Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Dyskolos
MenanderDyskolos 1 · textus-receptusMore by Menander
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/menander" aria-label="More works by Menander"> —
⋯
More
Original / primary: Textus receptus
1.1
ΠάνΤῆς Ἀττικῆς νομίζετ’ εἶναι τὸν τόπον, Φυλήν, τὸ νυμφαῖον δ’ ὅθεν προέρχομαιΦυλασίων καὶ τῶν δυναμένων τὰς πέτραςἐνθάδε γεωργεῖν, ἱερὸν ἐπιφανὲς πάνυ. Τὸν ἀγρὸν δὲ τὸν ἐπὶ δεξί’ οἰκεῖ τουτονὶΚνήμων, ἀπάνθρωπός τις ἄνθρωπος σφόδρακαὶ δύσκολος πρὸς ἅπαντας, οὐ χαίρων τ’ ὄχλωι–« ὄχλωι» λέγω; Ζῶν οὗτος ἐπιεικῶς χρόνονπολὺν λελάληκεν ἡδέως ἐν τῶι βίωιοὐδεν< ί>, προσηγόρευκε πρότερος δ’ οὐδένα,
1.10
πλὴν ἐξ ἀνάγκης γειτνιῶν παριών τ’ ἐμὲτὸν Πᾶνα· καὶ τοῦτ’ εὐθὺς αὐτῶι μεταμέλει, εὖ οἶδ’. Ὅμως οὖν, τῶι τρόπωι τοιοῦτος ὤν, χήραν γυναῖκ’ ἔγημε, τετελευτηκότοςαὐτῆι νεωστὶ τοῦ λαϐόντος τὸ πρότερονὑοῦ τε καταλελειμμένου μικροῦ τότε. Ταύτηι ζυγομαχῶν οὐ μόνον τὰς ἡμέραςἐπιλαμϐάνων δὲ καὶ τὸ πολὺ νυκτὸς μέροςἔζη κακῶς. Θυγάτριον αὐτῶι γίνεται· ἔτι μᾶλλον. Ὡς δ’ ἦν τὸ κακὸν οἷον οὐθὲν ἂν
1.20
ἕτερον γένοιθ’, ὁ βίος τ’ ἐπίπονος καὶ πικρός, ἀπῆλθε πρὸς τὸν ὑὸν ἡ γυνὴ πάλιντὸν πρότερον αὐτῆι γενόμενον. Χωρίδιοντούτωι δ’ ὑπάρχον ἦν τι μικρὸν ἐνθαδὶἐν γειτόνων, οὗ διατρέφει νυνὶ κακῶςτὴν μητέρ’, αὑτόν, πιστὸν οἰκέτην θ’ ἕναπατρῶιον. Ἤδη δ’ ἐστὶ μειρακύλλιονὁ παῖς ὑπὲρ τὴν ἡλικίαν τὸν νοῦν ἔχων· προάγει γὰρ ἡ τῶν πραγμάτων ἐμπειρία. Ὁ γέρων δ’ ἔχων τὴν θυγατέρ’ αὐτὸς ζῆι μόνος
1.30
καὶ γραῦν θεράπαιναν, ξυλοφορῶν σκάπτων τ’, ἀεὶπονῶν, ἀπὸ τούτων ἀρξάμενος τῶν γειτόνωνκαὶ τῆς γυναικὸς μέχρι Χολαργέων κάτωμισῶν ἐφεξῆς πάντας. Ἡ δὲ παρθένοςγέγονεν ὁμοία τῆι τροφῆι τις, οὐδὲ ἓνεἰδυῖα φλαῦρον. Τὰς δὲ συντρόφους ἐμοὶΝύμφας κολακεύουσ’ ἐπιμελῶς τιμῶσά τεπέπεικεν αὐτῆς ἐπιμέλειαν σχεῖν τιναἡμᾶς· νεανίσκον τε καὶ μάλ’ εὐπόρουπατρὸς γεωργοῦντος ταλάντων κτήματα
1.40
ἐνταῦθα πολλῶν, ἀστικὸν τῆι διατριϐῆι, ἥκο] ντ’ ἐπὶ θήραν μετὰ κυνηγέτου τινὸς[] υ κατὰ τύχην παραϐαλόντ’ εἰς τὸν τόπον[]. Ἔχειν πως ἐνθεαστικῶς ποῶ. Ταῦτ’ ἐστὶ τὰ κεφάλαια, τὰ καθ’ ἕκαστα δὲὄψεσθ]’ ἐὰν βούλησθε– ϐουλήθητε δέ. Καὶ γὰ] ρ προσιόνθ’ ὁρᾶν δοκῶ μοι τουτονὶτὸν ἐρῶντα τόν τε συγκ~[ υνηγέτη] ν~ ἅμα, αὑτοῖς ὑπὲρ τούτων τι σ[ υγκοινουμ] ένους. ΧαιρέαςΤί φήις; Ἰδὼν ἐνθένδε παῖδ’ ἐλευθέραν
1.50
τὰς πλησίον Νύμφας στεφανοῦσαν, Σώστρατε, ἐρῶν ἀπῆλθες εὐθύς; Σώστρατος Εὐθύς. ΧαιρέαςὩς ταχύ. Ἦ τοῦτ’ ἐϐεϐούλευσ’ ἐξιών, ἐρᾶν τινος; ΣώστρατοςΣκώπτεις· ἐγὼ δὲ, Χαιρέα, κακῶς ἔχω. Χαιρέας Ἀλλ’ οὐκ ἀπιστῶ. Σώστρατος Διόπερ ἥκω παραλαϐὼνσὲ πρὸς τὸ πρᾶγμα, καὶ φίλον καὶ πρακτικὸνκρίνας μάλιστα. Χαιρέας Πρὸς τὰ τοιαῦτα, Σώστρατε, οὕτως ἔχω· παραλαμϐάνει τις τῶν φίλωνἐρῶν ἑταίρας· εὐθὺς ἁρπάσας φέρω, μεθύω, κατακάω, λόγον ὅλως οὐκ ἀνέχομαι·
1.60
πρὶν ἐξετάσαι γὰρ ἥτις ἐστί, δεῖ τυχεῖν. Τὸ μὲν βραδύνειν γὰρ τὸν ἔρωτ’ αὔξει πολύ, ἐν τῶι ταχέως δ’ ἔνεστι παύσασθαι ταχύ. γάμον λέγει τις καὶ κόρην ἐλευθέραν· ἕτερος τίς εἰμ’ ἐνταῦθα· πυνθάνομαι γένος, ϐίον, τρόπους. Εἰς πάντα τὸν λοιπὸν χρόνονμνείαν γὰρ ἤδη τῶι φίλωι καταλείπομαιὡς ἂν διοικήσω περὶ ταῦτα. Σώστρατος Καὶ μάλ’ εὖ( οὐ πάνυ δ’ ἀρεσκόντως ἐμοί). Χαιρέας Καὶ νῦν γε δεῖταῦτα διακοῦσαι πρῶτον ἡμᾶς.
1.70
Σώστρατος ὄρθριοντὸν Πυῤῥίαν τὸν συγκυνηγὸν οἴκοθενἐγὼ πέπομφα– Χαιρέας Πρὸς τίνα; Σώστρατος αὐτῶι τῶι πατρὶἐντευξόμενον τῆς παιδὸς ἢ τῶι κυρίωιτῆς οἰκίας ὅστις ποτ’ ἐστίν. Χαιρέας Ἡράκλεις, οἷον λέγεις. Σώστρατος ἥμαρτον· οὐ γὰρ οἰκέτηιἥρμοττ’ ἴσως τὸ τοιοῦτ< ό γ’>. ἀλλ’ οὐ ῥάιδιονἐρῶντα συνιδεῖν ἐστι τί ποτε συμφέρει· καὶ τὴν διατριϐὴν ἥτις ἔστ’ αὐτοῦ πάλαιτεθαύμακ’· εἰρήκειν γὰρ εὐθὺς οἴκαδε
1.80
αὐτῶι παρεῖναι πυθομένωι τἀνταῦθά μοι. Πυῤῥίαςπάρες, φυλάττου, πᾶς ἄπελθ’ ἐκ τοῦ μέσου· μαίνεθ’ ὁ διώκων, μαίνεται. Σώστρατος τί τοῦτο, παῖ; Πυῤῥίας φεύγετε. Σώστρατοςτί ἐστι; Πυῤῥίας Βάλλομαι βώλοις, λίθοις· ἀπόλωλα. Σώστρατος Βάλλει; ποῖ, κακόδαιμον; Πυῤῥίας οὐκέτιἴσως διώκει; Σώστρατος μὰ Δία. Πυῤῥίας ἐγὼ δ’ ὤιμην. Σώστρατος τί δαὶλέγεις; Πυῤῥίας ἀπαλλαγῶμεν, ἱκετεύω σε. Σώστρατος ποῖ; Πυῤῥίαςἀπὸ τῆς θύρας ἐντεῦθεν ὡς ποῤῥωτάτω. Ὀδύνης γὰρ ὑὸς ἦ< ν>· κακοδαιμ< ον> ῶν τις ἢμελαγχολῶν ἅνθρωπος οἰκῶ[ ν ἐνθαδ] ὶ
1.90
τὴν οἰκίαν πρὸς ὅν μ’ ἔπεμπ~[ εςμεγάλου κακοῦ· τοὺς δακτύλους[ κατέαξα γὰρσχεδόν τι προσπταίων ἅπα[ νταςΣώστρατοςἐλθών; Πυῤῥίας τί; πεπαρώινηκε. δεῦ[ ροΣώστρατος(?) εὔδηλός ἐστι. Πυῤῥίας νὴ Δί’, ἐξώλ[ ης ἄρα, Σώστρατ’, ἀπολο[ ίμην· ἔχε] δέ πως φυλακτικῶς. ἀλλ’ οὐ δύναμαι λ[ έγειν, προ] σέστηκεν δέ μοιτὸ πνεῦμα. κόψας τὴν θύραν τῆς οἰκίαςτὸν κύριον ζητεῖν ἔφην· προῆλθέ μοιγραῦς τις κακοδαίμων, αὐτόθεν δ’ οὗ νῦν λέγων
1.100
ἕστηκ’ ἔδειξεν αὐτὸν ἐπὶ τοῦ λοφιδίουἐκεῖ περιφθειρόμενον ἀχράδας, ἦ πολὺνκύφων’ ἑαυτῶι συλλέγοντα. Χαιρέας ὡς ὀργίλως. τί, ὦ μακάριε; Πυῤῥίαςἐγὼ μὲν εἰς τὸ χωρίονἐμϐὰς ἐπορευόμην πρὸς αὐτὸν καὶ πάνυπόῤῥωθεν, εἶναί τις φιλάνθρωπος σφόδραἐπιδέξιός τε βουλόμενος προσεῖπα καὶ« ἥκω τι» φημί« πρός σε, πάτερ, ἰδεῖν τί σεσπεύδων ὑπὲρ σοῦ πρᾶγμ’»·< ὁ δ’> εὐθύς,« ἀνόσιεἄνθρωπέ,» φησιν,« εἰς τὸ χωρίον δέ μου
1.110
ἥκεις< σύ;> τί μαθών;» βῶλον αἴρεταί τινα· ταύτην ἀφίησ’ εἰς τὸ πρόσωπον αὐτό μου. Χαιρέαςἐς κόρακας. Πυῤῥίας ἐν ὅσωι δ’« ἀλλά σ’ ὁ Ποσειδῶν–» λέγωνκατέμυσα, χάρακα λαμϐάνει πάλιν τινά· ταύτηι μ’ ἐκάθαιρε,« σοὶ δὲ κἀμοὶ πρᾶγμα τίἐστιν;» λέγων,« τὴν δημοσίαν οὐκ οἶσθ’ ὁδόν;» ὀξύτατον ἀναϐοῶν τι. Χαιρέας μαινόμενον λέγειςτελέως γεωργόν. Πυῤῥίας τὸ δὲ πέρας· φεύγοντα γὰρδεδίωχ’ ἴσως με στάδια πέντε καὶ δέκα, περὶ τὸν λόφον πρώτιστον, εἶθ’ οὕτω κάτω
1.120
εἰς τὸ δασὺ τοῦτο, σφενδονῶν βώλοις, λίθοις, ταῖς ἀχράσιν ὡς οὐκ εἶχεν οὐδὲν ἄλλ’ ἔτι. ἀνήμερόν τι πρᾶγμα τελέως, ἀνόσιοςγέρων. ἱκετεύω σ’, ἄπιτε. Σώστρατος δειλίαν λέγεις. Πυῤῥίαςοὐκ ἴστε τὸ κακὸν οἷόν ἐστι. κατέδεταιἡμᾶς. Χαιρέας τυχὸν ἴσως< ὅδ’> ὀδυνώμενός τι νῦντετύχηκε· διόπερ ἀναϐαλέσθαι μοι δοκεῖαὐτῶι προσελθεῖν, Σώστρατ’· εὖ τοῦτ’ ἴσθ’ ὅτιπρὸς πάντα πράγματ’ ἐστὶ πρακτικώτερονεὐκαιρία. Πυῤῥίας νοῦν ἔχετε. Χαιρέαςὑπέρπικρον δέ τι
1.130
ἐστὶν πένης γεωργός, οὐχ οὗτος μόνος, σχεδὸν δ’ ἅπαντες. ἀλλ’ ἕωθεν αὔριονἐγὼ πρόσειμ’ αὐτῶι μόνος, τὴν οἰκίανἐπείπερ οἶδα. νῦν δ’ ἀπελθὼν οἴκαδεκαὶ σὺ διάτριϐε· τοῦτο δ’ ἕξει κατὰ τρόπον. Πυῤῥίαςπράττωμεν οὕτως. Σώστρατοςπρόφασιν οὗτος ἄσμενοςεἴληφεν· εὐθὺς φανερὸς ἦν οὐχ ἡδέωςμετ’ ἐμοῦ βαδίζων οὐδὲ δοκιμάζων πάνυτὴν ἐπιϐολ] ὴν τὴν τοῦ γάμου. κακὸν δὲ σὲκακῶς ἅπ] αντες ἀπολέσειαν οἱ θεοί,
1.140
μαστιγία.] Πυῤῥίας[ τί δ’] ἠδίκηκα, Σώστρατε; Σώστρατοςκακῶς ἐπό] εις τὸ χωρίον τι δηλαδή. Πυῤῥίαςοὐ μὰ Δί’] ἔκλεπτον. Σώστρατος ἀλλ’ ἐμαστίγου σέ τιςοὐδὲν ἀδικοῦντα; Πυῤῥίας καὶ πάρεστί γ’ οὑτοσίαὐτὸς– ὑπάγω, βέλτιστε. σὺ δὲ τούτωι λάλει. Σώστρατοςοὐκ ἂν δυναίμην· ἀπίθανός τις εἴμ’ ἀεὶἐν τῶι λαλεῖν. ποῖον λέγει[] νι; οὐ πάνυ φιλάνθρωπον β[ λέπειν μ] οι φαίνεται, μὰ τὸν Δί’· ὡς δ’ ἐσπούδακ’. ἐ[ πανάξ] ω βραχὺἀπὸ τῆς θύρας. βέλτιον. ἀλλὰ κ~[ αὶ β] οᾶι
1.150
μόνος βαδίζων. οὐχ ὑγιαίνειν μοι δοκεῖ. δέδοικα μέντοι, μὰ τὸν Ἀπόλλω καὶ θεούς, αὐτόν. τί γὰρ ἄν τις μὴ οὐχὶ τἀληθῆ λέγοι; Κνήμωνεἶτ’ οὐ μακάριος ἦν ὁ Περσεὺς κατὰ δύοτρόπους ἐκεῖνος, ὅτι πετηνὸς ἐγένετοκοὐδενὶ συνήντα τῶν βαδιζόντων χαμαί, εἶθ’ ὅτι τοιοῦτο κτῆμ’ ἐκέκτηθ’ ὧι λίθουςἅπαντας ἐπόει τοὺς ἐνοχλοῦντας; ὅπερ ἐμοὶνυνὶ γένοιτ’· οὐδὲν γὰρ ἀφθονώτερονλιθίνων γένοιτ’< ἂν> ἀνδριάντων πανταχοῦ.
