Samia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/menander" aria-label="More works by Menander">
—
⋯
Original / primary: Textus receptus
1.1
[ ΜΟΣΧΙΩΝ]( desunt versus pauci)[] περ[[]. νε· τί λυπῆσαί με δεῖ[[...... ὀδ] υνηρόν ἐστιν· ἡμάρτηκα γάρ.[......] ο τοῦτο ἐσόμενον λογίζομαι,
1.5
μᾶλλον] δὲ τοῦτ' ἂν εὐλόγως ὑμῖν ποεῖν[......] τὸν ἐκείνου διεξελθὼν τρόπον. οἷς μὲ] ν ἐτρύφησα τῶι τότ' εὐθέως χρόνωιὢν παι] δ̣ ίον, μεμνημένος σαφῶς ἐῶ· εὐεργέ] τ̣ ει γὰρ ταῦτά μ' οὐ φρονοῦντά πω.
1.10
[......] εγράφην οὐδὲν διαφέρων οὐδενός, τὸ λεγόμενον δὴ τοῦτο' τῶν πολλῶν τις ὤν',[......] α μέντοι, νὴ Δί', ἀθλιώτερος·[......] γάρ ἐσμεν. τῶι χορηγεῖν διέφερονκαὶ τῆι] φιλοτιμίαι· κύνας παρέτρεφέ μοι,
1.15
ἵππο] υς· ἐφυλάρχησα λαμπρῶς· τῶν φίλωντοῖς δεομένοις τὰ μέτρι' ἐπαρκεῖν ἐδυνάμην. δι' ἐκεῖνον ἦν ἄνθρωπος. ἀστείαν δ' ὅμωςτούτων χάριν τιν' ἀπεδίδουν· ἦν κόσμιος. μετὰ τοῦτο συνέβη‑ καὶ γὰρ ἅμα τὰ πράγματα
1.20
ἡμῶν δίειμι πάντ'· ἄγω γάρ πως σχολήν‑ Σαμίας ἑταίρας εἰς ἐπιθυμίαν τινὰἐλθεῖν ἐκεῖνον, πρᾶγμ' ἴσως ἀνθρώπινον. ἔκρυπτε τοῦτ', ἠισχύνετ'· ἠισθόμην ἐγὼἄκοντος αὐτοῦ διελογιζόμην θ' ὅτι
1.25
ἂν μὴ γένηται τῆς ἑταίρας ἐγκρατής, ὑπ' ἀντεραστῶν μειρακίων ἐνοχλήσεται, τοῦτο‹ δὲ› ποῆσαι δι' ἔμ' ἴσως αἰσχύνεται[...] ω λαβεῖν ταύτην τὸ μεν̣..[.].. π.[[...]. ο̣ σ̣ ε̣.[.].[
1.30
( desunt versus fere XXIII)[]. φέροντ' ἰδὼν[].. τ̣ ος προσετίθην πανταχοῦ[]. ησθε πρὸς τὸν γείτονα[] α συνθλάσας τὸ σημεῖον σφόδρα
1.35
[ φ] ιλανθρώπως δὲ πρὸς τὴν τοῦ πατρὸςΣαμί] α̣ ν̣ διέκειθ' ἡ τῆς κόρης μήτηρ, τά τεπλεῖστ' ἦν παρ' αὐταῖς ἥδε, καὶ πάλιν ποτὲαὗται παρ' ἡμῖν. ἐξ ἀγροῦ δὴ καταδραμὼνὡς ἔτυ] χ̣[ έ] γ' εἰς Ἀδώνι' αὐτὰς κατέλαβον
1.40
συνηγμένας ἐνθάδε πρὸς ἡμᾶς μετά τινωνἄλλω] ν γυναικῶν· τῆς δ' ἑορτῆς παιδιὰνπολλὴ] ν ἐχούσης οἷον εἰκός, συμπαρὼνἐγινόμην οἶμαι θεατής· ἀγρυπνίανὁ θόρυβος αὐτῶν ἐνεπόει γάρ μοι τινά·
1.45
ἐπὶ τὸ τέγος κήπους γὰρ ἀνέφερόν τινας, ὠρχο] ῦντ', ἐπαννύχιζον ἐσκεδασμέναι. ὀκνῶ λέγειν τὰ λοίπ', ἴσως δ' αἰσχύνομαιοἷς] οὐδὲν ὄφελός ἐσθ'· ὅμως αἰσχύνομαι. ἐκύησεν ἡ παῖς· τοῦτο γὰρ φράσας λέγω
1.50
καὶ τὴν πρὸ τούτου πρᾶξιν. οὐκ ἠρνησάμηντὴν αἰτίαν σχών, ἀλλὰ πρότερος ἐνέτυχοντῆι μητρὶ τῆς κόρης, ὑπεσχόμην γαμεῖν[...] υν ἐπανέλθηι ποθ' ὁ πατήρ,‹ ἐπ› ώμοσα. τὸ παιδίον γενόμενον εἴληφ' οὐ πάλαι·
1.55
ἀπὸ ταὐτομάτου δὲ συμβέβηκε καὶ μάλ'‹ εὖ·› ἔτικτε] ν ἡ Χρυσίς· καλοῦμεν τοῦτο γὰρ[] ο̣ νεου πάλαι( desunt versus fere XXIX)[ ΧΡΥΣΙΣ] σπουδῆι πρὸς ἡμᾶς[
1.60
ἐγὼ δ' ἀναμείνασ' ὅ τι λέγουσ' ἀ̣[ κροάσομαι. Μο ἑόρακας αὐτὸς τὸν πατέρα σύ, Παρμένων; ΠΑΡΜΕΝΩΝοὔκουν ἀκούεις; φημί.( Μο) καὶ τὸν γείτονα;( Πα) πάρεισιν.( Μο) εὖ γ' ἐπόησαν.( Πα) ἀλλ' ὅπως ἔσειἀνδρεῖος εὐθύς τ' ἐμβαλεῖς περὶ τοῦ γάμου
1.65
λόγον.( Μο) τίνα τρόπον; δειλὸς ἤδη γίνομαιὡς πλησίον τὸ πρᾶγμα γέγονε.( Πα) πῶς λέγεις;( Μο) αἰσχύνομαι τὸν πατέρα.( Πα) τὴν δὲ παρθένονἣν ἠδίκηκας τήν τε ταύτης μητέραὅπως‑ τρέμεις, ἀνδρόγυνε. Χρ τί βοᾶις, δύσμορε;
1.70
Πα καὶ Χρυσὶς ἦν ἐνταῦθ'. ἐρωταῖς δή με σὺτί βοῶ· γελοῖον· βούλομ' εἶναι τοὺς γάμουςἤδη, πεπαῦσθαι τουτονὶ πρὸς ταῖς θύραιςκλάοντα ταύταις, μηδ' ἐκεῖν' ἀμνημονεῖνὧν ὤμοσεν· θύειν, στεφανοῦσθαι, σησαμῆν
1.75
κόπτειν παρελθών· αὐτὸς οὐχ ἱκανὰς ἔχεινπροφάσεις δοκῶ σοι;( Μο) πάντα ποιήσω· τί δεῖλέγειν;( Χρ) ἐγὼ μὲν οἴομαι.( Μο) τὸ παιδίονοὕτως ἐῶμεν ὡς ἔχει ταύτην τρέφειναὐτήν τε φάσκειν τετοκέναι;( Χρ) τί δὴ γὰρ οὔ;
1.80
( Μο) ὁ πατὴρ χαλεπανεῖ‹ σοι›.( Χρ) πεπαύσεται πάλιν. ἐρᾶι γάρ, ὦ βέλτιστε, κἀκεῖνος κακῶς, οὐχ ἧττον ἢ σύ· τοῦτο δ' εἰς διαλλαγὰςἄγει τάχιστα καὶ τὸν ὀργιλώτατον. πρότερον δ' ἔγωγε πάντ' ἂν ὑπομεῖναι δοκῶ
1.85
ἢ τοῦτο τίτθην ἐν συνοικίαι τινὶ( desunt versus fere XXIII)[ Μο][ βο] ύλομαι[ λά] βοις
1.90
[ γ] ὰ̣ ρ̣ ἀθλιώτερον[] πάντων· οὐκ ἀπάγξομαι ταχύ;[ ῥ] ήτωρ μόνος γὰρ φιλόφρονος.[] ότερός εἰμ' ἔν γε τοῖς νυνὶ λόγοις.[ ἀ] πελθὼν εἰς ἐρημίαν τινὰ
1.95
γυμν] άζομ'· οὐ γὰρ μέτριος ἁγών ἐστί μοι.[ ΔΗΜΕΑΣ] οὔκουν μεταβολῆς αἰσθάνεσθ' ἤδη τόπου, ὅσον διαφέρει ταῦτα τῶν ἐκεῖ κακῶν;‹ ΝΙΚΗΡΑΤΟΣ› Πόντος· παχεῖς γέροντες, ἰχθῦς ἄφθονοι, ἀηδία τις πραγμάτων. Βυζάντιον·
1.100
ἀψίνθιον, πικρὰ πάντ'. Ἄπολλον. ταῦτα δὲκαθαρὰ πενήτων ἀγαθά.‹ Δη› Ἀθῆναι φίλταται, πῶς ἂν γένοιθ' ὑμῖν ὅσων ἔστ' ἄξιαι, ἵν' ὦμεν ἡμεῖς πάντα μακαριώτατοιοἱ τὴν πόλιν φιλοῦντες.‑ εἴσω παράγετε
1.105
ὑμεῖς. ἀπόπληχθ', ἕστηκας ἐμβλέπων ἐμοί; Νι ἐκεῖν' ἐθαύμαζον μάλιστα, Δημέα, τῶν περὶ ἐκεῖνον τὸν τόπον· τὸν ἥλιονοὐκ ἦν ἰδεῖν ἐνίοτε παμπόλλου χρόνου· ἀὴρ παχύς τις, ὡς ἔοικ', ἐπεσκότει.
