Historia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-attaliates" aria-label="More works by Michael Attaliates">
—
⋯
Original / primary: Pg Scrape Grc
17.1
Ὀρθριώτερον δὲ προσβαλόντων τοῖς ἀνακτόροις στρατιωτικῶν ἀνδρῶν καὶ γενναίων μετὰ ῥοίζου πολλοῦ καὶ βοῆς καὶ ἠχῆς σαλπίγγων τε καὶ βυκίνων, ὥσπερ τυφῶνι βληθεὶς ὁ βασιλεὺς τῷ ἐξαισίῳ τῆς ταραχῆς, τῶν ἀνακτόρων ἐκδὺς φυγὰς ᾤχετο διαπόντιος εἰς τὴν τοῦ Στουδίου μονήν, καὶ περιεχόμενος τῶν ἀδύτων ἀπαθὴς ἐφιλονείκει συντηρηθῆναι καὶ μὴ δίκας δοῦναι τοῦ ἀνοσιουργήματος. ἀλλ' ἡ δίκη τὴν καταδίκην αὐτῷ οὐκ εἰς μακρὰν ἀνεβάλετο. ἅπαντες γὰρ βρύχοντες κατ' αὐτοῦ εἰσήλασαν εἰς τὸ ἱερόν, καὶ βίᾳ τοῦτον ἐκτὸς ἑλκύσαντες ἡμιόνῳ τῶν εὐτελεστέρων καὶ ταπεινῶν φόρτον τοῦτον τιθέασι καταγέλαστον. καὶ ἄχρι τοῦ Σίγματος φθάσαντος δόγμα κατεφοίτησε τῆς Αὐγούστης, τὴν πήρωσιν τῶν ὀφθαλμῶν αὐτοῦ καὶ τοῦ πατραδέλφου αὐτοῦ τοῦ νωβελλισίμου αὐτίκα ἐγκελευόμενον· συνῆν γὰρ καὶ οὗτος αὐτῷ, σύμβουλος ἅμα καὶ συλλήπτωρ καὶ τῆς οἰκτρᾶς ταύτης τύχης κοινωνὸς καθιστάμενος. κατενεχθέντες οὖν τῶν ἡμιόνων ἀτίμως, πάντων ὁρώντων, τὰς κόρας τῶν ὀφθαλμῶν ἐκεντήθησαν. καὶ συναποβάλλουσι τὰς ὄψεις τῇ βασιλείᾳ, καὶ μοναχικῇ παραδίδονται βιοτῇ, διήγημα γενόμενοι σκυθρωπὸν τοῖς μετέπειτα, καὶ πρὸς τὸ κρεῖττον ἐπανόρθωσις τῶν ἀγνωμονεῖν ἐθελόντων πρὸς τοὺς εὐεργετήσαντας. ἐβασίλευσε δὲ ὁ Μιχαὴλ οὗτος μῆνας μόνους πέντε. Τῆς δὲ δεσποίνης ἐκ τῆς ὑπερορίας ἐπανελθούσης καὶ τὴν βασιλείαν αὖθις ἀναλαβούσης, συνέρχεται ταύτῃ καὶ ἡ 18 ὁμαίμων ἐκτὸς ναοῦ, καὶ γίνεται συμφυΐα καὶ ἀλληλουχία ὥσπερ τοῦ αἵματος οὕτω δὴ καὶ τῆς κατὰ τὴν βασιλείαν κοινωνικῆς διαθέσεως, καὶ αὐτοκράτορες ἄμφω θαυμασίως ἀναγορεύονται. καὶ χρόνον τινὰ δι' ἑαυτῶν ἰθύνασαι τὴν ἀρχὴν, τῆς ὑπερορίας ἀνακαλοῦνται Κωνσταντῖνον τὸν Μονομάχον, ἀριστοκρατικὸν ἄνδρα καὶ θρέμμα τῆς πόλεως, ὕποπτον δὲ ὄντα διὰ τὴν ἀρχήν, καὶ διὰ τοῦτο παρὰ τῶν πρώην κρατούντων φυγαδευόμενον. καὶ παραχωρεῖ πάλιν τῆς συζυγίας ἡ Θεοδώρα τῇ αὐταδελφῇ Ζωῇ, καὶ τὸν ἄζυγα βίον αἱρεῖται, ὃν ἐκ παίδων καὶ μέχρι γήρως τῆς ἐσχάτης ἡμέρας ἐξήσκησεν. Εὐεργετικώτερος δὲ τοῦ προβεβασιλευκότος ὁ Μονομάχος ἀποδειχθείς, καὶ πάντας σχεδὸν βασιλικοῖς ἀξιώμασι καὶ δωρήμασι φιλοτίμοις ἀποσεμνύνας, ἠγάθυνε τὸ ὑπήκοον· ἐξαίφνης δὲ νέφος ἐκ τῆς ἑσπέρας ἐγείρεται τετριγὸς καὶ ὀλέθριον καὶ πανωλεθρίαν αὐτῷ καὶ τῆς βασιλείας ἀπέλασιν ἀπειλοῦν, ἀνὴρ αἱμοχαρὴς καὶ γενναῖος, ὁ προμνημονευθεὶς Γεώργιος, ᾧ Μανιάκης ἐπώνυμον, ἐκ τῆς Ἰταλικῆς ἀρχῆς ἐπαναστὰς μετὰ τῶν ἐκεῖσε συνόντων στρατιωτῶν Ῥωμαίων καὶ Ἀλβανῶν, διὰ παρόρασιν τοῦ βασιλέως ἀνιαθεὶς καὶ προηγησαμένας ἔχθρας μετ' αὐτοῦ δεδιώς. καὶ τὰ μὲν λοιπὰ τῶν συναντησάντων στρατεύματα συνετάραξε καὶ κατέβαλε, πρὸ δύο δὲ τῆς Θεσσαλονίκης ἡμερῶν στρατοπεδευσάμενος περὶ δείλην ὀψίαν προσβάλλει τῷ μεγίστῳ βασιλικῷ στρατο 19 πέδῳ· καὶ γὰρ ἦν ἐξεστρατευμένος ὁ παρὰ βασιλέως ἀποσταλεὶς μετὰ τῶν Ῥωμαϊκῶν δυνάμεων εἰς ἀντιπαράταξιν. καὶ πολλὰ δράσας τοῖς βασιλικοῖς στρατιώταις, καὶ καταπλήξας τῇ ἀνυποίστῳ τούτου φορᾷ καὶ τοῖς οἰκειοχείροις πληγαῖς (καὶ γὰρ οὗτος τοῦ πλήθους προεπολέμει τε καὶ προεκινδύνευε, καὶ οὐκ ἦν ὃς τῷ φασγάνῳ τούτου τραυματισθεὶς οὐ τῷ ἡμίσει καὶ πλείονι περιερρήγνυτο σώματι· τοιοῦτος ἀκαταγώνιστος καὶ σταθηρὸς ἐγινώσκετο, μέγας ὁμοῦ καὶ εὐρύνωτος καὶ τὴν ὄψιν φοβερὸς καθιστάμενος, κἀν ταῖς βουλαῖς διαφέρων), καὶ κατορθῶσαι τὴν νίκην ἤδη τότε καταλειφθείς, καὶ παρὰ τῶν πλείστων ἐναντίων ἐπευφημούμενος, ἐπὶ τέλει τῶν ἀγώνων τοῦ ἵππου αὐτομάτως κατέρρευσεν, οἷα τὰ τοῦ θεοῦ κρίματα, καὶ ἀθιγὴς ἔκειτο, σκαιωρίαν εἶναι τὸ πρᾶγμα τῶν ἀντιθέτων οἰομένων καὶ σόφισμα. ὡς δὲ παρεγυμνοῦτο τὸ ἀληθές, ἐκδραμόντες πολλοὶ κείμενον αὐτὸν ἐπ' ἐδάφους κατέλαβον, αἵματι διάβροχον καὶ καιρίαν ἔχοντα κατὰ τῆς πλευρᾶς. τῇ πτώσει τοίνυν αὐτοῦ τῶν ἀμφ' αὐτὸν διασκεδασθέντων, καὶ παλιντρόπου γενομένης τῆς νίκης, ἐπανῆλθον οἱ τοῦ βασιλέως χαρᾷ καὶ φόβῳ διηγηματικῶς συνεχόμενοι· τῷ προτερήματι γὰρ μὴ ἐπαιρόμενοι τὸ πᾶν τῇ θείᾳ δεξιᾷ ἐπεγράφοντο. Θριαμβεύσας δὲ ὁ τὴν ἡγεμονίαν ἐσχηκὼς τοῦ πολέμου 20 σεβαστοφόρος Στέφανος διὰ τῆς ἀγορᾶς, τὰ πρῶτα παρὰ τῷ βασιλεῖ μετὰ πολλῆς τῆς λαμπρότητος ἔσχηκε, καὶ ζηλωτὸς πᾶσι καὶ περισπούδαστος ἐγνωρίζετο. ἐπεὶ δὲ τὰ τῆς δεσποτικῆς εὐδαιμονίας ἀβέβαια, διαβληθεὶς καὶ οὗτος ὡς εἴη μελετῶν ἐπιβουλήν, ὑπερορίαν αὐτίκα καὶ δήμευσιν καὶ ἀπόκαρσιν κατεκρίθη· καὶ ὁ τῶν οἰκειοτάτων αὐτῷ εἷς, ᾧ καὶ τὸ κράτος μέλλειν περιθεῖναι κατηγορεῖτο, τῶν ὀφθαλμῶν μετ' ὀλίγον ἐστέρηται. Ἀπαλλαγεὶς οὖν ὁ βασιλεὺς τῆς τοσαύτης φροντίδος, εἰς ἑτέραν αὖθις ἀνάγκην ἐνέπεσε. πόλεμος γὰρ ἀλλόφυλος ναυτικὸς ἄχρι τῆς Προποντίδος τὴν βασιλίδα κατέλαβε, πλοίων Ῥωσικῶν τῶν τετρακοσίων οὐκ ἀποδεόντων ἐπιρραξάντων αὐτῇ, καταφράκτων ὅπλοις τε καὶ πολεμικῇ ἐμπειρίᾳ καὶ πλήθει τῶν ἐν αὐτοῖς εἰσπλεόντων. καὶ κατεῖχε φόβος τὴν Βύζαντος οὐκ ἐλάχιστος διὰ τὸ ἀπαράσκευον ἐκ τῆς ἀπροόπτου τοῦ ἔθνους ἐπιδημίας. ὅμως τὰ παρατυχόντα μακρὰ πλοῖα καὶ λοιπὰς ἑτέρας ναῦς πολεμικὰς ὁ βασιλεὺς συστησάμενος, καὶ πεζικῇ δυνάμει τοὺς παρακειμένους αἰγιαλοὺς συμπεριλαβών, καὶ προσθήκην ἑκάστοτε τῆς πεζικῆς καὶ ναυτικῆς ἰσχύος λαμβανούσης διὰ γραμμάτων φοιτώντων εἰς τὰς κατὰ χώραν ἡγεμονίας, ἐν ἡμέρᾳ πρώτῃ τῆς ἑβδομάδος ἣν κυριακὴν ὁ χριστιανικώτατος οἶδε λαὸς ἐκ τῆς τοῦ κυρίου ἡμῶν ἀναστάσεως, ἐκτάξας ἄμφω τὰς δυνάμεις (ἀνῆλθε γὰρ καὶ 21 αὐτὸς μετὰ τῆς βασιλικῆς νεὼς) καὶ τὸ ἐνυάλιον ἀλαλάξαι προστάξας ἐπῆλθε τοῖς ἐναντίοις, τὰς πρῴρας λελαμπρυσμένας ἔχων τῶν οἰκείων νεῶν τῷ Μηδικῷ πυρί, καὶ συρραγεὶς τούτοις φυγεῖν κατηνάγκασε, πολλὰς μὲν τῶν νεῶν κατακαύσας πυρί, ἄλλας αὐτάνδρους καταβαλὼν τῷ βυθῷ, τινὰς δ' αὐτοῖς πλωτῆρσι κεκρατηκώς· ἠρίστευσε δὲ τῶν λοιπῶν ἁπάντων στρατιωτῶν μεῖζον ὁ μάγιστρος ἐκεῖνος Βασίλειος ὁ Θεοδωροκάνος, ἀνὴρ ἐπίδοξος τὰ πολεμικὰ καὶ τὰς πράξεις ἐπιφανὴς κατά γε τὴν ἤπειρον. τότε δὲ θυμῷ ζέσας, εἰς μίαν τῶν Ῥωμαϊκῶν νεῶν ἀναβὰς καὶ προσραγεὶς Ῥωσικῇ, ἔνοπλος εἰς αὐτὴν ἐπεπήδησε, καὶ μόνος πρὸς ἅπαντας τοὺς πλωτῆρας συστησάμενος πόλεμον, καταπληξάμενος τῇ δυνάμει, ὅσους μαχαίρας ἔργον οὐκ ἐναπέδειξε, τῇ θαλάσσῃ βαλεῖν ἑαυτοὺς ἐβιάσατο. Οὕτω καὶ ταύτην τὴν μάχην κατορθώσας ὁ βασιλεὺς ἡσυχίαν ἦγε, καὶ τῶν πολιτικῶν πραγμάτων ἡδέως ἀντείχετο, μουσεῖον τῆς νομοθετικῆς ἀναγείρας καὶ νομοφύλακα προστησάμενος. ἀλλὰ καὶ τοῦ τῆς φιλοσοφίας οὐρανοβάμονος ἐπεμελήθη μαθήματος, πρόεδρον τῶν φιλοσόφων προχειρισάμενος ἄνδρα τῶν καθ' ἡμᾶς διαφέροντα γνώσει, καὶ τοὺς νέους πρὸς ἄσκησιν τῶν σοφῶν λόγων καὶ μαθημάτων προυτρέψατο σὺν τῷ εὐμαρεῖ τῶν διδασκάλων, καὶ γερῶν τούτους ἐν τῷ δημηγορεῖν βασιλικῶν ἀξιῶν. ἐκαίνισε δὲ καὶ δέκρετον δικῶν ἰδιωτικῶν," ἐπὶ τῶν κρίσεων" καλέσας τὸν τούτου προέχοντα. 22 ἐν τούτῳ οἱ τῶν ἐπαρχιῶν δικασταὶ καὶ συντάττουσι τὰ ποιητέα ἐγγράφως καὶ τὰ τῶν σχεδαρίων ἐναποτιθέασιν ἴσα δι' ὑποψίας ἀπαλλαγήν. Ἀλλ' ὁ βασκαίνων ἀεὶ τοῖς καλοῖς ἕτερον αὖθις ἀνεγείρει πόλεμον ἐπιχώριον ἐκ τοιᾶσδε προφάσεως. συγγενέα κεκτημένος ὁ βασιλεὺς ἐκ τῆς Ἀδριανουπόλεως Λέοντα κατονομαζόμενον, τοῦτον εἰς λαμπρὰν ὥσπερ εἰκὸς ἀνατίθησι τύχην, καὶ τῷ τῶν πατρικίων, εἶτα καὶ τῶν βεστῶν ἀξιώματι περίβλεπτον ἀποδείκνυσι, στρατηγίας συχνὰς καὶ δημαγωγίας ἐμπιστεύων αὐτῷ. ἐν μιᾷ δὲ ἔαρος ὥρᾳ τῇ Μελιτηνῇ στρατηγοῦντος αὐτοῦ τὰ Μακεδονικὰ συνεταράχθη στρατεύματα, μακρὰν ἀποστασίαν ὠδίνοντα. καὶ ὁ βασιλεὺς ἠπίως καταστείλας τούτων τὸ φρόνημα διέλυσε τὴν ἐπιβουλήν, πρὸς καιρὸν μέν, ὡς ὕστερον τὸ ἀποτέλεσμα παραδέδωκεν, ὅμως δ' οὖν κατεστείλατο. κατηγορηθεὶς οὖν ὁ προεκφωνηθεὶς αὐτοῦ συγγενὴς ὡς τῆς στάσεως καὶ τῆς βουλῆς ἀρχηγός, καὶ ὡς εἰς αὐτὸν ἀναφερομένης τῆς τυραννίδος, παραλύεται τῆς ἀρχῆς καὶ μοναδικῷ παραδίδοται σχήματι, καὶ τῇ μεγαλοπόλει ἄνετος καὶ χωρίς τινος παραφυλακῆς ἀπολύεται. τετάρτην δὲ πρὸς τῇ δεκάτῃ ἄγοντος τοῦ σεπτεμβρίου μηνός, καθ' ἣν τὸ ζωοποιὸν σημεῖον