1.160
νῦν δ’ οὐ βιωτόν ἐστι, μὰ τὸν Ἀσκληπιόν. λαλοῦσ’ ἐπεμϐαίνοντες εἰς τὸ χωρίονἤδη· παρ’ αὐτὴν τὴν ὁδὸν γάρ, νὴ Δία, εἴωθα διατρίϐειν· ὃς οὐδ’ ἐργάζομαιτοῦτο τὸ μέρος< τοῦ> χωρίου, πέφευγα δὲδιὰ τοὺς παριόντας. ἀλλ’ ἐπὶ τοὺς λόφους ἄνωἤδη διώκουσ’. ὢ πολυπληθείας ὄχλου. οἴμοι, πάλιν τις οὑτοσὶ πρὸς ταῖς θύραιςἕστηκεν ἡμῶν. Σώστρατος ἆρα τυπτήσει γέ με; Κνήμωνἐρημίας οὐκ ἔστιν οὐδαμοῦ τυχεῖν,
1.170
οὐδ’ ἂν ἀπάγξασθαί τις ἐπιθυμῶν τύχηι. Σώστρατοςἐμοὶ χαλεπαίνει< ς>; περιμένω, πάτερ, τινὰἐνταῦθα· συνεθέμην γάρ. Κνήμων οὐκ ἐγὼ‘ λεγον; τουτὶ στοὰν νενομίκατ’ ἢ τὸ τοῦ Λεώ; πρὸς τὰς ἐμὰς θύρας, ἐὰν ἰδεῖν τιναϐούλησθε, συντάττεσθ’ ἀπαντᾶν· παντελῶς, καὶ θῶκον οἰκοδομήσατ’, ἂν ἔχητε νοῦν, μᾶλλον δὲ καὶ συνέδριον. ὢ τάλας ἐγώ, ἐπηρεασμὸς τὸ κακὸν εἶναί μοι δοκεῖ. Σώστρατοςοὐ τοῦ τυχόντος, ὡς ἐμοὶ δοκεῖ, πόνου
1.180
τουτὶ τὸ πρᾶγμά< γ’> ἀλλὰ συντονωτέρου. πρόδηλόν ἐστιν. ἆρ’ ἐγὼ πορεύσομαιἐπὶ τὸν Γέταν τὸν τοῦ πατρός; νὴ τοὺς θεοὺςἔγωγ’· ἔχει< τι> διάπυρον καὶ πραγμάτωνἔμπειρός ἐστιν παντοδαπῶν· τὸ δύσκολοντὸ τοῦδ’ ἐκεῖνος<> ἀπώσετ’, οἶδ’ ἐγώ. τὸ μὲν χρόνον γὰρ ἐμποεῖν τῶι πράγματιἀποδοκιμάζω. πόλλ’ ἐν ἡμέραι μίαιγένοιτ’ ἄν. ἀλλὰ τὴν θύραν πέπληχέ τις. Κόρηοἴμοι τάλαινα τῶν ἐμῶν ἐγὼ κακῶν·
1.190
τί νῦν ποήσω; τὸν κάδον γὰρ ἡ τροφὸςἱμῶσ’ ἀφῆκεν εἰς τὸ φρέαρ. Σώστρατος ὦ Ζεῦ πάτερ, καὶ Φοῖϐε Παιάν, ὦ Διοσκόρω φίλω, κάλλους ἀμάχου. Κόρη θερμὸν< δ’> ὕδωρ πρ[ οσέταξέ μοιποιεῖν ὁ πάππας ἐξιών. Σώστρατος ἄνδρε[ ς, τέρας. Κόρηἐὰν δὲ τοῦτ’ αἴσθητ’, ἀπολεῖ κακ[ παίων ἐκείνην. οὐ σχολὴ ματ[ ὦ φίλταται Νύμφαι, παρ’ ὑμῶν λη[ πτέον. αἰσχύνομαι μέν, εἴ τινες θύουσ’ ἄ[ ραἔνδον, ἐνοχλεῖν– Σώστρατος ἀλλ’ ἂν ἐμοὶ δ[ ῶις, αὐτίκα
1.200
βάψας ἐγώ σοι τ[ ὴν ὑδρίαν ἥ] ξω φέρων. Κόρηναὶ πρὸς θεῶν, ἅ[ νυσον δέ.] Σώστρατος ἐλευθερίως γέ πωςἄγροικός ἐστιν. ὦ πολυτίμητοι θεοί, τίς ἂν ἐμὲ σώσαι δ~[ αιμό] νων; Κόρη τάλαιν’ ἐγώ, τίς ἐψόφηκεν; ἆρ’ ὁ πάππας ἔρχεται; ἔπειτα πληγὰς λήψομ’ ἄν με καταλάϐηιἔξω. Δᾶος διατρίϐω σοι διακονῶν πάλαιἐνταῦθ’, ὁ δὲ σκάπτει μόνος. πορευτέονπρὸς ἐκεῖνόν ἐστιν. ὦ κάκιστ’ ἀπολουμένηΠενία, τί σ’ ἡμεῖς τηλικοῦτ’ ἐφεύρομεν;
1.210
τί τοσοῦτον ἡμῖν ἐνδελεχῶς οὕτω χρόνονἔνδον κάθησαι καὶ συνοικεῖς; Σώστρατος λάμϐανετηνδί. Κόρη φέρε δεῦρο. Δᾶος τί ποτε βούλεθ’ οὑτοσὶἅνθρωπος; Σώστρατος ἔῤῥωσ’, ἐπιμελοῦ τε τοῦ πατρός. οἴμοι, κακοδαίμων. παῦε θρηνῶν, Σώστρατε· ἔσται κατὰ τρόπον. Δᾶος κατὰ τρόπον τί; Σώστρατος μὴ φοϐοῦ, ἀλλ’ ὅπερ ἔμελλες ἄρτι τὸν Γέταν λαϐὼνἐπάνηκ’, ἐκείνωι πᾶν τὸ πρᾶγμ’ εἰπὼν σαφῶς. Δᾶοςτουτὶ τὸ κακὸν τί ποτ’ ἐστίν; ὡς οὔ μοι πάνυτὸ πρᾶγμ’ ἀρέσκει. μειράκιον διακονεῖ
1.220
κόρηι· πονηρόν. ἀλλά σ’, ὦ Κνήμων, κακὸνκακῶς ἅπαντες ἀπολέσειαν οἱ θεοί. ἄκακον κόρην μόνην ἀφεὶς ἐν ἐρημίαιἐᾶις, φυλακὴν οὐδεμίαν ὡς προσῆκον ἦνποιούμενος. τουτὶ καταμανθάνων ἴσωςοὗτος προσεῤῥύη, νομίζων ὡσπερεὶἕρμαιον. οὐ μὴν ἀλλὰ< τ> ἀδελφῶι γε δεῖαὐτῆς φράσαι με τὴν ταχίστην ταῦθ’, ἵναἐν ἐπιμελείαι τῆς κόρης γενώμεθα. ἤδη δὲ τοῦτ’ ἐλθὼν ποήσειν μοι δοκῶ.
1.230
καὶ γὰρ προσιόντας τούσδε Πανιστάς τιναςεἰς τὸν τόπον δεῦρ’ ὑποϐεϐρεγμένους ὁρῶ, οἷς μὴ‘ νοχλεῖν εὔκαιρον εἶναί μοι δοκεῖ. ΧοροῦΓοργίαςοὕτω παρέργως δ’, εἰπέ μοι, τῶι πράγματιφαύλως τ’ ἐχρήσω; Δᾶος πῶς; Γοργίας ἔδει σε, νὴ Δία, τὸν τῆι κόρηι προσιόντα,< Δᾶ’>, ὅστις ποτ’ ἦν, ἰδεῖν τότ’ εὐθύς, τοῦτο τοῦ λοιποῦ χρόνουεἰπεῖν θ’ ὅπως μηδείς ποτ’ αὐτὸν ὄψεταιποιοῦντα· νυνὶ δ’ ὥσπερ ἀλλοτρίου τινὸςπράγματος ἀπέστης. οὐκ ἔνεστ’ ἴσως φυγεῖν
1.240
οἰκειότητα, Δᾶ’. ἀδελφῆς ἔτι μέλειἐμῆ[ ς]. ὁ πατὴρ ἀλλότριος εἶναι βούλεταιαὐτῆς πρὸς ἡμᾶς· μὴ τὸ τούτου δύσκολονμιμώμεθ’ ἡμεῖς· ἂν γὰρ αἰσχύνηι τινὶαὕτη] περιπέσηι, τοῦτο κἀμοὶ γίνεταιὄνειδο] ς. ὁ γὰρ ἔξωθεν οὐ τὸν αἴτιονὅστις] πότ’ ἐστιν οἶδεν, ἀλλὰ τὸ γεγονός.[] ν~. Δᾶος ὦ τᾶν, τὸν γέροντα, Γοργία, δέδοικ’· ἐ] ὰν γὰρ τῆι θύραι προσιόντα μελάϐηι, κρ] εμᾶι παραχρῆμα. Γοργίας δυσχρήστως γέ πως
1.250
[ ζυ] γομαχῶν τοῦτον οὔθ’ ὅτωι τρόπωιἀναγκάσαι τις εἰς τὸ βέλτι[ ον......] νοὔτ’ ἂν μεταπείσαι νουθετῶν ο[.......] ςἀλλ’ ἐμποδὼν τῶι μὲν βιάσασθαι τὸν νόμονἔχει μεθ’ αὑτοῦ, τῶι δὲ πεῖσαι τὸν τρόπον. Δᾶοςμικρὸν δ’ ἐπίσχες· οὐ μάτην γὰρ ἥκομεν, ἀλλ’ ὥσπερ εἶπον ἔρχετ’ ἀνακάμψας πάλιν. Γοργίαςὁ τὴν χλανίδ’ ἔχων; οὗτος ἐστὶν ὃν λέγεις; Δᾶος οὗτος. Γοργίας κακοῦργος εὐθὺς ἀπὸ τοῦ βλέμματος. Σώστρατοςτὸν μὲν Γέταν οὐκ ἔνδον ὄντα κατέλαϐον,
1.260
μέλλουσα δ’ ἡ μήτηρ θεῶι θύειν τινί– οὐκ οἶδ’ ὅτωι– ποιεῖ δὲ τοῦθ’ ὁσημέραι, περιέρχεται θύουσα τὸν δῆμον κύκλωιἅπαντ’– ἀπέσταλκ’ αὐτὸν αὐτόθεν τινὰμισθωσόμενον μάγειρον. ἐῤῥῶσθαι δὲ τῆιθυσίαι φράσας ἥκω πάλιν πρὸς τἀνθάδε. καί μοι δοκῶ τοὺς περιπάτους τούτους ἀφεὶςαὐτὸς διαλέξεσθ’ ὑπὲρ ἐμαυτοῦ. τὴν θύρανκόψω δ’, ἵν’ ἦι μοι μηδὲ βουλεύσασθ’ ἔτι. Γοργίαςμειράκιον, ἐθελήσαις ἂν ὑπομεῖναι λόγον
1.270
σπουδαιότερόν μου; Σώστρατος καὶ μάλ’ ἡδέως· λέγε. Γοργίαςεἶναι νομίζω πᾶσιν ἀνθρώποις ἐγὼτοῖς τ’ εὐτυχοῦσιν τοῖς τε πράττουσιν κακῶςπέρας τι τούτου καὶ μεταλλαγήν τινα, καὶ τῶι μὲν εὐτυχοῦντι μέχρι τούτου μένειντὰ πράγματ’ εὐθενοῦντ’ ἀεὶ τὰ τοῦ βίουὅσον ἂν χρόνον φέρειν δύνηται τὴν τύχηνμηδὲν ποήσας ἄδικον· εἰς δὲ τοῦθ’ ὅτανἔλθηι προαχθεὶς τοῖς ἀγαθοῖς, ἐνταῦθά πουτὴν μεταϐολὴν τὴν εἰς τὸ χεῖρον λαμϐάνει·
1.280
τοῖς δ’ ἐνδεῶς πράττουσιν, ἂν μηδὲν κακὸνποιῶσιν ἀποροῦντες, φέρωσιν δ’ εὐγενῶςτὸν δαίμον’, εἰς πίστιν ποτ’ ἐλθόντας χρόνωι, ϐελτίον’ εἶναι μερίδα προσδοκᾶν τινα. τί οὖν λέγω; μήτ’ αὐτός, εἰ σφόδρ’ εὐπορεῖς, πίστευε τούτωι, μήτε τῶν πτωχῶν πάλινἡμῶν καταφρόνει· τοῦ διευτυχεῖν δ’ ἀεὶπάρεχε σεαυτὸν τοῖς ὁρῶσιν ἄξιον. Σώστρατοςἄτοπον δέ σοι τι φαίνομαι νυνὶ ποεῖν; Γοργίαςἔργον δοκεῖς μοι φαῦλον ἐζηλωκέναι,
1.290
πείσειν νομίζων ἐξαμαρτεῖν παρθένονἐλευθέραν, ἢ καιρὸν ἐπιτηρῶν τινακατεργάσασθαι πρᾶγμα θανάτων ἄξιονπολλῶν. Σώστρατος Ἄπολλον. Γοργίας οὐ δίκαιόν ἐστι γοῦντὴν σὴν σχολὴν τοῖς ἀσχολουμένοις κακὸνἡμῖν γενέσθαι. τῶν δ’ ἁπάντων ἴσθ’ ὅτιπτωχὸς ἀδικηθείς ἐστι δυσκολώτατο[ ν. πρῶτον μέν ἐστ’ ἐλεινός, εἶτα λαμϐάνειοὐκ εἰς ἀδικίαν ὅσα πέπονθ’, ἀλλ’ εἰς[ ὕϐριν. Σώστρατοςμειράκιον, οὕτως εὐτυχοίης, βραχ[ ύ τι μου
1.300
ἄκουσον– Δᾶος εὖ γε, δέσποθ’, οὕτω πολλά[ μοιἀγαθὰ γένοιτο. Σώστρατος– καὶ σύ γ’, ὁ λαλῶν πρ[ ὶν μαθεῖν. κόρην τιν’ εἶδο[ ν ἐνθαδί· τ] αύτης ἐρῶ. εἰ τοῦτ’ ἀδίκημ’ ε~[ ἴρηκ] α~ ς, ἠδίκηκ’ ἴσως. τί γὰρ ἄν τις εἴποι; π[ λὴν π] ορεύομ’ ἐνθάδεοὐχὶ πρὸς ἐκείνην, βούλομαι δ’ αὐτῆς ἰδεῖντὸν πατέρ’. ἐγὼ γάρ, ὢν ἐλεύθερος, βίονἱκανὸν ἔχων, ἕτοιμός εἰμι λαμϐάνειναὐτὴν ἄπροικον, πίστιν ἐπιθεὶς διατελεῖνστέργων. ἐπὶ κακῶι δ’ εἰ προσελήλυθ’ ἐνθάδε
1.310
ἢ βουλόμενος ὑμῶν< τι> κακοτεχνεῖν λάθραι, οὗτός μ’ ὁ Πάν, μειράκιον, αἱ Νύμφαι θ’ ἅμαἀπόπληκτον αὐτοῦ πλησίον τῆς οἰκίαςἤδη ποήσειαν. τετάραγμ’,< εὖ> ἴσθ’ ὅτι, οὐδὲ μετρίως, εἴ σοι τοιοῦτος φαίνομαι. Γοργίαςἀλλ’ εἴ τι κἀγὼ τοῦ δέοντος σφοδρότερονεἴρηκα, μηδὲν τοῦτο λυπείτω σ’ ἔτι. ἅμα γὰρ μεταπείθεις ταῦτα καὶ φίλον μ’ ἔχεις. οὐκ ἀλλότριος δ’ ὤν, ἀλλ’ ἀδελφὸς τῆς κόρηςὁμομήτριος, βέλτιστε, ταῦτά σοι λέγω. Σώστρατος
1.320
καὶ χρήσιμός γ’ εἶ, νὴ Δί’, εἰς τὰ λοιπά μοι. Γοργίαςτί χρήσιμος; Σώστρατος γεννικὸν ὁρῶ σε τῶι τρόπωι. Γοργίαςοὐ πρόφασιν εἰπὼν βούλομ’ ἀποπέμψαι κενήν, τὰ δ’ ὄντα πράγματ’ ἐμφανίσαι. ταύτηι πατήρἐσθ’ οἷος οὐδεὶς γέγονεν οὔτε τῶν πάλαιἄνθρωπος οὔτε τῶν καθ’ ἡμᾶς. Σώστρατος ὁ χαλεπός· σχεδὸν οἶδα. Γοργίας ὑπερϐολή τις ἐστὶν τοῦ κακοῦ. τούτωι ταλάντων ἔστ’ ἴσως τουτὶ δυεῖντὸ κτῆμα. τοῦτ’ αὐτὸς γεωργῶν διατελεῖμόνος, συνεργὸν δ’ οὐδέν’ ἀνθρώπων ἔχων,
1.330
οὐκ οἰκέτην οἰκεῖον, οὐκ ἐκ τοῦ τόπουμισθωτόν, οὐχὶ γείτον’, ἀλλ’ αὐτὸς μόνος. ἥδιστόν ἐστ’ αὐτῶι γὰρ ἀνθρώπων ὁρᾶνοὐδένα. μεθ’ αὑτοῦ τὴν κόρην ἐργάζεταιἔχων τὰ πολλά· προσλαλεῖ ταύτηι μόνηι, ἑτέρωι δὲ τοῦτ’ οὐκ ἂν ποήσαι ῥαιδίως. τότε φησὶν ἐκδώσειν ἐκείνην, ἡνίκ’ ἂνὁμότροπον αὑτῶι νυμφίον λάϐηι. Σώστρατος λέγειςοὐδέποτε. Γοργίας μὴ δὴ πράγματ’, ὦ βέλτιστ’, ἔχε· μάτην γὰρ ἕξεις. τοὺς δ’ ἀναγκαίους ἔα
1.340
ἡμᾶς φέρειν ταῦθ’, οἷς δίδωσιν ἡ τύχη. Σώστρατοςπρὸς τῶν θεῶν οὐπώποτ’ ἠράσθης τινός, μειράκιον; Γοργίας οὐδ’ ἔξεστί μοι, βέλτιστε. Σώστρατος πῶς; τίς ἔσθ’ ὁ κωλύων; Γοργίας ὁ τῶν ὄντων κακῶνλογισμός, ἀνάπαυσιν διδοὺς οὐδ’ ἡντινοῦν. Σώστρατοςοὔ μοι δοκεῖς· ἀπειρότερον γοῦν διαλέγειπερὶ ταῦτ’· ἀποστῆναι κελεύεις μ’. οὐκέτιτοῦτ’ ἐσ] τὶν ἐπ’ ἐμοί, τῶι θεῶι δέ. Γοργίας τοιγαροῦνοὐδὲ] ν ἀδικεῖς ἡμᾶς, μάτην δὲ κακοπαθεῖς. Σώστρατοςοὐκ, εἰ λά] ϐοιμι τὴν κόρην. Γοργίας οὐκ ἂν λάϐοις.
