Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Fragmenta
Melito of SardisFrag 9 · pg-scrape-grcMore by Melito of Sardis
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/melito-of-sardis" aria-label="More works by Melito of Sardis"> —
⋯
More
Original / primary: Pg Scrape Grc
9.1.1
«Ὡς γὰρ κριὸς ἐδέθη, φησὶ περὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ «ὡς ἀμνὸς ἐκάρη καὶ ὡς πρόβατον εἰς σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς» ἐσταυρώθη, καὶ ἐβάστασε τὸ ξύλον ἐπὶ τοῖς ὤμοις αὐτοῦ, ἀναγόμενος σφαγῆναι ὡς Ἰσαὰκ ὑπὸ τοῦ πατρὸς αὐτοῦ. Ἀλλὰ Χριστὸς ἔπαθεν, Ἰσαὰκ δὲ οὐκ ἔπαθεν· τύπος γὰρ ἦν τοῦ μέλλοντος πάσχειν Χριστοῦ. [̓ Αλλὰ καὶ ὁ τύπος τοῦ Χριστοῦ γενόμενος ἔκπληξιν καὶ φόβον παρεῖχεν τοῖς ἀνθρώποις. Ἦν γὰρ θεάσασθαι μυστήριον καινόν, υἱὸν ἀγόμενον ὑπὸ τοῦ πατρὸς ἐπ' ὄρος εἰς σφαγήν, ὃν συμποδίσας ἔθηκεν ἐπὶ τὰ ξύλα τῆς καρπώσεως, ἑτοιμάζων μετὰ σπουδῆς τὰ πρὸς τὴν σφαγὴν αὐτοῦ. Ὁ δὲ Ἰσαὰκ σιγᾷ, πεπεδημένος ὡς κριός, οὐκ «ἀνοίγων τὸ στόμα», οὐδὲ φθεγγόμενος φωνῇ. Τὸ γὰρ ξίφος οὐ φοβηθεὶς οὐδὲ τὸ πῦρ πτοηθεὶς οὐδὲ τὸ παθεῖν λυπηθεὶς ἐβάστασεν καρτερῶν τὸν τύπον τοῦ κυρίου. Ἦν οὖν ἐν μέσῳ προκείμενος Ἰσαὰκ πεποδισμένος ὡς κριός, καὶ Ἀβραὰμ παρεστὼς καὶ κρατῶν γυμνὸν τὸ ξίφος, οὐκ αἰδούμενος φονεῦσαι τὸν υἱὸν αὐτοῦ.»

Intertext edge

Open linked passage

Note