ὑψούμενον αἴρεται σὺν ἐξιλεώσει πολλῇ (πρώτη δὲ ἴνδικτος ἦν, ὁπότε καὶ ὁ Κρόνος συνώδευσε τῷ Διί), λάθρᾳ τῆς βασιλευούσης ἀποφοιτᾷ, καὶ δι' ἵππων κατὰ 23 διαδοχὴν ἱσταμένων ὑπόπτερος ὡσανεὶ τῇ Ἀδριανοῦ παραδίδοται πόλει. καὶ συνήθροιστο πᾶν αὐτίκα μάλα τὸ τὴν στρατεύσιμον ἡλικίαν ἔχον ἑσπέριον· καὶ διὰ δύο καὶ τριῶν ἡμερῶν εἰς πλῆθος μέγα καὶ στρατιὰν ἀξιόλογον παραδόξως ἐπαίρεται ἡ συνάθροισις. καὶ τοῖς παρασήμοις κοσμηθεὶς μετὰ τῆς βασιλικῆς ἐσθῆτος ὁ φυγαδίας στρατηγὸς αὐτοκράτωρ παρὰ τῶν συνόντων ἀνηγορεύθη, καὶ διττὴν ἑτέραν ἡμέραν διαλιπὼν ὥρμησε σὺν πολλῇ πεποιθήσει πρὸς τὴν εὐδαίμονα μεγαλόπολιν. οἱ δὲ προαχθέντες παρὰ τοῦ βασιλεύοντος ἐξ αὐτῆς στρατιῶται, καί τινες τῶν ἐπισήμων τοῦ παλατίου προσμένοντες ἐς ἄστυ τῆς Σηλυμβρίας, ὡς ἔμαθον τὴν τούτου ἔφοδον πολλὴν καὶ ἀνύποιστον ὡς βαρεῖ στρατῷ καὶ μαχιμωτάτῳ συγκροτουμένην, ᾗ ποδῶν εἶχον γεγόνασιν ὀπισθόρμητοι. καὶ οἱ ἐπὶ τῶν ὑπαίθρων, ἐφοδιάσαντες ἑαυτοὺς ὡς ἑκάστῳ παρεῖχε τὸ ἐπικείμενον τοῦ καιροῦ, ἐπὶ τὰς πύλας ὠθοῦντο τῆς πόλεως, ἄλλος ἄλλον προφθάνειν κατεπειγόμενοι. μικρὸν δ' ὕστερον ἡ τοῦ ἀποστάτου ἐπιδημία φοβερά τις καὶ καταπληκτικὴ κατηγγέλλετο, ἵππῳ στρατιωτικῷ καὶ πεζικῷ δυνάμει μὴ ἀποδέουσα πρὸς μάχην βασιλικήν. ἐδῃοῦντο δὲ καὶ τὰ προστυχόντα καὶ διηρπάζοντο· καὶ οὐδενὸς ἡττᾶται τῶν ἐθνικῶν ὁ ἐμφύλιος πόλεμος. τειχήρεις οὖν γεγονότες οἱ περὶ τὴν βασιλεύουσαν σχεδὸν ἅπαντες τῶν ἐντὸς εἶχον τὴν φυλακὴν ἰσχυρῶς. καὶ ὁ βασιλεὺς ἐπὶ τῆς ἐν Βλαχέρναις 24 καθήμενος ἀκροπόλεως ἤλγει τὴν οἰκείαν ἐπικράτειαν οὕτω λυττῶσαν καὶ μαινομένην, ἔστι δ' οἷς καὶ τὰ ἔσχατα πάσχουσαν καθορῶν. ἐπεὶ δὲ τοῖς τείχεσι προσεγγίσας ὁ τύραννος τῷ πλήθει καὶ ταῖς δυνάμεσιν ἐνηβρύνετο, βασιλικῶς καὶ ἀγέρωχος ἐμπεριπατῶν καὶ πρὸ τῶν τειχῶν εὐφημούμενος, τινὲς προπετεῖς καὶ ἀτάσθαλοι τοῖς ἀνακτόροις ἐγγίσαντες ὕβρεις ἀπρεπεῖς τοῦ ἀληθοῦς βασιλέως κατέχεον, καὶ οὕτως ἀπηλλάγησαν αὐχήματος ὁμοῦ καὶ φρονήματος γέμοντες. ἄλλος δέ τις τόξον ἀφεὶς διὰ τῶν κιγκλίδων μικροῦ ἐδέησε τὸν βασιλέα βαλεῖν· ἥρπασε δὲ τὴν πληγὴν τῶν θαλαμηπόλων αὐτοῦ ὁ ἐγγύτερος. εἰς δὲ τὴν ὑστεραίαν (κυριακὴ δὲ ἦν) περιαλγήσαντές τινες τῶν εὐνουστάτων τῷ βασιλεῖ γνώμην διδῶσιν ἵν' ἐν τῷ προεκκειμένῳ γηλόφῳ κόψωσι τάφρον, καὶ ἀνδράσιν αὐτὸν πολεμικοῖς, ὅσοι τηνικαῦτα τῇ βασιλικῇ δορυφορίᾳ παρέτυχον, περιλάβωσι, καὶ τῷ μήκει τοῦ διαστήματος τὰς ὑβριστικὰς φωνὰς ἀποκρούσωνται, καὶ μὴ τῷ βασιλεῖ κατήκοοι γίνωνται. δόξαν οὖν οὕτως ὅ τε τόπος περιτεταφρευμένος ἐδείκνυτο, καὶ τῇ ἐπαύριον στρατιῶται τῆς παρεμβολῆς περιείχοντο. Ἀγαρηνῶν δέ τις ξυμμορία τῶν ἐπὶ τῆς φρουρᾶς ἐκβληθεῖσα καὶ δεξιώσεων τυχοῦσα βασιλικῶν, ἐγκάρσιος ἔστη τῇ τάφρῳ περὶ τὰς ὄχθας τῆς περιζωννυούσης ἑτέρας τάφρου τὴν βασιλίδα τῶν πόλεων. ὡς δὲ ἠγγέλλετο παρὰ τῶν σκοπῶν μεγάλῃ παρατάξει καταλαμβάνειν τὸν 25 τύραννον, πυκνώσαντες τὰς ἀσπίδας οἱ περὶ τὸν βασιλέα, καὶ τὰς αἰχμὰς ἀντιστήσαντες, οὕτω τὴν ἔφοδον ἐξεδέχοντο, βραχεῖς μὲν ὄντες καὶ μηδὲ πρὸς τὸ πολλοστὸν τῆς ἐκείνου στρατιᾶς ἀποσώζοντες, οἱ πλείους δ' αὐτῶν ἀπειροπόλεμοί τε καὶ ξύγκλυδες, πίσυνοι δὲ τῇ ἀποτειχιζούσῃ τάφρῳ καθεστῶτες τοὺς ἐναντίους. ἀρθέντων οὖν τῶν σημείων αἱ φάλαγγες ἀνεφάνησαν στοιχηδόν, αἱ μὲν προπορευόμεναι τῆς ἀποστατικῆς παρουσίας, αἱ δὲ τῶν κεράτων ἐξηρτημέναι καὶ ἄλλαι τῆς οὐραγίας ἐχόμεναι, ἕως ἀπέναντι τῆς τάφρου συντεταγμένας τὰς δυνάμεις ἐστήσαντο. εἶτα σιγῆς γενομένης ἀκροβολισμοὶ τὸ πρῶτον ἐγίνοντο, καὶ πελτασταὶ σποράδες ἐξ ἑκατέρου μέρους ἀλλήλοις συνέπιπτον, καὶ οὕτω τῆς μάχης κατὰ μικρὸν ἀναπτομένης ἱππόται τοῖς τοῦ βασιλέως πεζοῖς τοῖς ἐκτὸς τοῦ χάρακος προσπηδήσασι τὰς σαρίσσας ἐπέφερον. εἶτα μοῖρά τις ἀποτμηθεῖσα καὶ τοῖς Ἀγαρηνοῖς ἐπὶ μέτωπον προαχθεῖσα, καὶ δόξαν παρασχομένη φυγῆς, τῆς οἰκείας στάσεως ὡς διώκοντας αὐτοὺς μετεστήσατο· καὶ ταχέως μεταστρέψασα τοὺς ῥυτῆρας, εἰς μέσον τούτους συνέκλεισε, καὶ φόνον τούτων οὐκ εὐαρίθμητον κατειργάσατο. ἐπεὶ δὲ καὶ εἰς τὴν τοιαύτην ἐπιφορὰν ἐποιήσατο, σύνθημα γέγονε τοῖς ἑστῶσι συντεταγμένοις ἀλαλάξαι πολεμικῶς, καὶ σαλπισάντων τῶν σαλπιστῶν αὐτοβοεί τε τῷ χάρακι ἐπιφέρονται καὶ τοῦτον αἱροῦσιν ἐξ ἐφόδου, περιστοιχίσαντες δίκην μελισσῶν 26 τὸ θριγγίον. καὶ εἰσπεσόντες ἔνδον πολλοὺς ἀνῄρουν καὶ συνεπάτουν τῶν ἐκ τοῦ χάρακος, ἑτέρους δὲ ζωγρίᾳ εἷλον πολλούς. οἱ δὲ περισωθέντες ἐντὸς πυλῶν ὑπότρομοι εἰσεδέχθησαν. οἱ δ' ἐπὶ τῶν τειχῶν τῷ φόβῳ κατασεισθέντες τῆς συνδρομῆς, καὶ τῶν πυλῶν κυριεῦσαι τοὺς πολεμίους νομίσαντες, ταῦτα καταλιπόντες δρομαίως ἐπὶ τὰ πρόσω τῆς πόλεως ἔθεον. καὶ ἦν ἐψιλωμένα πάντα φυλάκων, καὶ δρόμος ἀνὰ τὴν πόλιν καὶ δίαυλος ἄτακτος, τῶν μὲν πρὸς τοὺς ναοὺς καὶ τὰ ἱερὰ προσφευγόντων καὶ τὴν τῶν ἄνω συμμαχίαν ἐκκαλουμένων, τῶν δὲ σὺν ὀδυρμοῖς προσιόντων οἴκοις συγγενικοῖς, τῶν δὲ πρὸς ἀλκὴν παρεγγυωμένων τραπέσθαι, τὰ τῆς ἁλώσεως ἐνθυμουμένων δεινά. οὐδὲ γυναῖκες ταύτης τῆς συνδρομῆς ὑπῆρχον ἀμέτοχοι. καὶ εἰ μή τις λογισμὸς ὑπερήφανος τοῦ νενικηκότος περιεγένετο, ἢ φιλάνθρωπος ἔννοια, ὡς λόγος μᾶλλον αἱρεῖ, ἵνα μὴ τῇ τῆς εἰσόδου συγχύσει κακῶς ἄγαν διατεθῇ τὸ ὁμόφυλον, ἢ καὶ παλαιὸς λόγος, ὃν καὶ αὐτῷ ἐπειπεῖν τινὰ λέγεται, τὸ" νίκα καὶ μὴ ὑπερνίκα," τῆς τῶν πυλῶν ἐπικρατείας αὐτὸν διεκώλυσεν, εὐμαρῶς ἂν ἐπέτυχε τῆς ἐπιβολῆς καὶ μεῖζον ἢ κατὰ τοὺς λοιποὺς ἀποστάτας ἤρατο κλέος, πολέμῳ τὴν τῶν πόλεων μητρόπολιν ἑνὶ καὶ συντόμῳ παραστησάμενος. νῦν δὲ καταφρονήσας τοῦ πρόσω, σὺν τῇ νίκῃ καὶ τῆς οἰκείας δυναστείας καὶ σωτηρίας ἐξέπεσεν. οὕτως ἐν πολλοῖς τῶν ἀνδραγαθημάτων πολλάκις ἡ ἀνοχὴ τὸ 27 μεῖζον κατεστρέψατο κλέος, ἀδυνατούσης πάντως τῆς ἀνθρωπίνης φύσεως τὸ μέλλον ὡς δέον συμβαλεῖν καὶ στοχάσασθαι. Καὶ ὁ μὲν τῷ τοιούτῳ προτερήματι κορεσθεὶς λαμπρῶς εἰς τὴν οἰκείαν παρεμβολὴν ἐπανέζευξε, φιλανθρώποις συναντήσεσι καὶ προσηγορίαις εὐφημοτάταις καὶ παιανισμοῖς παρὰ τῶν ἀμφ' αὐτὸν ἀπαντώμενος· ὁ δὲ βασιλεὺς ἐπείπερ ἀδείας ἐδράξατο, καὶ ὅπερ ἐδεδίει, τὴν ἐξ ἐφόδου δηλονότι τῆς πόλεως ἅλωσιν, ἡ θεία ἀντίληψις διεσκέδασεν, οὐκ ἠμέλησε δι' ὅλης ἐκείνης τῆς ἡμέρας καὶ τῆς νυκτὸς τῆς ἐπὶ ταύτῃ ἐπισυναθροίζων τοὺς συμφυγόντας τῶν πολιτῶν καὶ τειχήρεις ἐσαῦθις ποιούμενος, τάς τε πύλας κατοχυρῶν, καὶ παντοίοις ὅπλοις καὶ μηχαναῖς καὶ πετροβόλοις ὀργάνοις τὰς ἐπάλξεις περιζωννύων. τῇ δ' ἐπιούσῃ τὰς δυνάμεις ἀνειληφὼς ὁ τῶν ἑσπερίων ὑπαίθρων κρατῶν ἐπιφαίνεται τοῖς τῆς πόλεως, εὔελπις ὢν ὡς τῇ προτεραίᾳ καταπλήξας τοὺς ἐναντίους σὺν εὐλαβείᾳ καὶ φόβῳ παρὰ τούτων ὑποδεχθήσεται, τὰς πύλας αὐτῷ ἀναπεταννύντων καὶ τῆς πρὸς τὰ βασίλεια φερούσης βασιλικῆς προηγουμένων. ὡς δὲ τοὐναντίον ἢ κατὰ λογισμὸν εἶχε συνηνέχθη τούτῳ τὰ πράγματα, καὶ τὸ μὲν τεῖχος μείζονι παρασκευῇ περιειλημμένον εἰς τὴν ἐπιοῦσαν κατεῖδεν, τούς τε ἐπ' αὐτῷ καθημένους πολεμησείοντας καὶ τὴν ἄνοιξιν τῶν πυλῶν προτρεπόμενον διαπαίζοντας τοῦτον καὶ καθυβρίζοντας, πολλὰ τῆς δυσβουλίας ἑαυτῷ κα 28 τεμέμψατο, ὅτι τοῦ καιροῦ διδόντος τὸ πρότερον μαλακώτερον αὐτὸς τὴν φιλοτιμίαν ἐδέξατο. καὶ τότε λοιπὸν εἰς ἔργον ὁ λόγος ἐκβέβηκεν, ὅτι τῷ Ἐπιμηθεῖ τὸ μὲν μέλειν οὐκ ἦν, τὸ δὲ μεταμέλειν ἐνῆν. πολλοὺς δ' ἐμπεριπατήσας διαύλους πρὸ τῶν τειχῶν, εἶτα τοὺς ἑαλωκότας προαγαγὼν καὶ διαχειρίσασθαι τούτους ἐπαπειλούμενος εἰ μὴ τὴν εἴσοδον αὐτῷ οἱ ἐντὸς ἐπιτρέψαιεν, ὡς ἔγνω μάτην τὸ τοῦ λόγου θυροκοπῶν καὶ πρὸς Κρῆτας κρητίζων, ὀπισθόρμητος γέγονε. Καί τινας ἡμέρας ἐν Θερμοπόλει ἐπιστρατευσάμενος ἑτέρας, ἀρξαμένου τοῦ πλήθους αὐτοῦ ὑπορρεῖν καὶ τῷ βασιλεῖ προσιέναι, ἄρας ἐκεῖθεν νυκτὸς πρὸς ἑσπέραν ἐβάδιζε, καὶ κατὰ τῆς Ῥαιδεστοῦ (πόλις δὲ αὕτη παράλιος, τῆς Προικοννήσου ἀπέναντι) πανστρατιᾷ ἐξωρμήσατο (μόνη γὰρ αὕτη τῶν Μακεδονικῶν οὐ συναπήχθη τούτῳ καὶ συνεφρόνησε), σπεύδων κατὰ κράτος ἑλεῖν τὴν πόλιν καὶ δι' αὐτῆς καταπλῆξαι τοὺς ἀντιβαίνοντας. προσραγεὶς δὲ τοῖς τείχεσι καὶ μηχανὰς ἐπιστήσας αὐτοῖς, τῶν ἔνδον εὐρώστως ἀνταγωνιζομένων ἄπρακτος ἀπηλλάγη, μηδὲν