῖς καταφλέξαι τὴν γῆν, δυσωπούμενος κάτεισιν εἰς τὸν ὠκεανόν. Καθάπερ σφαῖρα χαλκῆ, πυρὸς ἔνδοθεν γέμουσα, πολὺ φῶς ἀπαστράπτουσα, λούεται ἐν ὕδατι ψυχρῷ, μέγα ἠχοῦσα, λαμπρυνομένη δὲ ἀπ' αὐγῆς· τὸ δὲ πῦρ ἔνδοθεν οὐ σβέννυται, ἀλλὰ πάλιν ἀπαστράπτει ἀνακαυθέν· οὕτω δὴ καὶ ὁ ἥλιος, πεπυρωμένος ὡς ἀστραπή, ὅλως οὐ τελευτῶν λούεται ἐν ὕδατι ψυχρῷ, ἀκοίμητον ἔχων τὸ πῦρ· λουσάμενος δὲ βαπτίσματι μυστικῷ, σφόδρα εὐφραίνεται, τὸ ὕδωρ ἔχων τροφήν· εἷς δὲ καὶ ὁ αὐτὸς ὤν, ὡς καινὸς τοῖς ἀνθρώποις ἀνατέλλει ἥλιος, τετονωμένος ἐκ βυθοῦ, κεκαθαρμένος ἐκ λουτροῦ· τὸ δὲ νυκτερινὸν ἐξελάσας σκότος, λαμπρὰν ἐγέννησεν ἡμέραν. Κατὰ δὲ τὸν τούτου δρόμον, καὶ ἡ τῶν ἄστρων κίνησις καὶ ἡ τῆς σελήνης φύσει ἐνεργεῖ· λούονται γὰρ εἰς τὸ τοῦ ἡλίου βαπτιστήριον, ὡς καλοὶ μαθηταί· οἱ γὰρ ἀστέρες μετὰ τῆς σελήνης κατ' ἴχνος τοῦ ἡλίου διώκουσιν, καθαρὰν ἔχοντες αὐγήν. Εἰ δὲ ὁ ἥλιος σὺν ἄστροις καὶ σελήνῃ λούεται ἐν ὠκεανῷ, διὰ τί καὶ ὁ Χριστὸς ἐν Ἰορδάνῃ οὐ λούεται; Βασιλεὺς οὐρανῶν, καὶ κτίσεως ἡγεμών, ἥλιος ἀνατολῆς, ὃς καὶ τοῖς ἐν ᾅδου νεκροῖς ἐφάνη καὶ τοῖς ἐν κόσμῳ βροτοῖς, καὶ μόνος ἥλιος οὗτος ἀνέτειλεν ἀπ' οὐρανοῦ.»

Intertext edge

Open linked passage

Note