1.110
( Δη) οὔκ, ἀλλὰ σεμνὸν οὐδὲν ἐθεᾶτ' αὐτόθι, ὥστ' αὐτὰ τἀναγκαῖ' ἐπέλαμπε τοῖς ἐκεῖ.( Νι) νὴ τὸν Διόνυσον, εὖ λέγεις.‹ Δη› καὶ ταῦτα μὲνἑτέροις μέλειν ἐῶμεν· ὑπὲρ ὧν δ' ἐλέγομεντί δοκεῖ ποεῖν σοι;( Νι) τὰ περὶ τὸν γάμον λέγεις
1.115
τῶι μειρακίωι σου;( Δη) πάνυ γε.‹ Νι› ταὔτ' ἀεὶ λέγω. ἀγαθῆι τύχηι πράττωμεν, ἡμέραν τινὰθέμενοι.( Δη) δέδοκται ταῦτα;‹ Νι› ἐμοὶ γοῦν.( Δη) ἀλλὰ μὴνκἀμοὶ προτέρωι σου.( Νι) παρακάλει μ' ὅταν ἐξίηις.( Δη)[ ὀλ] ίγα σ̣ τ̣[( desunt versus fere XIV) ΧΟΡΟΥ
1.120
...[ Μο][] ν̣ τ̣ ο̣ ε̣ ἰ καὶ δι.[]. νἐ] γὼ μελετήσας ὧν τό̣[ τ' ἐνόουν..].. μαι. ὡς ἐγενόμην γὰρ ἐκτ̣ ὸ[ ς ἄστεως μ] όνος, ἔθυον, ἐπὶ τὸ δεῖπνον[ ἐκάλουν τοὺς φίλ] ους, ἐπὶ λούτρ' ἔπεμπον τὰς γ[ υναῖκας,] περιπατῶν
1.125
τὴν σησαμῆν διένεμον, η[......] ο̣ τεὑμέναιον, ἐτερέτιζον· ἦν ἀβέλτερος, ὡς δ' οὖν ἐνεπλήσθην‑ ἀλλ', Ἄπολλον, οὑτοσὶὁ πατήρ. ἀκήκο' ἆρα. χαῖρέ μοι, πάτερ.( Δη) νὴ καὶ σύ γ', ὦ παῖ.( Μο) τί σκυθρωπάζεις;( Δη) τί γάρ;
1.130
γαμετὴν ἑταίραν, ὡς ἔοικ', ἐλάνθανονἔχων.( Μο) γαμετήν; πῶς; ἀγνοῶ‹ γὰρ› τὸν λόγον.( Δη) λάθ] ριό[ ς τι] ς ὑ‹ ός›, ὡς ἔοικε, γέγονέ μοι.[...] ἐς κόρακας ἄπεισιν ἐκ τῆς οἰκίαςἤ] δη̣ λαβ̣[ ο] ῦ̣ σα.( Μο) μηδαμῶς.( Δη) πῶς μηδαμῶς;
1.135
ἄλλωι με θρέψειν ἔνδον ὑὸν προσδοκᾶιςνόθον;[.....] ν γ' οὐ τοῦ τρόπου τοὐμοῦ λέγεις.( Μο) τίς δ' ἐστὶν ἡμῶν γνήσιος, πρὸς τῶν θεῶν, ἢ τίς νόθος, γενόμενος ἄνθρωπος;( Δη) σὺ μὲνπαίζεις.( Μο) μὰ τὸν Διόνυσον,‹ ἀλλ'› ἐσπούδακα·
1.140
οὐθὲν γένος γένους γὰρ οἶμαι διαφέρειν, ἀλλ' εἰ δικαίως ἐξετάσαι τις, γνήσιοςὁ χρηστός ἐστιν, ὁ δὲ πονηρὸς καὶ νόθοςκαὶ δοῦλοσ̣[ λεγων εαν[‑ ἀλλ' ἀργύριον[
1.142
dἔστ' αὐτὸ μειν[ εἶναι πολ[‑ σὺ ταῦτα συλ̣ λ̣[ τοῦτον λαβ..[‑ ἄδηλον ειπ[
1.142
iπᾶσαν ἀπο[‑ πολὺ μ[ ᾶλλοντοιοῦτον[ κατ̣ α̣[( desunt versus fere XVI)
1.145
[ Δη][] ἐσπούδακας.( Μο)[] ν γαμεῖν ἐρῶ[] ν μὴ τοὺς γάμους[ Δη][]. ως, παῖ.( Μο) βούλομαι[] δοκεῖν.( Δη) καλῶς ποεῖς.
1.150
( Μο)[][ Δη].. αν διδωσ' ουτοι γαμεῖς.( Μο) πῶς ἄν, π] υθόμενος μηδὲ ἓν τοῦ πράγματος, ἐσπουδακότα μ' αἴσθοιο συλλάβοις τέ μοι;( Δη) ἐσπουδακότα; μηδὲν πυθόμενος; καταν[ οῶτὸ πρᾶγμα, Μοσχίων, ὃ λέγεις· ἤδη τρέχω
1.155
πρὸς τουτονὶ καὶ τοὺς γάμους αὐτῶι φράσωποεῖν· τὰ παρ' ἡμῶν γὰρ παρέσται ταῦ̣[ λέγεις. περιρρανάμενος ἤδη παρα[ γαγών, σπείσας τε καὶ λιβανωτὸν ἐπιθείς‑[ Μο][ τὴν κόρηνμέτειμι.( Δη) μήπω δὴ βάδιζ', ἄχ[ ρι ἂν μάθω
1.160
εἰ ταῦτα συγχωρήσεθ' ἡμῖ[ ν( Μο) οὐκ ἀντερεῖ σοι· παρενοχλε[ ῖν δ' ἐμὲ συμπαρόντ' ἐστ' ἀπρε[ πές( Δη) ταὐτόματόν ἐστιν ὡς ἔοικέ που θεὸςσώιζει τε πολλὰ τῶν ἀοράτων πραγμάτων·
1.165
ἐγὼ γὰρ οὐκ εἰδὼς ἔχον[ τα τουτονὶἐρωτικῶς, ταῦ[ τ'( desunt versus fere XXVII)[] ἐκεῖνον βού[ λομαι[ δεῦ] ρ̣' εἰς τὸ πρόσθεν δ[' ἔ] ρ̣ χ̣ ομαι( Νι)[] ἐπὶ τί;( Δη) χαῖρε πολλὰ σύ.
1.170
( Νι)[] ν.( Δη) μνημονεύεις, εἰπέ μοι,[] ν ἐθέμεθ' ἡμέραν;( Νι) ἐγώ.[][ Δη]. υτ[.]. τὴν τήμερον[ ἴ] σθ' ἀκριβῶς.( Νι) ποῦ; πότε;( Δη)[ γ] ίνεσθαι ταχύ,
1.175
[ τήμ] ε̣ ρ̣ ον.( Νι) τρόπωι τίνι;( Δη)[][ Νι]· ἀλλ' ἐστ' ἀδύνατον.( Δη)[ ἐ] μοί, σοὶ δ' οὐδὲ ἕν.[] γ̣ ειν.() ὦ Ἡράκλεις,[] ς· οὕτω σοι φράσαι
1.180
[]. ν· ἀλλὰ‹ δεῖ› τοδὶ λ̣ έγειν·( Νι)[] ν· πρὶν εἰπεῖν τοῖς φίλοις[] δοκεῖν.( Δη) Νικήρατε,[] χάρις.( Νι) πῶς γνώσομαι;[]. τυχόντος μοι φίλον.
1.185
[] τοῦτ' ἐσπούδακας;[ ἀ] λλὰ συγχωροῦντά σοι[ ἐ] στιν φιλονικεῖν.( Δη) νοῦν[ ἔχ] ε̣ ις[] ν συνοίσει σοι.( Νι) λέγεις[] ς.( Δη) Παρμένων, παῖ, Παρμένων,
1.190
[ στε] φάνους, ἱερεῖον, σήσαμα[] πάντα τἀξ ἀγορᾶς ἁπλῶςπριάμενος ἧ] κ̣ ε.( Πα) πάντ'; ἐμοὶ‹›, Δημέα[] αλίπηι.( Δη) καὶ ταχέως· ἤδη λέγω. ἄγε καὶ μ] άγειρον.( Πα) καὶ μάγειρον; πριάμενος
1.195
τἆλλα;( Δη) π] ριάμενος.( Πα) ἀργύριον λαβὼν τρέχω.( Δη) σὺ δ' οὐδ] έπω, Νικήρατε;( Νι) εἰσιὼν φράσαςπρὸς τὴν γυναῖκα τἄνδον εὐτρεπῆ ποεῖνδιώξομ' εὐθὺς τοῦτον.( Πα) οὐκ οἶδ' οὐδὲ ἕν, πλὴν προστέτακται ταῦτα συντείνω τ' ἐκεῖ
1.200
ἤδη. Δη τὸ πεῖσαι τὴν γυναῖκα πράγματααὐτῶι παρέξει· δεῖ δὲ μὴ δοῦναι λόγονμηδὲ χρόνον ἡ[ μ] ᾶ̣ ς. παῖ, διατρίβεις. οὐ δραμεῖ;[] ρ̣ ος ἡ γυνὴ[] ἱκετεύω· τί οὖν;( desunt versus fere X, inter quos stetit)[ ΧΟΡΟΥ])[ Δη][]. δρόμου καλοῦχειμὼν ἀπροσδόκητος ἐξαίφνης[ ἐλθών. ἐκεῖνος τοὺς ἐν εὐδίαι ποτὲθέοντας ἐξήραξε κἀνεχαίτισεν.