κατωρθωκὼς ὧνπερ διενοήσατο. ἐξ ἐκείνου τοίνυν τὴν παρεμβολὴν ἐν τοῖς μεσογείοις προθέμενος ἐκαραδόκει τὸ μέλλον. ἤρξαντο δὲ καὶ ἀπὸ τῶν τῆς ἑώας πολλοὶ πρὸς τὴν βασιλεύουσαν ἐπιρρεῖν, πανταχῇ γραμμάτων ἐπιφοιτησάντων βασιλικῶν· καὶ προϊόντες τινὲς ἀποσπάδες ἐξήπτοντο τῶν πεμπομένων πρὸς τῆς παρεμβολῆς, 29 καὶ τὰς ἀγορὰς περιέκοπτον, καὶ ὡς ἐν ἀκροβολισμῷ τὰ τῆς μάχης ἐγίνετο. μικρὸν δὲ ὕστερον τῶν ἀπὸ τῆς ἑώας στρατευμάτων ἁπάντων ἐπανελθόντων, καὶ τῆς δυνάμεως ἁδρᾶς ἤδη γενομένης τῷ βασιλεῖ, τὰ πρὸς τὸν πόλεμον ἐξηρτύοντο. καὶ οἱ μὲν ἐκ τῆς βασιλίδος κατὰ τῶν ἀντιπάλων ἐσκευασμένοι ἐξῄεσαν, Βουλγαρικὴ δέ τις δύναμις ἀπὸ τῆς ἑσπέρας μεταπεμφθεῖσα κατὰ νώτου τοῖς περὶ τὸν ἀποστάτην ἐγίνετο. ὅθεν καὶ μοῖραν οὗτος οὐκ ἐλαχίστην ἀποτεμόμενος ἐπιτρέπει τὴν ἡγεμονίαν αὐτῆς τῷ συγγενεῖ αὐτοῦ στρατηγῷ τῷ Βατάτζῃ, ἀνδρὶ γενναίῳ καὶ συνετῷ καὶ πρὸς πᾶσαν πολεμικὴν ἐμπειρίαν ἀκαθαιρέτῳ· καὶ συμβαλὼν οὗτος τοῖς ὑπερχομένοις Βουλγάροις περὶ τὴν τῶν Κυψέλων περίχωρον ἀγῶνι μεγάλῳ τούτων κρατεῖ, καὶ πολλοὺς ἀνελὼν ἐπανῆλθε τῷ προτερήματι σεμνυνόμενος. εὗρε δὲ τὸν ἀποστείλαντα τοῦτον πάσης ἐψιλωμένον ἰσχύος· οἱ γὰρ στρατιῶται καταλιπόντες αὐτὸν ἄλλος ἀλλαχοῦ διεσπάρησαν. ἰδόντες δὲ καὶ οἱ περὶ τὸν Βατάτζην τὸ γεγονός, ἀθρόον καὶ αὐτοὶ φυγαδείᾳ ἐχρήσαντο. συνιέντες οὖν οὗτοι ὅπῃ τύχης εἰσί, καὶ πᾶσαν ἀπογνόντες σωτηρίας ὁδόν, τῷ ἐν Βουλγαροφύγῳ σηκῷ καταφεύγουσιν. ἐπικαταλαβόντος δὲ τοῦ βασιλικοῦ στρατοπέδου, τῆς ἱερᾶς τραπέζης περιεχόμενοι ἀποσπῶνται βιαίως, καὶ δεσμῶται γενόμενοι τῷ βασιλεῖ παραπέμπονται περὶ τὴν ἡμέραν τῆς τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενεθλιακῆς 30 ἑορτῆς, καὶ μηδὲ λόγου τυχόντες χερσὶ δημίων τοὺς ὀφθαλμοὺς ἀποβάλλουσιν. ἑτέρους δὲ τῆς ἀποστασίας συμμύστας ὁ βασιλεὺς εἰς σῶμα κολάσαι οὐκ ᾠκονόμησε, φυγῇ δὲ αὐτοὺς καὶ δημεύσει προσεζημίωσε. Καὶ τὰ μὲν τῆς ἐπιβουλῆς τοιοῦτον ἔσχε τὸ τέλος. Σκύθαι δέ, οὓς Πατζινάκους οἶδεν ὁ δημώδης λόγος καλεῖν, τὸν Ἴστρον παγγενεὶ διαβάντες μετ' οὐ πολὺ τοῖς Ῥωμαϊκοῖς ἐγκατεσκήνωσαν τόποις, γένος ἀντὶ πάσης ἄλλης ἐπιστήμης καὶ τέχνης τὴν μεθ' ὅπλων ἐπιδρομὴν ἠσκηκός, καὶ βίον ἔχον τὸ ἐν ῥομφαίᾳ καὶ τόξῳ καὶ βέλει συνεχῶς διαζῆν, μυσαρὸν δὲ τὰ πρὸς τὸ ζῆν καὶ τὴν ἄλλην διαγωγήν, καὶ μιαροφαγιῶν οὐδαμῶς ἀπεχόμενον. τοῦτο πονηρᾷ τινὶ τύχῃ τοῖς Ῥωμαίοις ἐπεισκωμάσαν ὁρίοις πολλὰ δεινὰ καὶ λόγῳ ῥηθῆναι καθεξῆς μὴ δυνάμενα ἐς ὕστερον διαπέπραχε. τέως δ' οὖν τῆς περὶ τούτων φήμης ἐπιδραμούσης τὰς πρὸς ἥλιον λήγοντα δυνάμεις ὁ βασιλεὺς αὐτοῖς ἐπεστήσατο. οἱ δὲ τῆς τε ἀλλοτρίας ἔτι καθεστῶτες ἀπείρατοι, καὶ νόσῳ λοιμώδει κατατρυχόμενοι, ἀσυνήθως δὲ καὶ πρὸς τὰς Ῥωμαϊκὰς φάλαγγας ἀντιστρατεύεσθαι ἔχοντες, χεῖρας μὲν ἀντᾶραι τούτοις οὐκ ἐδοκίμασαν, τοὺς δὲ ἀρχηγοὺς αὐτῶν καὶ συνταγματάρχας δόντες ἐνέχυρον, καὶ δούλωσιν οὕτως ὑποκρινάμενοι, φιλανθρωπίας ἐντεῦθεν τυγχάνουσι. καὶ λύσις τότε τῆς στρατιᾶς δια 31 γίνεται, τῶν Ῥωμαίων ἀρκεσθέντων τούτοις καὶ χειροήθεις 31 οἰηθέντων ποιῆσαι τοὺς μηδέποτε γενομένους μηδ' ἕξιν ἔχοντας γίνεσθαι. καὶ οἱ μὲν ἀρχηγοὶ τούτων τῷ βασιλεῖ παραπέμπονται, οἱ δὲ λοιποὶ τοῖς ἰδίοις χάραξι συνετηρήθησαν ἀπαθεῖς. Λωφησάσης δὲ τῆς νόσου, καὶ ὥσπερ ὄφεων ὑπὸ θέρμης εὐρώστως συγκινουμένων αὐτῶν καὶ δόξαν παρεσχηκότων ἰσχύος δυσκατεργάστου, σκοπὸν ἔσχεν ὁ βασιλεὺς τοὺς ἀρχηγοὺς αὐτῶν ἀποστεῖλαι συνετίσοντας τυχὸν τὸ ὁμόφυλον· ἔτυχε γὰρ αὐτοὺς τῆς τοῦ θείου λουτροῦ παλιγγενεσίας καταξιῶσαι καὶ φιλοτιμίας ἀξιῶσαι μεγίστης. καὶ δὴ ποιεῖται τούτους τῆς μάχης τάχα καταλλακτῆρας, καὶ ταῖς οἰκείαις φατρίαις αὖθις ἀνασώζει καὶ παραδίδωσιν. ἔγνω δὲ τότε πρῶτον ὅτι μάτην Αἰθίοπα λευκᾶναί τις ἐπιβάλλεται, καὶ ὅτι ὄφιν τρέφειν καὶ πονηρὸν εὐεργετεῖν ὅμοιον, καὶ οὐδ' ἑκάστου τούτων ἡ χάρις ἀποτίκτειν εἴωθεν εὔνοιαν· κατὰ γὰρ τὸ οἰκεῖον ἔθνος γενόμενοι πάντα πράττειν ὅσα, τὸ ἔθος αὐτοῖς παρῄνει καὶ διηρέθιζεν οὐκ ἀπείχοντο, συνεχεῖς ἐκδρομὰς ἐργαζόμενοι