1.350
[] υνα† συν< α> κολουθήσας ἐμοὶ[] παρατης†· πλησίον γὰρ τὴν νάπηνἐργάζε] θ~’ ἡμῶν. Σώστρατος πῶς; Γοργίας λόγον τιν’ ἐμϐαλῶπερὶ τοῦ] γάμου< τοῦ> τῆς κόρης· τὸ τοιοῦτο γὰρἴδοιμι κἂ] ν αὐτὸς γενόμενον ἄσμενος. εὐθὺς μαχεῖται πᾶσι, λοιδορούμενοςεἰς τοὺς βίους οὓς ζῶσι· σὲ δ’[ ἄγοντ’ ἂν] ἴδηισχολὴν τρυφῶντά τ’, οὐδ’ ὁρῶν γ’ ἀνέξεται. Σώστρατοςνῦν ἔστ’ ἐκεῖ; Γοργίας μὰ Δί’, ἀλλὰ μ[ ικρ] ὸν ὕστερονἔξεισιν ἣν εἴωθεν. Σώστρατος ὦ τᾶν, τὴν κόρην
1.360
ἄγων μεθ’ αὑτοῦ, φήις; Γοργίας ὅπως ἂν τοῦτό γετύχηι. Σώστρατος Βαδίζειν< εἰμ’> ἕτοιμος οἷ λέγεις. ἀλλ’, ἀντιϐολῶ, συναγώνισαί μοι. Γοργίας τίνα τρόπον; Σώστρατοςὅντινα τρόπον; προάγωμεν οἷ λέγεις. Δᾶος τί οὖν; ἐργαζομένοις ἡμῖν παρεστήξεις ἔχωνχλανίδα; Σώστρατος τί δὴ γὰρ οὐχί; Δᾶος ταῖς βώλοις βαλεῖεὐθύς σ’, ἀποκαλεῖ τ’ ὄλεθρον ἀργόν. ἀλλὰ δεῖσκάπτειν μεθ’ ἡμῶν σ’· εἰ τύχοι γάρ, τοῦτ’ ἰδὼνἴσως ἂν ὑπομείνειε καὶ παρὰ σοῦ τιναλόγον, νομίσας αὐτουργὸν εἶναι τῶι βίωι
1.370
πένητα. Σώστρατος ἕτοιμος πάντα πειθαρχεῖν. ἄγε. Γοργίαςτί κακοπαθεῖν σαυτὸν βιάζηι; Δᾶος Βούλομαιὡς πλεῖστον ἡμᾶς ἐργάσασθαι τήμεροντοῦτόν τε τὴν ὀσφῦν ἀποῤῥήξανθ’ ἅμαπαύσασθ’ ἐνοχλοῦνθ’ ἡμῖν προσιόντα τ’ ἐνθάδε. Σώστρατοςἔκφερε δίκελλαν. Δᾶοςτὴν παρ’ ἐμοῦ λαϐὼν ἴθι. τὴν αἱμασιὰν ἐποικοδομήσω γὰρ τέωςἐγώ. ποητέον δὲ καὶ τοῦτ’ ἐστί. Σώστρατοςδός. ἀπέσωσας. Δᾶοςὑπάγω, τρόφιμ’· ἐκεῖ διώκετε. Σώστρατοςοὕτως ἔχω· παραποθανεῖν ἤδη με δεῖ
1.380
ἢ ζῆν ἔχοντα τὴν κόρην. Γοργίας εἴπερ λέγειςἃ φρονεῖς, ἐπιτύχοις. Σώστρατος ὦ πολυτίμητοι θεοί, οἷς ἀποτρέπεις νυνὶ γὰρ ὡς οἴει με σύ, τούτοις παρώξυμμ’ εἰς τὸ πρᾶγμα διπλασίως. εἰ μὴ γὰρ ἐν γυναιξίν ἐστιν ἡ κόρητεθραμμένη μηδ’ οἶδε τῶν ἐν τῶι βίωιτούτων κακῶν μηδὲν ὑπὸ τηθίδος τινὸςδειδισαμένη μαίας τ’, ἐλευθερίως δέ πωςμετὰ πατρὸς ἀγρίου μισοπονήρου τῶι τρόπωι, πῶς οὐκ ἐπιτυχεῖν ἐστι ταύτης μακάριον;
1.390
ἀλλ’ ἡ δίκελλ’ ἄγει τάλαντα τέτταρααὕτη· προαπολεῖ μ’. οὐ μαλακιστέον δ’ ὅμως, ἐπείπερ ἦργμαι καταπονεῖν τὸ πρᾶγμ’ ἅπαξ. Σίκωντουτὶ τὸ πρόϐατόν ἐστιν οὐ τὸ τυχὸν καλόν. ἄπαγ’ εἰς τὸ βάραθρον. ἂν μὲν αἰρόμενος φέρωμετέωρον, ἔχεται τῶι στόματι θαλλοῦ, κράδηςκατεσθίει τὰ θρῖ’, ἀποσπᾶι δ’ εἰς βίαν. ἐὰν δ’ ἀφῆι χαμαί τις, οὐ προέρχεται. τοὐναντίον δὴ γέγονε· κατακέκομμ’ ἐγὼὁ μάγειρος ὑπὸ τούτου νεωλκῶν τὴν ὁδόν.
1.400
ἀλλ’ ἐστὶν εὐτυχῶς τὸ νυμφαῖον τοδ[ ὶοὗ θύσομεν. τὸν Πᾶνα χαίρειν. παῖ Γέτα, τοσοῦτ’ ἀπολείπηι; Γέτας τεττάρων γὰρ φορτίονὄνων συνέδησαν αἱ κάκιστ’ ἀπολούμεναιφέρειν γυναῖκές μοι. Σίκων πολύς τις ἔρχεταιὄχλος ὡς ἔοικε. στρώματ’ ἀδιήγηθ’ ὅσαφέρεις. Γέτας τί δ’ ἐγ[ ω...] Σίκων† ἔρεισον ταῦτα δεῦρο. Γέτας ἰδού. ἐὰν ἴδηι γὰρ ἐνύπνιον τὸν Πᾶνα τὸνΠαιανιοῖ, τούτωι βαδιούμεθ’, οἶδ’ ὅτι, θύσοντες εὐθύς. Σίκων τίς δ’ ἑόρακεν ἐνύπνιον; Γέτας
1.410
ἄνθρωπε, μή με κόπτε. Σίκων ὅμως εἶπον, Γέτα. τίς εἶδεν; Γέτας ἡ κεκτημένη. Σίκων τί πρὸς θεῶν; Γέταςἀπολεῖς. ἐδόκει τὸν Πᾶνα– Σίκωντουτονὶ λέγεις; Γέταςτοῦτον. Σίκων τί ποιεῖν; Γέτας τῶι τροφίμωι τῶι Σωστράτωι– Σίκωνκομψῶι νεανίσκωι γε. Γέτας περικρούειν πέδας. ΣίκωνἌπολλον. Γέτας εἶτα δόντα διφθέραν τε καὶδίκελλαν< ἐν> τοῦ πλησίον τῶι χωρίωισκάπτειν κελεύειν. Σίκων ἄτοπον. Γέτας ἀλλὰ θύομενδιὰ τοῦθ’, ἵν’ εἰς βέλτιον ἀποϐῆι τὸ φοϐερόν. Σίκωνμεμάθηκα. πάλιν αἴρου δὲ ταυτὶ καὶ φέρε
1.420
εἴσω. ποῶμεν στιϐάδας ἔνδον εὐτρεπεῖςκαὶ τἆλλ’ ἕτοιμα. μηδὲν ἐπικωλυέτωθύειν γ’ ἐπὰν ἔλθωσιν. ἀλλ’ ἀγαθῆι τύχηι. καὶ τὰς ὀφρῦς ἄνες ποτ’, ὦ τρισάθλιε· ἐγώ σε χορτάσω κατὰ τρόπον τήμερον. Γέταςἐπαινέτης σοῦ τ’ εἰμι καὶ τῆς< σῆς> τέχνηςἔγωγ’ ἀεί ποτ’– οὐχὶ πιστεύω δ’ ὅμως. Χοροῦ Κνήμωνγραῦ, τὴν θύραν κλείσασ’ ἄνοιγε μηδενί, ἕως ἂν ἔλθω δεῦρ’ ἐγὼ πάλιν· σκότουςἔσται δὲ τοῦτο παντελῶς, ὡς οἴομαι. Μήτηρ
1.430
Πλαγγών, πορεύου θᾶττον· ἤδη τεθυκέναιἡμᾶς ἔδει. Κνήμων τουτὶ τὸ κακὸν τί βούλεται; ὄχλος τις. ἄπαγ’ ἐς κόρακας. Μήτηρ αὔλει, Παρθενί, Πανός· σιωπῆι, φασί, τούτωι τῶι θεῶιοὐ δεῖ προσιέναι. Γέτας νὴ Δί’ ἀπεσώθητέ γε. Κνήμωνὦ Ἡράκλεις, ἀηδίας. Γέτας καθήμεθαχρόνον τοσοῦτον περιμένοντες. Μήτηρ εὐτρεπῆἅπαντα δ’ ἡμῖν ἐστι; Γέτας ναὶ μὰ τὸν Δία. Μήτηρτὸ γοῦν πρόϐατον– μικροῦ τέθνηκε γάρ, τάλαν– οὐ περιμένει τὴν σὴν σχολήν. ἀλλ’ εἴσιτε·
1.440
κανᾶ πρόχειρα, χέρνιϐας, θυλήματαποιεῖτε. Γέτας ποῖ κέχηνας, ἐμϐρόντητε σύ; Κνήμωνκακοὶ κακῶς ἀπόλοισθε. ποιοῦσίν γε μεἀργόν· καταλιπεῖν γὰρ μόνην τὴν οἰκίανοὐκ ἂν δυναίμην. αἱ δὲ Νύμφαι μοι κακὸνἀεὶ παροικοῦσ’, ὥστε μοι δοκῶ πάλινμετοικοδομήσειν καταϐαλὼν τὴν οἰκίανἐντεῦθεν. ὡς θύουσι δ’ οἱ τοιχωρύχοι· κοίτας φέρονται, σταμνί’, οὐχὶ τῶν θεῶνἕνεκ’ ἀλλ’ ἑαυτῶν. ὁ λιϐανωτὸς εὐσεϐὲς
1.450
καὶ τὸ πόπανον· τοῦτ’ ἔλαϐεν ὁ θεὸς ἐπὶ τὸ πῦρἅπαν ἐπιτεθέν. οἱ δὲ τὴν ὀσφῦν ἄκρανκαὶ τὴν χολήν, ὅτι ἔστ’ ἄϐρωτα, τοῖς θεοῖςἐπιθέντες αὐτοὶ τἆλλα καταπίνουσι. γραῦ, ἄνοιγε θᾶττον τὴν θύραν.[ ποητέ] ονἐστὶν γὰρ ἡμῖν τἄνδον ὡς ἐμοὶ δοκεῖ. Γέταςτὸ λεϐήτιον, φήις, ἐπιλέλη[ σθ] ε; παντελῶςἀποκραιπαλᾶτε. καὶ τί νῦν ποιήσομεν; ἐνοχλητέον τοῖς γειτνιῶσι τῶι θεῶιἐσθ’ ὡς ἔοικε. παιδίον. μὰ τοὺς θεοὺς
1.460
θεραπαινίδια γὰρ ἀθλιώτερ’ οὐδαμοῦοἶμαι τρέφεσθαι. παῖδες. οὐδὲν ἄλλο πλὴνκινητιᾶν ἐπίσταται– παῖδες καλοί– καὶ διαϐαλεῖν ἐὰν ἴδηι τις. παιδίον. τουτὶ τὸ κακὸν< τί> ἐστί; παῖδες. οὐδὲ εἷςἐστ’ ἔνδον. ἠήν. προστρέχειν τις φαίνεται. Κνήμωντί τῆς θύρας ἅπτει, τρισάθλι’, εἰπέ μοι, ἄνθρωπε; Γέτας μὴ δάκηις. Κνήμων ἐγώ σε νὴ Δία, καὶ κατέδομαί γε ζῶντα. Γέτας μή, πρὸς< τῶν> θεῶν. Κνήμωνἐμοὶ γάρ ἐστι συμϐόλαιον, ἀνόσιε,
1.470
καὶ σοί τι; Γέτας συμϐόλαιον οὐδέν· τοιγαροῦνπροσελήλυθ’ οὐ χρέος σ’ ἀπαιτῶν οὐδ’ ἔχωνκλητῆρας, ἀλλ’ αἰτησόμενος λεϐήτιον. Κνήμωνλεϐήτιον; Γέτας λεϐήτιον. Κνήμων μαστιγία, θύειν με βοῦς οἴει ποεῖν τε ταὔθ’ ἅπερὑμεῖς ποεῖτε; Γέτας οὐδὲ κοχλίαν ἔγωγέ σε. ἀλλ’ εὐτύχει, βέλτιστε. κόψαι τὴν θύρανἐκέλευσαν αἱ γυναῖκες αἰτῆσαί τε με. ἐπόησα τοῦτ’· οὐκ ἔστι· πάλιν ἀπαγγελῶἐλθὼν ἐκείναις. ὦ πολυτίμητοι θεοί,
1.480
ἔχις πολιὸς ἅνθρωπός ἐστιν οὑτοσί. Κνήμωνἀνδροφόνα θηρί’· εὐθὺς ὥσπερ πρὸς φίλονκόπτουσιν. ἂν ἡμῶν προσιόντα τῆι θύραιλάϐω τιν’, ἂν μὴ πᾶσι τοῖς ἐν τῶι τόπωιπαράδειγμα ποιήσω, νομίζεθ’ ἕνα τινὰὁρᾶν με τῶν πολλῶν. ὁ νῦν οὐκ οἶδ’ ὅπωςδιευτύχηκεν οὗτος, ὅστις ἦν ποτε. Σίκωνκάκιστ’ ἀπόλοι’· ἐλοιδορεῖτό σοι; τυχὸνἤιτεις, σκατοφάγ’· ὡς οὐκ ἐπίστανταί τινεςποιεῖν τὸ τοιοῦθ’· εὕρηκ’ ἐγὼ τούτου τέχνην·
1.490
διακονῶ γὰρ μυρίοις ἐν τῆι πόλειτούτων τ’ ἐνοχλῶ τοῖς γείτοσιν καὶ λαμϐάνωσκεύη παρὰ πάντων. δεῖ γὰρ εἶναι κολακικὸντὸν δεόμενόν του. πρεσϐύτερός τις τῆι θύραιὑπακήκο’· εὐθὺς πατέρα καὶ πάππα[ ν λέγω. γραῦς· μητέρ’. ἂν τῶν διὰ μέσου τ[ ις ἦι γυνή, ἐκάλεσ’ ἱερέαν. ἂν θεράπων[ ϐέλτιστον. ὑμεῖς δὲ κρεμαν.[ ὢ τῆς ἀμαθίας. παιδίον παῖ[ ἐγώ. πρόελθε, πατρίδιον· σὲ β[ ούλομαι. Κνήμων
1.500
πάλιν αὖ σύ; Σίκων π~[ αῖ, τί το] ῦτ’; Κνήμων ἐρεθίζεις μ’ ὡσπερεὶἐπίτηδες, οὐκ εἴρηκά σοι πρὸς τὴν θύρανμὴ προσιέναι; τὸν ἱμάντα δός, γραῦ. Σίκων μηδαμῶς, ἀλλ’ ἄφες. Κνήμων ἄφες; Σίκων Βέλτιστε, ναὶ πρὸς< τῶν> θεῶν. Κνήμων ἧκε πάλιν. Σίκων ὁ Ποσειδῶν σε– Κνήμων καὶ λαλεῖς ἔτι; Σίκων αἰτούμενος χυτρόγαυλον ἦλθον. Κνήμων οὐκ ἔχωοὔτε χυτρόγαυλον οὔτε πέλεκυν οὔθ’ ἅλαςοὔτ’ ὄξος οὔτ’ ἄλλ’ οὐδέν, ἀλλ’ εἴρηχ’ ἁπλῶςμὴ προσιέναι μοι πᾶσι τοῖς ἐν τῶι τόπωι. Σίκωνἐμοὶ μὲν οὐκ εἴρηκας. Κνήμων ἀλλὰ νῦν λέγω. Σίκων
1.510
νὴ σὺν κακῶι γ’. οὐδ’ ὁπόθεν ἄν τις, εἰπέ μοι, ἐλθὼν λάϐοι φράσαις ἄν; Κνήμων οὐκ ἐγὼ‘ λεγον; ἔτι μοι λαλήσεις; Σίκων χαῖρε πολλά. Κνήμων οὐ βούλομαιχαίρειν παρ’ ὑμῶν οὐδενός. Σίκων μὴ χαῖρε δή. Κνήμων ὢ τῶν ἀνηκέστων κακῶν. Σίκων καλῶς γέ μεβεϐωλοκόπηκεν. οἷόν ἐστ’ ἐπιδεξίωςαἰτεῖν· διαφέρει νὴ Δί’. ἐφ’ ἑτέραν θύρανἔλθηι τις; ἀλλ’ εἰ σφαιρομαχοῦσ’ ἐν τῶι τόπωιοὕτως ἑτοίμως, χαλεπόν. ἆρά γ’ ἐστί μοικράτιστον ὀπτᾶν τὰ κρέα πάντα; φαίνεται.