1.210
τοιοῦτο γὰρ καὶ τοὐμόν ἐστι νῦν· ἐγὼὁ τοὺς γάμους ποῶν, ὁ θύων τοῖς θεοῖς, ὧι πάντα κατὰ νοῦν ἀρτίως ἐγίγνετο, οὐδ' εἰ βλέπω, μὰ τὴν Ἀθηνᾶν, οἶδ[ α νῦνκαλῶς ἔτ'· οὔκ, ἀλλ' εἰς τὸ πρόσθεν π̣[ ροάγομαι,
1.215
πληγ] ήν τιν' ἀνυπέρβλητον ἐ̣ ξ[ αίφνης λαβών. ἦ̣' στ[ ὶ] πιθανόν; σκέψασθε πότερο[ ν εὖ φρονῶἢ μαίνομ', οὐδέν τ' εἰς ἀκρίβειαν[ τότελαβὼν ἐπάγομαι μέγ' ἀτύχημα[ ὡς γὰρ τάχιστ' εἰσῆλθον, ὑπερεσπουδακὼς
1.220
τὰ τοῦ γάμου πράττειν, φράσας τὸ πρᾶγμ' ἁπλῶςτοῖς ἔνδον ἐκέλευσ' εὐτρεπίζειν πάνθ' ἃ δεῖ, καθαρὰ ποεῖν, πέττειν, ἐνάρχεσθαι κανοῦν. ἐγίνετ' ἀμέλει πάνθ' ἑτοίμως, τὸ δὲ τάχοςτῶν πραττομένων ταραχήν τιν' αὐτοῖς ἐνεπόει,
1.225
ὅπερ εἰκός. ἐπὶ κλίνης μὲν ἔρριπτ' ἐκποδὼντὸ παιδίον κεκραγός· αἳ δ' ἐβόων ἅμα' ἄλευρ', ὕδωρ, ἔλαιον ἀπόδος, ἄνθρακας.' καὐτὸς διδοὺς τούτων τι καὶ συλλαμβάνωνεἰς τὸ ταμιεῖον ἔτυχον εἰσελθών, ὅθεν
1.230
πλείω προαιρῶν καὶ σκοπούμενος[ οὐκ εὐθὺς ἐξῆλθον. καθ' ὃν δ' ἦν χρόνον ἐγὼἐνταῦθα, κατέβαιν' ἀφ' ὑπερώιου τις γυνὴἄνωθεν εἰς τοὔμπροσθε τοῦ ταμιειδίουοἴκημα· τυγχάνει γὰρ ἱστεών τις ὤν,
1.235
ὥσθ' ἥ τ' ἀνάβασίς ἐστι διὰ τούτου τό τεταμιεῖον ἡμῖν. τοῦ δὲ Μοσχίωνος ἦντίτθη τις αὕτη, πρεσβυτέρα, γεγονυῖ' ἐμὴθεράπαιν', ἐλευθέρα δὲ νῦν. ἰδοῦσα δὲτὸ παιδίον κεκραγὸς ἠμελημένον
1.240
ἐμέ τ' οὐδὲν εἰδυῖ' ἔνδον ὄντ', ἐν ἀσφαλεῖεἶναι νομίσασα τοῦ λαλεῖν, προσέρχεταικαὶ ταῦτα δὴ τὰ κοινὰ' φίλτατον τέκνον' εἰποῦσα καὶ' μέγ' ἀγαθόν· ἡ μάμμη δὲ ποῦ;' ἐφίλησε, περιήνεγκεν. ὡς δ' ἐπαύσατο
1.245
κλᾶον, πρὸς αὑτήν φησιν' ὦ τάλαιν' ἐγώ, πρώην τοιοῦτον ὄντα Μοσχίων' ἐγὼαὐτὸν ἐτιθηνούμην ἀγαπῶσα, νῦν δ' ἐπεὶπαιδίον ἐκείνου γέγονεν ἤ̣ δ̣ η καὶ τόδε( desunt versus II vel III)[] α̣ καὶ,
1.250
[ γεγο] νέναι.'[] καὶ θεραπαινιδίωι τινὶἔξωθεν εἰστρέχοντι,' λούσατ', ὦ τάλαν, τὸ παιδίον' φησίν,' τί τοῦτ'; ἐν τοῖς γάμοιςτοῖς τοῦ πατρὸς τὸν μικρὸν οὐ θεραπεύετε;'
1.255
εὐθὺς δ' ἐκείνη' δύσμορ', ἡλίκον λαλεῖς' φήσ'·' ἔνδον ἐστὶν αὐτός.'' οὐ δήπου γε· ποῦ;'' ἐν τῶι ταμιείωι', καὶ παρεξήλλαξέ τι·' αὐτὴ καλεῖ, τίτθη, σε' καὶ' βάδιζε καὶσπεῦδ'· οὐκ ἀκήκο' οὐδέν· εὐτυχέστατα.'
1.260
εἰποῦσ' ἐκείνη δ'' ὦ τάλαινα τῆς ἐμῆςλαλιᾶς', ἀπῆιξεν ἐκποδών, οὐκ οἶδ' ὅποι. κἀγὼ προήιειν τοῦτον ὅνπερ ἐνθάδετρόπον ἀρτίως ἐξῆλθον, ἡσυχῆι πάνυ, ὡς οὔτ' ἀκούσας οὐδὲν οὔτ' ἠισθημένος.
1.265
αὐτὴν δ' ἔχουσαν αὐτὸ τὴν Σαμίαν ὁρῶἔξω καθ' αὑτὴν‹ καὶ› διδοῦσαν τιτθίον· ὥσθ' ὅτι μὲν αὐτῆς ἐστι τοῦτο γνώριμονεἶναι, πατρὸς δ' ὅτου ποτ' ἐστίν, εἴτ' ἐμὸνεἴτ'‑ οὐ λέγω δ', ἄνδρες, πρὸς ὑμᾶς τοῦτ' ἐγώ,
1.270
οὐχ ὑπονοῶ, τὸ πρᾶγμα δ' εἰς μέσον φέρωἅ τ' ἀκήκο' αὐτός, οὐκ ἀγανακτῶν οὐδέπω. σύνοιδα γὰρ τῶι μειρακίωι, νὴ τοὺς θεούς, καὶ κοσμίωι τὸν πρότερον ὄντι χρόνον ἀεὶκαὶ περὶ ἔμ' ὡς ἔνεστιν εὐσεβεστάτωι.
1.275
πάλιν δ', ἐπειδὰν τὴν λέγουσαν καταμάθωτίτθην ἐκείνου πρῶτον οὖσαν, εἶτ' ἐμοῦλάθραι λέγουσαν, εἶτ' ἀποβλέψω πάλινεἰς τὴν ἀγαπῶσαν αὐτὸ καὶ βεβιασμένηνἐμοῦ τρέφειν ἄκοντος, ἐξέστηχ' ὅλως.
1.280
ἀλλ' εἰς καλὸν γὰρ τουτονὶ προσιόνθ' ὁρῶτὸν Παρμένοντ' ἐκ τῆς ἀγορᾶς· ἐατέοναὐτὸν παραγαγεῖν ἐστι τούτους οὓς ἄγει. Πα μάγειρ', ἐγώ, μὰ τοὺς θεούς, οὐκ οἶδα σὺἐφ' ὅ τι μαχαίρας περιφέρεις· ἱκανὸς γὰρ εἶ
1.285
λαλῶν κατακόψαι πάντα πράγματα.( ΜΑΓΕΙΡΟΣ) ἄθλιεἰδιῶτα.( Πα) ἐγώ;( Μα) δοκεῖς γέ μοι, νὴ τοὺς θεούς. εἰ πυνθάνομαι πόσας τραπέζας μέλλετεποεῖν, πόσαι γυναῖκές εἰσι, πηνίκαἔσται τὸ δεῖπνον, εἰ δεήσει προσλαβεῖν
1.290
τραπεζοποιόν, εἰ κέραμός ἐστ' ἔνδοθενὑμῖν ἱκανός, εἰ τοὐπτάνιον κατάστεγον, εἰ τἆλλ' ὑπάρχει πάντα‑( Πα) κατακόπτεις γέ με, εἰ λανθάνει σε, φίλτατ', εἰς περικόμματα, οὐχ ὡς ἔτυχεν.( Μα) οἴμωζε.( Πα) καὶ σύ, τοῦτό γε
1.295
παντὸς ἕνεκ'. ἀλλὰ παράγετ' εἴσω. Δη Παρμένων.( Πα) ἐμέ τις κέκληκε;( Δη) ναιχί.( Πα) χαῖρε, δέσποτα.( Δη) τὴν σφυρίδα καταθεὶς ἧκε δεῦρο.( Πα) ἀγαθῆι τύχηι.( Δη) τοῦτον γὰρ οὐδέν, ὡς ἐγὦιμαι, λανθάνοιτοιοῦτον ἂν πραττόμενον ἔργον· ἔστι γὰρ
1.300
περίεργος, εἴ τις ἄλλος. ἀλλὰ τὴν θύρανπροϊὼν πέπληχε.( Πα) δίδοτε, Χρυσί, πάνθ' ὅσ' ἂνὁ μάγειρος αἰτῆι, τὴν δὲ γραῦν φυλάττετεἀπὸ τῶν κεραμίων, πρὸς θεῶν. τί δεῖ ποεῖνδέσποτα;( Δη) τί δεῖ ποεῖν‹ σε›; δεῦρ' ἀπὸ τῆς θύρας·
1.305
ἔτι μικρόν.( Πα) ἤν.( Δη) ἄκουε δή νυν, Παρμένων· ἐγώ σε μαστιγοῦν, μὰ τοὺς δώδεκα θεούς, οὐ βούλομαι διὰ πολλά.( Πα) μαστιγοῦν; τί δὲπεπόηκα;( Δη) συγκρύπτεις τι πρός μ', ἤισθημαι.[ Πα] ἐγώ; μὰ τὸν Διόνυσον, μὰ τὸν Ἀπόλλω τουτονί,
1.310
μὰ τὸν Δία τὸν Σωτῆρα, μὰ τὸν Ἀσκληπιόν‑( Δη) παῦ· μηδὲν ὄμνυ'· οὐ γὰρ εἰκάζων λέγω.( Πα) ἢ μήποτ' ἆρα‑( Δη) οὗτος, βλέπε δεῦρο.( Πα) ἰδού, βλέπω.( Δη) τὸ παιδίον τίνος ἐστίν;( Πα) ἥν.( Δη) τὸ παιδίοντίνος ἐστ' ἐρωτῶ.( Πα) Χρυσίδος.( Δη) πατρὸς δὲ τοῦ;
1.315
( Πα) σόν, φ̣[ ησιν].[ Δη] ἀπόλωλας· φενακίζεις με.( Πα) ἐγώ;( Δη) εἰδότα γ' ἀκριβῶς πάντα καὶ πεπυσμένονὅτι Μοσχίωνός ἐστιν, ὅτι σύνοισθα σύ, ὅτι δι' ἐκεῖνον αὐτὸ νῦν αὕτη τρέφει.( Πα) τίς φησι;( Δη) πάντες. ἀλλ' ἀπόκριναι τοῦτό μοι·
1.320
ταῦτ' ἐστίν;( Πα) ἔστι, δέσποτ', ἀλλὰ λανθάνειν‑( Δη) τί' λανθάνειν'; ἱμάντα παίδων τις δότωἐπὶ τουτονί μοι τὸν ἀσεβῆ.( Πα) μή, πρὸς θεῶν.( Δη) στίξω σε, νὴ τὸν Ἥλιον.( Πα) στίξεις ἐμέ;( Δη) ἤδη γε.( Πα) ἀπόλωλα.( Δη) ποῖ σύ, ποῖ, μαστιγία;
1.325
λάβ' αὐτόν. ὦ πόλισμα Κεκροπίας χθονός, ὦ ταναὸς αἰθήρ, ὦ‑ τί, Δημέα, βοᾶις; τί βοᾶις, ἀνόητε; κάτεχε σαυτόν, καρτέρει. οὐδὲν γὰρ ἀδικεῖ Μοσχίων σε. παράβολοςὁ λόγος ἴσως ἐστ', ἄνδρες, ἀλλ' ἀληθινός.