καὶ λαφυραγωγοῦντες τὰ κύκλῳ καὶ πᾶν τὸ προστυχὸν ληιζόμενοι, καὶ τὴν Ῥωμαϊκὴν γῆν τοῖς αἵμασι τῶν Αὐσόνων πιαίνοντες. διὸ καὶ συνηναγκάσθη πάλιν ὁ βασιλεὺς κατὰ τῶν βαρβάρων ἐλάσαι στρατιὰν ἀξιόμαχον. καὶ συνελθούσης αὐτῆς καὶ τοῖς ἐναντίοις ἀντιπαραταξαμένης μάχαι 32 συνεχεῖς καθ' ἑκάστην ἐγίνοντο, ποτὲ μὲν τούτων ποτὲ δ' ἐκείνων προαρπαζόντων τὴν νίκην. ἐπεὶ δ' ἰσοπαλὴς ἐδόκει, μᾶλλον δ' ἡ τῶν Σκυθῶν ἐπιφορὰ προτεροῦσα, χωρὶς ἥττης θατέρου τῶν ἀντιτεταγμένων ἀπ' ἀλλήλων εὐθύς, ὥσπερ ἀπὸ συνθήματος, ἄνευ διωγμοῦ καὶ φυγῆς ἀπηλλάγησαν. Ἔγνω τοίνυν ὁ βασιλεὺς προσθήκην ἐμποιῆσαι τῇ στρατιᾷ διὰ τῶν ἑώων ταγμάτων καὶ οὕτω τὴν Σκυθικὴν κατεργάσασθαι παντευχίαν. διαβιβάζει τοίνυν εἰς Εὐρώπην ἐκ τῆς Ἀσίας τοὺς στρατευομένους πασσυδίᾳ, καὶ πολυπλασιάσας τὸ πλῆθος τοῖς Σκύθαις ἐπαφῆκεν, ὁμοῦ ἀρχηγὸν αὐτοῖς ἐπιστήσας εὐνοῦχόν τινα τῶν ἱερωμένων, τῷ τοῦ ῥέκτωρος τιμήσας αὐτὸν ἀξιώματι. ὃς τὰς δυνάμεις ἀναλαβὼν κατὰ τῶν ἐναντίων ὁμόσε χωρεῖ· καὶ πρὸ τοῦ χάρακα βαλεῖν καὶ στρατοπεδεύσασθαι καὶ βουλὰς στρατηγικὰς προλαβεῖν καὶ συμβαλεῖν τὰ προσήκοντα, κατὰ μέτωπον τοῖς ἐναντίοις, ὡς εἶχε φόρτου καὶ συσκευῆς ἀγοραστικῆς, ἐπιφαίνεται, σπεύδων αὐτός τε καὶ οἱ σὺν αὐτῷ καταλαβεῖν τοὺς ἀντιτεταγμένους πρὸ τοῦ φυγεῖν, καὶ πανωλεθρίαν τούτων ἐργάσασθαι. ὡς δ' ἐκεῖνοι περιτετειχισμένοι ταῖς ἁμάξαις τὴν ἔφοδον αὐτῶν ἐξεδέχοντο, δρόμῳ καὶ βοῇ πολλῇ τῇ παρεμβολῇ τούτων τῶν Ῥωμαϊκῶν φαλάγγων τινὲς προσέβαλον. οἱ δὲ βέλεσιν ἑκηβόλοις χρησάμενοι, καὶ τοὺς ἵππους αὐτῶν πληγαῖς θορυβήσαντες, 33 αἰσχρῶς τούτους φυγεῖν συνηνάγκασαν, εὐλαβουμένου τούτων ἑκάστου ἵνα μὴ τὸν βίον ἀποβάλῃ πληγῇ ἀπροόπτῳ καὶ συμπατηθῇ τοῖς συντρέχουσι. δευτέρας δὲ συμβολῆς γενομένης ὡς τὴν ὁμοίαν ἐκτροπὴν οἱ Ῥωμαῖοι πεπόνθασιν, εὐθὺς φευγόντων οἱ Σκύθαι τούτων ἐξήρτηντο. καὶ τῇ ἀταξίᾳ τοῦ πλήθους τῶν στρατιωτῶν συμμιγέντων, τῶν τε τῆς ἑσπέρας στρατιωτῶν μηδ' εἰς χεῖρας ἐλθεῖν καὶ τὴν ἧτταν τῶν συμμάχων ἀνακαλέσασθαι διὰ τὸ παρευδοκιμηθῆναι περὶ αὐτὴν τὴν ἡμέραν τῆς προκατάρξεως, παντελὴς τροπὴ τῶν Ῥωμαϊκῶν δυνάμεων γίνεται καὶ φόνος τούτων ὅσος ἀμύθητος. οἱ δὲ περισωθέντες τὰς πανοπλίας ἐκδύντες καὶ καταβάντες τῶν ἵππων, εἰς ὕλην τε βαθεῖαν καὶ κρημνοὺς ἑαυτοὺς συνωθήσαντες, μόλις εἰς τὰ ἑαυτῶν ἀνεσώθησαν. Τοιαύτης δὲ τετυχηκότες οἱ Σκύθαι τῆς εὐτυχίας, καὶ πολλῶν σωμάτων καὶ χρημάτων γενόμενοι κύριοι, καὶ αὐχήματος μεγάλου πληρώσαντες ἑαυτούς, οὕτως ἐμβάλλουσιν εἰς τὴν Μακεδονικὴν καὶ κατατρέχουσι πᾶσαν ὁμοῦ, καὶ πλειόνων κυριεύσαντες λαφύρων εἰς τὰς ἑαυτῶν σκηνὰς περιφανῶς ἀνασώζονται. τοῦτο δὲ δὶς καὶ τρισσάκις πεποιηκότες ἄμαχον ἔχειν τὴν ἰσχὺν καὶ ἀκαταγώνιστον ἔδοξαν. αὖθις δὲ περὶ Ἀδριανούπολιν συντάγματα μεγάλα παραλαβὼν ὁ τῶν Ῥωμαίων ἡγεμὼν Κωνσταντῖνος πραιπόσιτος ὁ εὐνοῦχος εἰς 34 τόπον ἱκανόν, καὶ τάφροις αὐτὸν ὀχυρώσας ὑποθημοσύναις Μιχαὴλ βεστάρχου τοῦ Δοκειανοῦ, ἦν ἐπιτηρῶν τὴν τῶν Σκυθῶν ἔφοδον. δι' ὀλίγου δὲ ἐπελθόντες ἐκεῖνοι ἅπαν τὸ κατὰ πρόσωπον πεδίον ἐπλήρωσαν, καὶ εἰς τὴν τῶν Ῥωμαίων παρεμβολὴν ἐπορεύοντο, πλῆθος ὄντες ὡς ἀληθῶς δυσαρίθμητον. εἴπερ οὖν προσέσγον τότε τῇ τοῦ μαγίστρου τοῦ Ἀρριανίτου βουλῇ καὶ περιεφύλαξαν ἔνδον ἑαυτοὺς οἱ Ῥωμαῖοι κατ' ἐκείνην τὴν ὥραν, εἶτ' ἐπανιοῦσι τοῖς Σκύθαις ἐκ ποδὸς συνεδίωκον ἤδη καμοῦσι καὶ κεκμηκόσι τῇ στάσει καὶ τοῖς περιδρόμοις τοῦ χάρακος, κἂν εἰργάσαντό τι ἀξιόλογον ἔργον. νῦν δὲ ἀπαυθαδιασθέντες, καὶ πρὸ τῆς πόλεως ἐμβαλόντες αὐτοῖς ἐν τόποις ἠροτριασμένοις καὶ ἀμπελῶσι καὶ φραγμοῖς κατεσπιλωμένοις, ὀλίγον ἐδέησαν ἀποβαλεῖν καὶ τὸν χάρακα, ἡττηθέντες ἄρδην τῇ τῶν ἐναντίων ἐπιφορᾷ· ἔπεσον δὲ καὶ οἱ τῶν ἡγεμόνων ἐπιφανέστατοι, αὐτός τε ὁ Ἀρριανίτης καὶ ὁ Δοκειανός, ὁ μὲν ὑσσῷ βληθεὶς ὁ δὲ ζωγρείᾳ ληφθείς. ἀχθεὶς δὲ πρὸς τὸν τῶν Σκυθῶν ἀρχηγόν, μηδὲν ὑποπτήξας ἁρπάζει ξίφος ἀγχοῦ που κείμενον, καὶ παίει τοῦτον κατὰ τοῦ τραχήλου, καὶ συναφαιρεῖται τὴν χεῖρα, λέξας" ἑνὸς καὶ αὐτὸς δυσμενοῦς φονεὺς