1.520
ἔστιν δέ μοι λοπάς τις. ἐῤῥῶσθαι λέγωΦυλασίοις. τοῖς οὖσι τούτοις χρήσομαι. Σώστρατοςὅστις ἀπορεῖ κακῶν, ἐπὶ Φυλὴν ἐλθέτωκυνηγέτης. ὢ τρισκακοδαίμων, ὡς ἔχωὀσφῦν, μετάφρενον, τὸν τράχηλον, ἑνὶ λόγωιὅλον τὸ σῶμ’· εὐθὺς γὰρ ἐμπεσὼν πολύς, νεανίας ἐγώ τις, ἐξαίρων ἄνωσφόδρα τὴν δίκελλαν, ὡς ἂν ἐργάτης, βαθὺἔπαιον. ἐπεκείμην φιλοπόνως, οὐ πολὺνχρόνον. εἶτα καὶ μετεστρεφόμην τι, πηνίκα
1.530
ὁ γέρων πρόσεισι τὴν κόρην ἄγων ἅμασκοπούμενος. καὶ νὴ Δί’ ἐλαϐόμην τότετῆς ὀσφύος, λάθραι τὸ πρῶτον· ὡς μακρὸνἦν παντελῶς δὲ τοῦτο, λορδοῦν ἠρχόμην, ἀπεξυλούμην ἀτρέμα δ’. οὐδεὶς ἤρχετο. ὁ δ’ ἥλιος κατέκα’, ἑώρα τ’ ἐμϐλέπωνὁ Γοργίας ὥσπερ τὰ κηλώνειά μεμόλις ἀνακύπτοντ’ εἶθ’ ὅλωι τῶι σώματιπάλιν κατακύπτοντ’.« οὐ δοκεῖ μοι νῦν», ἔφη,« ἥξειν ἐκεῖνος, μειράκιον.»« τί οὖν,» ἐγὼ
1.540
εὐθύς,« ποῶμεν; αὔριον τηρήσομεναὐτόν, τὸ δὲ νῦν ἐῶμεν;» ὅ τε Δᾶος παρῆνἐπὶ τὴν σκαπάνην διάδοχος. ἡ πρώτη μὲν οὖνἔφο] δος τοιαύτη γέγονεν. ἥκω δ’ ἐνθάδε, διὰ τί μὲν οὐκ ἔχω λέγειν μὰ τοὺς θεούς, ἕλκ] ει δέ μ’ αὐτόματον τὸ πρᾶγμ’ εἰς τὸν τόπον. Γέταςτί τὸ κακόν; οἴει χεῖρας ἑξήκοντά με, ἄνθρωπ’, ἔχειν; τοὺς ἄνθρακάς σοι ζωπυρῶ[] μαι, φέρω πλύνω κατατέμνω σπλάγχν’ ἅμαμάττω περιφέρω τα.[........ ο] υτονί,
1.550
ὑπὸ τοῦ καπνοῦ τυφλὸς[......] ς τούτοις ὅλος. ἄγειν δοκῶ μοι τὴν ἑορτήν. Σώστρατος παῖ Γέτα. Γέταςἐμὲ τίς; Σώστρατος ἐγώ. Γέτας σὺ δ’ εἶ τίς; Σώστρατοςοὐχ ὁρᾶις; Γέτας ὁρῶ· τρόφιμος. Σώστρατος τί ποιεῖτ’ ἐνθάδ’, εἰπέ μοι; Γέτας τί γάρ; τεθύκαμεν ἄρτι καὶ παρασκευάζομενἄριστον ὑμῖν. Σώστρατος ἐνθάδ’ ἡ μήτηρ; Γέτας πάλαι. Σώστρατοςὁ πατὴρ δέ; Γέτας προσδοκῶμεν. ἀλλὰ πάραγε σύ. Σώστρατοςμικρὸν διαδραμών< γ’>. ἐνθαδὶ τρόπον τινὰγέγον’ οὐκ ἄκαιρος ἡ θυσία· παραλήψομαιτὸ μειράκιον τουτὶ γάρ, ἐλθὼν ὡς ἔχω,
1.560
καὶ τὸν θεράποντ’ αὐτοῦ· κεκοινωνηκότεςἱερῶν γὰρ εἰς τὰ λοιπὰ χρησιμώτεροιἡμῖν ἔσονται σύμμαχοι πρὸς τὸν γάμον. Γέταςτί φήις; ἐπ’ ἄριστόν τινας παραλαμϐάνεινμέλλεις πορευθείς; ἕνεκ’ ἐμοῦ τρισχίλιοιγένοισθ’· ἐγὼ μὲν γὰρ πάλαι τοῦτ’ οἶδ’, ὅτιοὐ γεύσομ’ οὐδενός· πόθεν γάρ; συνάγετεπάντας. καλὸν γὰρ τεθύκαθ’ ἱερεῖον, πάνυἄξιον ἰδεῖν. ἀλλὰ< τὰ> γύναια ταῦτά μοι( ἔχει γὰρ ἀστείως) μεταδοίη γ’ ἄν τινος;
1.570
οὐδ’ ἄν, μὰ τὴν Δήμητρ’, ἁλὸς πικροῦ. Σώστρατος καλῶςἔσται, Γέτα, τὸ τήμερον– μαντεύσομαιτοῦτ’ αὐτός, ὦ Πάν· ἀλλὰ μὴν προσεύχομαιἀεὶ παριών σοι– καὶ φιλανθρωπεύσομαι. Σιμίχηὢ δυστυχής, ὢ δυστυχής, ὢ δυστυχής. Γέταςἄπαγ’ εἰς τὸ βάραθρον· τοῦ γέροντός τις γυνὴπροελήλυθεν. Σιμίχη τί πείσομαι; τὸν γὰρ κάδονἐκ τοῦ φρέατος βουλομένη τοῦ δεσπότου, εἴ πως δυναίμην, ἐξελεῖν αὐτὴ λάθραι, ἀνῆψα τὴν δίκελλαν ἀσθενεῖ τινι
1.580
καλωιδίωι σαπρῶι διεῤῥάγη τέ μοιτοῦτ’ εὐθύς. Γέτας ὀρθῶς. Σιμίχη ἐνσέσεικα θ’ ἁθλίακαὶ τὴν δίκελλαν εἰς τὸ φρέαρ μετὰ τοῦ κάδου. Γέταςῥῖψαι τὸ λοιπόν σοι σεαυτήν ἐστ’ ἔτι. Σιμίχηὁ δ’, ἀπὸ τύχης κόπρον τιν’ ἔνδον κειμένηνμέλλων μεταφέρειν, περιτρέχων ταύτην πάλαιζητεῖ βοᾶι τε– καὶ ψοφεῖ γε τὴν θύραν. Γέταςφεῦγ’ ὦ πονηρά, φεῦγ’. ἀποκτενεῖ σε, γραῦ. μᾶλλον δ’ ἀμύνου. Κνήμων ποῦ‘ στιν ἡ τοιχωρύχος; Σιμίχηἄκουσα, δέσποτ’, ἐνέϐαλον. Κνήμων Βάδιζε δὴ
1.590
εἴσω. Σιμίχη τί ποιεῖν δ’, εἰπέ μοι, μέλλεις; Κνήμων ἐγώ; δήσας καθιμήσω σε. Σιμίχη μὴ δῆτ’, ὦ τάλαν. Κνήμωνταὐτῶι γε τούτωι σχοινίωι, νὴ τοὺς θεούς. Γέταςκράτιστον, εἴπερ ἐστὶ παντελῶς σαπρόν. Σιμίχητὸν Δᾶον ἐκ τῶν γειτόνων ἐγὼ καλῶ; ΚνήμωνΔᾶον καλεῖς, ἀνόσι’, ἀνηιρηκυῖά[ με; οὔ σοι λέγω; θᾶττον βάδιζ’ εἴσω.[ τάλαςἐγώ, τάλας τῆς νῦν ἐρημίας[ ὡς οὐδὲ εἷς. καταϐήσομ’ εἰ[ ς τὸ φρέαρ· τί γὰρἔτ’ ἐστιν ἄλλο; Γέτας ἡμεῖς ποριοῦ[ μεν ἁρπάγην
1.600
καὶ σχοινίον. Κνήμων κακὸν κάκ[ ιστά σ’ οἱ θεοὶἅπαντες ἀπολέσειαν εἴ τι μ[ οι λαλεῖς. Γέταςκαὶ μάλα δικ[ αίως. εἰσ] πεπήδηκεν πάλιν. ὢ τρισκακοδα[ ίμων οὗ] τος· οἷον ζῆι βίον. τοῦτ’ ἐστὶν εἰλικρ[ ινὴς] γεωργὸς Ἀττικός· πέτραις μαχόμενος θύμα φερούσαις καὶ σφάκονὀδύνας ἐπισπᾶτ’ οὐδὲν ἀγαθὸν λαμϐάνων. ἀλλ’ ὁ τρόφιμος γὰρ οὑτοσὶ προσέρχεταιἄγων μεθ’ αὑτοῦ τοὺς ἐπικλήτους· ἐργάταιἐκ τοῦ τόπου τινές εἰσιν. ὢ τῆς ἀτοπίας.