1.330
εἰ μὲν γὰρ ἢ βουλόμενος ἢ κεκνισμένοςἔρωτι τοῦτ' ἔπραξεν ἢ μισῶν ἐμέ, ἦν ἂν ἐπὶ τῆς αὐτῆς διανοίας ἔτι θρασὺςἐμοί τε παρατεταγμένος. νυνὶ δέ μοιἀπολελόγηται τὸν φανέντ' αὐτῶι γάμον
1.335
ἄσμενος ἀκούσας. οὐκ ἐρῶν γάρ, ὡς ἐγὼτότ' ὠιόμην, ἔσπευδεν, ἀλλὰ τὴν ἐμὴνἙλένην φυγεῖν βουλόμενος ἔνδοθέν ποτε· αὕτη γάρ ἐστιν αἰτία τοῦ γεγονότος· παρέλαβεν αὐτόν που μεθύοντα δηλαδή,
1.340
οὐκ ὄντ' ἐν ἑαυτοῦ· πολλὰ δ' ἐξεργάζεταιἀνόητ' ἄκρατος καὶ νεότης, ὅταν λάβηιτὸν συνεπιβουλεύσαντα τούτοις πλησίον. οὐδενὶ τρόπωι γὰρ πιθανὸν εἶναί μοι δοκεῖτὸν εἰς ἅπαντας κόσμιον καὶ σώφρονα
1.345
τοὺς ἀλλοτρίους εἰς ἐμὲ τοιοῦτον γεγονέναι, οὐδ' εἰ δεκάκις ποητός ἐστι, μὴ γόνωιἐμὸς ὑός· οὐ γὰρ τοῦτο, τὸν τρόπον δ' ὁρῶ. χαμαιτύπη δ' ἅνθρωπος, ὄλεθρος. ἀλλὰ τί; οὐ γὰρ περιέσται. Δημέα, νῦν ἄνδρα χρὴ
1.350
εἶναί σ'· ἐπιλαθοῦ τοῦ πόθου, πέπαυσ' ἐρῶν, καὶ τἀτύχημα μὲν τὸ γεγονὸς κρύφθ' ὅσονἔνεστι διὰ τὸν ὑόν, ἐκ τῆς δ' οἰκίαςἐπὶ κεφαλὴν ἐς κόρακας ὦσον τὴν καλὴνΣαμίαν. ἔχεις δὲ πρόφασιν ὅτι τὸ παιδίον
1.355
ἀνείλετ'· ἐμφανίσηις γὰρ ἄλλο μηδὲ ἕν, δακὼν δ' ἀνάσχου, καρτέρησον εὐγενῶς.( Μα) ἀλλ' ἆρα πρόσθε τῶν θυρῶν ἐστ' ἐνθάδε; παῖ, Παρμένων. ἅνθρωπος ἀποδέδρακέ με, ἀλλ' οὐδὲ μικρὸν συλλαβών. Δη ἐκ τοῦ μέσου
1.360
ἄναγε σεαυτόν.( Μα) Ἡράκλεις. τί τοῦτο, παῖ; μαινόμενος εἰσδεδράμηκεν εἴσω τις γέρων· ἢ τί τὸ κακόν ποτ' ἐστί; τί δέ μοι τοῦτο, παῖ; νὴ τὸν Ποσειδῶ, μαίνεθ', ὡς ἐμοὶ δοκεῖ· κέκραγε γοῦν παμμέγεθες. ἀστεῖον πάνυ
1.365
εἰ τὰς λοπάδας ἐν τῶι μέσωι μου κειμέναςὄστρακα ποήσαι πάνθ' ὅμοια. τὴν θύρανπέπληχεν. ἐξώλης ἀπόλοιο, Παρμένων, κομίσας με δεῦρο. μικρὸν ὑπαποστήσομαι.( Δη) οὔκουν ἀκούεις; ἄπιθι.( Χρ) ποῖ γῆς, ὦ τάλαν;
1.370
( Δη) ἐς κόρακας ἤδη.( Χρ) δύσμορος.( Δη) ναί, δύσμορος. ἐλεινὸν ἀμέλει τὸ δάκρυον. παύσω σ' ἐγώ, ὡς οἴομαι‑( Χρ) τί ποοῦσαν;( Δη) οὐδέν. ἀλλ' ἔχειςτὸ παιδίον, τὴν γραῦν· ἀποφθείρου ποτέ.( Χρ) ὅτι τοῦτ' ἀνειλόμην;( Δη) διὰ τοῦτο καί‑( Χρ) τί' καί';
1.375
( Δη) διὰ τοῦτο. Μα τοιοῦτ' ἦν τι τὸ κακόν· μανθάνω.( Δη) τρυφᾶν γὰρ οὐκ ἠπίστασο. Χρ οὐκ ἠπιστάμην; τί δ' ἐσθ' ὃ λέγεις;( Δη) καίτοι πρὸς ἔμ' ἦλθες ἐνθάδεἐν σινδονίτηι, Χρυσί‑ μανθάνεις;‑ πάνυλιτῶι.( Χρ) τί οὖν;( Δη) τότ' ἦν ἐγώ σοι πάνθ', ὅτε
1.380
φαύλως ἔπραττες.( Χρ) νῦν δὲ τίς;( Δη) μή μοι λάλει. ἔχεις τὰ σαυτῆς πάντα· προστίθημί σοιἐγὼ θεραπαίνας, Χρυσί. ἐκ τῆς οἰκίαςἄπιθι. Μα τὸ πρᾶγμ' ὀργή τις ἐστί· προσιτέον. βέλτισθ', ὅρα‑( Δη) τί μοι διαλέγει;( Μα) μὴ δάκηις.
1.385
( Δη) ἑτέρα γὰρ ἀγαπήσει τὰ παρ' ἐμοί, Χρυσί· νὴκαὶ τοῖς θεοῖς θύσει. Μα τί ἐστίν;( Δη) ἀλλὰ σὺὑὸν πεπόησαι· πάντ' ἔχεις.( Μα) οὔπω δάκνει. ὅμως‑( Δη) κατάξω τὴν κεφαλὴν ἄνθρωπέ σουἄν μοι διαλέγηι.( Μα) νὴ δικαίως γ'· ἀλλ' ἰδού,
1.390
εἰσέρχομ' ἤδη.( Δη) τὸ μέγα πρᾶγμ'. ἐν τῆι πόλειὄψει σεαυτὴν νῦν ἀκριβῶς ἥτις εἶ. οὐ κατά σε, Χρυσί, πραττόμεναι δραχμὰς δέκαμόνας ἕτεραι τρέχουσιν ἐπὶ τὰ δεῖπνα καὶπίνουσ' ἄκρατον ἄχρι ἂν ἀποθάνωσιν, ἢ
1.395
πεινῶσιν ἂν μὴ τοῦθ' ἑτοίμως καὶ ταχὺποῶσιν. εἴσει δ' οὐδενὸς τοῦτ', οἶδ' ὅτι, ἧττον σύ, καὶ γνώσει τίς οὖσ' ἡμάρτανες. ἕσταθι.( Χρ) τάλαιν' ἔγωγε τῆς ἐμῆς τύχης. Νι τουτὶ τὸ πρόβατον τοῖς θεοῖς μὲν τὰ νόμιμα
1.400
ἅπαντα ποιήσει θυθὲν καὶ ταῖς θεαῖς. αἷμα γὰρ ἔχει, χολὴν ἱκανήν, ὀστᾶ καλά, σπλῆνα μέγαν, ὧν χρεία' στι τοῖς Ὀλυμπίοις. πέμψω δὲ γεύσασθαι κατακόψας τοῖς φίλοιςτὸ κώιδιον· λοιπὸν γάρ ἐστι τοῦτό μοι.
1.405
ἀλλ', Ἡράκλεις, τί τοῦτο; πρόσθε τῶν θυρῶνἕστηκε Χρυσὶς ἥδε κλάουσ'· οὐ μὲν οὖνἄλλη. τί ποτε τὸ γεγονός;( Χρ) ἐκβέβληκέ μεὁ φίλος ὁ χρηστός σου. τί γὰρ ἄλλο;( Νι) ὦ Ἡράκλεις. τίς; Δημέας;( Χρ) ναί.( Νι) διὰ τί;( Χρ) διὰ τὸ παιδίον.