γενέσθαι οὐ δέδοικα." οἱ δὲ Σκύθαι θυμῷ ζέσαντες διασπαράττουσι τοῦτον, καὶ τὴν γαστέρα τεμόντες τὰ ἔγκατα τούτου ἐξαιροῦσι, καὶ κατατεμόντες αὐτοῦ χεῖρας καὶ πόδας ἀντεισάγουσιν ἐν αὐτῇ. καὶ θνήσκει λοιπὸν τὸν εὐγενῆ θάνατον. τῇ δ' ἐπαύριον συμβαλόν 35 τες ἀλλήλοις, κατά τινα μέρη διδοῦσι νῶτα οἱ Σκύθαι καὶ πεσόντων τινῶν οἱ λοιποὶ περὶ τὰ σφέτερα διασώζονται. Ἤσχαλλε τοίνυν ὁ βασιλεύς, καὶ μηχανὴν ἐζήτει δι' ἧς ἂν ἀποκρούσασθαι δυνήσαιτο τὸ ἀντίπαλον· αὐτὸς μὲν γὰρ δι' ἑαυτοῦ τὴν ἡγεμονίαν ἀναδέξασθαι τοῦ πολέμου καὶ βουλόμενος οὐκ ἠδύνατο, νόσῳ ποδαγρικῇ περὶ τὰ ἄκρα κακῶς διακείμενος καὶ παντελῶς ἀπρόϊτος ὢν καὶ ἀντὶ ποδὸς κεχρημένος τῷ δίφρῳ· τῶν δὲ στρατηγῶν ἀνανδρίαν καταγινώσκων καὶ περὶ τὴν τῶν δεόντων διάταξιν ἄνοιαν, μίαν οὖν εὕρισκεν ἀναστολὴν τῆς συνεχοῦς τῶν βαρβάρων ἐπιδρομῆς τὴν ἐν τοῖς φρουρίοις διανομὴν τῶν στρατιωτῶν. καὶ οὕτω καστροφυλακοῦντας ἀποδείξας αὐτούς, καί τινα Λατῖνον, ἄνδρα γενναῖον ἐς τὰ μάλιστα κατὰ χεῖρα, καὶ νοῆσαι τὸ δέον οὐδενὸς ἥττονα, τούτοις ἀρχηγὸν ἐπιστήσας, ταῖς τῶν ἐναντίων ἐφόδοις ἐφεδρεύειν πεποίηκεν. ἐπιτηροῦντες τοίνυν αὐτοὺς ἐν ταῖς ἐκδρομαῖς καὶ ταῖς διαρπαγαῖς τῶν ἐπιχωρίων, κατὰ μοῖραν ἐξιόντες ἀθρόον τῶν πόλεων, καὶ τούτους σποράδας καταλαμβάνοντες, τήν τε λείαν ἀφῄρουν καὶ πολλοὺς ἀνῄρουν καὶ ζωγρείᾳ ἐλάμβανον. τούτου δὲ γενομένου, καὶ φόβου κατασχόντος τοὺς ἐναντίους, ἀναστολὴν ἔλαβε τὸ δεινὸν τῆς ἐπιδρομῆς, καὶ οἱ ἐντὸς τῆς Σιδηρᾶς λεγομένης ἄνεσιν τῆς συνεχοῦς καταδρομῆς εἰσεδέχοντο. Ἐν τοσούτῳ δὲ τοῦ θύραθεν λωφήσαντος μαχησμοῦ ἀνε 36 θάρρησε τὸ Ῥωμαϊκόν, καὶ ὁ βασιλεὺς τῶν ἐπὶ τῆς αὐλῆς ἕνα στρατηγὸν ἀναδεδειχώς, τούτῳ τὰς ἑσπερίους δυνάμεις εὐθὺς ἐνεχείρισε. καὶ ὃς κατὰ τὸ φρούριον τῆς Χαριουπόλεως γεγονὼς ἐκτὸς ταύτης τὸν χάρακα τίθεται. μαθὼν οὖν ὡς πλῆθος οὐκ εὐαρίθμητον Σκυθῶν ἄρτι προσβαλὸν τὰ περὶ τὴν Χαλκίδα καὶ Ἀρκαδιούπολιν καὶ ὅσα δυσμικώτερα τούτων ληίζεται, ἄρας ἐκεῖθεν πανστρατιᾷ τοῖς βαρβάροις καταπληκτικῶς ἐπιφαίνεται· καὶ τὰς φάλαγγας ἐκτάξας πολεμικῶς καὶ θαρρεῖν παρεγγυησάμενος ἀπὸ ῥυτῆρος ἤλαυνε κατ' αὐτῶν. οἱ δὲ πρὸς καιρὸν ἀντισχόντες καὶ τὴν μάχην ἐπισυνάψαντες, καὶ εἰς ἀλκὴν διερεθίσαντες ἑαυτούς, τῶν Ῥωμαίων ἐπικειμένων καὶ πολλοὺς ἀναιρούντων εἰς φυγὴν καὶ ἄκοντες ἔνευσαν. καὶ τῆς διώξεως ἐπὶ πολὺ γενομένης συχνοὶ τῶν Σκυθῶν ἔπεσον. εἶτα καὶ λόχοι τούτων ἀθρόον τοῖς ἐπὶ τῆς οὐραγίας ἐπιχυθέντες καὶ αὐτοὶ τῇ φορᾷ τῶν ἐλαυνόντων ἡττήθησαν· καὶ πάντες ὁμοῦ συνεδιώχθησαν ἄχρι τοῦ Ῥεντακίου βουνοῦ. καὶ εἰ μὴ τοῖς δρυμοῖς καὶ ταῖς νάπαις κατέφυγον, κἂν ἔκειντο πάντες τῆς Ῥωμαϊκῆς μαχαίρας γενόμενοι παρανάλωμα. Τοῦτον δὲ τὸν τρόπον προτερησάντων τῶν Ῥωμαίων, μετὰ χρόνον τινὰ φήμη τις ἐπιτρέχει τοὺς Σκύθας λέγουσα μετὰ δυνάμεως ἱκανῆς παρεμβαλεῖν εἰς τὸν Τοπλιτζόν· τόπος δὲ οὗτος οὐ μικρὸν ἄποθεν τῆς Ἀδριανουπόλεως κείμε 37 νος. συναγαγὼν οὖν ἅπαν τὸ στρατιωτικὸν ὁ δηλωθεὶς στρατηγός, τῶν σημείων ἀρθέντων χωρεῖ πρὸς τὴν ἄμυναν. καὶ περιτυχὼν κατεστρατοπεδευμένοις αὐτοῖς μάχῃ καὶ τούτων ἐκράτησε, καὶ τὸν ὅμοιον τρόπον αὐτοὺς διαθεὶς τούς τε πεσόντας ἐσκύλευσε καὶ μετ' ἐπινικίων εἰς τὴν σφετέραν ἐγκατεσήκωσε. πολλοῖς δὲ τοιούτοις ἀγωνίσμασι ἐντὸς τῆς σιδηρᾶς ὑπέρτερος τῶν ἐναντίων ἀποδειχθείς, πᾶσαν τὴν ἐκεῖσε γῆν τῆς βαρβαρικῆς ἐφόδου βεβαίως ἐκάθηρεν. Ἐπαρθεὶς οὖν ὁ βασιλεὺς τοῖς ἐντεῦθεν ἀγωνίσμασί τε καὶ προτερήμασι, δόγμα ἴει πανστρατιᾷ τοῦτον εἰς τὴν τῶν ἐναντίων γενέσθαι παρεμβολήν, ἑτέρᾳ δυνάμει ἑώᾳ τὴν στρατιὰν ἐξογκώσας. ἐπιτρέπει δὲ καὶ τὸν τῶν Βουλγάρων σατράπην (ἦν δὲ οὗτος τοῖς μοναχοῖς μὲν κατειλεγμένος ἐκτομίας, δόξῃ δὲ διεπτοημένος καὶ διὰ τοῦτο προσηλωμένος τοῖς μὴ προσήκουσι) συνάρασθαι τούτῳ τοῦ πρὸς τοὺς ἐναντίους πολέμου. συναγηοχὼς οὖν οὗτος τοὺς ὅλους, ἁδρᾷ δυνάμει διαβαίνει τὸν ὑπερανεστηκότα βουνὸν καὶ οἷον μεθόριον κείμενον τῆς τε Μακεδονικῆς καὶ τῶν περὶ τὸν Ἴστρον χωρῶν, ὃς καὶ Ζυγὸς διὰ τοῦτο τοῖς ἐπιχωρίοις