1.610
οὗτος τί τούτους δεῦρ’ ἄγει νῦν; ἢ πόθενγεγονὼς συνήθης; Σώστρατος οὐκ ἂν ἐπιτρέψαιμί σοιἄλλως ποῆσαι. πάντ’ ἔχομεν. ὦ Ἡράκλεις, τουτὶ δ’ ἀπαρνεῖταί τις ἀνθρώπων ὅλως, ἐλθεῖν ἐπ’ ἄριστον συνήθους τεθυκότος; εἰμὶ γάρ, ἀκριϐῶς ἴσθι, σοὶ πάλαι φίλοςπρὶν ἰδεῖν. λαϐὼν ταῦτ’ εἰσένεγκε Δᾶε σύ, εἶθ’ ἧκε. Γοργίας μηδαμῶς μόνην τὴν μητέραοἴκοι καταλείπων ἀλλ’ ἐκείνης ἐπιμελοῦὧν ἂν δέηται· ταχὺ δὲ κἀγὼ παρέσομαι. ΧοροῦΣιμίχη
1.620
τίς ἂν βοηθήσειεν; ὢ τάλαιν’ ἐγώ. τίς ἂν βοηθήσειεν; Σίκων Ἡράκλεις ἄναξ, ἐάσαθ’ ἡμᾶς πρὸς θεῶν καὶ δαιμόνωνσπονδὰς ποῆσαι. λοιδορεῖσθε, τύπτετε· οἰμώζετ’· ὢ τῆς οἰκίας τῆς ἐκτόπου. Σιμίχηὁ δεσπότης ἐν τῶι φρέατι. Σίκων πῶς; Σιμίχη ὅπως; ἵνα τὴν δίκελλαν ἐξέλοι καὶ τὸν κάδον, κατέϐαινε, κἆιτ’ ὤλισθ’ ἄνωθεν, ὥστε καὶπέπτωκεν. Σίκων οὐ γὰρ ὁ χαλεπὸς γέρων σφόδραοὗτος; καλά γ’ ἐπόησε νὴ τὸν Οὐρανόν.
1.630
ὦ φιλτάτη γραῦ, νῦν σὸν ἔργον ἐστί. Σιμίχη πῶς; Σίκωνὅλμον τιν’ ἢ λίθον τιν’ ἢ τοιοῦτό τιἄνωθεν ἔνσεισον λαϐοῦσα. Σιμίχη φίλτατεκατάϐα. Σίκων Πόσειδον, ἵνα τὸ τοῦ λόγου πάθω, ἐν τῶι φρέατι κυνὶ μάχωμαι; μηδαμῶς. Σιμίχηὦ Γοργία, ποῦ γῆς ποτ’ εἶ; Γοργίας ποῦ γῆς ἐγώ; τί ἐστί, Σιμίχη; Σιμίχη τί γάρ; πάλιν λέγω· ὁ δεσπότης ἐν τῶι φρέατι. Γοργίας Σώστρατε, ἔξελθε δεῦρ’· ἡγοῦ, βάδιζ’ εἴσω ταχύ. Σίκωνεἰσὶν θεοί, μὰ τὸν Διόνυσον. οὐ δίδως
1.640
λεϐήτιον θύουσιν, ἱερόσυλε σύ, ἀλλὰ φθονεῖς· ἔκπιθι τὸ φρέαρ εἰσπεσών, ἵνα μηδ’ ὕδατος ἔχηις μεταδοῦναι μηδενί. νυνὶ μὲν αἱ Νύμφαι τετιμωρημέναιεἴσ’ αὐτὸν ὑπὲρ ἐμοῦ δικαίως· οὐδὲ εἷςμάγειρον ἀδικήσας ἀθῶιος διέφυγεν. ἱεροπρεπής πως ἐστὶν ἡμῶν ἡ τέχνη.[] ς τραπεζοποιὸν ὅ τι βούλει πόει. ἀλλ’ ἆ] ρα μὴ τέθνηκεν; πάππαν φίλτατονκλάο] υ~ σ’ ἀποιμώζει τις. οὐδὲν τοῦτό γε( desunt uersus fere iv) δηλονότι καθ[ οὕτως ἀνιμης[ τὴν ὄψιν αὐτοῦ τ~ ι~ ν~[ οἴεσθ’ ἔσεσθαι, πρὸς θεῶν, βεϐ[ αμ] μένου, τρέμοντος; ἀστείαν. ἐγὼ μὲν ἡδέωςἴδοιμ’ ἄν, ἄνδρες, νὴ τὸν Ἀπόλλω τουτονί.
1.660
ὑμεῖς δ’ ὑπὲρ τούτων, γυναῖκες, σπένδετε. εὔχεσθε τὸν γέροντα σωθῆναι– κακῶς, ἀνάπηρον ὄντα, χωλόν· οὕτω γίνεταιἀλυπότατος γὰρ τῶιδε γείτων τῶι θεῶικαὶ τοῖς ἀεὶ θύουσιν. ἐπιμελὲς δέ μοιτοῦτ’ ἐστίν, ἄν τις ἆρα μισθώσητ’ ἐμέ. Σώστρατοςἄνδρες, μὰ τὴν Δήμητρα, μὰ τὸν Ἀσκληπιόν, μὰ τοὺς θεούς, οὐπώποτ’ ἐν τὠμῶι βίωιεὐκαιρότερον ἄνθρωπον ἀποπεπνιγμένονἑόρακα μικροῦ. τῆς γλυκείας διατριϐῆς·
1.670
ὁ Γοργίας γάρ, ὡς τάχιστ’ εἰσήλθομεν, εὐθὺς κατεπήδησ’ εἰς τὸ φρέαρ, ἐγὼ δὲ καὶἡ παῖς ἄνωθεν οὐδὲν ἐποοῦμεν· τί γὰρἐμέλλομεν; πλὴν ἡ μὲν αὑτῆς τὰς τρίχαςἔτιλλ’, ἔκλα’, ἔτυπτε τὸ στῆθος σφόδρα, ἐγὼ δ’ ὁ χρυσοῦς, ὡσπερεὶ νὴ τοὺς θεοὺςτροφὸς παρεστώς, ἐδεόμην γε μὴ ποεῖντοῦθ’, ἱκέτευον, ἐμϐλέπων ἀγάλματιοὐ τῶι τυχόντι. τοῦ δὲ πεπληγμένου κάτωἔμελεν ἔλαττον ἤ τινός μοι, πλὴν ἀεὶ
1.680
ἕλκειν ἐκεῖνον· τοῦτ’ ἐνώχλει μοι σφόδρα. μικροῦ γε νὴ Δί’ αὐτὸν εἰσαπολώλεκα· τὸ σχοινίον γὰρ ἐμϐλέπων τῆι παρθένωιἀφῆκ’ ἴσως τρίς. ἀλλ’ ὁ Γοργίας Ἄτλαςἦν οὐχ ὁ τυχών· ἀντεῖχε καὶ μόλις ποτὲἀνενήνοχ’ αὐτόν. ὡς ἐκεῖνος ἐξέϐηδεῦρ’ ἐξελήλυθ’· οὐ γὰρ ἐδυνάμην ἔτικατέχειν ἐμαυτόν, ἀλλὰ μικροῦ[ τὴν κόρηνἐφίλουν προσιών· οὕτω σφόδρ’ ε[ ἐρῶ. παρασκευάζομαι δή– τὴν θύραν
1.690
ψοφοῦσιν. ὦ Ζεῦ Σῶτερ, ἐκτόπου θέας. ΓοργίαςΒούλει τι, Κνήμων; εἰπέ μοι. Κνήμων τί[ φαύλως ἔχω. Γοργίας θάῤῥει. Κνήμων τεθάρ[ ρηκ’. οὐκέτιὑμῖν ἐνοχλήσει τὸν ἐπίλοιπον γ~ ὰ~[ ρ χρόνονΚνήμων. Γοργίας τοιοῦτόν ἐστ’ ἐρημία κακόν, ὁρᾶις; ἀκαρὴς νῦν παραπόλωλας ἀρτίως. τηρούμενον δὴ τηλικοῦτον τῶι βίωιἤδη καταζῆν δεῖ. Κνήμων χαλεπῶς μὲν οἶδ’ ὅτιἔχω, κάλεσον δέ, Γοργία, τὴν μητέρα, ὡς ἔνι μάλιστα. τὰ κακὰ παιδεύειν μόνα
1.700
ἐπίσταθ’ ἡμᾶς ὡς ἔοικε. θυγάτριον, ϐούλει μ’ ἀναστῆσαι λαϐοῦσα; Σώστρατος μακάριεἄνθρωπε. Κνήμων τί παρέστηκας ἐνταῦθ’, ἄθ~ λ~ ι~[ ε;( desunt uersus v)[] εσοις ἐϐουλόμην[ Μυρ] ρίνη καὶ Γοργία,
1.710
ε.[] ον προειλόμηνοὐκ ἴσως~[....] ι~ κ[.] ι~[.] ν οὐδ’ ἂν εἷς δύναιτό μετοῦτο μεταπεῖσαί τις ὑμῶν, ἀλλὰ συγχωρήσετε. ἓν δ’ ἴσως ἥμαρτον ὅστις τῶν ἁπάντων ὠιόμηναὐτὸς αὐτάρκης τις εἶναι καὶ δεήσεσθ’ οὐδενός. νῦν δ’ ἰδὼν ὀξεῖαν οὖσαν ἄσκοπόν τε τοῦ βίουτὴν τελευτήν, εὗρον οὐκ εὖ τοῦτο γινώσκων τότε. δεῖ γὰρ εἶναι– καὶ παρεῖναι– τὸν ἐπικουρήσοντ’ ἀεί. ἀλλὰ μὰ τὸν Ἥφαιστον– οὕτω σφόδρα< δι> εφθάρμην ἐγὼτοὺς βίους ὁρῶν ἑκάστους τοὺς λογισμούς< θ’> ὃν τρόπον
1.720
πρὸς τὸ κερδαίνειν ἔχουσιν– οὐδέν’ εὔνουν ὠιόμηνἕτερον ἑτέρωι τῶν ἁπάντων ἂν γενέσθαι. τοῦτο δὴἐμποδὼν ἦν μοι. μόλις δὲ πεῖραν εἷς δέδωκε νῦνΓοργίας, ἔργον ποήσας ἀνδρὸς εὐγενεστάτου· τὸν γὰρ οὐκ ἐῶντά< τ’ α> ὐτὸν προσιέναι< καὶ> τῆι θύραιοὐ βοηθήσαντά< τ’ α> ὐτῶι πώποτ’ εἰς οὐδὲν μέρος, οὐ προσειπόντ’, οὐ λαλήσανθ’ ἡδέως, σέσωχ’ ὅμως. ὅπερ ἂν ἄλλος καὶ δικαίως·« οὐκ ἐᾶις με προσιέναι· οὐ προσέρχομ’· οὐδὲν ἡμῖν γέγονας αὐτὸς χρήσιμος· οὐδ’ ἐγὼ σοὶ νῦν.» τί δ’ ἐστί, μειράκιον; ἐάν< τ’> ἐγὼ
1.730
ἀποθάνω νῦν– οἴομαι δέ, καὶ κακῶς ἴσως ἔχω– ἄν τε περι< σωθ> ῶ, ποοῦμαί σ’ ὑόν, ἅ τ’ ἔχων τυγχάνωπάντα σαυτοῦ νόμισον εἶναι. τήνδε σοι παρεγγυῶ· ἄνδρα δ’ αὐτῆι πόρισον. εἰ γὰρ καὶ σφόδρ’ ὑγιαίνοιμ’ ἐγώ, αὐτὸς οὐ δυνήσομ’ εὑρεῖν· οὐ γὰρ ἀρέσει μοί ποτεοὐδὲ εἷς. ἀλλ’ ἐμὲ μέν,< ἂν ζῶ>, ζῆν ἐᾶθ’ ὡς βούλομαι, τἆλλα πρᾶττ’ αὐτὸς παραλαϐών. νοῦν ἔχεις σὺν τοῖς θεοῖς, κηδεμὼν εἶ τῆς ἀδελφῆς εἰκότως. τοῦ κτήματοςἐπιδίδου< σὺ> προῖκα τοὐμοῦ διαμετρήσας< θ> ἤμισυ, τὸ δ’ ἕτερον λαϐὼν διοίκει κἀμὲ καὶ τὴν μητέρα.