1.410
( Νι) ἤκουσα καὐτὸς τῶν γυναικῶν ὅτι τρέφειςἀνελομένη παιδάριον. ἐμβροντησία. ἀλλ' ἔστ' ἐκεῖνος ἡδύς. οὐκ ὠργίζετοεὐθύς; διαλιπὼν δ'; ἀρτίως;( Χρ) ὃς καὶ φράσαςεἰς τοὺς γάμους μοι τἆνδον εὐτρεπῆ ποεῖν
1.415
μεταξύ μ' ὥσπερ ἐμμανὴς ἐπεισπεσὼνἔξωθεν ἐκκέκλεικε.( Νι) Δημέας χολᾶι. ὁ Πόντος οὐχ ὑγιεινόν ἐστι χωρίον. πρὸς τὴν γυναῖκα δεῦρ' ἀκολούθει τὴν ἐμήν. θάρρει· τί βούλει; παύσεθ' οὗτος ἀπομανεὶς
1.420
ὅταν λογισμὸν ὧν ποεῖ νυνὶ λάβηι. ΧΟΡΟΥΝι παρατενεῖς, γύναι. βαδίζω νῦν ἐκείνωι προσβαλῶν. οὐδ' ἂν ἐπὶ πολλῶι γενέσθαι τὸ γεγονός, μὰ τοὺς θεούς, πρᾶγμ' ἐδεξάμην. μεταξὺ τῶν γάμων ποουμένωνσυμβέβηκ' οἰωνὸς ἡμῖν ἄτοπος· ἐκβεβλημένη
1.425
εἰσελήλυθεν πρὸς ἡμᾶς παιδάριον ἔχουσά τις· δάκρυα γίνεθ', αἱ γυναῖκες τεθορύβηνται. Δημέαςσκατοφαγεῖ. νὴ τὸν Ποσειδῶ καὶ θεούς, οἰμώξεταισκαιὸς ὤν. Μο οὐ μὴ δύηι ποθ' ἥλιος. τί δεῖ λέγειν; ἐπιλέλησθ' ἡ νὺξ ἑαυτῆς. ὢ μακρᾶς δείλης. τρίτον
1.430
λούσομ' ἐλθών· τί γὰρ ἔχοιμ' ἂν ἄλλο ποιεῖν; Νι Μοσχίων, χαῖρε πολλά.( Μο) νῦν ποοῦμεν τοὺς γάμους; ὁ Παρμένωνεἶπεν ἐν ἀγορᾶι περιτυχὼν ἄρτι μοι. τί κωλύειμετιέναι τὴν παῖδά μ' ἤδη;( Νι) τἀνθάδ' ἀγνοῶν πάρει;( Μο) ποῖα;( Νι) ποῖ'; ἀηδία τις συμβέβηκεν ἔκτοπος.
1.435
( Μο) Ἡράκλεις· τίς; οὐ γὰρ εἰδὼς ἔρχομαι.( Νι) τὴν Χρυσίδαἐξελήλακ' ἔνδοθέν σου, φίλταθ', ὁ πατὴρ ἀρτίως.( Μο) οἷον εἴρηκας.( Νι) τὸ γεγονός.( Μο) διὰ τί;( Νι) διὰ τὸ παιδίον.( Μο) εἶτα ποῦ' στι νῦν;( Νι) παρ' ἡμῖν ἔνδον.( Μο) ὢ δεινὸν λέγωνπρᾶγμα καὶ θαυμαστόν.( Νι) εἴ σοι δεινὸν εἶναι φαίνεται‑
1.440
Δη ἂν λάβω ξύλον, ποήσω τὰ δάκρυ' ὑμῶν ταῦτ' ἐγὼἐκκεκόφθαι. τίς ὁ φλύαρος; οὐ διακονήσετετῶι μαγείρωι; πάνυ γάρ ἐστιν ἄξιον, νὴ τὸν Δία, ἐπιδακρῦσαι· μέγα γὰρ ὑμῖν ὤιχετ' ἐκ τῆς οἰκίαςἀγαθόν· αὐτὰ τἆργα δηλοῖ. χαῖρ', Ἄπολλον φίλτατε,
1.445
ἐπ' ἀγαθῆι τύχηι τε πᾶσι τοὺς γάμους‹ οὓς› μέλλομεν‹ νῦν› ποεῖν ἡμῖν γενέσθαι δὸς σύ· μέλλω γὰρ ποεῖντοὺς γάμους, ἄνδρες, καταπιὼν τὴν χολήν· τήρ[ ει δὲ σύ, δέσποτ', αὐτὸς ἵνα γένωμαι μὴ' πίδηλος μηδ[ ενί, ἀλλὰ τὸν ὑμέναιον ἄιδειν εἰσανάγκασόν με σύ.
1.450
[ ο] ὐκ̣ ἄριστ' ἐγὼ‹› ὡς ἔχω νῦν. ἀλλὰ τί;[] νέλθοι.( Νι) σὺ πρότερος, Μοσχίων, πρόσελθέ μου.( Μο) εἶἑν· ὦ π] άτερ, τί ποιεῖς ταῦτα;( Δη) ποῖα, Μοσχίων;( Μο) ποῖ', ἐρωτ] ᾶις; διὰ τί Χρυσὶς οἴχετ' ἀπιοῦσ', εἰπέ μοι.( Δη)[......] πρεσβεύεταί τις πρός με· δεινόν.‑ οὐχὶ σόν,
1.455
μὰ τὸν Ἀπόλλω, τοὖργον ἐστὶν ἀλλὰ παντελ[ ῶς ἐμόν· τίς ὁ φλύ] α̣ ρ̣ ος;‑ δεινὸν ἤδη· συναδικεῖ μ' οὗτος.( Μο)[ τί φήις;( Δη) περιφα] νῶς· τί γὰρ προσέρχεθ' ὑπὲρ ἐκείνης; ἀσ̣[ μένωιχρῆν γὰρ αὐτῶι τοῦτο δήπου γε[ γονέναι.[ Μο] τί τ] οὺς φίλουςπροσδοκᾶις ἐρεῖν πυθομένους;( Δη).[.....] κ̣ ω Μοσχίων
1.460
τοὺς φίλους‑ ἔα με.( Μο) ἀγεννὲς ἂν ποιοίην ἐπιτρέπων.( Δη) ἀλλὰ κωλύσεις με;( Μο) ἔγωγε.( Δη) τοῦθ', ὁρᾶ[ θ', ὑ] περβολή· τοῦτο τῶν δεινῶν ἐκείνων δεινότερον.( Μο) οὐ πάντα γὰρἐπιτρέπειν ὀργῆι προσήκει. Νι Δημέα, καλῶς λέγει. Μο ἀποτρέχειν αὐτῆι φράσον δεῦρ' εἰσιών, Νικήρατε.
1.465
( Δη) Μοσχίων, ἔα μ', ἔα με, Μοσχίων· τρίτον λέγωτουτογί· πάντ' οἶδα.( Μο) ποῖα πάντα;( Δη) μή μοι διαλέγου.( Μο) ἀλλ' ἀνάγκη, πάτερ.( Δη) ἀνάγκη; τῶν ἐμῶν οὐ κύριοςἔσομ' ἐγώ;( Μο) ταύτην ἐμοὶ δὸς τὴν χάριν.( Δη) ποίαν χάριν; οἷον ἀξιοῖς μ' ἀπελθεῖν αὐτὸν ἐκ τῆς οἰκίας
1.470
καταλιπόνθ' ὑμᾶς δύ' ὄντας. τοὺς γάμους ἔα ποεῖν, τοὺς γάμους ἔα με ποιεῖν, ἂν ἔχηις νοῦν.( Μο) ἀλλ' ἐῶ· βούλομαι δὲ συμπαρεῖναι Χρυσίδ'‹ ἡμῖν.›( Δη) Χρυσίδα;( Μο) ἕνεκα σοῦ σπεύδω μάλιστα τοῦτο.( Δη) ταῦτ' οὐ γνώριμα, οὐ σαφῆ; μαρτύρομαί σε, Λοξία, συνόμνυται
1.475
τοῖς ἐμοῖς ἐχθροῖς τις. οἴμοι· καὶ διαρραγήσομαι.( Μο) τί δὲ λέγεις;( Δη) βούλει φράσω σοι;( Μο) πάνυ γε.( Δη) δεῦρο δή.( Μο) λέγε.( Δη) ἀλλ' ἐγώ. τὸ παιδίον σόν ἐστιν, οἶδ', ἀκήκοατοῦ συνειδότος τὰ κρυπτὰ Παρμένοντος· ὥστε μὴπρὸς ἐμὲ παῖζε.( Μο) ἔπειτά σ' ἀδικεῖ Χρυσίς, εἰ τοῦτ' ἔστ' ἐμόν;
1.480
( Δη) ἀλλὰ τίς σύ;( Μο) τί γὰρ ἐκείνη γέγονεν αἰτία;( Δη) τί φήις; οὐδὲν ἐνθυμεῖσθε;( Μο) τί βοᾶις;( Δη) ὅ τι βοῶ, κάθαρμα σύ; τοῦτ' ἐρωτᾶις; εἰς σεαυτὸν ἀναδέχει τὴν αἰτίαν, εἰπέ μοι; καὶ τοῦτο τολμᾶις ἐμβλέπων ἐμοὶ λέγειν; παντελῶς οὕτως ἀπεγνωκώς με τυγχάνεις;( Μο) ἐγώ;
1.485
διὰ τί;( Δη)' διὰ τί' φήις; ἐρωτᾶν δ' ἀξιοῖς;( Μο) τὸ πρᾶγμα γάρἐστιν οὐ πάνδεινον, ἀλλὰ μυρίοι δήπου, πάτερ, τοῦτο πεποήκασιν.( Δη) ὦ Ζεῦ, τοῦ θράσους. ἐναντίονδή σ' ἐρωτῶ τῶν παρόντων· ἐκ τίνος τὸ παιδίονἐστί σοι; Νικηράτωι τοῦτ' εἶπον, εἰ μή σοι δοκεῖ
