Historia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-attaliates" aria-label="More works by Michael Attaliates">
—
⋯
Original / primary: Pg Scrape Grc
146.1
ἀποπεμψάμενος, τῆς εἰς τὰ πρόσω πορείας εὐθυμότερον εἴχετο, διαφόρως ἀποξενῶν ἑαυτὸν τοῦ στρατοῦ εἰς τὰς οἰκείας ἐπαύλεις καὶ κτημάτων ἐπιδείξεις οἰκείων καὶ πολυτελεστέρων οἰκοδομῶν διατάξεις. διαπεραιωθέντος οὖν τοῦ στρατοῦ τὸν Ἅλυν λεγόμενον ποταμὸν αὐτὸς οὐ συνδιεπεραιώθη τηνικαῦτα αὐτῷ, ἀλλ' εἰς νεοπαγὲς φρούριον, ἐκ προστάξεως αὐτοῦ συνοικοδομηθέν, ἐπιμείνας ἐκεῖθέν τινας ἡμέρας διέτριψεν. εἶτα διαπεραιωθεὶς καὶ αὐτός, κἀν τῇ τοῦ Χαρσιανοῦ ἐπαρχίᾳ, τὴν διαίρεσιν ἐκ τοῦ στρατοῦ εἰς κτήσεις οἰκείας συνδιεγράψατο· καὶ τὸ ἀπ' ἐκείνου ἀδιαίρετος ἦν, τῇ Καισαρέων μὴ προσμίξας τὸ σύνολον, ἕως εἰς τὴν λεγομένην Κρύαν πηγὴν ἐνηυλίσατο. ἐστὶ γὰρ ὁ τόπος οὐδενὸς τῶν χρηστῶν τὸ παράπαν ἀπολειπόμενος, τό τε [τὸ] ὕδωρ διειδὲς ἅμα καὶ πότιμον καὶ ψυχρότατον, δένδρα τε συνηρεφῆ μετὰ δαψιλοῦς τῆς πόης ἐκτρέφον καὶ ξυλίσασθαι εὔπορος, παντοίοις τε ῥόδοις κατάκομος καὶ κρινωνιαῖς, λόφοις τε ἠρέμα πρὸς ἑαυτοὺς ἀνάγουσιν εὔθετος, καὶ οἷον εἰπεῖν ἀστυκώμη καὶ ἀγρόπολις διὰ τῆς συμμιγοῦς ποριμότητος γνωριζόμενος. ἐκεῖσε δ' ὁ βασιλεὺς ἡμέρας τινὰς στρατοπεδευσάμενος, ὡς εἶδε τὴν χώραν ἀφειδῶς κατακειρομένην ἐκ τῶν στρατιωτῶν καὶ μᾶλλον ἐκ τοῦ μισθοφορικοῦ καὶ ἀλλογενοῦς, καὶ ἅπαν λήιον ἐξώρως ἀποτεμνόμενον καὶ τοῖς βοσκήμασι λαφυραγωγούμενον, δηχθεὶς τὴν ψυχὴν ἀπηνέστερον προσηνέχθη τισὶ τῶν 147 Νεμίτζων λεγομένων, οὓς ὁ παλαιὸς λόγος Σαυρομάτας καὶ αὐτοὺς ἐγίνωσκεν. ἀλλ' οἵγε θράσει καὶ θυμῷ ζέοντες καὶ ἀπονοίᾳ βαρβαρικῇ πρὸς ἐκδίκησιν τῶν ἰδίων ἰταμῶς διανέστησαν, καὶ τῶν ἵππων περὶ τὴν τῶν ἀριστῶν ἐπιβάντες ὥραν τῆς τοῦ βασιλέως σκηνῆς καὶ αὐτοῦ βασιλέως κατεξαναστῆναι συνέθεντο. γνωσθείσης δὲ τῆς αὐτῶν ἐπιθέσεως βοή τε περὶ τὸ στρατόπεδον γέγονε, καὶ ταχὺ διαβοηθέντος τοῦ πράγματος συνέστη μὲν ὁ βασιλεὺς καὶ διηυτρεπίσθη τὰ πρὸς τὸν πόλεμον, ἐπιβὰς δὲ τοῦ ἵππου καὶ τὴν στρατιὰν ὡς εἰς μάχην συναρμοσάμενος κατέπληξε τοὺς ἰδιοξένους, εἰς τὸ πεδίον εὐσυντάκτως γενόμενος· καὶ ὑποσπόνδους αὐτοὺς ποιησάμενος, τὴν ἐσχάτην τούτοις χώραν ἐκ τῆς σωματοφυλακίας καὶ τῆς πρώην ἐγγύτητος ἀπενείματο, ἐν τούτῳ καὶ μόνῳ τὸ πρόστιμον αὐτοῖς τοῦ τοιούτου ἐγκλήματος ἐγκαταθέμενος. Ἐκεῖθεν δ' εἰς Σεβάστειαν καὶ τὰ πρόσω κεχωρηκὼς ἀπῄει τὴν τῶν Ἰβήρων καταλαβεῖν ἐπειγόμενος, ὅτε καὶ δύο ἀτραπῶν ἐκ Σεβαστείας διαιρουμένων καὶ εἰς τὸ θέμα Κολωνείας συναγουσῶν τὴν ἐν ἀριστερᾷ πορευθῆναι θελήσας ὁ βασιλεὺς πολλῶν πτωμάτων θέαν ἀνθρωπίνων προσέλαβεν. ἐν ἐκείνῳ γὰρ τῷ τόπῳ συνέστη τῷ παρελθόντι ἔτει ὁ πόλεμος τοῖς τε Ῥωμαίοις καὶ τοῖς Τούρκοις στρατηγοῦντος Μανουὴλ κουροπαλάτου τοῦ Κομνηνοῦ, καὶ τὸ Ῥωμαϊκὸν ἡττήθη 148 στρατόπεδον. ἐφάνη δὲ καὶ τοῦτο τοῖς στρατοπεδευομένοις οὐκ εὔθετον θέαμα. Διελθὼν οὖν ἡμέραν ἐξ ἡμέρας τὴν προκειμένην ὁδόν, κατέλαβε τὴν Θεοδοσίου πόλιν, ἐπὶ μὲν τῷ πρὸ τοῦ χρόνῳ παραμεληθεῖσαν καὶ ἀοίκητον γενομένην διὰ τὸ ἐν τῇ πολιτείᾳ τοῦ Ἄρτζη πλησίον οὔσῃ καὶ ἐν καλῷ τῆς θέσεως ὁρωμένῃ μεταθέσθαι τοὺς ἀνθρώπους τὴν οἴκησιν, καὶ μεγάλην ἐγκαταστῆσαι χωρόπολιν καὶ παντοίων ὠνίων, ὅσα Περσική τε καὶ Ἰνδικὴ καὶ ἡ λοιπὴ Ἀσία φέρει, πλῆθος οὐκ εὐαρίθμητον φέρουσαν, πρὸ ὀλίγων δὲ χρόνων ἀνοικοδομηθεῖσαν καὶ κατοχυρωθεῖσαν, τὴν Θεοδοσίου πόλιν λέγω, τάφρῳ καὶ τείχεσι διὰ τὴν τῶν Τούρκων ἐκ τοῦ ἀνελπίστου γειτνίασιν, δι' ὧν ἐξ ἐπιδρομῆς ἡ πολιτεία τοῦ Ἄρτζη παμπληθεὶ τὴν σφαγὴν προϋπέμεινε καὶ τὴν ἅλωσιν. ἐκεῖσε τοίνυν ἐπιμείνας ὁ βασιλεὺς οὐκ ὀλίγας ἡμέρας διεκηρυκεύσατο πᾶσι διμήνου τροφαῖς ἐφοδιασθῆναι, ὡς διὰ χώρας ἀοικήτου καὶ καταπεπατημένης τοῖς ἔθνεσι διαπορεύεσθαι μέλλουσι. πάντων δὲ τὸ προσταχθὲν δι' ἐπιμελείας ποιησαμένων, προαπέστειλε μὲν ὁ βασιλεὺς ἐκ τοῦ μισθοφορικοῦ Σκύθας εἰς τοῦ Χλίατ προνομήν τε καὶ διασκύλευσιν, τοῦτο καὶ πρότερον ποιησάμενος, ἐπαπέστειλε δὲ καὶ Γερμανοὺς τοὺς λεγομένους Φράγγους μετά τινος ἡγουμένου τούτων, ἀνδρὸς εὐσθενοῦς κατὰ χεῖρα· Ῥουσέλιος τούτῳ τὸ ὄνομα. ἐκεῖνος δὲ μετὰ τῆς λοιπῆς στρατιᾶς 149 κατόπιν ἐλαύνων οὐ προέθετο συμμῖξαι τοῖς προαποσταλεῖσι καὶ τῷ Χλίατ προσβαλεῖν· ἀλλ' ἐπείπερ ἔφθη κατὰ τὸ παρελθὸν ἔτος χειρώσασθαι Ῥωμαϊκὴν πόλιν Μαντζικίερτ λεγομένην ὁ τῶν Περσῶν ἀρχηγὸς (σουλτάνον οἶδε τοῦτον ἡ ἐκείνων καλεῖν φωνή), καὶ φύλακας ἐγκαταστῆσαι Τούρκους ἱκανοὺς μετὰ καὶ Διλιμιτῶν, διέγνω λοιπὸν ὁ βασιλεὺς πρότερον εἰς τὸ ἄστυ τοῦτο παραβαλεῖν καὶ ἀναρρύσασθαι καὶ τῇ Ῥωμαίων ἀποκαταστῆσαι, καὶ οὕτω τοῖς ἀλλοτρίοις προσεπιβαλεῖν, ἤτοι τῷ Χλίατ, μὴ ἐκ πολλοῦ συγκειμένῳ τῷ διαστήματι. καταφρονήσας οὖν τῶν καστροφυλακούντων ἐν τῷ Μαντζικίερτ πολεμίων ὡς οὐχ ἱκανῶν ὑποστῆναι τὴν τούτου ἔφοδον, καὶ ἑτέραν μοῖραν ἀποτεμόμενος πλείστην τοῦ στρατοῦ, ἑνὶ τῶν ἐπισήμων ἐγχειρίζει τὴν στρατηγίαν αὐτοῦ, Ἰωσὴφ μαγίστρῳ τῷ Τραχανιώτῃ, προσεπιδοὺς αὐτῷ καὶ στῖφος πεζῶν οὐκ εὐκαταφρόνητον. ἦν δὲ τὸ ἐγχειρισθὲν ἐκείνῳ στρατιωτικὸν τὸ ἔκκριτόν τε καὶ δυσμαχώτατον, κἀν ταῖς συμπλοκαῖς καὶ τοῖς ἄλλοις πολέμοις προκινδυνεῦον καὶ προμαχόμενον, καὶ εἰς πλῆθος πολὺ προέχον τῶν ὑποκρατηθέντων τῷ βασιλεῖ. καὶ γὰρ ἐν ταῖς προηγησαμέναις μάχαις οὐ τοσαύτη περιέστη τοῖς Ῥωμαίοις ἀνάγκη μετὰ τοῦ βασιλέως, ὥστε καὶ τὴν αὐτοῦ μοῖραν, τὸ λεγόμενον συνήθως ἀλλάγιον, διακινδυνεῦσαι καὶ πόλεμον ἀγωνίσασθαι· ἀλλὰ προαρπαζόντων τὴν νίκην τῶν λοιπῶν ἔμενον οἱ τῷ βασιλεῖ 150 περιαρτώμενοι λόχοι πολεμικῶν ἀγωνισμάτων ἐκτός, καὶ τρόπον τινὰ τῆς ἐναγωνίου μάχης ἐπιλελησμένοι καὶ συμπλοκῆς. Καὶ ὁ μὲν Τραχανιώτης τοὺς ἐπιλέκτους, ὡς προδιείληπται, προσλαβόμενος, ἄρας ἐκεῖθεν τῆς ἐπὶ τὸ Χλίατ φερούσης ἥπτετο. παραβοηθήσων τοῖς προαποσταλεῖσι Σκύθαις καὶ Φράγγοις (ἀπήγγελτο γὰρ μετὰ πλήθους μυριάνδρου τοὺς ἐναντίους αὐτοῖς ἐπιφέρεσθαι), καὶ ἅμα συντηρήσων ἐκτὸς τοῦ ἄστεος τοὺς καρπούς, ἵνα μὴ διαρπαγέντες ὑπὸ τῶν ἔνδον Χλιατηνῶν καὶ συγκομισθέντες σπάνιν παράσχωσι τῶν στρατῷ μεταθεμένου τοῦ βασιλέως ἐκεῖσε καὶ χρονίζοντος ἐπὶ πολιορκίᾳ τοῦ ἄστεος, καὶ διπλοῦς τούτοις ὁ πόλεμος περιρρεῖ, τὸ μὲν ἐκ τῶν ἐναντίων τὸ δὲ ἀπὸ τοῦ λιμοῦ. τοῦτο γὰρ ὁ βασιλεὺς διασκοπήσας τὸν στρατὸν διεχώρισεν, ἐλπίζων ταχέως τὸ Μαντζικίερτ, ὅπερ καὶ γέγονε, παραστήσασθαι, δι' ὀλίγου δὲ καταστῆσαι τὰ ἐπ' αὐτῷ, καὶ οὕτως τοῖς οἰκείοις παλινοστῆσαι, εἰ δέ τις καὶ πόλεμος αὐτοῖς ἐξ ἀπροόπτου συνεπιστῇ, διὰ ταχυδρόμων μετακαλέσασθαι τοὺς οἰκείους, μεγάλῳ διαστήματι μὴ ἀπέχοντας. ἀπεκομίζετο γὰρ αὐτῷ παρὰ τῶν σκοπῶν πρὸς τὴν Περσίδα τὸν σουλτάνον ἐπείγεσθαι. καὶ κατὰ τοῦτον τὸν λόγον ἡ διαίρεσις αὐτῷ τοῦ στρατοῦ καὶ οὐκ ἄλογος γέγονε, καί γε ἦν οὐκ ἀπὸ λογισμοῦ στρατηγικοῦ ἐννόημα, εἰ μὴ πεπρωμένη τις, μᾶλλον δὲ θεῖος λόγος ἀπόρρητος, τὴν ἔκβασιν εἰς τὸ ἐναντίον ἐπέστησε, καὶ πρὸς τῷ τέλει 151 τῶν ἔργων καὶ τῇ ἐκεῖθεν ἀπαναχωρήσει καὶ αὐθημερώσει προσμίξει τοῦ διαιρεθέντος στρατοῦ προκατέλαβεν ὁ σουλτάνος ἀκηρυκτί, καὶ τὰ δοκηθέντα τελεσθῆναι διεκωλύθησαν. οἱ δὲ πολλοί, ἀγνοοῦντες τὸ τῆς διαιρέσεως αἴτιον, μῶμον ἐκείνῳ προσάπτουσιν ὡς οὐκ εἰς δέον ποιησαμένῳ τὸν τοῦ στρατοῦ διαμερισμόν, τῆς δὲ ὑπὲρ ἡμᾶς αἰτίας οὐδεμίαν ἔννοιαν κατὰ φρένα καὶ κατὰ θυμὸν ἐντιθέασι. Παραβαλὼν δ' ὁ βασιλεὺς εἰς τὸ Μανζικίερτ τὴν μὲν παρεμβολὴν μετὰ τῆς ὅλης παρασκευῆς ἀγχοῦ που θεῖναι καὶ χάρακα θεῖναι κατὰ τὸ εἰθισμένον παρεκελεύσατο, αὐτὸς δὲ τὸ ἔκκριτον ἀναλαβὼν τοῦ στρατοῦ περιῆλθε τὸ ἄστυ, κατασκοπῶν ὅπῃ περ εὐχερὲς τὰς προσβολὰς κατὰ τοῦ τείχους ποιήσασθαι καὶ τὰς ἑλεπόλεις προσαγαγεῖν. εἶχε γὰρ ταύτας ἐκ παρασκευῆς ξύλοις παντοίοις καὶ μεγίστοις κατωργανωμένας, καὶ φερομένας δι' ἁμαξῶν τῶν χιλίων μὴ ἀποδεουσῶν. ἤλαυνε δὲ καὶ τῶν ἄλλων βοσκημάτων εἰς δαπάνην τοῦ στρατοῦ μυριομέτρους ἀγέλας. τῶν δὲ πολεμίων ἔνδον ἀλαλαζόντων τὸ ἐνυάλιον καὶ τὰ ξίφη παραγυμνούντων καὶ ὅπλοις ἑκηβόλοις χρωμένων, μετὰ τῆς ἀσπίδος ὁ βασιλεὺς περιιππεύσας τὸ τεῖχος ἐπανῆλθεν εἰς τὴν παρεμβολήν. οἱ δὲ πεζοὶ τῶν Ἀρμενίων προσβαλόντες τῷ ἐκτὸς τῆς ἀκροπόλεως τείχει, καὶ πολλὰς προσβολὰς ποιησάμενοι, αὐτοβοεὶ αἱροῦσιν αὐτό, τοῦ 152 ἡλίου πρὸς δυσμὰς ἀποτρέχοντος. ἡσθέντος δὲ τοῦ βασιλέως τῷ γεγονότι, κατέλαβον ἀπὸ τῶν ἐναντίων καὶ πρέσβεις, συμπαθείας τυχεῖν ἐξαιτούμενοι καὶ τῶν ἰδίων πραγμάτων συγχώρησιν, καὶ τοιαύταις ὁμολογίαις παραδοῦναι τὴν πόλιν τῷ βασιλεῖ. συνθέμενος δὲ πρὸς τοῦτο, καὶ τοὺς πρέσβεις δώροις τιμήσας, ἀπέστειλε τὸν παραληψόμενον αὐτίκα τὸ κάστρον. οἱ δ' ἔνδον φρουρὰν ἐν τοιούτῳ καιρῷ εἰσδέξασθαι μὴ καταδεξάμενοι, ἵνα μὴ κακόν τι διὰ τῆς νυκτὸς τοῖς ἐναντίοις ἐπιτεχθῇ, ἔδοξαν ἠλογηκέναι καὶ καταψεύσασθαι τῶν σπονδῶν. διὰ τοῦτο καὶ ταχὺ σαλπίσας ὁ βασιλεὺς τὸ πολεμικόν, ἐξῆλθε πανστρατιᾷ τῆς παρεμβολῆς, καὶ τοῖς τείχεσι προσεπέλασε. καταπλαγέντες δὲ οἱ Τοῦρκοι καὶ πρὸς ἀπολογίας τραπόμενοι, καὶ πλείονα πίστιν τῆς ἑαυτῶν ἀπολυτρώσεως αἰτησάμενοι καὶ λαβόντες, ἐξίασι μὲν ἐκ τῆς πόλεως μετὰ τῆς οἰκείας ἀποσκευῆς, καὶ τῷ βασιλεῖ γονυκλινοῦσιν, οὐ κεναῖς δὲ χερσὶν ἀλλὰ πάντες ξιφήρεις, καὶ τῷ βασιλεῖ γυμνῷ πανοπλίας οἱ πλείονες προσεγγίζοντες· ὅτε δὴ αὐτὸς συμπαρὼν οὐκ ἐπῄνεσα τὴν τοῦ βασιλέως ἁπλότητα μέσον θανατώντων ἀνδρῶν καὶ τόλμῃ καὶ ἀπονοίᾳ συζώντων ἑαυτὸν ἀθωράκιστον καταμίξαντος. Ἕτερον δέ τι συνηνέχθη, ζῆλον μὲν τοῦ βασιλέως δικαιοσύνης φαντάζον, ἄμετρον δὲ τὴν τιμωρίαν καὶ οὐκ εὐσεβῆ συντιθέμενον. ἐγκληθεὶς γάρ τις τῶν στρατιωτῶν ὡς 153 ὀνίσκον Τουρκικὸν ὑφελόμενος, παρήχθη μὲν κατ' ὄψιν τῷ βασιλεῖ δεδεμένος, τιμωρία δ' ἐψηφίσθη τοῦ ἁμαρτήματος ὑπερφέρουσα· οὐ γὰρ ἐν χρήμασιν ἡ ζημία διώριστο ἀλλ' ἐν ῥινὸς ἐκτομῇ. πολλὰ δὲ παρακαλέσαντος τοῦ ἀνθρώπου, καὶ πάντα τὰ ἑαυτοῦ προεμένου, καὶ προβαλλομένου μεσίτην τὴν πάνσεπτον εἰκόνα τῆς πανυμνήτου δεσποίνης θεοτόκου τῆς, Βλαχερνιτίσσης, ἥτις εἰώθει τοῖς πιστοῖς βασιλεῦσιν ἐν ἐν στρατείαις ὡς ἀπροσμάχητον ὅπλον συνεκστρατεύεσθαι, οὐκ εἰσῄει οἶκτος τῷ βασιλεῖ, ἀλλ' οὐδ' αἰδὼς τῆς ἐκ τοῦ θείου εἰκονίσματος ἀσυλίας· ὁρῶντος δ' αὐτοῦ καὶ πάντων, καὶ αὐτῆς τῆς εἰκόνος βασταζομένης, ἀπετμήθη τὴν ῥῖνα ὁ δείλαιος, κράξας μέγα καὶ στενάξας τὸ βύθιον. τότε δὴ τότε μεγάλην ἡμῖν ἔσεσθαι τὴν ἐκ τοῦ θείου νέμεσιν προωττευσάμην αὐτός. Ἀντεισαγαγὼν δὲ εἰς τὸ ἄστυ πλῆθος Ῥωμαϊκὸν καὶ στρατηγὸν ἐπιστήσας, ἐπανῆλθεν εἰς τὴν παρεμβολήν, παιάνοις καὶ εὐφημίαις καὶ νικητικοῖς ἐπιφωνήμασι σεμνυνόμενος. τῇ δ' ἐπαύριον μέλλοντος αὐτοῦ συνθήμασιν ἐγγράφοις καὶ δαπάνῃ τῶν ἔνδον κατοχυρῶσαι τὸ φρούριον καὶ αὐτίκα πρὸς τὸ Χλίατ ἀναδραμεῖν, φήμη τις ἐπεφοίτησε πολεμίους ποθὲν ἐπιτεθῆναι τοῖς εἰς τὴν λείαν ἐξιοῦσι στρατιωτῶν ὑπηρέταις προσαπαγγέλλουσα, καὶ διαταράττειν καὶ κατατρύχειν αὐτούς. φθανούσης δὲ τὴν ἑτέραν ἑτέρας, ᾠήθη ὁ βασιλεὺς 154 ἡγεμόνα τοῦ σουλτάνου τινὰ μετά τινος μερικῆς δυνάμεως ἐπιστῆναι καὶ διακλονεῖν τοὺς σποράδας τῆς Ῥωμαϊκῆς ὑπηρεσίας, καὶ ἀπέστειλεν ἐπὶ τῷ τούτους ἀποκρούσασθαι Νικηφόρον μάγιστρον τὸν Βρυέννιον μετὰ τῆς ἀρκούσης δυνάμεως· ὃς καὶ κατὰ μέτωπον στὰς ἀκροβολισμούς τινας καὶ ἱππομαχίας οὐκ ἀκριβεῖς (κατ' ὀλίγους γὰρ ἀλλήλοις συνέπιπτον) ἐποιεῖτο. ἐν δὲ τῇ ἀστάτῳ ταύτῃ περιφορᾷ, τῶν Τούρκων ἑκηβόλων ὄντων, πολλοὶ τῶν Ῥωμαίων ἐτραυματίσθησαν, ἔπεσον δὲ καὶ ἕτεροι (ῥωμαλεώτεροι γὰρ τῶν ἄλλων, ὧν πεῖραν ἐλάβομεν, Τούρκων καὶ θρασύτερον προσρηγνύμενοι καὶ ἀγχεμάχοις τοῖς ἐπερχομένοις ἀντικαθίστανται), ἕως ὁ δηλωθεὶς στρατηγὸς φόβῳ κατασεισθεὶς δύναμιν ἑτέραν παρὰ τοῦ βασιλέως ἐζήτησεν. ὁ δὲ καταγνοὺς αὐτοῦ δειλίαν (ἠγνόει γὰρ τὸ ἀληθὲς) προσέθετο μὲν οὐδέν, ἐκκλησίαν δὲ συστησάμενος ἐδημηγόρησε τὰ περὶ τοῦ πολέμου παρὰ τὸ εἰωθός, ἥψατο δὲ καὶ τραχυτέρων ῥημάτων. ἐν δὲ τῷ μέσῳ τὴν ἐπιφώνησιν ὁ ἱερεὺς τοῦ εὐαγγελίου ἐσήμανε. περὶ οὗ ἔθεντό τινες ἐν ταῖς καρδίαις ὡς ἔσται τὰ ἐπ' αὐτῷ λαληθησόμενα τῶν ἐπικειμένων πραγμάτων ἐπίβασις. εἰ δὲ τούτων καὶ αὐτὸς μέρος ἐγεγόνειν, οὐκ ἀναγκαῖον εἰπεῖν. εἶχε δὲ τὸ εὐαγγέλιον, ἵνα τἆλλα παρῶ, τὸ" εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν. εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν, ὅτι οὐκ οἴδασι 155 τὸν πέμψαντά με. ἀλλ' ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ θεῷ." εὐθὺς οὖν ἀγωνιᾶν οἱ τοῦτο προσημηνάμενοι κατηρξάμεθα, καὶ ἀψευδὲς εἶναι τὸ λαληθὲν ἐπὶ τῆς σημειώσεως διεγνώκειμεν. ζέοντος δὲ τοῦ πολέμου ἐπαπέστειλεν ὁ βασιλεὺς καὶ τὸν μάγιστρον Βασιλάκην καὶ κατεπάνω Θεοδοσιουπόλεως μετὰ τινῶν ἐγχωρίων στρατιωτῶν, ὡς τῶν λοιπῶν ὄντων μετὰ τοῦ Τραχανειώτου εἰς τὸ Χλίατ. προστεθεὶς οὖν τῷ Βρυεννίῳ μέχρι τινὸς τοὺς ἀκροβολισμοὺς καὶ αὐτὸς ὑπεδέχετο. συνθεμένων δὲ τῶν στρατιωτῶν κατόπιν αὐτοῦ ἀκολουθεῖν, πρωταγωνιστεῖν αὐτὸς καθυπέσχετο, καὶ εὐθὺς ἐξορμήσας νῶτα δεδωκότων τῶν ἐναντίων ἐδίωκε. συνακολουθήσας δ' αὐτῷ μετὰ τοῦ πλήθους ὁ Βρυέννιος, εἶτα τοὺς ῥυτῆρας ἐκ συνθήματος ἐν ἀγνοίᾳ τοῦ Βασιλακίου ἀνέχειν τοὺς ἀμφ' αὐτὸν προτρεψάμενος, ἀφῆκεν αὐτὸν μετὰ τῶν πειθομένων τούτῳ καὶ μόνων ἀκρατῶς διώκειν ἐπὶ πολύ. ἐπεὶ δὲ τῷ χάρακι τῶν ἐναντίων προσέμιξε, διαπαρέντος τοῦ ἵππου προσέσχε τῇ γῇ, βάρος τῶν ὅπλων ἐπιφερόμενος· διὸ καὶ περιχυθέντες αὐτὸν οἱ πολέμιοι ζωγρίᾳ λαμβάνουσι. Καταλαβούσης δὲ ταύτης τῆς ἀγγελίας τὸν βασιλέα καὶ τὸν στρατόν, δειλία καὶ κινδύνων ἐλπὶς τοῖς Ῥωμαίοις ἐπέσκηψεν, ἐπεὶ καὶ οἱ τραυματίαι φοράδην ἀγόμενοι καὶ ταῖς 156 ἐκ τῶν πληγῶν ὀδύναις ἐπιστενάζοντες ἦσαν. ἀναγκασθεὶς δ' ὁ βασιλεὺς ἐξῆλθε μετὰ τοῦ λοιποῦ πλήθους εἰς τὴν τῶν πραττομένων θέαν, καὶ ὥστε εἴ τις αὐτῷ ἐπίοι πόλεμος, ἀγωνίσασθαι. μέχρι δ' ἑσπέρας ἐπὶ τινῶν λόφων ἑστὼς ὑψηλῶν, ἐπείπερ οὐκ εἶδέ τινα τὸν ἀντικαταστησόμενον (οἱ γὰρ Τοῦρκοι πονηρίᾳ καὶ ἐπινοίᾳ βαθυτάτῃ συζῶντες διὰ μηχανῶν τὸ πᾶν κατορθοῦσι καὶ συστολῶν ἀπηγκωνισμένων), ὑπέστρεψεν εἰς τὴν παρεμβολήν, ἄρτι τοῦ ἡλίου τὸ ὑπὲρ γῆν ἡμισφαίριον ἀπολείποντος. οἱ δὲ Τοῦρκοι ὥσπερ ἀπὸ μηχανῆς κατόπιν περιχυθέντες τοῖς ἐκτὸς τῆς παρεμβολῆς Σκύθαις καὶ τοῖς πωλοῦσι τὰ ὤνια ῥαγδαίως προσέβαλον, ὑλακαῖς ἀσήμοις καὶ τόξου βολαῖς καὶ περιιππεύσεσι φόνον οὐ μικρὸν καὶ κίνδυνον αὐτοῖς ἐπιφέροντες· ὅθεν καὶ ἠναγκάσθησαν οἱ τὴν ἔφοδον ὑφιστάμενοι ἐντὸς γενέσθαι τοῦ χάρακος. ἀθρόοι τοίνυν ἄλλος κατ' ἄλλον ὡς ἀπὸ διωγμοῦ τὴν εἴσοδον βιαζόμενοι, μεγάλης ταραχῆς τοὺς ἔνδον ἐπλήρωσαν, οἰομένους καὶ τοὺς ἐναντίους συνεισπεσεῖν, καὶ πᾶσαν ὁμοῦ τὴν παρεμβολὴν μετὰ τῆς ὅλης ἀποσκευῆς γενέσθαι ἁλώσιμον. νὺξ γὰρ ἀσέληνος ἦν, καὶ διάκρισις οὐκ ἦν τῶν φευγόντων ἢ τῶν διωκόντων, καὶ τίνες τῆς ἐναντίας μοίρας εἰσί· τὸ γὰρ τῶν Σκυθῶν μισθοφορικόν, ἐμφερὲς κατὰ πάντα τοῖς Τούρκοις ὄν, ἀμφίβολον ἐποίει τὸ νῦν ἐπικείμενον. τότε δὴ τότε καὶ φόβος ἐξαίσιος καὶ λόγος ἀπαίσιος καὶ βοὴ συμμι 157 γὴς καὶ ἄσημος κρότος καὶ πάντα μετὰ θορύβων καὶ κινδύνων ἐδείκνυτο· καὶ πᾶς τις θανεῖν ἐπεθύμει μᾶλλον ἢ τοιοῦτον ἰδεῖν καιρόν. καὶ τὸ μὴ κατιδεῖν ὡς εὐτυχὲς ἐνομίζετο, καὶ τοὺς μὴ τοιοῦτον ἰδόντας ὡς εὐτυχεῖς ἐμακάριζεν. Ἀλλ' ἐν τούτῳ πάθους τῶν Ῥωμαίων ὄντων, οὐκ ἠδυνήθησαν οἱ πολέμιοι ἐντὸς τοῦ χάρακος εἰσπεσεῖν, εὐλαβούμενοι καὶ οὗτοι τὸ ἀπρόσφορον τοῦ καιροῦ καὶ τὰς κοινὰς ἐννοίας εἰς ἑαυτοὺς ἐμπλέκοντες. οὐ μὴν γεγόνασιν ὀπισθόρμητοι, ἀλλὰ δι' ὅλης νυκτὸς περιηχοῦντες ἦσαν ἐκτὸς δρόμοις καὶ περιδρόμοις τὴν Ῥωμαίων παρεμβολήν, τόξοις καὶ σκυλμοῖς βάλλοντες καὶ πανταχόθεν περιβομβοῦντες καὶ περιφοβοῦντες αὐτούς, ὡς ἅπαν διανυκτερεῦσαι ἠνεῳγμένοις καὶ ἀγρύπνοις τοῖς ὄμμασι· τίς γὰρ ἂν καὶ εἶχεν εἰς ὕπνον τραπῆναι, τοῦ κινδύνου τὴν ῥομφαίαν ἐσπασμένην μονονουχὶ προδεικνύοντος. Οὐ μὴν ἀλλ' οὐδ' εἰς τὴν ἐπιοῦσαν ἡμέραν τῆς ἱππασίας καὶ τῆς εἰς μάχην προκλήσεως ἔληξαν οἱ πολέμιοι, ἀλλὰ καὶ τὸν ἔξωθεν παραρρέοντα ποταμὸν ὑφ' ἑαυτοὺς ποιησάμενοι δίψει παραστήσασθαι τοὺς Ῥωμαίους ἐφιλονείκουν. ἐν ταύτῃ δὲ τῇ ἡμέρᾳ μοῖρά τις Σκυθική, ἔξαρχον ἔχουσα Ταμίν τινα κατονομαζόμενον, τοῖς ἐναντίοις προσερρύη· ὅπερ οὐκ εἰς μικρὰν ἀγωνίαν τοὺς Ῥωμαίους ἐνέβαλεν, ὑποπτεύον 158 τας καὶ τοὺς λοιποὺς τοῦ ἔθνους, ὅτι τὸ ἀπὸ τοῦδε πολεμίοις ἐοικότες συνδιατρίβουσι τούτοις καὶ συνδιαγωνίζεσθαι μέλλουσιν. ἐξιόντες δέ τινες τῶν πεζῶν μετὰ τόξων πολλοὺς τῶν Τούρκων ἀνεῖλον καὶ τῆς παρεμβολῆς ἐκστῆναι συνέπεισαν. ὁ δὲ βασιλεὺς ἤθελε μὲν ἀγχεμάχῳ πολέμῳ καὶ ἀντιθέτῳ παρεμβολῇ κρῖναι τὸ τέλος παραυτίκα τῆς μάχης, τοὺς δ' ἀπόντας εἰς τὸ Χλίατ περιμένων στρατιώτας, πλῆθος ὄντας οὐκ εὐαρίθμητον καὶ συνήθως ἀεὶ προπολεμοῦντας καὶ ἠσκημένους μᾶλλον τὴν πυρρίχειον ὄρχησιν, τὸν ἀγῶνα τοῦτον ὑπερετίθετο. ὡς δ' ἀπεγνώκει τὴν ἐκ τούτων βοήθειαν, καί τι διακωλῦσαι τούτους πρὸς τὴν ἄφιξιν ἰσχυρὸν ὑπελάμβανεν, ἐσκέψατο λοιπὸν εἰς τὴν ὑστεραίαν μετὰ τῶν συνόντων αὐτῷ προθύμως κατὰ τῶν ἐναντίων ἐπαγωνίσασθαι. εἶχε δ' ὅμως τοῦτον καὶ αὖθις ἐλπίς, ὡς οὐδὲ κἂν εἰς τὴν αὔριον ὑστερήσωσιν· ἠγνόει γὰρ ὡς ὁ στρατηγὸς τούτων μαθὼν τὴν τοῦ σουλτάνου κατ' αὐτοῦ τοῦ βασιλέως ἐπέλευσιν, ἄρας τοὺς ἀμφ' αὐτὸν ἅπαντας, διὰ τῆς Μεσοποταμίας φυγὰς ἀγεννῶς εἰς τὴν Ῥωμαίων ἐνέβαλε, μηδένα λόγον τοῦ δεσπότου μήτε μὴν τοῦ εἰκότος ὁ δείλαιος θέμενος. Ὁ γοῦν βασιλεὺς κατὰ τὸ συγκείμενον τὴν εἰς τὸν πόλεμον παρασκευὴν αὔριον ἐξαρτύσας τὰ κατ' αὐτὸν διετίθετο, ἔτι τῆς βασιλέως σκηνῆς ἐντὸς καθιστάμενος, ὁπότε τὴν εἰς τοὺς Σκύθας ὑποψίαν περιαιρῆσαι βουλόμενος αὐτὸς ἐγὼ ὅρκῳ 159 κατασφαλίσασθαι τούτους τῷ βασιλεῖ συνεβούλευσα. καὶ δῆτα τὴν βουλὴν ἐπαποδεξάμενος τελεστὴν τοῦ ἔργου καὶ διοριστὴν αὐτίκα με προεβάλετο. οὐκοῦν καὶ κατὰ τὸ πάτριον αὐτοὺς καθορκώσας, ἦ μὴν ἀνεπιβούλευτον τηρῆσαι τὴν εἰς τὸν βασιλέα πίστιν καὶ τοὺς Ῥωμαίους, οὕτως αὐτοὺς ἀκριβεῖς τῶν σπονδῶν διατέθεικα φύλακας, καί γε τῶν κατὰ σκοπὸν οὐ διήμαρτον· οὐδεὶς γὰρ ἐκ τούτων οὐδ' ἐν αὐτῷ τῷ πολέμῳ τοῖς πολεμίοις προσετέθη. Ἐν ὅσῳ δὲ τὰ τοιαῦτα ἐπράττετο, καὶ οἱ στρατιῶται κατὰ τάξεις καὶ λόχους ἐπὶ τῶν ἵππων ἐφίσταντο, πρέσβεις ἧκον ἐκ τοῦ σουλτάνου τὴν εἰρήνην ἀμφοτέροις ἐπικηρυκευόμενοι. ὁ δὲ βασιλεὺς ἐδέξατο μὲν αὐτούς, καὶ λόγων αὐτοῖς κατὰ νόμον τῶν πρέσβεων μεταδέδωκεν, οὐ πάνυ δὲ τούτους φιλανθρώπως ἐδέξατο. ὅμως δ' οὖν συνεπινεύσας καὶ τὸ προσκυνούμενον σημεῖον αὐτοῖς ἐπιδέδωκεν, ἵνα τῇ ἐπιδείξει τούτου ἀβλαβεῖς πρὸς αὐτὸν ἐπανέλθοιεν, κομίζοντες ἀγγελίας ἃς ἂν ἐκ τοῦ σουλτάνου διενωτίσοιντο. δεδήλωκε γάρ, τῷ ἀνελπίστῳ τοῦ μηνύματος ἐπαρθείς, ἵν' ὁ σουλτάνος καταλιπὼν τὸν τόπον τῆς παρεμβολῆς πορρωτέρω στρατοπεδεύσηται· αὐτὸς δὲ ὁ βασιλεὺς ἐν ἐκείνῳ τῷ τόπῳ, ὃς τὰς Τουρκικὰς εἶχε δυνάμεις πρότερον, ἐπιθήσει τὸν χάρακα, καὶ τηνικαῦτα πρὸς συμβάσεις αὐτῷ παραγένηται. ἔλαθε δὲ τὴν 160 νίκην διὰ τοῦ νικητικοῦ σημείου τοῖς ἐναντίοις παραπεμψάμενος, καθὼς οἱ τὰ τοιαῦτα διακριβοῦντες συμβάλλουσιν· οὐ γὰρ ἔδει μάχης προκειμένης τοιοῦτον σύμβολον ἐξ ἑαυτοῦ πρὸς ἐναντίους μεταθεῖναι. Τὸ δ' ἀπὸ τοῦδε δυσάντητος ἡμῖν ὁ λόγος διὰ τὸ ἐργῶδες τῶν ἀτυχημάτων καὶ λίαν ἀπόφημον, καὶ τὴν εἰς τοὺς Ῥωμαίους ἐπισυμβᾶσαν χαλεπωτάτην δυσκληρίαν. Οὔπω τέλος ἔσχε οὐδ' ἀναβολὴν ἡ τῶν πρέσβεων ἄφιξις, καί τινες τῶν ἐγγυτάτων τῷ βασιλεῖ πείθουσιν αὐτὸν ἀποβαλέσθαι τὴν εἰρήνην ὡς ψευδομένην τὸ ἔργον καὶ ἀπατῶσαν μᾶλλον ἢ τὸ συμφέρον ἐθέλουσαν. δεδιέναι γάρ φασι τὸν σουλτάνον διὰ τὸ μὴ ἀξιόλογον ἔχειν δύναμιν καὶ περιμένειν τοὺς κατόπιν αὐτοῦ βαδίζοντας, καὶ τῷ προσχήματι τῆς εἰρήνης μετεωρίζειν τὸν χρόνον, ὡς ἂν ἐπικαταλάβοι τὸ ὑστεροῦν τῆς δυνάμεως. τοῦτο ῥηθὲν διανίστησι τὸν βασιλέα πρὸς πόλεμον. καὶ οἱ μὲν Τοῦρκοι κατὰ σφᾶς αὐτοὺς τὰ τῆς εἰρήνης ἐπραγματεύοντο, ὁ δὲ βασιλεὺς σαλπίσας τὸ ἐνυάλιον τὸν μόθον παραλόγως ἐκράτησε. καταλαβοῦσα δ' ἡ φήμη τοὺς ἐναντιοὺς ἐξέπληξε. τέως δ' οὖν καθοπλισάμενοι καὶ αὐτοὶ τὸ μὲν ἄχρηστον πλῆθος εἰς τοὐπίσω προήλαυνον, αὐτοὶ δὲ κατόπιν φαντασίαν ἐδίδουν πολεμικῆς ἀντιπαρατάξεως. τὸ δὲ πλεῖστον φυγή τις κατεῖχεν αὐτούς, συντεταγμένας 161 ἰδόντας τὰς τῶν Ῥωμαίων φάλαγγας ἐν τάξει καὶ κόσμῳ καὶ πολεμικῷ παραστήματι. καὶ οἱ μὲν προῄεσαν εἰς τοὐπίσω, ὁ δὲ βασιλεὺς κατόπιν αὐτῶν πανστρατιᾷ ἐπεδίωκεν, ἕως ἄρα δείλη ὀψία κατέλαβεν. ἐπεὶ δ' ὁ βασιλεὺς τοὺς ἀντιτεταγμένους καὶ ἀντιπολεμοῦντας οὐκ εἶχε, τὴν δὲ παρεμβολὴν ἐψιλωμένην στρατιωτῶν καὶ πεζοφυλάκων ἐγίνωσκε, διὰ τὸ μηδ' εὐπορεῖν ἱκανοῦ πλήθους ὥστε καὶ παρατάξεις ἐνταῦθα καταλιπεῖν, ἤδη προεξαντληθέντων τῶν πλείστων, ὡς προδιείληπται, ἔγνω μὴ πλεῖον ἐπιτεῖναι τὴν δίωξιν, ἵνα μὴ λόχον πεποιηκότες οἱ Τοῦρκοι ἀφυλάκτῳ ταύτῃ ἐπίθωνται, καὶ ἅμα διασκοπῶν ὡς εἰ πλεῖον ἐκμακρυνθείη, καταλήψεται τοῦτον ἐν τῇ ἐπανόδῳ ἡ νύξ, καὶ τηνικαῦτα οἱ Τοῦρκοι παλίντροπον θήσουσι τὴν φυγήν, ἑκηβόλοι τυγχάνοντες. διὰ ταῦτα καὶ τὴν βασιλικὴν σημαίαν ἐπιστρέψας νόστου ἐπιμνησθῆναι διήγγελλεν. οἱ δὲ πόρρω τὰς φάλαγγας ἔχοντες στρατιῶται, τὴν ἐπιστροφὴν τῆς βασιλικῆς σημαίας ἰδόντες, ᾠήθησαν ἥττῃ τὸν βασιλέα περιπεσεῖν. ὡς δ' οἱ πολλοὶ πληροφοροῦσιν, ὅτι τῶν ἐφεδρευόντων αὐτῷ τις, ἐξάδελφος ὢν τῷ τοῦ βασιλέως προγονῷ Μιχαήλ, προβεβουλευμένην ἔχων τὴν κατὰ τούτου ἐπιβουλήν, αὐτὸς τὸν τοιοῦτον λόγον τοῖς στρατιώταις διέσπειρε, καὶ ταχὺ τοὺς οἰκείους ἀναλαβὼν (ἐμπεπίστευτο γὰρ παρὰ τῆς τοῦ βασιλέως καλοκαγαθίας οὐ μικρόν τι μέρος λαοῦ) φυγὰς εἰς 162 τὴν παρεμβολὴν ἐπανέδραμε. μιμησάμενοι δὲ τοῦτον οἱ πλησιέστεροι λόχοι εἷς καθ' ἕνα τὴν φυγὴν ἀμαχητὶ διεδέξαντο, κἀκείνους ἕτεροι. καὶ οὕτως ὁ βασιλεὺς ἰδὼν τὸ παράλογον τῆς ἐξαγωνίου φυγῆς, ἔστη μετὰ τῶν περὶ αὐτόν, τὴν τῶν οἰκείων φυγήν, ὡς ἔθος, ἀνακαλούμενος. ἦν δὲ ὁ ἐπακούων οὐδείς. τῶν δ' ἐναντίων οἱ ἐπὶ λόφων ἱστάμενοι, τὸ τῶν Ῥωμαίων ἰδόντες ἐξαίφνης ἀτύχημα, τῷ σουλτάνῳ καταγγέλλουσι τὸ γενόμενον, καὶ τὴν ἐπιστροφὴν αὐτῷ κατεπείγουσιν. εὐθὺς οὖν ἐπανελθόντος αὐτοῦ μάχη τις ἀθρόον τῷ βασιλεῖ προσρήγνυται· καὶ κελεύσας τοὺς ἀμφ' αὐτὸν μὴ ἐνδοῦναι μηδὲ μαλακόν τι παθεῖν, ἠμύνατο μὲν ἐρρωμένως μέχρι πολλοῦ. ἐν δὲ τῷ μέσῳ τῆς τῶν ἄλλων φυγῆς περιαντλησάσης ἔξω τὸν χάρακα, συμμιγής τις ἦν ἐκ πάντων βοὴ καὶ ἄτακτος δρόμος, καὶ λόγος οὐδεὶς ἀπηγέλλετο καίριος, τῶν μὲν λεγόντων ἰσχυρῶς ἀντιπαρατάξασθαι τὸν βασιλέα μετὰ τῶν ὑπολελειμμένων αὐτῷ καὶ τοὺς βαρβάρους τρέψασθαι, τῶν δὲ σφαγὴν ἢ ἅλωσιν καταγγελλόντων αὐτοῦ, καὶ ἄλλων ἄλλα συνειρόντων καὶ παλίντροπον ἑκατέρου μέρους τὴν νίκην καταλεγόντων, ἕως ἤρξαντο καὶ τῶν σὺν αὐτῷ Καππαδοκῶν πολλοὶ κατὰ μοίρας τινὰς ἐκεῖσε ἀποφοιτᾶν. εἰ δέ τι καὶ αὐτὸς τοῖς φεύγουσιν ἀντίξους γεγονὼς πολλοὺς ἠμυνάμην, τὴν ἀνάκλησιν ἐπιτρέπων τῆς ἥττης, ἕτεροι λεγέτωσαν. τὸ δὲ μετὰ τοῦτο καὶ τῶν βασιλικῶν ἵππων πολλοὶ μετὰ τῶν 163 ἵππων ἐπαναστρέφοντες μὴ ἰδεῖν τὸν βασιλέα, τί γέγονεν, ἐρωτώμενοι ἀπεκρίναντο. καὶ ἦν σεισμὸς οἷος καὶ ὀδυρμὸς καὶ πόνος καὶ φόβος ἀκίχητος, καὶ ἡ κόνις αἰθέριος, καὶ τέλος οἱ Τοῦρκοι πανταχόθεν ἡμῖν περιρρέοντες. ὅθεν καὶ ὡς εἶχεν ἕκαστος ὁρμῆς ἢ σπουδῆς ἢ ἰσχύος, φυγῇ τὴν ἑαυτοῦ σωτηρίαν ἐπίστευσεν. οἱ δ' ἐναντίοι κατόπιν διώκοντες οὓς μὲν ἀνεῖλον οὓς δὲ ζωγρίᾳ εἷλον, ἑτέρους δὲ συνεπάτουν. καὶ ἦν τὸ πρᾶγμα λίαν ἐπώδυνον καὶ πάντα θρῆνον ὑπερβάλλον καὶ κοπετόν. τί γὰρ ἐλεεινότερον τοῦ στρατόπεδον ἅπαν βασιλικὸν φυγῇ καὶ ἥττῃ παρὰ βαρβάρων ἀπανθρώπων καὶ ἀποτόμων ἐλαύνεσθαι, καὶ τὸν βασιλέα βαρβαρικοῖς ὅπλοις ἀβοήθητον περιεστοιχίσθαι, καὶ τὰς βασιλείους σκηνὰς καὶ τὰς ἡγεμονικὰς ἅμα καὶ στρατιωτικὰς ὑπὸ τοιούτων ἀνδρῶν κυριεύεσθαι, καὶ ἅπαν ἀνάστατον τὸ Ῥωμαϊκὸν καθορᾶσθαι, καὶ βασιλείαν ἐν ἀκαρεῖ κατανοεῖν συμπεσοῦσαν. Καὶ τὰ μὲν τοῦ λοιποῦ πλήθους ἐν τούτοις· τὸν δὲ βασιλέα περιστοιχίσαντες οἱ πολέμιοι οὐκ εὐχείρωτον ἔσχον εὐθύς, ἀλλ' ἅτε στρατιώτης καὶ πολεμικῆς ἐμπειρίας εἰδήμων καὶ κινδύνοις προσομιλήσας πολλοῖς, καρτερῶς ἠμύνατο τοὺς προσπίπτοντας, καὶ πολλοὺς ἀνελὼν τέλος ἐπλήγη φασγάνῳ τὴν χεῖρα, τοῦ τε ἵππου βέλεσι κατακοντισθέντος ἐκ ποδὸς μαχόμενος ἵστατο. καμὼν δ' ὅμως πρὸς ἑσπέραν ἁλώσιμος καὶ ὑπόσπονδος, φεῦ τοῦ πάθους, ἐγένετο. καὶ τῇ μὲν νυκτὶ 164 ἐκείνῃ ἔτι, ἴσως τοῖς πολλοῖς, ἐπὶ γῆς ἀτίμως καὶ περιωδύνως κατέδραθε, μυρίοις πανταχόθεν καὶ ἀφορήτοις περικλυζόμενος τοῖς ἐκ τῶν λογισμῶν καὶ τῶν κατ' ὄψιν ἀνιαρῶν κύμασι· τῇ δ' ἐπαύριον ἀγγελθείσης τῷ σουλτάνῳ καὶ τῆς τοῦ βασιλέως ἁλώσεως, χαρά τις ἄπλετος ὁμοῦ καὶ ἀπιστία κατέσχεν αὐτόν, οἰόμενον ὡς ἀληθῶς μέγα τι καὶ ὑπερμέγεθες εἶναι τὸ μετὰ τῆς ἥττης τοῦ βασιλέως καὶ αὐτὸν ἐκεῖνον δορυάλωτον καὶ οἰκέτην λαβεῖν. οὕτως ἀνθρωπίνως καὶ νουνεχῶς τὸ προτέρημα τῆς νίκης οἱ Τοῦρκοι ἐδέξαντο, μήτε μεγαλαυχήσαντες οἷα φιλεῖ περὶ τὰς εὐτυχίας ὡς ἐπίπαν περιπολεῖν, μήτε τῇ οἰκείᾳ δυνάμει τὸ γεγονὸς ἐπιτρέψαντες, ἀλλὰ τὸ πᾶν τῷ θεῷ ἀναφέροντες, ὡς μεῖζον ἢ κατὰ τὴν ἑαυτῶν ἰσχὺν ἀποτελέσαντες τρόπαιον. διὰ τοῦτο καὶ προσαχθέντος τῷ σουλτάνῳ τοῦ βασιλέως ἐν τῇ εὐτελεῖ καὶ στρατιωτικῇ ἀμπεχόνῃ, καὶ αὖθις διαπορῶν ἦν καὶ μαρτυρίαν περὶ τούτου ζητῶν. ὡς δ' ἐπληροφορήθη παρά τε ἄλλων καὶ τῶν εἰς αὐτὸν ἀφικομένων ποτὲ πρέσβεων, τὸν τῶν Ῥωμαίων βασιλέα τυγχάνειν τὸν παριστάμενον, εὐθὺς ἐξανέστη καὶ αὐτός, καὶ περιπτυξάμενος τοῦτον" μὴ δέδιθι" ἔφη," ὦ βασιλεῦ, ἄλλ' εὔελπις ἔσο πρὸ πάντων, ὡς οὐδενὶ προσομιλήσεις κινδύνῳ σωματικῷ, τιμηθήσῃ δ' ἀξίως τῆς τοῦ κράτους ὑπεροχῆς. ἄφρων γὰρ ἐκεῖνος ὁ μὴ τὰς ἀπροόπτους τύχας ἐξ ἀντεπιφορᾶς εὐλαβούμενος." ἐπιτάξας οὖν αὐτῷ 165 σκηνὴν ἀποτευχθῆναι καὶ θεραπείαν ἁρμόζουσαν, σύνδειπνον αὐτὸν αὐτίκα καὶ ὁμοδίαιτον ἀπειργάσατο, μὴ παρὰ μέρος καθίσας αὐτόν, ἀλλὰ σύνθρονον ἐν εὐθύτητι τῆς ἐκκρίτου τάξεως καὶ ὁμόδοξον κατὰ τὴν τιμὴν ποιησάμενος. οὕτω δὶς τῆς ἡμέρας συνερχόμενος τούτῳ καὶ συλλαλῶν, καὶ πρὸς παράκλησιν ἀνακτώμενος διὰ πολλῶν ἐπᾳσμάτων ἀναγόντων εἰς τὴν βιωτικὴν περιπέτειαν, μέχρις ἡμερῶν ὀκτὼ τῶν ὁμοίων αὐτῷ ἐκοινώνει καὶ λόγων καὶ ἁλῶν, μηδὲ μέχρι καὶ βραχυτάτου λόγου πρὸς τοῦτον ἐμπεπαρῳνηκώς, ἢ ὅσον δοκούντων τινῶν σφαλμάτων ἐν τῇ ἐλάσει τῆς στρατιᾶς ὑπομνήσας, ὁπότε καὶ ἡ τοῦ θεοῦ κρίσις μετὰ τῶν ἄλλων κἀνταῦθα δικαία καὶ ἀρρεπὴς κατεφάνη. οὐ γὰρ οἱ ἄλλοι μόνον ἀλλὰ καὶ αὐτὸς ὁ ἁλωθεὶς βασιλεὺς ἄξιον εἶναι νικᾶν αὐτὸν ἀπεφήνατο, εἰ νόμον μὴ ἔχων ἀγαπᾶν τοὺς ἐχθροὺς ἀνεπαισθήτως ποιεῖ τὸν θεῖον νόμον ἐκ φυσικῆς καὶ ἀγαθῆς διαθέσεως· οὐ γὰρ τοῖς ὑπερόπταις ὁ παντέφορος ὀφθαλμὸς ἀλλὰ τοῖς ταπεινοῖς καὶ συμπαθέσι τὸ κράτος χειροτονεῖ, ἐπεὶ μὴ ἔστι προσωποληψία, κατὰ τὸν θεῖον Παῦλον εἰπεῖν, παρὰ τῷ θεῷ. καὶ γὰρ ἔν τινι συλλόγῳ διερωτήσαντος τοῦ σουλτάνου τὸν βασιλέα" τί ἂν ἔδρασας εἰ οὕτως ἔσχες αὐτὸς ἐμὲ ὑποχείριον;" ἀνυποκρίτως καὶ ἀθωπεύτως ἐκεῖνος ἀπήγγειλεν" ὅτι πολλαῖς ταῖς πληγαῖς κατεδαπάνησά σου τὸ σῶμα γίνωσκε." ὁ δὲ" ἀλλ' ἐγὼ" φησὶν" οὐ μιμήσομαί σου τὸ αὐστηρὸν καὶ ἀπό 166 τομον." διακαρτερήσαντες οὖν ἐν τούτοις ἀμφότεροι μέχρι τῶν δηλωθεισῶν ἡμερῶν, καὶ σπονδὰς ποιησάμενοι καὶ συνθήκας εἰρηνικάς, εἶτα καὶ κῆδος ἐπὶ τοῖς ἰδίοις παισὶ συστησάμενοι, μόνην δεξίωσιν ἁδρὰν τοῦ βασιλέως αὐτῷ προσομολογήσαντος ἐκεῖθεν ἀπ' ἀλλήλων διεχωρίσθησαν, ἀπολύσαντος αὐτὸν τοῦ σουλτάνου σὺν πολλῇ τῇ περιπλοκῇ καὶ τῇ συντακτηρίῳ τιμῇ πρὸς τὴν οἰκείαν βασιλείαν, προσεπιδόντος δὲ καὶ τῶν Ῥωμαίων ὁπόσους ᾐτήσατο, καὶ πρέσβεις ἐκ τῶν οἰκείων. Εἰς δὲ τὸ Μαντζικίερτ τὸ κάστρον φθάσαντες πολλοὶ τῶν Ῥωμαίων καταφυγεῖν κατεῖχον αὐτό. ὡς δ' ὁ βασιλεὺς ἐπανῆλθε, δι' ἄλλης ὁδοῦ ἀφέντες τοῦτο ἐκεῖνοι νυκτὸς ἐξέφυγον. ἀφ' ὧν καί τινες πολεμίοις περιπεπτωκότες διεκινδύνευσαν· οἱ δ' ἄλλοι πρὸς τὰ σφέτερα διεσώθησαν. ὁ δὲ βασιλεὺς κατηντηκὼς εἰς Θεοδοσιούπολιν μετὰ Τουρκικῆς τῆς στολῆς, καὶ ὑποδεχθεὶς φιλοτίμως, ἡμέρας τινὰς ἐκεῖσε διεκαρτέρησε, θεραπευόμενος μὲν τὴν χεῖρα, συνδιαναπαύων δὲ καὶ τὸ ἄλλο σῶμα καὶ ἀνακτώμενος, Ῥωμαϊκήν τε σκευὴν ἄρτι καινίζων, καὶ τὴν ἄλλην ἐκεῖσε κατασκευάζων ἐπίτευξιν διὰ τὸ μέλλειν εἰς τὰ πρόσω τῆς Ῥωμαίων χωρεῖν. ἄρας οὖν ἐκεῖθεν μετὰ βασιλικῆς τῆς σκευῆς τε καὶ προπομπῆς διῄει τὰς Ἰβηρικὰς κώμας, ὀλίγους πάνυ καταλαβὼν τῶν φυγάδων τῆς μάχης στρατιωτῶν, οὓς καὶ αὐτοὺς μετὰ τῶν συνελευθερωθέντων εἶχε μεθ' ἑαυτοῦ. τὸ δ' ἄλλο πλῆθος συνεί 167 λεκτο παρὰ τῶν προσοίκων τῶν ἐκεῖσε κωμῶν τε καὶ πόλεων. συνῆσαν δὲ τούτῳ καὶ πρέσβεις παρὰ τοῦ σουλτάνου προσεφοδιασθέντες αὐτῷ. Ταύτης οὖν τῆς φήμης αὐτήκοοι καὶ ἡμεῖς γεγονότες ἐν Τραπεζοῦντι (ἐκεῖσε γὰρ κατηνέχθημεν, διαπόντιον τὴν πορείαν ποιῆσαι σκεψάμενοι) ἀμήχανον ἅμα καὶ ἄπιστον τὸ πρᾶγμα ἡγούμεθα, καὶ διὰ τοῦτο τὴν διὰ θαλάσσης ὁδὸν ἠνύομεν ἀμεταστρεπτί, πλοιάρια τῶν ἐγχωρίων ἱκανὰ μισθωσάμενοι. συνῆσαν γὰρ καὶ τῆς βασιλικῆς αὐλῆς ἄνδρες ἐκ τῶν πρώτων τῆς συγκλήτου βουλῆς, παραδόξως τὸν κίνδυνον συνδιαφυγόντες ἡμῖν. ἕτεροι δὲ κατεκόπησαν ἐν αὐτῷ τῷ πολέμῳ καὶ τῷ δρασμῷ, μεθ' ὧν καὶ Λέων ἐκεῖνος ὁ ἐπὶ τῶν δεήσεων, ἀνὴρ λόγῳ καὶ γνώσει διαφανέστατος, καὶ ὁ μάγιστρος Εὐστράτιος, καὶ πρῶτος ἀσηκρῆτις ὁ Χοιροσφάκτης. ἑάλω δὲ καὶ ὁ πρωτοσβέστης Βασίλειος ὁ Μαλέσης, τὰ πρῶτα φέρων τῷ βασιλεῖ, τὸ τοῦ λογοθέτου τῶν ὑδάτων ὀφφίκιον περιεζωσμένος, λόγῳ καὶ αὐτὸς καὶ πείρᾳ πολλῶν ὑπερκείμενος. Μέχρι μὲν οὖν τούτων ἀσύγχυτος ἡμῖν ὁ λόγος καὶ οἷον ἀπερικτύπητος καὶ ὁμαλώτερον βαίνων, κἂν εἰ καὶ προσάντεις εἶχε καὶ οἰκτρὰς τὰς ἐπεξηγήσεις. τὸ δ' ἀπὸ τοῦδε τίς ἂν κατὰ μέρος τὸ πλῆθος τῶν ἐπισυμβάντων χαλεπῶν διηγήσαιτο; οὐ πρόσαντες ἡμῖν τὸ προκείμενον μόνον, ἀλλὰ 168 καὶ λίαν ἀπρόσβατον διὰ τὴν τῶν γενομένων ἀπηνῆ σκυθρωπότητα. Ἤλαυνε μὲν οὖν ὁ βασιλεὺς ἐξ ἑώας πρὸς τὴν ἑσπέραν μέχρι Κολωνείας αὐτῆς· ἐπὰν δὲ γένοιτο ἐντὸς τοῦ Μελισσοπετρίου (κάστρον δὲ τοῦτο ἐπί τινος λόφου κείμενον), ἤρξαντο τούτῳ προσομιλεῖν τὰ δεινά. ὁ γὰρ σύμβουλος αὐτῷ καὶ πρῶτα τῇ στρατηγίᾳ Παῦλος πρόεδρος, ὃν ἀπὸ τοῦ κατεπανικίου τῆς Ἐδέσσης μεταπεμψάμενος ὁ βασιλεὺς ἐν τῷ πρὸς Πέρσας ἐλαύνειν εὗρεν ἐν Θεοδοσιουπόλει σχεδιάζοντα τὴν ταύτης ἀρχὴν διὰ τὸ τὸν δοῦκα προαλωθῆναι μετὰ τοῦ βασιλέως, καὶ πάντα ἐδόκει αὐτῷ συναιρόμενον, νύκτωρ διαδρὰς τὴν βασιλίδα κατέλαβε, μαθὼν τὰ γεγενημένα κατ' αὐτὴν καὶ τὴν τῆς Αὐγούστης προαίρεσιν. αὕτη γὰρ ἀπογνοῦσα τὴν τοῦ βασιλέως ἀπόλυσιν μετεπέμψατο μὲν καὶ τὸν τοῦ πρώτου ἀνδρὸς καὶ βασιλέως ὁμαίμονα Ἰωάννην τὸν Καίσαρα μετὰ δύο αὐτοῦ υἱῶν, ὧν ὁ εἷς ὁ Ἀνδρόνικος νέηλυς ἦν ἐκ τῆς στρατιᾶς καταλαβὼν ἐν φυγῇ, διεπέμψατο δὲ καὶ δόγματα πρὸς πάσας τὰς ἐπαρχίας, μὴ ὅλως ἀπαντῆσαι τῷ Διογένῃ διαταττόμενα καὶ τὴν βασιλικὴν τούτῳ προσκύνησιν προσενεγκεῖν καὶ τιμήν. ἀλλὰ τοῦ Καίσαρος εἰσιόντος μετὰ τῶν δύο υἱέων καὶ τῇ βασιλίδι προσμίξαντος ἐν τῷ παλατίῳ, μεταστρέφεται κατ' αὐτῆς ἡ βουλὴ τῆς τοῦ ἀνδρὸς ἀποκηρύξεως καὶ διώξεως. διὸ καὶ τὸν μὲν πρῶτον υἱὸν αὐτῆς, ὃν ἐκ τῆς τοῦ Δούκα συναφείας ἀπέτεκεν, αὐτοκράτορα καὶ δεσπότην φη 169 μίζουσιν, ἐν τῷ τοῦ χρυσοτρικλίνου βασιλείῳ θρόνῳ καθιδρύσαντες αὐτόν, καὶ τὴν ἀρχὴν ἐγχειρίζουσι μόναρχον· τήν τε δέσποιναν καὶ μητέρα τούτου καθαιροῦσι μετὰ σφοδρᾶς τῆς ἐπιφορᾶς, εἶτα καὶ πλοίῳ παραδόντες ὑπερόριον τίθενται κατὰ τὸν ἑῶον πορθμόν, ὃν Στενὸν οἱ πολῖται κατονομάζουσιν ἐκ τῆς θέσεως, ἐγκαταστήσαντες ταύτην τῷ παρ' αὐτῆς συστάντι φροντιστηρίῳ καὶ λεγομένῳ Πιπερούδη, μελαμφοροῦσαν ἐπαποδείξαντες καὶ κεκαρμένην τὰς τρίχας, καὶ τῷ τάγματι τῶν μοναζουσῶν καταζεύξαντες. Ὁ δ' οὖν Διογένης μέχρι τοῦ θέματος τῶν Ἀρμενιακῶν προϊών, ἐπεὶ τὰ κατ' αὐτὸν ἐπληροφορήθη, καὶ ὡς τοῖς πολίταις καὶ τοῖς ἀνακτόροις ἐπικεκήρυκται, φρούριόν τι κατασχὼν Δόκειαν κατονομαζόμενον ἐκεῖσε κατεστρατοπεδεύσατο. ὁ δὲ Καῖσαρ καὶ ὁ τὰ σκῆπτρα νέον ἐγχειρισθεὶς τούτου ἀνεψιός, μετὰ τὸ πάντα τὰ κατὰ τὴν βασιλεύουσαν διαθεῖναι κατὰ τὸ βεβουλευμένον αὐτοῖς, καὶ τοὺς μὲν τῆς συγκλήτου βουλῆς οἰκειώσασθαι καὶ τιμᾶν αὐτοὺς προκατάρξασθαι, πρὸς δὲ τοὺς τῆς ἀγορᾶς τὰ συνήθη δημηγορῆσαι καὶ ὡς τὴν πατρῴαν βασιλείαν ψήφῳ θεοῦ εἰς ἑαυτὸν ἀνεκτήσατο, καὶ ὑποσχέσεσι φιλανθρώποις εὐέλπιδας τούτους ποιήσασθαι, στρατιὰν πέμψαι κατὰ τοῦ Διογένους ἐσκέψαντο. καὶ στρατηγὸν αὐτοκράτορα προχειρισάμενοι τῶν τοῦ Καίσαρος υἱῶν ἕνα, Κωνσταντῖνον ὀνόματι, τὸ ἀξίωμα πρωτοπρόεδρον, τοὺς παρατυχόντας τῶν στρατιωτῶν αὐτῷ ἐγχειρίζουσι, καὶ ταχέως 170 τῆς βασιλευούσης ἐκπέμπουσιν· ὃς καὶ ἄλλους τῶν ἐπαρχιῶν συλλεξάμενος, οὓς δὲ καὶ διὰ γραμμάτων βασιλικῶν ἑαυτῷ συστησάμενος, ἁδράν τινα δύναμιν ἔδοξε συναγηοχέναι, καὶ πλησίον τοῦ κρησφυγέτου τῆς Δοκείας τὸν χάρακα ἔθετο. προσερρύησαν δὲ τῷ Διογένῃ τῶν Φράγγων οἱ πλείους, κἀκ τούτου ἔχειν τὸ ἰσχυρὸν προσεδόκα. ἔκτοτε οὖν παροδικαὶ μάχαι τοῖς μέρεσι διερρήγνυντο· οὐδεμία δ' αὐτοτελὴς τὴν ἔκβασιν ἔκρινε, συναπτομένων ἀλλήλοις κατ' ἄνδρας καὶ αὖθις ἀπαλλαττομένων τῶν ἀντιθέτων στρατιωτῶν. ὡς δὲ πολλοὺς τῶν Καππαδοκῶν ὁ βασιλεὺς κηρύγμασί τε καὶ γράμμασι μετεπέμψατο, ὧν ἦρχε Θεόδωρος πρόεδρος ὁ Ἀλυάτης, ἀνὴρ γένους ἐπιφανοῦς τὰ πολεμικὰ καὶ θεαθῆναι θαυμασιώτατος, μεγέθει καὶ ὄγκῳ τῶν πολλῶν διαφέρων καὶ ἱκανῶς ἐν πολλοῖς στρατευσάμενος, ἔδοξεν ὁ Διογένης πολὺ τῶν ἐναντίων προέχειν, καὶ ταχὺ τοῦ τῆς Δοκείας ἄρας φρουρίου πρὸς τὴν τῶν Καππαδοκῶν ἤλαυνεν, ἐξ ἧς περ αὐτὸς τὴν γένεσιν ἔσχηκεν. ἀλλ' οἱ τῆς μοίρας τοῦ τὴν βασιλείαν ἐν Κωνσταντινουπόλει κατέχοντος, παρὰ δόξαν προσθήκην δεξάμενοι κατὰ τὴν νύκτα ἐκείνην, οὐ πολὺ τὸ ἔλαττον ἀπενέγκασθαι διεγνώκεσαν. κατέλαβε γὰρ αὐτοὺς μεθ' ἑτέρων ἐκ τῆς βασιλίδος ἀποσταλεὶς σύμμαχος ὁ Φράγγος ἐκεῖνος Κρισπῖνος, ὃν ὁ Διογένης μὲν ἐπ' αἰτίαις ἀποστασίας καθελὼν ἐκ τῆς στρατιᾶς ὑπερόριον εἰς Ἄβυδον ἐποιήσατο, ὁ δ' ἀντιβα 171 σιλεύσας ὕστερον Μιχαὴλ ἐκ τῆς ὑπερορίας μεταγαγὼν εὐεργεσίαις καὶ τιμαῖς κατελάμπρυνε καὶ πρὸς τὴν ἑαυτοῦ ἀνέρρωσεν εὔνοιαν. οὗτος οὖν γενναιότατος κατὰ χεῖρα τελῶν, καὶ ἀλκιμώτατος, εἴπερ τις ἀνθρώπων, δοκῶν διὰ τὸ πεῖραν δοῦναι τῆς ἑαυτοῦ δοκιμότητος ἐκ τῶν φθασάντων αὐτοῦ ἀνδραγαθημάτων, πολλὴν ἐνέσταξε προθυμίαν τοῖς στρατιώταις, ἐν ὥρᾳ καταλαβὼν πολεμικῆς ἐπιδόσεως. διὰ ταῦτά τοι καὶ ἄραντος ἐκ Δοκείας τοῦ Διογένους ἐπεφάνησαν καὶ οἱ τοῦ βασιλέως τὰς σημαίας ὑπερτεταμένας ἐκφέροντες. ἀλλ' ὁ Ἀλυάτης τούτων κατεπαρθείς, πολλοὺς τῶν στρατιωτῶν συναγηοχώς, πόλεμον τούτοις προσέμιξεν. ἐρρωμένως δὲ ἀντιταξαμένων αὐτῶν, καὶ μᾶλλον ἐπιφημισθέντος τοῦ Κρισπίνου παρεῖναι καὶ τοῖς Φράγγοις τῇ πατρίῳ διαλεχθέντος φωνῇ, πρὸς φυγὴν οἱ τοῦ Ἀλυάτου ἀτάκτως ὥρμησαν· ἀφ' ὧν τινὲς μὲν ἀκοντίοις ἀπέθανον, ἁλοὺς δ' αὐτὸς τοὺς ὀφθαλμοὺς ἐξεκόπη, μετὰ σκηνικῶν σιδήρων περιωδύνως τὰς ὁράσεις ἀποβαλών. ὅπερ πολλὴν ἐνῆκε τοῖς στρατιώταις ἀνίαν διὰ τὸ τοῦ ἀνδρὸς ἐπίσημον κατὰ γένος καὶ γενναιότατον. Περιώδυνος δ' ὁ Διογένης ἐκ τῆς φήμης γενόμενος, ὅμως τὸ λοιπὸν ἄγων πλῆθος εἰς τὴν Καππαδοκῶν ἐνέβαλε γῆν· καὶ εἴς τε φρούριον ἀνιὼν Τυροποιὸν οὕτως ὀνομαζόμενον, ἐπὶ λόφου κείμενον ὀχυροῦ, ἐκαραδόκει τὸ μέλλον, πανταχόθεν ἐπικαλούμενος στρατιώτας εἰς τὴν ἑαυτοῦ ἀρω 172 γήν. ἐπεὶ δὲ παρὰ τοῦ τὴν Βύζαντος βασιλεύοντος μετεπέμφθη ὁ τῆς μεγάλης Ἀντιοχείας κατεπάνω, Χατατούριος ἐπονομαζόμενος, ἐξ Ἀρμενίων δ' ἕλκων τὸ γένος, καὶ προσετάγη πόλεμον τῷ Διογένῃ ἐπενεγκεῖν, ἀφίκετο μὲν εἰς Τυρσποιὸν μετὰ πολλῆς τῆς δυνάμεως ἱππέων τε καὶ πεζῶν, κατοικτισάμενος δὲ τὸν Διογένην τῆς τύχης, καὶ ἅμα χάριτας τούτῳ προσομολογεῖν ἔχων ὡς παρ' ἐκείνου τὴν ἀρχὴν τῆς Ἀντιοχείας λαβών, συνέθετο τούτῳ καὶ τῆς ἐκείνου μοίρας ἐγένετο, καί τινας τῶν στρατιωτῶν, οἷς ἐκ βασιλέως διώριστο συνάρασθαι τούτῳ τῶν κατὰ Διογένους μόθων, τῶν ἵππων ἀποστερήσας καὶ τῆς ἄλλης ἀποσκευῆς γυμνοὺς ἐκεῖθεν ἀπήλασεν. εἶτα μικρόν τι διαλιπὼν σὺν τῷ βασιλεῖ καὶ τοῖς ἀμφ' αὐτὸν στρατιώταις εἰς τὴν τῶν Κιλίκων χώραν διέζευξεν, ὁμοῦ μὲν παραχειμασίαν ἐν αὐτῇ ποιησόμενος (παρήμειπτο γὰρ τὸ φθινόπωρον), ὁμοῦ δὲ δύναμιν ἑτέραν ἐν τῷ ἀσφαλεῖ συλλεξόμενος καὶ τοὺς ἀπὸ τοῦ σουλτάνου πεμφθησομένους μετὰ διορίαν τοιαύτην καταλαβεῖν. Ἔλαθον δὲ τὸ ἧττον αἱρετισάμενοι καὶ τὰ χείρω καθ' ἑαυτῶν βουλευσάμενοι. τοῦ γὰρ τροπωσαμένου τὴν πρώτην τὸν Διογένην ἐν τῇ κατὰ τὸν Ἀλυάτην συμβολῇ τῇ βασιλίδι ἐπαναστρέψαντος, διεσκορπίσθη ἅπαν τὸ σὺν αὐτῷ στρατιωτικὸν ὡς τοῦ χειμῶνος ἐγγίσαντος, καὶ ἦν εὐχερὲς τοῖς ἀμφὶ τὸν Διογένην μετὰ τοσούτου πλήθους εἰς τὴν Ῥωμαίων ἐμβα 173 λεῖν, ὅση κατὰ Πισιδίαν καὶ Ἰσαυρίαν καὶ αὐτὴν Λυκαονίαν, εἰς αὐτήν τε τῶν Παφλαγόνων καὶ Ὁνωριάδα, καὶ πάντας τῷ πλήθει βιάσασθαι γενέσθαι ὑφ' ἑαυτόν, εἶτα καὶ εἰς Βιθυνίαν εἰσδῦναι, καὶ πᾶσαν ἄδειαν ἐμφράξαι τοῖς ἐκ τοῦ Βύζαντος στρατιώτας κατ' αὐτοῦ συναγεῖραι καὶ πόλεμον ἐπεγεῖραι τούτῳ ἄξιον λόγου καὶ πράγματος· οἱ γὰρ τῆς ἑσπέρας στρατιῶται τὴν κατ' αὐτοῦ ἐξομόσαντες ἀπιστίαν διὰ τὸ προκατασφαλισθῆναι ὅρκοις μὴ ἄν ποτε συμφρονῆσαι τοῖς κατ' αὐτοῦ γενησομένοις... νῦν δὲ μὴ καλῶς βουλευσάμενος κακοῖς ἀπλέτοις καὶ περιωδύνοις περιεπάρη πράγμασιν. ἐμβαλὼν γὰρ εἰς τὴν τῶν Κιλίκων χώραν, δυσδιοδεύτους αὐλῶνας ἔχουσαν ἐκ τῶν Ταύρου ὀρῶν, ἔμενε κατὰ χώραν ὥσπερ ἑαυτὸν ἐγκαθείρξας ἐπὶ τῷ μένειν ἀπρόιτον, ἄδειαν δὲ τοῖς ἀντιτεταγμένοις παρέσχεν ἀδεῶς στρατιώτας ἀγείρειν καὶ τὸν πολεμικὸν ποιεῖσθαι κατάλογον. ἐκπεμφθεὶς γὰρ ὁ ἕτερος τῶν υἱέων τοῦ Καίσαρος Ἀνδρόνικος πρωτοπρόεδρος, καὶ προβληθεὶς δομέστικος τῆς ἀνατολῆς, ἐν παρασκευῇ πάντας τοὺς στρατιώτας πεποίηκε, σιτηρέσια διανείμας αὐτοῖς καὶ κατὰ μικρὸν ἅπαντας προοικειωσάμενος, συναιρομένου τοῦ Κρισπίνου. καὶ οὕτως μετὰ τὸ συστῆσαι τὴν ὅλην σύνταξιν τῶν δυνάμεων προῄει κατὰ τοῦ Διογένους ὡς τῆς Κιλίκων ἐπιβησόμενος, καὶ τὴν συνήθη κλεισοῦραν τὴν τοῦ λεγομένου καταλιπὼν Ποδαντοῦ διὰ τῆς τῶν Ἰσαύρων εἰς ταύ 174 την ἐνέβαλεν, οὐ πάνυ τι ἀπεχούσης τῆς τῶν Ταρσῶν πόλεως. δυσδιεξόδευτοι δ' ὄντες καὶ τραχεῖς καὶ ἀνάντεις καὶ λίαν στενόποροι οἱ διατειχίζοντες τῶν ὀρῶν αὐχένες τὴν Κιλικίαν οὐ μετρίαν ἐποίουν οὐδ' εὔοδον τῷ στρατῷ τὴν εἰσέλευσιν. ὅθεν καὶ εἴ τινες τῶν τοῦ Διογένους τὰς ἀκρωρείας κατεῖχον, καὶ μᾶλλον ἑκηβόλοι καὶ τοῖς ποσὶν ἐπιβαίνοντες, οὐκ ἂν ἠδυνήθη ποτὲ τὸ τοῦ Ἀνδρονίκου στρατόπεδον τὴν πορείαν διὰ τούτων ποιήσασθαι, εἰ μὴ καὶ μᾶλλον δέους ἐπειγομένου τοῖς στρατιώταις πρὸς φυγὴν ὥρμησαν. τούτου δὲ παραμεληθέντος εἰς κίνδυνον περιέστη τῷ Διογένῃ τὰ πράγματα. μετὰ γὰρ τὸ κατελθεῖν εἰς τὸ πεδίον τὸν σὺν τῷ Ἀνδρονίκῳ στρατὸν ὁ Χατατούριος ἐπελθὼν πόλεμον τούτοις συνέρρηξεν. οὐ διὰ πολλῆς δὲ γενομένου τῆς ὥρας αὐτοῦ ὡς ἂν τῶν Ῥωμαϊκῶν δυνάμεων τῷ τε πλήθει καὶ τῇ ἀρετῇ ὑπερεχουσῶν, πεσὼν ἐκ τοῦ ἵππου ὁ Χατατούριος πεζὸς ἑάλω, καὶ τῷ στρατηγοῦντι παρέστη γυμνὸς καὶ ἐλεεινὸς τῇ παρούσῃ τύχῃ καὶ τῇ ἐλπίδι τῶν μελλόντων κακῶν. τῶν δ' ἄλλων συμφυγόντων εἰς τὸ τῆς Ἀδάνης κάστρον, ἐν ᾧ περ ὁ Διογένης ἐκάθητο, πολιορκία τὴν τοιαύτην πόλιν ἀκριβῶς διεδέξατο· περικαθίσαντες γὰρ αὐτὴν οἱ μετὰ τοῦ Ἀνδρονίκου Ῥωμαῖοι σπάνει τῶν ἀναγκαίων τοὺς ἔνδον οὐκ εἰς μικρὰν τὴν ἀγωνίαν ἐνέβαλον. τέως δ' οὖν περὶ σπονδῶν διαλεχθέντων ἀλλήλοις, συνέδοξεν ἀποθέσθαι μὲν τὴν βασιλείαν τὸν Διογένην, συναποθέσθαι δὲ καὶ τὴν τρίχα, καὶ 175 οὕτω τὸν βίον ἕλκειν ἄχρι βιοτῆς ἁπάσης τοῖς μοναχοῖς συγκαταλεγόμενον. Γέγονε τοῦτο, καὶ μετὰ μικρὸν ἐξῆλθε τοῦ κάστρου μελανειμονῶν καὶ τὰ καθ' ἑαυτὸν ὡς ἔσχεν ἀποκλαιόμενος, ὅτε καὶ πολλοῖς εἰσῄει δριμὺς καὶ ἀκάθεκτος ἐπὶ τοῖς ὁρωμένοις φόβος καὶ ἔλεος, λογιζομένοις τὸ ἄστατον τῶν πραγμάτων καὶ πρὸς ἐναντιότητα περιπετὲς καὶ ὀξύρροπον. ἦσαν γὰρ ἅπαντες οἱ τούτῳ πολλάκις συστρατευσάμενοι καὶ δορυφόρων τάξιν πληρώσαντες, καὶ τὸ κράτος αὐτῷ περιφημίζοντες ὄλβιον, καὶ προσιτοὶ γενέσθαι τούτῳ δι' εὐχῆς ὅτι μεγίστης ποιούμενοι, εἶτα καὶ συνεξελθόντες αὐτῷ ἐκ Συρίας καὶ τῇ Ἀδάνῃ ἐμβαλόντες, βασιλικῶς δουλικῶς προσεδρεύσαντες. ἀναπεμπαζόμενοι τοίνυν τήν τε προτέραν εὐτυχίαν καὶ τὴν παροῦσαν ἀτυχίαν, ὅπως εἰς ἄκρον ἐναντιότητος ἥκασι, κατηφιῶντες ἦσαν καὶ ἀμηχανοῦσιν ἐῴκεσαν. νόστου δ' ἐπιμνησθέντος τοῦ στρατηγοῦ, ἐπανήρχετο μὲν ἡ στρατιὰ τὴν ἐπ' οἴκου ἐλαύνουσα, παρεπέμπετο δὲ καὶ ὁ Διογένης, εὐτελεῖ τῷ ὑποζυγίῳ καὶ μοναχικῷ καταστήματι δι' ἐκείνων τῶν κωμῶν καὶ τῶν χωρῶν πορευόμενος, δι' ὧν τὸ πρόσθεν μετὰ βασιλικῆς τῆς δορυφορίας ἰσόθεος ἐγνωρίζετο. μέχρι δὲ τοῦ Κοτυαείου τὴν πορείαν ὀδυνηρῶς ποιησάμενος (καὶ γὰρ νοσηλευόμενος ἦν ἀπὸ κοιλιακῆς διαθέσεως, ἥτις ἐκ κωνείου τούτῳ κατασκευασθέντος παρὰ τῶν ἐναντίων ἐπιγενέσθαι ἐλέ 176 γετο) κατεσχέθη παρὰ τῶν ἀγόντων αὐτόν, ἕως ἐκ βασιλέως πρόσταξίς τις ἐπιφοιτήσει τὸ ποιητέον περὶ αὐτοῦ ἐπιτάττουσα. ἀλλ' ἧκεν ἡμέραις ὕστερον ἡ πάντων ἀπηνεστέρα καὶ ἀποφημοτέρα κατὰ τοῦ τὰ τοιαῦτα δεδυστυχηκότος ἀπόφασις, διοριζομένη τοὺς ὀφθαλμοὺς τούτου παραυτίκα διορυγῆναι. Τί φῄς, ὦ βασιλεῦ καὶ οἱ σὺν σοὶ τὴν ἀνοσίαν βουλὴν κατασκευασάμενοι. ἀνδρὸς ὀφθαλμοὺς μηδὲν ἀδικήσαντος, ἀλλὰ τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ πάσης τῆς Ῥωμαίων εὐετηρίας, καὶ τοῖς πολεμικωτάτοις ἔθνεσιν ἀντιταξαμένου μετὰ καρτεροῦ τοῦ συντάγματος, ἐξὸν ὂν αὐτῷ ἀκινδύνως τοῖς βασιλείοις προσμένειν καὶ στρατιωτικοὺς πόνους καὶ φόβους ἀποτινάσσεσθαι; ἐκείνου οὗ καὶ τὴν ἀρετὴν πολέμιος αἰδεσθεὶς ἠσπάσατό τε γνησίως καὶ λόγων καὶ ἁλῶν ὡς ἀδελφῷ μεταδέδωκε, καὶ σύνθρονον τὸν αἰχμάλωτον ἐποιήσατο, καὶ ὡς ἀγαθὸς ἰατρὸς φάρμακον ἀκεσώδυνον τὰς τοιαύτας παρηγορίας τῷ φλεγμαίνοντι τῆς λύπης ἐπέθηκεν, ὥστε δικαίως τὴν νίκην ὑπ' ἀθλοθέτῃ θεῷ λαβεῖν ὁ σουλτάνος διαγινώσκεται, τοιοῦτος ἀποδειχθεὶς ἄνθρωπος, καὶ τοσοῦτον ὄγκον φρονήσεως καὶ ἀνεξικακίας ἐπιδειξάμενος. σὺ δὲ τί προστάττεις, ὦ βασιλεῦ; ἀποστερηθῆναι καὶ αὐτοῦ τοῦ φωτὸς καὶ τῆς δεδομένης αὐτῷ θεόθεν τῶν ὁρωμένων κατανοήσεως τίνα τοῦτον; τὸν πατρὸς ἐπὶ σοὶ πρᾶξιν εἰληφότα καὶ νόμῳ καὶ πράγ 177 ματι, τὸν ἀποβεβληκότα τὴν βασιλείαν καὶ σοὶ ταύτην προέμενον, τὸν ἐκ πορφυρίδος ῥακοδυτήσαντα, τὸν εἰς βίον μονήρη μεταλλαξάμενον καὶ τοῖς γηίνοις πᾶσιν ἀποταξάμενον, τὸν ἀσθενῆ καὶ παρειμένον καὶ ἀκεσωδύνου μᾶλλον θεραπείας καὶ ψυχαγωγίας ἐπιδεόμενον, τὸν ἀπειρηκότα τοῖς ὅλοις, ἀσθενοῦντα καὶ κακουχούμενον, τὸν ὡς κάλαμον συντετριμμένον καὶ ὄμβροις δακρύων ἐκτετηκότα τοὺς ὀφθαλμοὺς καὶ τὸ πρόσωπον. ἀλλ' εἰ καὶ ταῦτα τοιαῦτα καὶ τοσαῦτα πρὸς πειθὼ παρακλήσεως, μᾶλλον δὲ πλείω τούτων, ὅσῳ καὶ τὸ ἀγγελικὸν σχῆμα σιωπηρῶς σοι παρίσταται πρὸς παράκλησιν, ἀλλὰ σὺ πάντως τῷ θυμῷ καὶ τῇ ἐπιθυμίᾳ τοῦ βασιλεύειν ἐπιμανῶς καὶ ἀκορέστως τὸ πλεῖον τῆς ῥοπῆς ἐπιδώσειας, μήτε τὸ σχῆμα αἰδούμενος μήτε τὴν μητρῴαν θηλήν, ἧς οἱ παῖδες ἐκείνου καὶ σοὶ ἀδελφοὶ κοινῶς μετεσχήκατε. ὄψεται δὲ πάντως καὶ σέ ποτε ὄμμα τιτανῶδες καὶ κρόνιον, καὶ τὰς τύχας σοι πρὸς τὴν ὁμοίαν παραστήσει κακότητα. Ἀλλὰ ταῦτα μὲν ὡς ἐν τῷ τραγῳδίας τρύφει διὰ τὸ πάθος παρεκβατικώτερον εἴρηται. ἐπιφοιτήσαντος δὲ τοῦ παγκακίστου τούτου καὶ ἀνοσίου προστάγματος, δεύτερος πάλιν ἀγὼν ὁ περὶ ψυχῆς καὶ φόβος οἷος καὶ κλόνος ἀπαραμύθητος τὸν ἐν τοσούτοις κατέλαβε δυστυχήμασι. διὸ καὶ λιταῖς τοῖς ποσὶ τῶν ἐκεῖσε ἀρχιερέων ἐκυλινδεῖτο, καὶ τὴν ἐκ τούτων βοήθειαν, ὅση τις ἡ ἰσχύς, μετὰ κατωδύνου καὶ ἀφορή 178 του τῆς συντριβῆς ἐξεκαλεῖτο θερμῶς. παρῆσαν γὰρ ἐκεῖσε ὅ τε Καλχηδόνος ὁ Ἡρακλείας καὶ ὁ Κολωνείας, τὰς σπονδὰς αὐτῷ συντελέσαντες. ὑπεμίμνησκε δὲ αὐτοὺς καὶ ὅρκων καὶ τῶν ἐκ τοῦ θείου νεμέσεων. οἱ δέ, καί περ βοηθῆσαι τούτῳ βουλόμενοι, ὅμως ἀσθενῶς ἔσχον ἀνδρῶν ἀπηνῶν ἅμα καὶ ὠμηστῶν ἀναρπασάντων αὐτὸν καὶ ὡς ἱερεῖον ἀγόντων ἐπὶ τὸ σφάγιον. καὶ εἰς τὸ κάστρον ἐγκλείσαντες, θαμὰ πρὸς πάντας ἐπιστρεφόμενον καὶ τὴν τῶν ἀρχιερέων κατόπιν παρρησίαν ἰδεῖν διηνεκῶς ἐπευχόμενον, οἰκίσκῳ τινὶ παραπέμπουσι, καί τινα Ἰουδαῖον ἀμαθῆ τὰ τοιαῦτα τὴν τῶν ὀφθαλμῶν αὐτοῦ διαχείρισιν ἐπιτρέπουσι. δήσαντες αὐτὸν ἐκ τεσσάρων, καὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πολλοὺς δι' ἀσπίδος ἐπιστηρίξαντες, φέρουσι τὸν Ἰουδαῖον περιωδύνως ἄγαν καὶ ἀπηνῶς σιδήρῳ τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐκταράττοντα, βρυχωμένου κάτωθεν καὶ ταύρειον μυκωμένου καὶ μηδένα τὸν οἰκτείροντα ἔχοντος. οὐ μὴν ἅπαξ τοῦτο παθὼν ἀφείθη τῆς τιμωρίας, ἀλλὰ τριχῇ τὸν σίδηρον τοῖς τούτου κατέβαψεν ὄμμασιν ὁ τῆς θεοκτόνου τυγχάνων σειρᾶς, ἕως καὶ πληροφορίαν δι' ὅρκου κείμενος ἔθετο πᾶσαν τὴν οἰκονομίαν ἐκχυθῆναι καὶ ἀπορρεῦσαι τῶν ἑαυτοῦ ὀφθαλμῶν. ἐγερθεὶς οὖν αἵματι διαβρόχους ἔχων τοὺς ὀφθαλμούς, θέαμα δ' οἰκτρὸν καὶ ἐλεεινὸν καὶ θρῆνον ἐπιφέρον τοῖς ὁρῶσιν ἀκάθεκτον, ἡμιθνὴς ἔκειτο, προκατειργασμένος μὲν καὶ τῇ νόσῳ, τότε δὲ 179 τοῖς ὅλοις ἀπαγορεύων καὶ τῆς βασιλικῆς ἐκείνης λαμπρότητος καὶ τῆς μέχρις οὐρανοῦ φθανούσης δόξης, μᾶλλον δὲ τῆς ὑπὲρ τῶν Ῥωμαίων ἀνδραγαθίας τοιαῦτα κομισάμενος τὰ ἐπίχειρα. προαχθεὶς οὖν ἐν εὐτελεῖ τῷ ὑποζυγίῳ μέχρι τῆς Προποντίδος αὐτῆς, ὥσπερ πτῶμα σεσηπὸς εἵλκετο, τοὺς μὲν ὀφθαλμοὺς κατορωρυγμένους ἔχων, τὴν δὲ κεφαλὴν σὺν τοῖς προσώποις ἐξῳδηκυῖαν, καὶ σκώληκας ἐκεῖθεν δεικνὺς ἀποπίπτοντας. ἡμέρας δ' ὀλίγας διαλιπὼν ἐπωδύνως τὸν βίον, καὶ πρὸ τῆς τελευτῆς ὀδωδώς, ἀπολείπει, τῇ νήσῳ τῇ Πρώτῃ τὸν χοῦν ἀποθέμενος κατὰ τὴν ταύτης ἀκρώρειαν, ἔνθα νέον ἐκεῖνος ἐδείματο φροντιστήριον, κηδευθεὶς μὲν πολυτελῶς παρὰ τῆς πρὶν βασιλίδος καὶ ὁμευνέτιδος Εὐδοκίας, τῆς τοῦ κρατοῦντος μητρὸς (ἐκείνη γὰρ αἰτησαμένη τὸν υἱὸν τὴν νῆσον ταύτην καταλαβεῖν τούτῳ τὰ τῆς ὁσίας φιλοφρόνως ἐτέλεσε), μνήμην δὲ καταλιπὼν τοῖς μετέπειτα τῶν τοῦ Ἰὼβ ἐκείνου δυστυχημάτων ὑπερβαίνουσαν τὴν ἀκρόασιν. τοῦτο δὲ θαυμασιώτατον ἅμα καὶ γενναιότατον τοῖς πᾶσι διήγημα καταλέλοιπεν, ὅτι ἐπὶ τοῖς τηλικούτοις πειρασμοῖς καὶ ἀπαραμίλλοις κακοῖς οὐδὲν βλάσφημον ἢ μικρόψυχον ἀπεφθέγξατο, ἀλλ' εὐχαριστῶν διετέλει καὶ χρόνων προσθήκην ἐπιζητῶν ἐν κακοῖς, ἷνα εὐαρεστήσῃ, φησίν, τῷ ποιήσαντι, τὸν τῆς ἀσκήσεως δρόμον διανύων ἐπιπονώτερον. Ἀλλ' ὁ μὲν ἐν τοσούτοις ἀνιαρῶς τὸ ζῆν καταστρέψας, 180 πολλὴν τοῖς πειραζομένοις παρηγορίαν ἐνέσταξεν (ὅσῳ γὰρ ἄν τις καὶ πειρασθείη, οὐκ ἂν τοῖς τούτου κακοῖς παρισωθείη ποτέ)· ὁ δὲ τὴν βασιλείαν διαδεξάμενος, ὁ τούτου προγονὸς Μιχαήλ, τὴν τῶν Ῥωμαίων ἀρχὴν περιεζωσμένος ἐπιεικής τις ἐδόκει, καὶ γέρων ἐν νέοις διὰ τὸ παρειμένον καὶ ἁπαλὸν ἐλογίζετο. προσελάβετο γὰρ τῶν κοινῶν πραγμάτων διοικητὴν ἄνδρα λόγῳ καὶ πράξει τῶν πολλῶν διαφέροντα, καὶ γνώμης περιχαροῦς καὶ ἀρετῆς ἱκανῶς ἀντεχόμενον, καὶ πᾶσιν ἱλαρῶς προσφερόμενον, ἀρχιερέα μὲν τῆς ἐν Σίδῃ καθολικῆς ἐκκλησίας ὑπάρχοντα, τὴν πρώτην προεδρίαν τῶν πρωτοσυγκέλλων ἐπέχοντα, Ἰωάννην τοὔνομα, εὐνοῦχον δὲ τὴν κατάστασιν, ὑπὲρ εὐνοῦχον δὲ τὴν ἀγαθότητα καὶ τὴν πολιτείαν καὶ τὸ μειλίχιον καὶ σωστικὸν καὶ τὸ εὐπρόσιτον ἐνδεικνύμενον· ὅθεν καὶ τῇ τοῦ βασιλεύοντος ἁπλότητι καὶ ἀφελείᾳ τὰς οἰκείας προσθεὶς ἀρετὰς εὐχάριστον τοῦτον ἐποίει καὶ τοῖς ὑποτεταγμένοις εὐάρεστον, ὅσον γε ἥκει κατὰ τοὺς τότε καιρούς. ἀλλ' ἔμελλε