1.740
ἀλλὰ κα] τάκλινόν με, θύγατερ. τῶν δ’ ἀναγκαίων λέγεινπλείον’] οὐκ ἀνδρὸς νομίζω· πλὴν ἐκεῖνό γ’ ἴσθι, παῖ– ὑπὲρ ἐ] μ~ οῦ γὰρ βούλομ’ εἰπεῖν ὀλίγα σοι καὶ τοῦ τρόπου– εἰ τοιοῦτ] οι πάντες ἦσαν, οὔτε τὰ δικαστήριαἦν ἄν, οὔθ’ αὑτοὺς ἀπῆγον εἰς τὰ δεσμωτήρια, οὔτε πόλεμος ἦν, ἔχων δ’ ἂν μέτρι’ ἕκαστος ἠγάπα. ἀλλ’ ἴσως ταῦτ’ ἐστ’ ἀρεστὰ μᾶλλον· οὕτω πράττετε. ἐκποδὼν ὑμῖν< ὁ> χαλεπὸς δύσκολός τ’ ἔσται γέρων. Γοργίαςἀλλὰ δέχομαι ταῦτα πάντα. δεῖ δὲ μετὰ σοῦ νυμφίονὡς τάχισθ’ εὑρεῖν< τιν’> ἡμᾶς τῆι κόρηι, σοὶ συνδοκοῦν. Κνήμων
1.750
οὗτος, εἴρηχ’ ὅσ’ ἐφρόνουν σοι· μὴ‘ νόχλει, πρὸς τῶν θεῶν. ΓοργίαςΒούλεται γὰρ ἐντυχεῖν σοι– Κνήμων μηδαμῶς, πρὸς τῶν θεῶν. Γοργίαςτὴν κόρην αἰτῶν τις. Κνήμων οὐδὲν ἔτι< τοιοῦτό> μοι μέλει. Γοργίαςὅ< σε> συνεκσώσας. Κνήμων ὁ ποῖος; Γοργίας οὑτοσί. πρόσελθε σύ. Κνήμωνἐπικέκαυται μέν. γεωργός ἐστι; Γοργίας καὶ μάλ’, ὦ πάτερ. οὐ τρυφῶν οὐδ’ οἷος ἀργὸς περιπατεῖν τὴν ἡμέραν[]. γ~ ενος..[[] σ~ δίδου ποεῖ< τε> του[ Κνήμων εἰσκυ] κλεῖτ’ εἴσω με.? καὶ[ ἐπιμ] ελοῦ τούτου. τὸ λο[ ιπὸν] ἐγγυᾶν[
1.760
τὴν] ἀδελφήν. Γοργίας ἐπανένεγκε ταῦτα,[ Σ] ώστ[ ραθ’, οἷς σε δεῖ. Σώστρατοςοὐ[ δ] ὲν ὁ πατὴρ ἀντερεῖ[ μοι]. Γοργίας τοιγαροῦν ἔγωγέ σοιἐγγυῶ δίδωμι πάντων τῶν θεῶν ἐναντίον† ενεγκεινος δίκαιόν ἐστι π.[.] θη, Σώστρατε. οὐ πεπλασμένωι γὰρ ἤθει πρὸς τὸ πρᾶγμ’ ἐλήλυθας, ἀλλ’ ἁπλῶς, καὶ πάντα ποιεῖν ἠξίωσας τοῦ γάμουἕνεκα, τρυφερὸς ὢν δίκελλαν ἔλαϐες, ἔσκαψας, πονεῖνἠθέλησας. ἐν δὲ τούτωι τῶι μέρει μάλιστ’ ἀνὴρδείκνυτ’, ἐξισοῦν ἑαυτὸν ὅστις ὑπομένει τινὶεὐπορῶν πένητι· καὶ γὰρ μεταϐολὰς οὗτος τ~ ύ~ χ~[ ης
1.770
ἐγκρατῶς οἴσει. δέδωκας πεῖραν ἱκανὴν τοῦ τρόπου. διαμένοις μόνον τοιοῦτος. Σώστρατος πολὺ μὲν οὖν κρείττω~[ ν ἔτι. ἀλλ’ ἐπαινεῖν αὑτόν ἐστι φορτικόν< τι> πρᾶγμ’ ἴσως. εἰς καλὸν δ’ ὁρῶ παρόντα τὸν πατέρα. Γοργίας Καλλιππίδηςἐστὶ σοῦ πατήρ; Σώστρατος πάνυ μὲν οὖν. Γοργίας νὴ Δία πλούσιός γ’ ἀνήρ,< καὶ> δικαίως< γ’ ὡς> γεωργὸς ἄμαχος. Καλλιππίδης ἀπολέλειμμ’ ἴσως.< οἱ δὲ> καταϐεϐρωκότες δὴ τὸ πρόϐατον φροῦδοι πάλαιεἰσὶν εἰς ἀγρόν. Γοργίας Πόσειδον, ὀξυπείνως πως ἔχει. αὐτίκ’ αὐτῶι ταῦτ’ ἐροῦμεν; Σώστρατος πρῶτον ἀριστησάτω· πραότερος ἔσται. Καλλιππίδης τί τοῦτο, Σώστρατ’; ἠριστήκατε; Σώστρατος
1.780
ἀλλὰ καὶ σοὶ παραλέλειπται. πάραγε. Καλλιππίδης τοῦτο δὴ ποῶ. Γοργίαςεἰσιὼν αὐτῶι λαλεῖ< νῦν>, εἴ τι βούλει τῶι πατρὶκατὰ μόνας. Σώστρατος ἔνδον περιμενεῖς, οὐ γάρ; Γοργίας οὐκ ἐξέρχομαιἔνδοθεν. Σώστρατος μικρὸν διαλιπὼν παρακαλῶ τοίνυν< σ’> ἐγώ. ΧοροῦΣώστρατοςοὐχ ὡς ἐϐουλόμην ἅπαντά μοι, πάτερ, οὐδ’ ὡς προσεδόκων γίνεται παρὰ σοῦ. Καλλιππίδης τί δέ; οὐ συγκεχώρηχ’; ἧς ἐρᾶις σε λαμϐάνεινκαὶ βούλομαι καί φημι δεῖν. Σώστρατος οὔ μοι δοκεῖς. Καλλιππίδηςνὴ τοὺς θεοὺς ἔγωγε, γινώσκων ὅτινέωι γάμος βέϐαιος οὕτως γίνεται
1.790
ἐὰν δι’ ἔρωτα τοῦτο συμπεισθῆι ποεῖν. Σώστρατοςἔπειτ’ ἐγὼ μὲν τὴν ἀδελφὴν λήψομαιτὴν τοῦ νεανίσκου, νομίζων ἄ[ ξιονἡμῶν ἐκεῖνον· πῶς δὲ τοῦτο νῦ[ ν σὺ φήις, οὐκ ἀντιδώσειν τὴν ἐμήν; Καλλιππίδης αἰσχρὸν λέγεις; νύμφην γὰρ ἅμα καὶ νυμφίον πτωχοὺς λαϐεῖνοὐ βούλομ’, ἱκανὸν δ’ ἐστὶν ἡμῖν θάτερον. Σώστρατοςπερὶ χρημάτων λαλεῖς, ἀϐεϐαίου πράγματος. εἰ μὲν γὰρ οἶσθα ταῦτα παραμενοῦντά σοιεἰς πάντα τὸν χρόνον, φύλαττε μηδενὶ
1.800
τοῦ σοῦ μεταδιδούς· ὧν δὲ μὴ σὺ κύριοςεἶ, μηδὲ σαυτοῦ τῆς τύχης δὲ πάντ’ ἔχεις, μή τι φθονοίης, ὦ πάτερ, τούτων τινί. αὕτη γὰρ ἄλλωι, τυχὸν ἀναξίωι τινί, παρελομένη σοῦ πάντα προσθήσει πάλιν. διόπερ ἐγώ σε φημὶ δεῖν, ὅσον χρόνονεἶ κύριος, χρῆσθαι σε γενναίως, πάτερ, αὐτόν, ἐπικουρεῖν πᾶσιν, εὐπόρους ποεῖνὡς ἂν δύνηι πλείστους διὰ σαυτοῦ. τοῦτο γὰρἀθάνατόν ἐστι, κἄν ποτε πταίσας τύχηις,
1.810
ἐκεῖθεν ἔσται ταὐτὸ τοῦτό σοι πάλιν. πολλῶι δὲ κρεῖττόν ἐστιν ἐμφανὴς φίλοςἢ πλοῦτος ἀφανής, ὃν σὺ κατορύξας ἔχεις. Καλλιππίδηςοἶσθ’ οἷός εἰμι, Σώστραθ’· ἃ συνελεξάμηνοὐ συγκατορύξω ταῦτ’ ἐμαυτῶι– πῶς γὰρ ἄν;– σὰ δ’ ἐστί. βούλει περιποήσασθαί τιναφίλον δοκιμάσας· πρᾶττε τοῦτ’ ἀγαθῆι τύχηι. τί μοι λέγεις γνώμας;† πόριζε βάδιζε† δίδου, μεταδίδου· συμπέπεισμαι πάντα σοιἑκών. Σώστρατος ἑκών; Καλλιππίδης εὖ ἴσθι· μηδὲν τοῦτό σε
1.820
ταραττέτω. Σώστρατος τὸν Γοργίαν τοίνυν καλῶ. Γοργίαςἐπακήκο’ ὑμῶν ἐξιὼν πρὸς τῆι θύραιἅπαντας οὓς εἰρήκατ’ ἐξ ἀρχῆς λόγους. τί οὖν; ἐγώ σ< ε, Σ> ώστρατ’, εἶναι μὲν φίλονὑπολαμϐάνω σπουδαῖον ἀγαπῶ τ’ ἐκτόπως, μείζω δ’ ἐμαυτοῦ πράγματ’ οὔτε βούλομαιοὔτ’ ἂν δυναίμην μὰ Δία βουληθεὶς φέρειν. Σώστρατοςοὐκ οἶδ’ ὅ τι λέγεις. Γοργίας τὴν ἀδελφὴν τὴν ἐμὴνδίδωμί σοι γυναῖκα, τὴν δὲ σὴν λαϐεῖν– καλῶς ἔχει μοι. Σώστρατος πῶς καλῶς; Γοργίας οὐχ ἡδύ μοι
1.830
εἶναι τρυφαίνειν ἀλλοτρίοις πόνοις δοκεῖ, συλλεξάμενον δ’ αὐτόν. Σώστρατος φλυαρεῖς, Γοργία. οὐκ ἄξιον κρίνεις σεαυτὸν τοῦ γάμου. Γοργίαςἐμαυτὸν εἶναι κέκρικ’ ἐκείνης ἄξιον, λαϐεῖν δὲ πολλὰ μίκρ’ ἔχοντ’ οὐκ ἄξιον. Καλλιππίδηςνὴ τὸν Δία τὸν μέγιστον εὐγενῶς γέ πως[] ος εἶ. Γοργίας πῶς; Καλλιππίδης οὐκ ἔχων βούλει δοκεῖν[] ἐπειδὴ συμπεπεισμένον μ’ ὁρᾶις[] ε τούτωι μ’ ἀναπέπεικας· διπλασίως[] ων πένης<> ἀπόπληκτός θ’ ἅμα
1.840
[] ς~ ὑποδείκνυσιν εἷς σωτηρίαν.[ Σώστρατος]. λοιπόν ἐστιν ἡμῖν ἐγγυᾶν. Καλλιππίδηςἀλλ’ ἐγγυῶ παίδων ἐπ’ ἀρότωι γνησίωντὴν θυγατέρ’ ἤδη μειράκιόν σοι προῖκά τεδίδωμ’ ἐπ’ αὐτῆι τρία τάλαντα. Γοργίας ἐγὼ δέ γεἔχω τάλαντον προῖκα τῆς ἑτέρας. Καλλιππίδης ἔχεις; μὴ δῶις σὺ λίαν. Γοργίας ἀλλ’ ἔχω τὸ χωρίον. Καλλιππίδηςκέκτησ’ ὅλον σύ, Γοργία. τὴν μητέραἤδη σὺ δεῦρο τήν τ’ ἀδελφὴν μετάγαγεπρὸς τὰς γυναῖκας τὰς παρ’ ἡμῖν. Γοργίας ἀλλὰ χρή. Σώστρατος
1.850
τὴν νύκτα[ πάντες μεν~[ το] ὺς γάμουςποήσομεν. καὶ τὸν γέροντα, Γοργία, κομίσατε δεῦρ’· ἕξει τὰ δέοντ’ ἐνταῦθ’ ἴσωςμᾶλλον παρ’ ἡμῖν. Γοργίας οὐκ ἐθελήσει, Σώστρατε. Σώστρατοςσύμπεισον αὐτόν. Γοργίας ἂν δύνωμαι. Σώστρατος δεῖ πότονἡμῶν γενέσθαι, παππία, νυνὶ καλόν, καὶ τῶν γυναικῶν παννυχίδα. Καλλιππίδης τοὐναντίονπίοντ’ ἐκεῖναι, παννυχιοῦμεν οἶδ’ ὅτιἡμεῖς. παράγων δ’ ὑμῖν ἑτοιμάσω τι νῦν
1.860
προὔργου. Σώστρατος πόει τοῦτ’· οὐδενὸς χρὴ πράγματοςτὸν εὖ φρονοῦνθ’ ὅλως ἀπογνῶναί ποτε. ἁλωτὰ γίνετ’ ἐπιμελείαι καὶ πόνωιἅπαντ’. ἐγὼ τούτου παράδειγμα νῦν φέρω· ἐν ἡμέραι μιᾶι κατείργασμαι γάμον< ὃν> οὐδ’ ἂν εἷς ποτ’ ὤιετ’ ἀνθρώπων ὅλως. Γοργίαςπροάγετε δὴ θᾶττόν ποθ’ ὑμεῖς. Σώστρατος δεῦτε δή. μῆτερ, δέχου ταύτας. ὁ Κνήμων δ’ οὐδέπω; Γοργίαςὃς ἱκέτευεν ἐξαγαγεῖν τὴν γραῦν ἔτι, ἵν’ ἦι τελέως μόνος καθ’ αὑτόν; Σώστρατος ὢ τρόπου
1.870
ἀμάχου. Γοργίας τοιοῦτος. Σώστρατος ἀλλὰ πολλὰ χαιρέτω. ἡμεῖς δ’ ἴωμεν. Γοργίας Σώστραθ’, ὑπεραισχύνομαιγυναιξὶν ἐν ταὐτῶι– Σώστρατος τίς ὁ λῆρος; οὐ πρόει; οἰκεῖα ταῦτ’ ἤδη νομίζειν πάντα δεῖ. Σιμίχηἄπειμι νὴ τὴν Ἄρτεμιν κἀγώ. μόνοςἐνταῦθα κατακείσει. τάλας σὺ τοῦ τρόπου. πρὸς τὸν θεόν σε βουλομένων[ τούτων ἄγεινἀντεῖπας. ἔσται μέγα κακὸν πάλιν[ τί σοι, νὴ τὼ θεώ,< καὶ> μεῖζον ἢ νῦν εὖ πά[ νυ. Γέταςἐγὼ προσελθὼν ὄψομαι δεῦρ[ αὐλεῖ.