1.490
δεινὸν‹ εἶναι.›( Μο) νὴ Δί', ἀλλὰ δεινὸν οὕτω γίγνεταιτοῦτο πρὸς τοῦτον λέγειν με· χαλεπανεῖ γὰρ πυθόμενος. Νι ὦ κάκιστ' ἀνδρῶν ἁπάντων· ὑπονοεῖν γὰρ ἄρχομαιτὴν τύχην καὶ τἀσέβημα τὸ γεγονὸς μόλις ποτέ. Μο τέλος ἔχω τοίνυν ἐγώ. Δη νῦν αἰσθάνει, Νικήρατε;
1.495
( Νι) οὐ γάρ; ὢ πάνδεινον ἔργον· ὢ τὰ Τηρέως λέχηΟἰδίπου τε καὶ Θυέστου καὶ τὰ τῶν ἄλλων, ὅσαγεγονόθ' ἡμῖν ἐστ' ἀκοῦσαι, μικρὰ ποιήσας‑( Μο) ἐγώ;( Νι) τοῦτ' ἐτόλμησας σὺ πρᾶξαι, τοῦτ' ἔτλης; Ἀμύντοροςνῦν ἐχρῆν ὀργὴν λαβεῖν σε, Δημέα, καὶ τουτονὶ
1.500
ἐκτυφλῶσαι.( Δη) διά σε τούτωι γέγονε πάντα καταφανῆ.( Νι) τίνος ἀπόσχοι' ἂν σύ; ποῖον οὐκ ἂν[ εἶτ' ἐγώ σοι δῶ γυναῖκα τὴν ἐμαυτ[ οῦ θυγατέρα; πρότερον‑ εἰς κόλπον δέ φασι· τὴν Ἀδ̣[ ράστειαν σέβω‑ ἐπὶ Διομνήστωι γενοίμην νυμφίωι[
1.505
ὁμολογουμένην ἀτυχίαν.( Δη) τα.[ ἠδικημένος κατεῖχον.( Νι) ἀνδράποδ[ ον εἶ, Δημέα. εἰ γὰρ ἐμὸν ἤι[ σχυνε λέ] κ̣ τρον, οὐκ ἂν εἰς ἄλλον ποτὲὕβρισ' οὐδ' ἡ συ̣ γ̣[ κλ] ι̣ θεῖσα· παλλακὴν δ' ἂν αὔριονπρῶτος ἀνθρώπων ἐπώλουν, συναποκηρύττων ἅμα
1.510
ὑόν, ὥστε μηθὲν εἶναι μήτε κουρεῖον κενόν, μὴ στοάν, καθημένους δὲ πάντας ἐξ ἑωθινοῦπερὶ ἐμοῦ λαλεῖν λέγοντας ὡς ἀνὴρ Νικήρατοςγέγον' ἐπεξελθὼν δικαίως τῶι φόνωι.( Μο) ποίωι φόνωι;( Νι) φόνον ἐγὼ κρίνω τὰ τοιαῦθ' ὅστις ἐπαναστὰς ποεῖ.
1.515
Μο αὖός εἰμι καὶ πέπηγα τῶι κακῶι, νὴ τοὺς θεούς.( Νι) ἀλλ' ἐγὼ πρὸς τοῖσιν ἄλλοις τὴν τὰ δείν' εἰργασμένηνεἰσεδεξάμην μελάθροις τοῖς ἐμοῖς.( Δη) Νικήρατε, ἔκβαλ', ἱκετεύω· συναδικοῦ γνησίως ὡς ἂν φίλος.( Νι) ὃς διαρραγήσομ'‹ ἐπ› ιδών. ἐμβλέπεις μοι, βάρβαρε,
1.520
Θρᾶιξ ἀληθῶς; οὐ παρήσεις; Μο πάτερ ἄκουσον, πρὸς θεῶν.( Δη) οὐκ ἀκούσομ' οὐθέν.( Μο) οὐδ' εἰ μηδὲν ὧν σὺ προσδοκᾶιςγέγονεν; ἄρτι γὰρ τὸ πρᾶγμα κατανοῶ.( Δη) πῶς μηδὲ ἕν;( Μο) οὐχὶ Χρυσίς ἐστι μήτηρ οὗ τρέφει νῦν παιδίου, ἀλλ' ἐμοὶ χαρίζεται τοῦθ' ὁμολογοῦσ' αὑτῆς.( Δη) τί φήις;
1.525
( Μο) τὰς ἀληθείας.( Δη) διὰ τί δὲ τοῦτό σοι χαρίζεται;( Μο) οὐχ ἑκὼν λέγω μέν, ἀλλὰ μείζον' αἰτίαν φυγὼνλαμβάνω μικράν, ἐὰν σὺ τὸ γεγονὸς πύθηι σαφῶς.( Δη) ἀλλ' ἀποκτενεῖς πρὶν εἰπεῖν.( Μο) ἔστι τῆς Νικηράτουθυγατρός, ἐξ ἐμοῦ. λαθεῖν δὲ τοῦτ' ἐβουλόμην ἐγώ.
1.530
( Δη) πῶς λέγεις;( Μο) ὥσπερ πέπρακται.( Δη) μή με βουκολεῖς ὅρα.( Μο) οὗ λαβεῖν ἔλεγχόν ἐστι; καὶ τί κερδανῶ πλέον;( Δη) οὐθέν. ἀλλὰ τὴν θύραν τις‑ Νι ὦ τάλας ἐγώ, τάλας· οἷον εἰσιδὼν θέαμα διὰ θυρῶν ἐπείγομαιἐμμανὴς ἀπροσδοκήτωι καρδίαν πληγεὶς ἄχει.
1.535
Δη τί ποτ' ἐρεῖ;( Νι) τὴν θυγατέρ'‹ ἄρτι› τὴν ἐμὴν τῶι παιδίωιτιτθίον διδοῦσαν ἔνδον κατέλαβον.( Δη) τοῦτ' ἦν ἄρα. Μο πάτερ, ἀκούεις;( Δη) οὐδὲν ἀδικεῖς Μοσχίων‹ μ'›· ἐγὼ δέ σεὑπονοῶν τοιαῦτα.( Νι) πρός σε, Δημέα, πορεύομαι. Μο ἐκποδὼν ἄπειμι.( Δη) θάρρει.( Μο) τουτονὶ τέθνηχ' ὁρῶν.
1.540
( Δη) τί τὸ πάθος δ' ἐστίν; Νι διδοῦσαν τιτθίον τῶι παιδίωιἀρτίως ἔνδον κατέλαβον τὴν ἐμαυτοῦ θυγατέρα.( Δη) τυχὸν ἔπαιζεν.( Νι) οὐκ ἔπαιζεν. ὡς γὰρ εἰσιόντα μεεἶδεν, ἐξαίφνης κατέπεσεν.( Δη) τυχὸν ἴσως ἔδοξε[ γάρ‑( Νι) παρατενεῖς' τυχὸν' λέγων μοι πάντα.( Δη)( τούτων αἴτιος
1.545
εἴμ' ἐγώ.)( Νι) τί φήις;( Δη) ἄπιστον πρᾶγμά μοι δοκεῖς λέγειν.( Νι) ἀλλὰ μὴν εἶδον.( Δη) κορυζᾶις.( Νι) οὗτος οὐκ ἔστιν λόγος. ἀλλὰ πάλιν ἐλθών‑( Δη) τὸ δεῖνα· μικρόν, ὦ τᾶν‑ οἴχεται. πάντα πράγματ' ἀνατέτραπται, τέλος ἔχει. νὴ τὸν Δία, οὑτοσὶ τὸ πρᾶγμ' ἀκούσας χαλεπανεῖ, κεκράξεται·
1.550
τραχὺς ἅνθρωπος, σκατοφάγος, αὐθέκαστος τῶι τρόπωι. ἐμὲ γὰρ ὑπονοεῖν τοιαῦτα τὸν μιαρὸν ἐχρῆν, ἐμέ. νὴ τὸν Ἥφαιστον, δικαίως ἀποθάνοιμ' ἄν. Ἡράκλεις, ἡλίκον κέκραγε. τοῦτ' ἦν· πῦρ βοᾶι· τὸ παιδίονφησὶν ἐμπρήσειν ἀπειλῶν. ὑιδοῦν ὀπτώμενον
1.555
ὄψομαι. πάλιν πέπληχε τὴν θύραν. στρόβιλος ἢσκηπτὸς ἅνθρωπός τις ἐστί. Νι Δημέα, συνίσταταιἐπ' ἐμὲ καὶ πάνδεινα ποιεῖ πράγμαθ' ἡ Χρυσίς.( Δη) τί φήις;( Νι) τὴν γυναῖκά μου πέπεικε μηθὲν ὁμολογεῖν ὅλωςμηδὲ τὴν κόρην, ἔχει δὲ πρὸς βίαν τὸ παιδίον
1.560
οὐ προήσεσθαί τε φησίν· ὥστε μὴ θαύμαζ', ἐὰναὐτόχειρ αὐτῆς γένωμαι. Δη τῆς γυναικὸς αὐτόχειρ;( Νι) πάντα γὰρ σύνοιδεν αὕτη.( Δη) μηδαμῶς, Νικήρατε.( Νι) σοὶ δ' ἐβουλόμην προειπεῖν.( Δη) οὑτοσὶ μελαγχολᾶι. εἰσπεπήδηκεν. τί τούτοις τοῖς κακοῖς τις χρήσεται;
1.565
οὐδεπώποτ' εἰς τοιαύτην ἐμπεσών, μὰ τοὺς θεούς, οἶδα ταραχήν. ἔστι μέντοι τὸ γεγονὸς φράσαι σαφῶςπολὺ κράτιστον. ἀλλ', Ἄπολλον, ἡ θύρα πάλιν ψοφεῖ. Χρ ὦ τάλαιν' ἐγώ, τί δράσω; ποῖ φύγω; τὸ παιδίονλήψεταί μου. Δη Χρυσί, δεῦρο.( Χρ) τίς καλεῖ με;( Δη) εἴσω τρέχε.