πάντως τῷ εὐγενεῖ τοῦ σίτου παραμιγῆναί τι καὶ ζιζάνιον, ἢ τῇ τῆς νυκτὸς ἐπιφοιτήσει τὴν ἡμέραν ἀναγκαίως ὑποχωρῆσαι. ἦν γάρ τις εὐνοῦχος ὀνόματι Νικηφόρος, ἐκ Βουκελλαρίων ἕλκων τὸ γένος, δεινὸς ἐπινοῆσαι καὶ ῥάψαι πράγματα καὶ πολλὴν τῇ καταστάσει τὴν τρικυμίαν ἐπενεγκεῖν, ὃς εἰς τάξιν τῶν σεκρετικῶν ὑποθέσεων τῷ πατρὶ τοῦ Μιχαὴλ ὑπηρετησάμενος Κωνσταντίνῳ τῷ 181 Δούκᾳ, ἐπεὶ καὶ σκαιὸς ἐφάνη καὶ διαβολεὺς καὶ σοφιστὴς τῶν κακῶν ὡς καὶ κατὰ τῆς Αὐγούστης μοιχείας ἔγκλημα τῷ βασιλεῖ ὑποψιθυρίσαι φθόνῳ τοῦ συνεξυπηρετουμένου καὶ συνδιενεργοῦντος αὐτῷ Μιχαὴλ τοῦ Νικομήδου, τῆς μὲν βασιλικῆς παραστάσεως ἀπεπέμφθῃ, δοὺξ δὲ τῆς κατὰ κοίλην Συρίαν Ἀντιοχείας ἀποδειχθεὶς οὐδὲ τοῖς ἐκεῖσε μέρεσιν ἀπράγμονα καὶ ἀστασίαστον τὴν διαγωγὴν καταλέλοιπε, προφάσεις πολέμων ἐκ κατασκευὴς φρουρίων ἐπισυνείρων, καὶ διανιστῶν τοὺς Σαρακηνοὺς ἀντιπολίσματα συνιστᾶν εἰς τὴν τῆς ἄκρας ἐπίθεσιν. καὶ πολεμεῖν μὲν τούτοις ἢ καταπολεμεῖν μὴ δυνάμενος, ἀντιπολεμεῖν τοῖς Ῥωμαίοις καὶ ἀνθιστᾶν προσοίκους πόλεις τοῖς Ῥωμαϊκοῖς ὁρίοις ἠρέθιζεν· οὐ μὴν ἀλλ' οὐδὲ τοῖς ἐγχωρίοις Ἀντιοχεῦσιν ἀνενόχλητον καὶ ἄλυπον τὴν διαγωγὴν συνετήρησε, ποτὲ μὲν τὰς κτήσεις αὐτῶν ἀφαιρούμενος, ποτὲ δὲ καταβαρύνων αὐτὰς ἀπαιτήσεσι παραλόγοις καὶ ἀπηνέσιν ἐπιφοραῖς. ὃς τῆς ἀρχῆς ταύτης παραλυθείς, καὶ μετὰ ταῦτα πάλιν, οἷα τὰ τοῦ κρατοῦντος τότε περιπετῆ καὶ ἀκυβέρνητα ἐφευρήματα, πεμφθεὶς εἰς δευτέραν ἡγεμονίαν, οὐκ ἐλάττω τῶν προτέρων τὴν μοχθηρίαν εἰσήνεγκε. τοῦ δὲ βασιλεύοντος τεθνηκότος, καὶ τῆς Αὐγούστης τὴν αὐτοκράτορα περιελομένης ἀρχήν, ἔσχε τις ἐναντία τύχη τὸν πονηρότατον τοῦτον καὶ ἀδικώτατον. βασιλικὸν γὰρ δόγμα καταλαβὸν αὐτὸν εἰς τὴν Ἀντιόχειαν τῇ τοῦ αἵματος φρουρᾷ παραδέδωκε, καὶ ἦν ἔμφρουρος ἐπὶ χρόνον τινὰ κατ' 182 ἐκεῖνον τὸν χῶρον ἐν ᾧ τὸ πρόσθεν περίδοξος ἐγνωρίζετο, τῆς προτέρας εὐετηρίας τοιαύτην δυσκληρίαν ἀνταλλαξάμενος. ἀναρρυσθεὶς δὲ τῇ τοῦ Διογένους ἀναγορεύσει καὶ εἰς νῆσον ἐξορισθείς, ὑποσχέσεσι δὲ χρημάτων δικαστὴς Πελοποννήσου καὶ Ἑλλάδος ἀποπεμφθείς, τὰ κατὰ τὴν ἐπαρχίαν ἐκείνην διοικούμενος ἦν. τοῦτον ἐπὶ κακῷ τῆς τῶν Ῥωμαίων ἀρχῆς μεταπεμψάμενος ὁ τὴν βασιλείαν ἐσχηκὼς Μιχαήλ, καὶ μετὰ μικρὸν εἰς τὴν τῶν κοινῶν πραγμάτων διοίκησιν προστησάμενος, καὶ λογοθέτην ἀποδείξας τοῦ δρόμου, ταῖς ἐκείνου μαγγανείαις καὶ περινοίαις ἁλώσιμος γέγονεν, οἷα φρονήματος ἀμοιρῶν σταθηροῦ καὶ μειρακιωδῶν ἀθυρμάτων μὴ ἀποδέων. προσωπεῖον γὰρ εὐνοίας ὁ Νικηφύρος ἐπιδειξάμενος ἐξωθεῖ μὲν τὸν ἐπιεικέστατον ἄνδρα καὶ λογιώτατον μητροπολίτην τῆς Σίδης τοῦ τὰ κοινὰ διοικεῖν, προφάσεις διὰ παρενθέτων προσώπων κατ' αὐτοῦ ἐσκαιωρηκώς, παραγκωνίζεται δὲ καὶ τὸν τοῦ βασιλεύοντος θεῖον τὸν Καίσαρα, καὶ τῷ βασιλεῖ περιφρονούμενον ἢ μᾶλλον εἰπεῖν ὕποπτον ἀπεργάζεται. καὶ ἁπλῶς πάντας τοὺς οἰκειοτάτους πολεμιωτάτους εἶναι συκοφαντήσας καὶ τῆς τοῦ βασιλέως ἀποστερήσας ἐγγύτητος, ὅλον εἰς ἑαυτὸν ὑποποιεῖται τὸν μειρακίσκον ἄνακτα. καὶ τοῦτο ἦν βασιλικὸν ἐπίταγμα καὶ συντήρημα, ὅπερ τῷ κακίστῳ τούτῳ Νικηφόρῳ συνέδοξεν. ἐντεῦθεν κατηγορίαι καὶ ἀπαιτήσεις ἀθώων ἀνδρῶν καὶ ἀποτίσεις ἀχρεωστήτων, καὶ κρίσεις τῷ δημοσίῳ τὸ πλέον ἢ τῷ δικαίῳ προσνέμουσαι, ἀφ' ὧν δημεύσεις κα 183 θολικαί τε καὶ μερικαί, κατηγορίαι συχναί, φισκοσυνηγορίαι πολλαί, καὶ θρῆνος τῶν πασχόντων καὶ σκυθρωπότης οὔτι μικρά. Ἀλλὰ τούτων οὕτω γινομένων καὶ κακῶς διαγινομένων θεήλατός τις ὀργὴ τὴν ἑώαν κατέλαβεν· οἱ γὰρ ἐκ Περσίδος ἐπιφανέντες Τοῦρκοι τοῖς Ῥωμαϊκοῖς ἐπιστρατεύσαντες θέμασι, δεινῶς κατελυμαίνοντο καὶ κατῄκιζον ταῦτα ταῖς συνεχέσιν ἐπιδρομαῖς. σκεψάμενος δ' ὁ βασιλεὺς στρατιὰν ἐλάσαι κατ' αὐτῶν ἀξιόλογον, συναγείρει μὲν στρατόπεδον, νεώτερον δὲ τούτοις ἡγεμόνα προβάλλεται. συνίστησι δ' αὐτῷ καί τινα Λατῖνον Ῥουσέλιον ἐπονομαζόμενον, Φράγγους αὐτῷ παραδοὺς τῶν τετρακοσίων οὐχ ἥττονας. ἐν δὲ τῷ Ἰκονίῳ γενομένου τοῦ στρατοπέδου, καὶ φιλονεικίας συνενεχθείσης τινός, ἀποστατεῖ τηνικαῦτα προφανῶς ὁ Ῥουσέλιος, καὶ τοὺς Φράγγους παραλαβὼν ἑτέραν ἐτράπετο, καὶ τὰ καθ' ἑαυτὸν τῷ ἰδίῳ ἐπιτρέπει βουλήματι. ἀνελθὼν οὖν εἰς Μελιτηνὴν καὶ Τούρκοις τισὶ συντυχὼν ἀριστεύει κατ' αὐτῶν, ἐξ ἐφόδου τούτοις ἐπεισπεσών. τὸ δὲ λοιπὸν ἅπαν τῶν Ῥωμαίων στρατόπεδον τῇ Καισαρέων μητροπόλει παραβαλὸν ἐν ταύτῃ τὸν χάρακα τίθησι. σκεψάμενος δὲ ὁ τὴν ἡγεμονίαν τοῦ πολέμου ἐπέχων (Ἰσαάκιος ὁ Κομνηνὸς οὗτος ἦν) ἐξ ἐφόδου τοῖς ἐναντίοις Τούρκοις συμμῖξαι, προῄει μὲν τῆς νυκτὸς μετὰ μοίρας τινὸς τοῦ στρατοῦ, ἀποτυχὼν δὲ τῆς ἐπιβουλῆς τὸ ἐναν 184 τίον πάχει τῆς ἰδίας βουλῆς, καὶ τοῖς ἐναντίοις παρεσκευασμένοις περιπεσὼν ἀπαράσκευος συρρήγνυσι μὲν ἀκούσιον πόλεμον, ἡττᾶται δὲ περιγενομένων αὐτοῦ τῶν ἐναντίων τῷ πλήθει. αἰχμάλωτος δὲ γεγονὼς διὰ τὸ ἐρρωμένως ταῖς οἰκείαις χερσὶν ἀντιτάξασθαι καὶ μὴ δοῦναι νῶτα τοῖς πολεμίοις, συναποβάλλει μετὰ τῆς ἄλλης ἀποσκευῆς καὶ τὸν χάρακα, πολλῶν μὲν πεσόντων Ῥωμαίων καὶ ζωγρίᾳ ληφθέντων, πλειόνων δὲ φυγῇ τὴν ἰδίαν σωτηρίαν ἐνεγκαμένων. Ἀλλὰ τῆς φήμης ταύτης καταλαβούσης καὶ προσπεσούσης τῷ βασιλεῖ, ἔδοξε μὲν σκυθρωπόν τι παθεῖν, οὐ μὴν δὲ τῶν πολιτικῶν ἀδικημάτων ἀπέσχετο, ταῖς τοῦ Νικηφόρου κακαῖς ὑποθημοσύναις πειθόμενος, μηδὲ αὐτός, ὡς ἐφάνη, τὴν φύσιν ἔχων τοῖς συμβουλευομένοις ἀντίθετον. οἱ δὲ Τοῦρκοι τὴν ἰδίαν ἔκτοτε κατέτρεχον ἀδεῶς. ἁδροῦ δὲ χρυσίου τὴν ἐλευθερίαν ἀνταλλαξαμένου τοῦ ἡγεμόνος, καὶ αὖθις κατὰ τῶν ἐναντίων στρατὸν εὐτρεπισθῆναι καὶ πεμφθῆναι διεγινώσκετο. καὶ προχειρίζεται στρατηγὸς αὐτοκράτωρ ὁ Καῖσαρ Ἰωάννης, ὁ τοῦ βασιλεύοντος Μιχαὴλ πατράδελφος. ὃς διαπεραιωθεὶς καὶ μέχρι τοῦ Δορυλαίου πανστρατιᾷ διελθών, κἀκεῖσε τὴν στρατοπεδείαν καταστησάμενος, ἄρας ἐκεῖθεν προσωτέρω ἐπεπορεύετο· καὶ μέχρι τῆς γεφύρας τῆς τοῦ Ζόμπου καλουμένης, ἥτις τὸν Σαγγάρην ποταμὸν ἐπικαθημένη τὴν τῶν ἀνατολικῶν καὶ Καππαδοκῶν ἐπιζευγνύει ἐπαρχίαν, γενόμενος, πρὸ τοῦ ταύτην περαιωθῆναι τὸν 185 Ῥουσέλιον ἐμεμαθήκει πρὸς τὴν ἀντιπέραν στρατοπεδεύσασθαι, τὴν ἐκ τῆς τῶν Ἀρμενιακῶν ἄραντα μετὰ πολλῆς καὶ ἀγρύπνου τῆς ἱππασίας καὶ ἐπιτάσεως. πέμψας δὲ ὁ Καῖσαρ περὶ συνθηκῶν αὐτῷ καὶ εἰρήνης, ὡς εἰκός, διελέξατο. οὐκ ἐν ἴσῳ δὲ τῷ τῆς τύχης ἀποτελέσματί τε καὶ συγκυρήματι τὴν πρεσβείαν εἰσήνεγκεν, οὐδ' ἐπὶ φιλοτίμοις ἐπαγγελίαις καὶ δωρεαῖς, ἀλλ' ἐπὶ ταπεινώσει καὶ συμβουλῇ τάχα τοῦ μὴ ἀπηνῶς καὶ χαλεπῶς διαχειρισθῆναι. ὁ δὲ Ῥουσέλιος ἅμα μὲν ταῖς ἰδίαις χερσὶ θαρρῶν, ἅμα δὲ καὶ πολεμικοῦ φρονήματος καὶ γενναιότητος πνέων, οὐκ ἐδέξατο τὴν πρεσβείαν ὡς ἀτιμάζουσαν αὐτοῦ τὴν ἰσχὺν καὶ ἀπειλοῦσαν καὶ οὐχὶ δεξιουμένην αὐτὸν ὑποσχέσεσι. καὶ διὰ τοῦτο πόλεμος ἀμφοῖν ἐπεκηρυκεύθη τοῖς μέρεσιν. ἐπεχείρει μὲν οὖν ὁ Καῖσαρ διὰ τῆς γεφύρας περαιωθῆναι κατ' αὐτοῦ· συνεβούλευε δ' ὁ συστράτηγος (ἦν δ' οὗτος Νικηφόρος κουροπαλάτης ὁ Βοτανειάτης, ἀνὴρ ἐξ ἐνδόξων γενόμενος καὶ προγονικὴν ἔχων τὴν στρατιωτικὴν γενναιότητα, καὶ κατὰ χεῖρα καὶ φρένα πάντων ὑπερφέρων καὶ ὑπερκείμενος, καὶ γένους λαμπρότητι καὶ περιουσίας ὀλβιότητι κατὰ πᾶσαν ἀνατολὴν τυγχάνων ἐπισημότατος) μὴ διαβῆναι τὸν ποταμόν, ἀλλὰ περιμεῖναι καὶ τὸ λοιπὸν τοῦ στρατοῦ, καὶ ἢ καταμαλάξαι τὸν βάρβαρον ὑποσχέσεσιν ἐκ τῆς ὑπερθέσεως, ἢ περαιούμενον ἐκ τῆς γεφύρας δέξασθαι ἀπαράσκευον, ἢ μετὰ τὴν ἐπιδημίαν τοῦ ἐπιλοίπου στρατεύματος μετὰ πλείονος τούτῳ τῆς 186 παρασκευῆς ἐπελθεῖν. ὁ δὲ παρακούσας τῆς ἀρίστης ταυτησὶ συμβουλῆς, καὶ τὸν ποταμὸν διαβὰς ἐπιπόνως διὰ τὸ τῆς γεφύρας εὐόλισθον, πολέμῳ παραυτίκα τεθορυβημένος προσέπταισε, καὶ τὰς παρατάξεις ἀντιτάξας τοῖς ἐναντίοις καὶ δόξας αὐτοὺς καταπονῆσαι καὶ τρέψαι, μάχῃ καρτερωτέρᾳ παρὰ δόξαν ἐνέπεσεν· ὁ γὰρ Ῥουσέλιος μετὰ τῶν ἐπιλέκτων αὐτῷ ἐπελθὼν κατὰ κράτος τοῦτον νικᾷ καὶ ταῖς