1.880
τί μοι προσαυλεῖς, ἄθλι’ οὗτος; οὐδέπω σχολή[ μοι. πρὸς τὸν κακῶς ἔχοντα πέμπουσ’ ἐνθαδί μ’· ἐπίσ[ χες. Σιμίχηκαὶ παρακαθήσθω γ’ εἰσιὼν αὐτῶι τις ἄλλος ὑμῶν. ἐγὼ δ’ ἀποστέλλουσα τροφίμην βούλομαι λαλῆσαιταύτηι, προσειπεῖν, ἀσπάσασθαι. Γέτας νοῦν ἔχεις· βάδιζε. τοῦτον δὲ θεραπεύσω τέως ἐγώ. πάλαι δ~[ έδοκταιτ[ ούτο] υ~ λαϐεῖν τὸν καιρόν, ἀλλὰ διαπον~[ εῖν ἔδει με.[] ετ~ ει καὶ τῶν β~[ ο] ὔπω δυνης~[] ι~, μάγειρε. Σίκων, πρόελθε δεῦρό μοι[ σὺ θᾶττο] ν. ὦ Πόσειδον,
1.890
οἵαν ἔχειν οἶμαι διατριϐήν. Σίκων σύ με καλεῖς; Γέτας ἔγωγε. τιμωρίαν βούλει λαϐεῖν ὧν ἀρτίως ἔπασχες; Σίκωνἐγὼ δ’ ἔπασχον ἀρτίως; οὐ λαικάσει φλυαρῶν; Γέταςὁ δύσκολος[ γέρ] ων καθεύδει μόνος. Σίκων ἔχει δὲ< δὴ> πῶς;[ Γε] οὐ παντάπασιν ἀθλίως. Σίκων οὐκ ἂν δύναιτό γ’ ἡμᾶςτύπτειν ἀναστάς; Γέτας οὐδ’ ἀναστῆναι< γάρ>, ὡς ἐγὦιμαι. Σίκωνὡς ἡδὺ πρᾶγμά μοι λέγεις. αἰτήσομ’ εἰσιών τι· ἔξω γὰρ ἔσται τῶν φρενῶν. Γέτας< τί δ’ ἄν,> τὸ δεῖνα, πρῶτονἔξω προελκύσωμεν αὐτόν, εἶτα θέντες αὐτοῦκόπτωμεν οὕτω τὰς θύρας, αἰτῶμεν, ἐπιφλέγωμεν;
1.900
ἔσται τις ἡδονή, λέγω. Σίκων τὸν Γοργίαν δέδοικαμὴ καταλαϐὼν ἡμᾶς καθαίρηι. Γέτας θόρυϐός ἐστιν ἔνδον, πίνουσιν. οὐκ αἰσθήσετ’ οὐδείς. τὸ δ’ ὅλον ἐστὶν ἡμῖνἅνθρωπος ἡμερωτέος· κηδεύομεν γὰρ αὐτῶι, οἰκεῖος ἡμῖν γίνετ’· εἰ δ’ ἔσται τοιοῦτος αἰεί, ἔργον ὑπενεγκεῖν, πῶς γὰρ οὔ; Σίκων λαθεῖν μόνον ἐπιθύμειαὐτὸν φέρων δεῦρ’ εἰς τὸ πρόσθεν. Γέτας πρόαγε δὴ σύ. Σίκων μικρὸνπρόσμεινον, ἱκετεύω σε· μή με καταλιπὼν ἀπέλθηις. Γέταςκαὶ μὴ ψόφει, πρὸς τῶν θεῶν. Σίκων ἀλλ’ οὐ ψοφῶ μὰ τὴν Γῆν. Γέταςεἰς δεξιάν. Σίκων ἰδού. Γέτας θὲς αὐτοῦ. νῦν ὁ καιρός. Σίκων εἶἑν·
1.910
ἐγὼ προάξω πρότερος. ἤν. καὶ τὸν ῥυθμὸν σὺ τήρει.< παῖ>, παιδίον, παῖδες< καλοί>, παῖ, παιδία. Κνήμων οἴχομ’, οἴμοι. Σίκωνπαῖδες καλοί, παῖ, παιδίον,< παῖ>, παῖδες. Κνήμων οἴχομ’, οἴμοι. Σίκωντίς οὗτος; ἐντεῦθέν τις εἶ; Κνήμων< δη> λονότι. σὺ δὲ τί βούλει; Σίκωνλέϐητας αἰτοῦμαι παρ’ ὑμῶν καὶ σκάφην. Κνήμων τίς ἄν μεστήσειεν ὀρθόν; Σίκων ἔστιν ὑμῖν, ἔστιν ὡς ἀληθῶς. καὶ τρίποδας ἑπτὰ καὶ τραπέζας δώδεκ’· ἀλλά, παῖδες, τοῖς ἔνδον< εἰσ> αγγείλατε· σπεύδω γάρ. Κνήμων οὐδέν ἐστιν. Σίκωνοὐκ ἔστιν; Κνήμων< ἀλλ’> ἀκήκοας μυριάκις. Σίκων ἀποτρέχω δή. Κνήμωνὢ δυστυχὴς ἐγώ. τίνα τρόπον ἐνθαδὶ προήχθην;
1.920
τίς μ’ εἰ] ς τὸ πρόσθεν κατατέθηκεν; ἄπαγε δὴ σύ. Γέτας καὶ δή. παῖ, παι] δίον, γυναῖκες, ἄνδρες, παῖ θυρωρέ. Κνήμων μαίνει, ἄνθρωπε· τὴν θύραν κατάξεις. Γέτας δάπιδας ἐννέ’ ἡμῖνχρήσα] τ~ ε. Κνήμων πόθεν; Γέτας καὶ παραπέτασμα βαρϐαρικὸν ὑφαντόν[] ποδῶν τὸ μῆκος ἑκατόν. Κνήμων εἴθε μοι γένοιτο[ πο] θεν. γραῦ. ποῦ‘ στιν< ἡ> γραῦς; Γέτας ἐφ’ ἑτέραν βαδίζωθύραν; Κνήμων ἀπαλλάγητε δή. γραῦ. Σιμίχη. κακὸν δὲκακῶς< σ’> ἅπαντες ἀπολέσειαν οἱ θεοί. τί βούλει; Σίκωνκρατῆρα βούλομαι λαϐεῖν χαλκοῦν μέγαν. Κνήμων τίς ἄν μεστήσειεν ὀρθόν; Γέτας ἔστιν ὑμῖν, ἔστιν ὡς ἀληθῶς
1.930
τὸ παραπέτασμα, παππία, πατρίδιον. Κνήμων οὐδ’ ὁ κρατήρ. τὴν Σιμίχην ἀποκτενῶ. Σίκων κάθου< σὺ> μη< δὲ> γρύζων. φεύγεις ὄχλον, μισεῖς γυναῖκας, οὐκ ἐᾶις κομίζεινεἰς ταὐτὸ τοῖς θύουσι σαυτόν· πάντα ταῦτ’ ἀνέξει. οὐδεὶς βοηθός σοι πάρεστιν. πρῖε σαυτὸν αὐτοῦ. ἄκουε δ’ ἑξῆς πάντα γ~ α~[]...[] τι~ ς~[[] αγκας οὐδὲ τὴν[] ι~[] ον αἱ γυναῖκες.[] παρ’ ὑμῶν.[ γυν] αικὶ τῆι τε παιδὶ[ περιϐ] ολαὶ τὸ πρῶτον[ φιλή] ματ’· οὐκ ἀηδὴς διατριϐή τις αὐτῶν
1.940
[...] ρ[...] ἄνωθεν ηὐτρέπιζον συμπόσιον ἐγώ τιτοῖς ἀνδράσιν· τούτοις– ἀκούεις; μὴ κάθευδε. Γέτας μὴ γάρ. ΚνήμωνΟἴμοι. Σίκων<> βούλει παρεῖναι; πρόσ[ εχε] καὶ τὰ λοιπά. σπονδὴ παρῆν· ἐστρώννυτο στιϐὰς χαμαί· τραπέζαςἔγωγε– τοῦτο γὰρ ποεῖν ἐμοὶ προσῆκ’– ἀκούεις; μάγειρος ὢν γὰρ τυγχάνω, μέμνησο. Γέτας μαλακὸς ἁνήρ. Σίκωνἄλλος δὲ χερσὶν Εὔιον γέροντα πολιὸν ἤδηἔκλινε κοῖλον εἰς κύτος, μειγνύς τε νᾶμα Νυμφῶνἐδεξιοῦτ’ αὐτοῖς κύκλωι, καὶ ταῖς γυναιξὶν ἄλλος. ἦν δ’ ὡσπερεὶ‘ ς ἄμμον φοροίης· ταῦτα μανθάνεις σύ;
1.950
καί τις βραχεῖσα προσπόλων εὐήλικος προσώπουἄνθος κατεσκιασμένη χορεῖον εἰσέϐαινεῥυθμὸν μετ’ αἰσχύνης ὁμοῦ μέλλουσα< καὶ> τρέμουσα, ἄλλη δὲ συγκαθῆπτε ταύτηι χεῖρα κἀχόρευεν. Γέταςὦ πρᾶγμα πάνδεινον παθών, χόρευε, συνεπίϐαινε. ΚνήμωνΤί π< ο> τ’ ἔτι βούλεσθ’, ἄθλιοι; Γέτας μᾶλλον< σὺ> συνεπίϐαινε. ἄγροικος εἶ. Κνήμων μὴ πρὸς θεῶν. Γέτας οὐκοῦν φέρωμεν εἴσωἤδη σε; Κνήμων τί ποήσω; Γέτας χόρευε δὴ σύ. Κνήμων φέρετε. κρεῖττονἴσως ὑπομένειν ἐστὶ τἀκεῖ. Γέτας νοῦν ἔχεις. κρατοῦ< μεν>. ὢ καλλίνικοι. παῖ Δόναξ, Σίκων σύ γε,
1.960
αἴρεσθε τοῦτον, εἰσφέρετε. φύλαττε δὴσεαυτόν, ὡς ἐάν σε παρακινοῦντά τιλάϐωμεν αὖτις, οὐδὲ μετρίως ἴσθ’ ὅτιχρησόμεθά σοι τὸ τηνικάδ’. ἰώ, ἐκδότωστεφάνους τις ἡμῖν, δᾶιδα. τουτονὶ λαϐέ. εἶἑν. συνησθέντες κατηγωνισμένοιςἡμῖν τὸν ἐργώδη γέροντα, φιλοφρόνωςμειράκια, παῖδες, ἄνδρες, ἐπικροτήσατε. ἡ δ’ εὐπάτειρα φιλόγελώς τε παρθένοςΝίκη μεθ’ ἡμῶν εὐμενὴς ἕποιτ’ ἀεί.

Intertext edge

Open linked passage

Note