1.570
Νι ποῖ σύ, ποῖ φεύγεις;( Δη) Ἄπολλον, μονομαχήσω τήμερον, ὡς ἔοικ', ἐγώ. τί βούλει; τίνα διώκεις;( Νι) Δημέα, ἐκποδὼν ἄπελθ'· ἔα με γενόμενον τοῦ παιδίουἐγκρατῆ τὸ πρᾶγμ' ἀκοῦσαι τῶν γυναικῶν.( Δη) μηθαμῶς.( Νι) ἀλλὰ τυπτήσεις με;( Δη) ἔγωγε.‑ θᾶττον εἰσφθάρηθι σύ.
1.575
( Νι) ἀλλὰ μὴν κἀγώ σε.( Δη) φεῦγε, Χρυσί· κρείττων ἐστί μου.( Νι) πρότερος ἅπτει μου σὺ νυνί· ταῦτ' ἐγὼ μαρτύρομαι. Δη σὺ δ' ἐπ' ἐλευθέραν γυναῖκα λαμβάνεις βακτηρίανκαὶ διώκεις.( Νι) συκοφαντεῖς.( Δη) καὶ σὺ γάρ.( Νι) τὸ παιδίονἐξένεγκέ μοι.( Δη) γελοῖον· τοὐμόν.( Νι) ἀλλ' οὐκ ἔστι σόν.
1.580
( Δη) ἐμόν.( Νι) ἰὼ' νθρωποι.( Δη) κέκραχθι.( Νι) τὴν γυναῖκ' ἀποκτενῶεἰσιών· τί γὰρ ποήσω;( Δη) τοῦτο μοχθηρὸν πάλιν. οὐκ ἐάσω. ποῖ σύ; μένε δή.( Νι) μὴ πρόσαγε τὴν χεῖρά μοι.( Δη) κάτεχε δὴ σεαυτόν.( Νι) ἀδικεῖς Δημέα με, δῆλος εἶ, καὶ τὸ πρᾶγμα πᾶν σύνοισθα.( Δη) τοιγαροῦν ἐμοῦ πυθοῦ,
1.585
τῆι γυναικὶ μὴ' νοχλήσας μηδέν.( Νι) ἆρ' ὁ σός με παῖςἐντεθρίωκεν;( Δη) φλυαρεῖς· λήψεται μὲν τὴν κόρην, ἔστι δ' οὐ τοιοῦτον. ἀλλὰ περιπάτησον ἐνθαδὶμικρὰ μετ' ἐμοῦ.( Νι) περιπατήσω;( Δη) καὶ σεαυτόν γ' ἀνάλαβε. οὐκ ἀκήκοας λεγόντων, εἰπέ μοι, Νικήρατε,
1.590
τῶν τραγωιδῶν ὡς γενόμενος χρυσὸς ὁ Ζεὺς ἐρρύηδιὰ τέγους καθειργμένην τε παῖδ' ἐμοίχευσέν ποτε;( Νι) εἶτα δὴ τί τοῦτο;( Δη) ἴσως δεῖ πάντα προσδοκᾶν; σκόπει, τοῦ τέγους εἴ σοι μέρος τι ῥεῖ.( Νι) τὸ πλεῖστον. ἀλλὰ τίτοῦτο πρὸς ἐκεῖν' ἐστί;( Δη) τότε μὲν γίνεθ' ὁ Ζεὺς χρυσίον,
1.595
τότε δ' ὕδωρ. ὁρᾶις· ἐκείνου τοὖργον ἐστίν. ὡς ταχὺεὕρομεν.( Νι) καὶ βουκολεῖς με.( Δη) μὰ τὸν Ἀπόλλω,' γὼ μὲν οὔ. ἀλλὰ χείρων οὐδὲ μικρὸν Ἀκρισίου δήπουθεν εἶ· εἰ δ' ἐκείνην ἠξίωσε, τήν γε σήν‑( Νι) οἴμοι τάλας· Μοσχίων ἐσκεύακέν με.( Δη) λήψεται μέν, μὴ φοβοῦ
1.600
τοῦτο· θεῖον δ' ἐστ', ἀκριβῶς ἴσθι, τὸ γεγενημένον. μυρίους εἰπεῖν ἔχω σοι περιπατοῦντας ἐν μέσωιὄντας ἐκ θεῶν· σὺ δ' οἴει δεινὸν εἶναι τὸ γεγονός. Χαιρεφῶν πρώτιστος οὗτος, ὃν τρέφουσ' ἀσύμβολον, οὐ θεός σοι φαίνετ' εἶναι;( Νι) φαίνεται· τί γὰρ πάθω;
1.605
οὐ μαχοῦμαί σοι διὰ κενῆς.( Δη) νοῦν ἔχεις, Νικήρατε. Ἀνδροκλῆς ἔτη τοσαῦτα ζῆι, τρέχει, πηδᾶι, πολὺπράττεται· μέλας περιπατεῖ· λευκὸς οὐκ ἂν ἀποθάνοι, οὐδ' ἂν εἰ σφάττοι τις αὐτόν. οὗτός ἐστιν‑ οὐ θεός; ἀλλὰ ταῦτ' εὔχου γενέσθαι συμφέροντα, θυμία,
1.610
[........ τὴ] ν κόρην μέτεισιν οὑμὸς ὑὸς αὐτίκα.‹ Νι› ἐξ ἀνάγκης ἐστὶ τ̣ αῦ[ τ] α πομ̣[...]. μ̣[.] ι̣‹ Δη› ν[ ο] ῦν ἔχει[ ς.( Νι) εἰ δ' ἐλήφθη τότε‑( Δη) πέπαυσο· μὴ παροξύνου· πόειτἄνδον εὐτρεπῆ.( Νι) ποήσω.( Δη) τὰ παρ' ἐμοὶ δ' ἐγώ.( Νι) πόει.( Δη) κομψὸς εἶ.‑ χάριν δὲ πολλὴν πᾶσι τοῖς θεοῖς ἔχω
1.615
οὐθὲν εὑρηκὼς ἀληθὲς ὧν τότ' ὤιμην γεγονέναι. ΧΟΡΟΥΜο ἐγὼ τότε μὲν ἧς εἶχον αἰτίας μάτηνἐλεύθερος γενόμενος ἠγάπησα καὶτοῦθ' ἱκανὸν εὐτύχημ' ἐμαυτῶι γεγονέναιὑπέλαβον· ὡς δὲ μᾶλλον ἔννους γίνομαι
1.620
καὶ λαμβάνω λογισμόν, ἐξέστηκα νῦντελέως ἐμαυτοῦ καὶ παρώξυμμαι σφόδραἐφ' οἷς μ' ὁ πατὴρ ὑπέλαβεν ἡμαρτηκέναι. εἰ μὲν καλῶς οὖν εἶχε τὰ περὶ τὴν κόρηνκαὶ μὴ τοσαῦτ' ἦν ἐμποδών, ὅρκος, πόθος,
1.625
χρόνος, συνήθει', οἷς ἐδουλούμην ἐγώ, οὐκ ἂν παρόντα γ' αὖτις ἠιτιάσατοαὐτόν με τοιοῦτ' οὐδέν, ἀλλ' ἀποφθαρεὶςἐκ τῆς πόλεως ἂν ἐκποδὼν εἰς Βάκτρα ποιἢ Καρίαν διέτριβον αἰχμάζων ἐκεῖ·
1.630
νῦν δ' οὐ ποήσω διὰ σέ, Πλαγγὼν φιλτάτη, ἀνδρεῖον οὐθέν· οὐ γὰρ ἔξεστ' οὐδ' ἐᾶιὁ τῆς ἐμῆς νῦν κύριος γνώμης Ἔρως. οὐ μὴν ταπεινῶς οὐδ' ἀγεννῶς παντελῶςπαριδεῖν με δεῖ τοῦτ', ἀλλὰ τῶι λόγωι μόνον,
1.635
εἰ μηθὲν ἄλλ', αὐτὸν φοβῆσαι βούλομαιφάσκων ἀπαίρειν. μᾶλλον εἰς τὰ λοιπὰ γὰρφυλάξεθ' οὗτος μηθὲν εἴς μ' ἀγνωμονεῖν, ὅταν φέροντα μὴ παρέργως τοῦτ' ἴδηι. ἀλλ' οὑτοσὶ γὰρ εἰς δέοντά μοι πάνυ
1.640
καιρὸν πάρεστιν ὃν μάλιστ' ἐβουλόμην. Πα νὴ τὸν Δία τὸν μέγιστον, ἀνόητόν τε καὶεὐκαταφρόνητον ἔργον εἴμ' εἰργασμένος· οὐθὲν ἀδικῶν ἔδεισα καὶ τὸν δεσπότηνἔφυγον. τί δ' ἦν τούτου πεποηκὼς ἄξιον;
1.645
καθ' ἓν γὰρ οὑτωσὶ σαφῶς σκεψώμεθα. ὁ τρόφιμος ἐξήμαρτεν εἰς ἐλευθέρανκόρην· ἀδικεῖ δήπουθεν οὐδὲν Παρμένων. ἐκύησεν αὕτη· Παρμένων οὐκ αἴτιος. τὸ παιδάριον εἰσῆλθεν εἰς τὴν οἰκίαν
1.650
τὴν ἡμετέραν· ἤνεγκ' ἐκεῖνος, οὐκ ἐγώ. τῶν ἔνδον ὡμολόγησε τοῦτό τις τεκεῖν· τί Παρμένων ἐνταῦθα πεποίηκεν κακόν; οὐθέν. τί οὖν οὕτως ἔφυγες, ἀβέλτερεκαὶ δειλότατε; γελοῖον. ἠπείλησ' ἐμὲ
1.655
στίξειν· μεμάθηκας· διαφέρ[ ει δ' ἀ] λλ' οὐδὲ γρῦἀδίκως παθεῖν τοῦτ' ἢ δικαίως, ἔστι δὲπάντα τρόπον οὐκ ἀστεῖον.( Μο) οὗτος.( Πα) χαῖρε σύ.( Μο) ἀφεὶς ἃ φλυαρεῖς ταῦτα θᾶττον εἴσιθιεἴσω.( Πα) τί ποήσων;( Μο) χλαμύδα καὶ σπάθην τινὰ
1.660
ἔνεγκέ μοι.( Πα) σπάθην ἐγώ σοι;( Μο) καὶ ταχύ.( Πα) ἐπὶ τί;( Μο) βάδιζε καὶ σιωπῆι τοῦθ' ὅ σοιεἴρηκα ποίει.( Πα) τί δὲ τὸ πρᾶγμα;( Μο) εἰ λήψομαιἱμάντα‑( Πα) μηδαμῶς· βαδίζω γάρ.( Μο) τί οὖνμέλλεις;‑ πρόσεισι νῦν ὁ πατήρ· δεήσεται
1.665
οὗτος καταμένειν δηλαδή. δεήσεταιἄλλως μέχρι τινός· δεῖ γάρ. εἶθ', ὅταν δοκῆιπεισθήσομ' αὐτῶι. πιθανὸν εἶναι δεῖ μόνονὃ μὰ τὸν Διόνυσον οὐ δύναμαι ποεῖν ἐγώ. τοῦτ' ἐστίν. ἐψόφηκε προϊὼν τὴν θύραν.