ἰδίαις χερσὶν αἰχμάλωτον τίθησι. τὸ δὲ λοιπὸν τοῦ στρατοῦ διασκεδασθὲν πρὸς φυγὴν αἰσχρῶς ὥρμησε. καὶ οὕτω τῶν ἀγώνων ἐκράτησεν ὁ Ῥουσέλιος, τοῦ δηλωθέντος συστρατήγου ἀτρέστῳ καὶ ἀκαταπλήκτῳ φρονήματι μετὰ τῶν ἀμφ' αὐτὸν ἐπανελθόντος εἰς τὴν ἰδίαν κατοικίαν καὶ ἔπαυλιν. Τί δὲ τὸ ἀπὸ τοῦδε; γέγονε μὲν ὁ Ῥουσέλιος μέγας καὶ περιώνυμος λίαν τῷ μεγέθει τοῦ κατορθώματος, χωρῶν δὲ κατευθὺ τοῦ Βυζαντίου τὸν Καίσαρα σιδηροδέσμιον εἶχε καὶ πολλοῖς ἀνιαροῖς περιέβαλεν. ὡς δὲ προσηγγέλη τὸ τοιοῦτον ἀτύχημα τῷ τε κρατοῦντι καὶ τῷ δήμῳ παντί, πολλή τις ἐνέσκηψε μέριμνα πᾶσι, τὴν τοῦ Φράγγου ἐπιδημίαν ὑπόπτιον ἐξ ἐπιβουλῆς ἔνδον οἰομένου τοῦ βασιλεύοντος. διὸ καὶ καθίσας εἰς τὸν βασίλειον δίφρον, τοιάδε πρὸς τοὺς παρόντας μετὰ πολλῆς τῆς κατηφείας ἐδημηγόρησεν." ἄνδρες πολῖται καὶ ὅσοι τῆς συγκλήτου βουλῆς, σκυθρωπὴν ἀγγελίαν, καὶ οἵαν οὐδεὶς ὑπέμεινεν ἕτερος, ἄρτι καταλαβοῦσαν ἐνωτι 187 σάμενος μικροῦ δέω θανεῖν. ἐγὼ γάρ εἰμι ἐκεῖνος ὁ Ἰωνᾶς. λοιπὸν ἄρατέ με καὶ βάλετε εἰς τὴν θάλασσαν· διὰ γὰρ τὰς ἐμὰς πράξεις τὰ τοιαῦτα σκυθρωπὰ καὶ χαλεπὰ συναντήματα τοῖς Ῥωμαίοις ἐπισυμβαίνουσιν." καὶ ὁ μὲν λόγος μετάνοιαν τῶν κακῶς πραττομένων ᾐνίττετο, τὸ δ' ἔργον οὐκ ἦν, καὶ ἡ διόρθωσις ἐδείκνυτο οὐδαμοῦ· ἦν γὰρ ἐκεῖνος ὁ ταῖς κακίσταις ὑποθημοσύναις ὡς ἀκυβέρνητος καταδουλούμενος ἑαυτόν. τέως δ' οὖν προϊόντος τοῦ Ῥουσελίου πρεσβεῖαί τινες ἐκ βασιλέως πεμφθεῖσαι τούτῳ συνήντησαν, ἀξίωμα κουροπαλατικὸν ὑπισχνούμεναι καὶ δωρεὰς φιλοτίμους, εἰ τὴν ἀποστασίαν ἀφεὶς ὑπόσπονδος τῷ βασιλεῖ γένηται. ὃ δὲ μηδενὸς τῶν λεγομένων ἀνήκοος γεγονώς, τῆς πρὸς τὴν βασιλεύουσαν πορείας σπουδαιότερον εἴχετο. εἶχε γὰρ μεθ' ἑαυτοῦ αἰχμάλωτον, ἐν τῇ τοῦ Καίσαρος τροπῇ τοῦτον προσειληφώς, Βασίλειον σβέστην τὸν Μαλέσην, ἐκ τῆς τῶν Περσῶν αἰχμαλωσίας οὐκ ἐκ πολλοῦ ἐπανιόντα, τῷ Καίσαρι δὲ προσληφθέντα καὶ οἰκειωθέντα διὰ τὸ περιφανὲς τῆς τούτου φρονήσεως καὶ γνώσεως. ἀλλ' εἰ καὶ δορυάλωτον τοῦτον ὁ Ῥουσέλιος ἔλαβεν, ὅμως ἐν τιμῇ μεγίστῃ εἶχε, καὶ ὡς ἔμπρακτον ἄνδρα καὶ λογικώτατον, καὶ πεῖραν αὑτοῦ δεδωκότα διὰ τῶν προτέρων ἐπιστρατεύσεων, ἐν μοίρᾳ τῶν συμβούλων ἐτίθετο, μᾶλλον δὲ πρώτιστον εἶχε, καὶ ὡς γλώσσῃ καὶ χειρὶ τῷ τοιούτῳ ἐν τοῖς πολιτικοῖς ἐκέχρητο πράγμασιν. οὗτος τὰ πολλὰ μὲν ἑλέσθαι τὴν εἰρήνην τῷ Ῥουσελίῳ ὑπετίθει· εἰ δὲ καὶ 188 μισῶν τὴν τυραννίδα τοῦ Μιχαὴλ ὡς καὶ πολλὴν παρ' αὐτοῦ δεξάμενος τὴν καταφοράν, καθότι αἰχμάλωτος ὢν ἀντὶ ἐλέους βασιλικοῦ δήμευσιν ὑπέστη δωρεὰν καὶ τῶν ἰδίων τέκνων ἀπάνθρωπον γύμνωσιν, οἷα τὰ τῶν κρατούντων τότε παρανομώτατα κολαστήρια, ὑπεσκέλιζε τὴν τῆς εἰρήνης ἀπόβασιν, ἵνα τοὺς ἀλιτηρίους ἀμύνηται, αὐτὸς μὲν οὐκ οἶδα, λέγουσι δὲ οἱ πολλοί· ὁ δ' ἄνθρωπος φίλος ἐμοὶ γνησιώτατος ὢν ἐξώμνυτο τὴν τοιαύτην ὑπόθεσιν. εἰ δὲ καὶ τυραννοκτόνος ἐπεθύμει γενέσθαι, γενναιότητος τοῦτο πάντως τεκμήριον. Ἐν τῷ μέσῳ δὲ τὴν ὁδοιπορίαν τοῦ Ῥουσελίου διηνυκότος, καὶ τὰς σκηνὰς ἐν Χρυσοπόλει θεμένου καταντικρὺ τοῦ τῆς βασιλίδος πορθμοῦ, φόβος ἔσχε τὸν βασιλέα, καὶ ἡ τοῦ Βύζαντος τῇδε κἀκεῖσε διεκυμαίνετο· τῶν ἁπανταχῇ γὰρ Φράγγων συναθροισθέντων καὶ συνελθόντων αὐτῷ, στρατὸς ἀξιόλογος τὸ τούτου στρατόπεδον ἐγνωρίζετο· ἐγγὺς γὰρ τῶν τρισχιλίων ἦσαν οἱ συνδραμόντες Φράγγοι αὐτῷ. ἡμέρας δέ τινας ἐν Χρυσοπόλει διακαρτερήσας, ἐν σιδηροπέδαις ἔχων τὸν Καίσαρα, πῦρ ἐνῆκε ταῖς ἐν Χρυσοπόλει τυγχανούσαις οἰκίαις· καὶ ἡ φλὸξ ἀρθεῖσα πολλὴν ἀνήγειρε τὴν βοὴν καὶ τὸν κωκυτὸν τοῖς ἀνθρώποις, ὡς ἂν τοῦ ἀνέμου μεταρριπίζοντος αὐτὴν καὶ καταπληκτικὴν ἀφιέναι φωνὴν μονονουχὶ 189 τὴν τῶν πυρπολουμένων ὕλην παρασκευάζοντος. καταμαλάξαι δὲ βουληθεὶς ὁ βασιλεὺς τὴν τοῦ βαρβάρου θρασύτητα, πέμπει τούτῳ τὴν ἰδίαν γυναῖκα μετὰ τῶν παίδων αὐτοῦ. μεταπέμπεται δὲ καὶ τοὺς Τούρκους λαθραίως, ἤδη τῇ Ῥωμαίων προσβαλόντας ἐπικρατείᾳ, καὶ πολλαῖς ὑποσχέσεσι πείθει τῷ Ῥουσελίῳ ἀνταγωνίσασθαι. ὁ δὲ Ῥουσέλιος ἄρας ἐκ Χρυσοπόλεως εἰς τὴν Νικομήδειαν σπουδαίως ὑπανεχώρησε. βουλεύεται τοίνυν τοὺς στρατιώτας τῶν Ῥωμαίων ὑποποιήσασθαι καὶ εἰς πλῆθος μέγα τὸν οἰκεῖον ἀγεῖραι στρατόν. καὶ διὰ τοῦτο τῶν δεσμῶν ἀπολύσας τὸν Καίσαρα, καὶ φιλανθρώποις δεξιώσεσι τὰς πρώην κακώσεις παρὰ πᾶσαν θεραπεύσας ἐλπίδα, βασιλέα Ῥωμαίων τοῦτον ἀνίστησιν, εὐφημίαις καὶ παρασήμοις βασιλικοῖς τὸ κράτος αὐτῷ μεγαλοπρεπῶς συγκαταστησάμενος. ἐπεὶ δὲ μετὰ τὴν ἀναγόρευσιν τούτου ἀγγελία τις τῶν Τούρκων αὐτοῖς ἐπῆλθε, πανστρατιᾷ τὸν λεγόμενον Σόφωνα τὸ ὄρος ὑπερβάντες ἀγχοῦ τοῦ φρουρίου τῆς Μεταβολῆς τὴν παρεμβολὴν ἐποιήσαντο. τῶν δὲ σκοπῶν ἀπαγγειλάντων ὥς τινες πολέμιοι, οὐ πλείους τῶν πέντε ἢ ἓξ χιλιάδων, αὐτοῖς ἐπεφάνησαν, εὐθὺς ὁ Ῥουσέλιος τὸ ἐνυάλιον ἀλαλάξαι προσέταττε, καὶ τὸ στρατιωτικὸν ἅπαν ἐξώπλιζε πρὸς τὸν πόλεμον. ἦσαν δὲ πάντες οἱ τούτῳ συστρατευόμενοι Φράγγοι ἑπτακόσιοι καὶ δισχίλιοι· οὐδεὶς γὰρ ἔτι τῶν Ῥωμαίων αὐτοῖς προσερρύη διὰ τὸ τὴν φήμην τῆς 190 ἀναγορεύσεως τοῦ Καίσαρος ἔτι μὴ πλατυνθῆναι καὶ ἀκουσθῆναι τοῖς Ῥωμαίοις· ὡς δὲ ἀνέστελλον αὐτοῦ τὴν ὁρμὴν ὅ τε Καῖσαρ καί τινες τῶν ἐξοχωτέρων ἐφ' ᾧ καθαρῶς ἐπιγνῶναι τὸ πλῆθος τῶν ἐναντίων," οὐκ ἀνεκτόν" εἶπε" τῷ Ῥουσελίῳ ἐστὶ τὸ πρὸς ἓξ χιλιάδας Τούρκων ἀμφιγνωμονεῖν καὶ τὸν πόλεμον ἀναβάλλεσθαι." ὅθεν καὶ ταχὺ τὰς τάξεις καταστησάμενος ὥρημσεν ἐπ' αὐτούς. σὺν πολλῇ δὲ ῥύμῃ καὶ βοῇ τῶν Φράγγων κατὰ τῶν ἐναντίων καταπληκτικῶς ἐπεληλυθότων, ἐδέξαντο μὲν οἱ Τοῦρκοι τούτους ἐπιόντας ἀντικαταστῆναι βουλόμενοι, μὴ ἐνεγκόντες δὲ τὸ σφοδρὸν καὶ ἀνύποιστον τῆς ἐπιφορᾶς, οἳ μὲν ἔπεσον μαχαίρας ἔργον γενόμενοι, μηδενὸς τῶν Φράγγων κενὴν ἐσχηκότος τὴν χεῖρα σφαγῆς, οἱ δ' ἄλλοι πρὸς φυγὴν ὥρμησαν. κατόπιν δὲ διωκόντων τῶν Φράγγων ἕτεροι πάλιν φονείᾳ χειρὶ παρεδίδοντο. ἀλλὰ τῆς διώξεως ἐπὶ πολὺ γενομένης προῆλθον μὲν οἱ Τοῦρκοι τὴν φυγὴν ἐπιτείνοντες, ἀκρατεῖ δὲ ῥυτῆρι τοὺς Φράγγους παρασκευάζων ὁ Ῥουσέλιος φέρεσθαι τόπον οὐκ ὀλίγον παρήμειψε. πολλὰς δὲ ἀκρωρείας ἀνιών τε καὶ κατιών, ἔλαθε τοὺς πλείστους τῶν στρατιωτῶν ὀπίσω παραλιπών. καὶ μετ' ὀλίγων ἀπολειφθεὶς σὺν τῷ Καίσαρι, ἐν ἵπποις κεκμηκόσι τῷ συνεχεῖ τῆς διώξεως, εἶδε τὸ στῖφος τῶν Τούρκων ἀπειροπληθὲς καὶ θαλάσσης ἀπλέτου μιμούμενον κύματα· ἦσαν γὰρ ὑπὲρ τὰς ἑκατὸν χιλιάδας οἱ βάρβαροι. ὡς δὲ καὶ αὐτὸς ἐθεάθη, καὶ διέκρινε καθ' ἑαυτὸν μὴ ἀκίνδυνον εἶναι τὴν εἰς 191 τοὐπίσω φυγὴν ἅτε τῶν ἵππων αὐτοῦ κεκμηκότων καὶ τῶν ἐναντίων τῇ ἀπονοστήσει θάρσος λαβεῖν δυναμένων, μάχην καθ' ἑαυτὸν συρράξαι διέγνωκεν. ὡς δὲ προέγνων οἱ πολέμιοι τὴν τῶν ἰδίων κατακοπήν, ἐν φόβῳ καὶ κυδοιμῷ γεγονότες μικροῦ ἐδέησαν αὐτοὶ τὴν φυγὴν προλαβεῖν, εἰ μή τινες τῶν Φράγγων τῶν ἵππων καταβάντες ἐψυχαγώγουν αὐτούς, τῇδε κἀκεῖσε σχολαίῳ ποδὶ παρασύροντες. κατανοήσαντες δὲ τούτους ἀπειρηκότας τῷ κόπῳ ἔστησαν ἐπὶ τὸ αὐτό. τοῦ δὲ Ῥουσελίου μετὰ τῶν ἀμφ' αὐτὸν τὰ δόρατα τούτοις μετὰ σφοδρᾶς τῆς ῥύμης ἐπιστηρίξαντος, ἀντέσχον μὲν οἱ Τοῦρκοι, ἔπεσον δὲ καὶ τότε τούτων συχνοί. περικυκλώσαντες δὲ ὀλίγους ὄντας τοὺς ἀμφὶ τὸν Ῥουσέλιον τοσοῦτοι καὶ τηλικοῦτοι τὸ πλῆθος ὄντες οἱ Τοῦρκοι, βέλεσι συχνοτάτοις αὐτοὺς κατετίτρωσκον, τοῖς ἑκηβόλοις τόξοις ἀεὶ κεχρημένοι. καὶ τοὺς ἵππους ἐκ τούτων ἀσυμφανῶς κατασφάττοντες, καὶ διὰ πολλῶν χειρῶν καὶ βελῶν τούτους ἐν κύκλῳ περισχόντες ἀδιεξοδεύτῳ καὶ παναλκεῖ, πεζοὺς τῇ τῶν ἵππων σφαγῇ κατεστήσαντο. καὶ οὕτω πολλοὶ μὲν τῶν Φράγγων μετὰ Τούρκων πλειόνων τηνικαῦτα θανόντες κατέπεσον, ἥλω δὲ ζωγρίᾳ ὅ τε Καῖσαρ καὶ ὁ Ῥουσέλιος. οἱ δ' ὑπολειφθέντες τῶν Φράγγων εἰς τὸ τῆς Μεταβολῆς φρούριον συμφυγόντες, ἔνθα περ ἡ γυνὴ τοῦ Ῥουσελίου ἐτύγχανε, δι' ἀκριβείας ἐποιοῦντο τὴν τούτου φυλακὴν καὶ συντήρησιν. οἱ δὲ Τοῦρκοι τὸν Ῥουσέλιον ἐν ποδοκάκῃ βαλόντες ἰσχυροτάτῃ ἀσφαλῶς συνετήρουν,