1.670
Πα ὑστερίζειν μοι δοκεῖς σὺ παντελῶς τῶν ἐνθάδεπραγμάτων, εἰδώς τ' ἀκριβῶς οὐθὲν οὔτ' ἀκηκοὼςδιὰ κενῆς σαυτὸν ταράττεις εἰς ἀθυμίαν τ' ἄγεις. Μο οὐ φέρεις;( Πα) ποῦσι γάρ σοι τοὺς γάμους· κεράννυται, θυμιᾶτ', ἐνῆρκτ', ἀνῆπται θύμαθ' Ἡφαίστου φλογί.
1.675
( Μο) οὗτος, οὐ φέρεις;( Πα) σὲ γάρ,‹ σὲ› περιμένουσ' οὗτοι πάλαι. μετιέναι τὴν παῖδα μέλλεις; εὐτυχεῖς· οὐδὲν κακόνἐστί σοι. θάρρει· τί βούλει;( Μο) νουθετήσεις μ', εἰπέ μοι, ἱερόσυλε;( Πα) παῖ, τί ποιεῖς, Μοσχίων;( Μο) οὐκ εἰσδραμὼνθᾶττον ἐξοίσεις ἅ φημι;( Πα) διακέκομμαι τὸ στόμα.
1.680
( Μο) ἔτι λαλεῖς οὗτος;( Πα) βαδίζω. νὴ Δί' ἐξεύρηκά γετόδε κακόν.( Μο) μέλλεις;( Πα) ἄγουσι τοὺς γάμους ὄντως.( Μο) πάλιν; ἕτερον ἐξάγγελλέ μοι τι.‑ νῦν πρόσεισιν· ἂν δέ μουμὴ δέητ', ἄνδρες, καταμένειν, ἀλλ' ἀποργισθεὶς ἐᾶιἀπιέναι‑ τουτὶ γὰρ ἄρτι παρέλιπον‑ τί δεῖ ποεῖν;
1.685
ἀλλ' ἴσως οὐκ ἂν ποήσαι τοῦτ'. ἐὰν δέ; πάντα γὰργίνεται· γελοῖος ἔσομαι, νὴ Δί', ἀνακάμπτων πάλιν. Πα ἤν· χλαμὺς πάρεστιν αὕτη καὶ σπάθη· ταυτὶ λαβέ.( Μο) δεῦρο δός. τῶν ἔνδον οὐθείς σ' εἶδεν;( Πα) οὐθείς.( Μο) οὐδὲ εἷςπαντελῶς;( Πα) οὔ φημι.( Μο) τί λέγεις; ἀλλά σ' ὁ Ζεὺς ἀπολέσαι.
1.690
( Πα) πρόαγ' ὅποι μέλλεις· φλυαρεῖς.( Δη) εἶτα ποῦ' στιν, εἰπέ μοι; παῖ, τί τοῦτο;( Πα) πρόαγε θᾶττον.( Δη) ἡ στολὴ τί βούλεται; τί τὸ πάθος; μέλλεις ἀπαίρειν, εἰπέ μ[ οι,( Πα) ὡς ὁρᾶις, ἤδη βαδίζει κἀστὶν ἐν ὁδῶ[ ι. νῦν δὲ χρὴκἀμὲ τοὺς ἔνδον προσειπεῖν· ἔρχο[ μ' ἤδη.[ Δη][ Μοσχίων,
1.695
ὅτι μὲν ὀργίζει, φιλῶ σε, κοὐχ[ εἰ λελύπησαι γὰρ ἀδίκως αἰτίαν.[ ἀλλ' ἐκεῖν' ὅμως θεώρει· τίνι πικρο[; εἰμὶ γὰρ πατήρ· ε̣[.......] αλαβών σε παιδίονἐξέθρεψ'· εἰ σ..[......] σ̣ γέγονεν ἡδὺς τοῦ βίου,
1.700
τοῦτόν εἰμ' ὁ δοὺς[ ἔγωγε], δι' ὃν ἀνασχέσθαι σ' ἔδεικαὶ τὰ λυπήσαντα[ παρ' ἐ] μοῦ καὶ φέρειν τι τῶν ἐμῶνὡς ἂν ὑόν. οὐ δικαίως ἠιτιασάμην τί σε· ἠγνόησ', ἥμαρτον, ἐμάνην. ἀλλ' ἐκεῖνο.[ εἴς γε τοὺς ἄλλους ἁμαρτὼν σοῦ πρόνοιαν ἡλ̣ ίκ̣ η̣[ ν
1.705
ἔσχον,‹ ἐν› ἐμαυτῶι τ' ἐτήρουν τοῦθ' ὃ δή ποτ' ἠγνόουν· οὐχὶ τοῖς ἐχθροῖς ἔθηκα φανερὸν ἐπιχαίρειν· σὺ δὲτὴν ἐμὴν ἁμαρτίαν νῦν ἐκφέρεις καὶ μάρτυραςἐπ' ἐμὲ τῆς ἐμῆς ἀνοίας λαμβάνεις· οὐκ ἀξιῶ, Μοσχίων. μὴ μνημονεύσηις ἡμέραν μου τοῦ βίου
1.710
. μίαν ἐν ἧι διεσφάλην τι, τῶν δὲ πρόσθεν ἐπιλάθηι. πόλλ' ἔχων λέγειν ἐάσω· καὶ γὰρ οὐ καλῶς ἔχει πατρὶ μόλις πιθέσθ', ἀκριβῶς ἴσθι, τὸ δ' ἑτοίμως καλόν. Νι μὴ' νόχλει μοι· πάντα γέγονε· λουτρά, προτέλει', οἱ γάμοι· ὥστ' ἐκεῖνος, ἄν ποτ' ἔλθηι, τὴν κόρην ἄπεισ' ἔχων.
1.715
παῖ, τί τοῦτο; Δη οὐκ οἶδ' ἔγωγε, μὰ Δία.( Νι) πῶς οὐκ οἶσθα σύ; χλαμύς· ἀπαίρειν οὑτοσί που διανοεῖται.( Δη) φησὶ γοῦν.( Νι) φησὶν οὗτος; τίς δ' ἐάσει, μοιχὸν ὄντ' εἰλημμένον, ὁμολογοῦντ'; ἤδη σε δήσω, μειράκιον, οὐκ εἰς μακράν.( Μο) δῆσον, ἱκετεύω. Νι φλυαρεῖς πρός μ' ἔχων. οὐ καταβαλεῖς
1.720
τὴν σπάθην θᾶττον;( Δη) κατάβαλε, Μοσχίων, πρὸς τῶν θεῶν, μὴ παροξύνηις. Μο ἀφείσθω· καταλελιπαρήκατε δεόμενοί μου.( Νι) σοῦ δεόμενοι; δεῦρο δή.( Μο) δήσεις μ' ἴσως;( Δη) μηδαμῶς. ἔξω κόμιζε δεῦρο τὴν νύμφην. Νι δοκεῖ; Δη πάνυ μὲν οὖν. Μο εἰ τοῦτ' ἐποίεις εὐθύς, οὐκ ἂν πράγματα
1.725
εἶχες, ὦ πάτερ, φιλοσοφῶν ἄρτι. Νι πρόαγε δὴ σύ μοι.‑ μαρτύρων ἐναντίον σοι τήνδ' ἐγὼ δίδωμ' ἔχειν γνησίων παίδων ἐπ' ἀρότωι, προῖκα τἀμὰ πάνθ' ὅταν ἀποθάνω γ', ὃ μὴ γένοιτ', ἀλλ'‹ εἰς› αεὶ ζώιην.( Μο) ἔχω, λαμβάνω, στέργω.( Δη) τὸ λοιπόν ἐστι λουτρὰ μετιέναι·
1.730
Χρυσί, πέμπε τὰς γυναῖκας, λουτροφόρον, αὐλητρίδα. δεῦρο δ' ἡμῖν ἐκδότω τις δᾶιδα καὶ στεφάνους, ἵνα συμπροπέμπωμεν.( Μο) πάρεστιν ὅδε φέρων.( Δη) πύκαζε σὺ κρᾶτα καὶ κόσμει σεαυτόν.( Μο) ἀλλ' ἐγώ.( Δη) παῖδες καλοί, μειράκια, γέροντες, ἄνδρες, πάντες εὐρώστως ἅμα
1.735
πεμψ̣[ α] τ' εὐνοίας προφήτην Βακχίωι φίλον κρότον. ἡ δὲ καλλίστων ἀγώνων πάρεδρος ἄφθιτος θεὰ εὐμενὴς ἕποιτο Νίκη τοῖς ἐμοῖς ἀεὶ χοροῖς.