κατονομάζεται καὶ στενωποὺς ἔχει πολλοὺς, οὓς ὁ δημώδης λόγος κλεισούρας καλεῖν παρέλαβε. καὶ περὶ τὴν μεγάλην Πραισθλάβαν διημερεύσας τὰ πρὸς τὸν πόλεμον ηὐτρεπίζετο, βουλευτήριον καθίσας καὶ περὶ τῶν εἰκότων δημηγορῶν. ὁ δὲ βασιλεὺς τὴν 38 τοῦ μέλλοντος εὐλαβούμενος ἔκβασιν, εἴτε καὶ συμβουλαῖς ἑτέρων πεισθείς, διὰ γραμμάτων παρῄνει τῷ ἀνδρὶ μὴ συμβαλεῖν πόλεμον, εἰ οἷόν τε ἐστί, πρᾶγμα δυσμήχανον αὐτῷ ὑποθείς· ἀγχιθύρου γὰρ τῆς μάχης καθεστώσης ἀδύνατον ἦν ἀμογητὶ καὶ κινδύνου χωρὶς ἀπαλλαγῆναι ἐκεῖθεν. καὶ ὁ μὲν τὸ ἧττον κακὸν αἱρούμενος, ἢ μᾶλλον εἰπεῖν ἀμφίβολον, πρὸς μάχην ἑώρα, καὶ δῆλος ἦν πᾶσι τοῦτο σκοπῶν καὶ διανοούμενος· ὁ δὲ τῶν Βουλγάρων σατράπης, φθόνῳ κατεστρατηγημένος καὶ δόλῳ (καὶ γὰρ λέγεται μετὰ τῶν ἄλλων καὶ τοῦτο τὸ πάθος τοὺς πλείονας τῶν ἐκτομιῶν ὡς ἐπίπαν παρενοχλεῖν), προφάσεως ἐκ τοῦ βασιλικοῦ δραξάμενος ὁρισμοῦ οὐκ ἀνίει τὴν φυγὴν ἀσύντακτον προτρεπόμενος καὶ τὸ συνοῖσον τοῖς πᾶσι τὸ ἑαυτοῦ προτιθέμενος βούλημα, ἵνα μή, φησὶν (ἐπεψιθύριζε γὰρ πρὸς τοὺς παρόντας λαθραίως), τοῖς ὅπλοις τῆς ἑαυτοῦ ἡγεμονίας μέγας ὁ παρὰ βασιλέως δόξῃ πεμφθείς, καὶ τοσοῦτον ἔργον κατωρθωκὼς ἐπιφημισθῇ καὶ καταγάγοι τὸν θρίαμβον. ἔλαθε δὲ τὸ ξίφος ὠθῶν, ὡς ὁ λόγος, καθ' ἑαυτοῦ, καὶ τήνδε τὴν γνώμην ἀληθιζομένην δεικνύς, ὅτι φθόνος οὐκ οἶδε προτιμᾶν τὸ συμφέρον· σκοπῶν γὰρ ὅπως ἑτέρου τὴν νίκην ἀφαρπάσῃ, περὶ τῆς ἑαυτοῦ σωτηρίας ἀπροόπτως οὐ διεσκόπησεν. ὡς γὰρ ἐκράτησεν ἡ γνώμη τούτου τὸν πόλεμον ἀπαναινομένου, περὶ λύχνων ἁφὰς αἵ τε σκηναὶ περιῃροῦντο καὶ συσκευασάμενος ἕκαστος τῆς οἴκοι 39 φερούσης ἥπτετο. οἱ δὲ Σκύθαι προεγνωκότες τὴν τῶν Ῥωμαίων προαίρεσιν παρὰ τῶν ἑαλωκότων αὐτοῖς, προκαταλαμβάνουσιν τὰς ἐξόδους, καὶ τούτους ἀσυντάκτους εὑρόντες πολὺν φόνον αὐτῶν εἰργάσαντο, καὶ κατὰ κράτος αὐτοὺς καταγωνισάμενοι καὶ μέχρι πολλοῦ συνδιώξαντες, καὶ τοὺς τούτων νεκροὺς σκυλεύσαντες, οὓς δὲ καὶ ζῶντας ἑλόντες, τὴν προτέραν ἧτταν ἀνεκαλέσαντο καὶ πρὸς εὐετηρίαν ἑαυτοὺς ἀνεκτήσαντο. ὁ δὲ τῶν Βουλγάρων ἀρχηγός, ὁ τὴν αἰτίαν τοῦ μὴ κροτηθῆναι τὸν πόλεμον συνεισενεγκὼν καὶ φθόνῳ τὸ πᾶν σκαιωρήσας τῆς χαλεπότητος, ἀγερώχῳ τινὶ καὶ θρασεῖ κατεποχούμενος ἵππῳ, καὶ τοῖς τούτου ποσὶ ἀνάλωτος εἶναι θαρρῶν, περιτυγχάνει διώρυγι, καὶ τοῦ ἵππου ταύτῃ ἀεροβατῆσαι οἱονεὶ βουληθέντος ἐκτρέπεται τῆς ἕδρας αὐτός, καὶ πτῶμα τῇ γῇ καταφέρεται δύστηνον. καί τινες τῶν Σκυθῶν ἐπικαταλαβόντες αὐτὸν λόγχῃ τοῦτον διαχειρίζονται, πύματον ἄρτι μαθόντα ὡς ὁ φθόνος ἐξ ἅπαντος ὑφίσται περὶ τὴν γραφήν, καὶ φθόρου γεννητικὸς εἴτε τοῦ γεννήτορος εἴθ' ἑτέρων συνενηνεγμένων αὐτῷ καθέστηκε. Τότε δή, τότε, κατὰ τὴν νύκτα τῆς ἀσυντάκτου φυγῆς, ἐκ τῆς κατασκοπῆς ὁ Βοτανειάτης τὸ πραττόμενον ἀτύχημα καὶ τὰ παρ' ἐλπίδα τῇ Ῥωμαίων δυσβουλίᾳ συμβεβηκότα θεώμενος, ἀνίας τε πολλῆς ἐπλήσθη καὶ τῆς κακονοίας τοὺς οὕτω συμβουλεύσαντας ἐταλάνισεν. εἶτα τοῖς ἀμφ' αὐτὸν 40 παρεκελεύσατο μὴ δίκην προβάτων ἀπ' ἀλλήλων διασκεδασθῆναι, καθὼς οἱ λοιποὶ στρατιῶται ποιοῦντες ὀπτάνονται, καὶ νῶτα δοῦναι τοῖς πολεμίοις καὶ σκοποὺς ἑαυτοὺς θέσθαι τῶν Σκυθικῶν τοξευμάτων, ἀλλὰ παρ' αὐτῷ μένειν καὶ σχολαίως ἕπεσθαι μετὰ καρτεροῦ τοῦ συντάγματος, ὡς δυναμένου τούτου τοῖς ἐναντίοις ἰσχυρῶς ἀνταμύνασθαι. οἳ δὴ καὶ συμφρονήσαντες ἅμα καὶ τῇ ἀνδρίᾳ τούτου θαρρήσαντες τὴν ἑαυτῶν σωτηρίαν τούτῳ καὶ τὴν εὐθυωρίαν ἀνέθεντο. ἐπορεύετο μὲν οὖν μετ' αὐτῶν ὁ Βοτανειάτης· οἱ δὲ Σκύθαι πληθύν τινα ἰδόντες μικρὰν συντάξει καὶ κόσμῳ προβαίνουσαν, ἐπ' αὐτὴν ἀκρατῶς ἤλασαν. καὶ πολλὰ περιιππεύσαντες τούτους, καὶ νιφάδας τόξων αὐτοῖς ἐπιπέμψαντες, ὡς ἀμήχανον ἔγνων τὴν τούτων παράλυσιν, ἑαυτοὺς ἀνέλαβον ὄπισθεν. ὁ δὲ Βοτανειάτης τὸν παραρρέοντα ποταμὸν ἐπιτείχισμα ποιησάμενος, καί τινας σκοπιὰς ἀπὸ μέρους ὑπὲρ αὑτοῦ προβαλλόμενος, ὡς ἂν μὴ κυκλῷτο παρὰ τῶν ἐναντίων καὶ παντελῶς ἀπείργοιτο τῆς ὁδοῦ καὶ μέσον χορείας ἀπειροπληθεῖ πολέμῳ ἁλίσκοιτο, προέβαινε μὲν περὶ τὰς ὄχθας τοῦ ποταμοῦ. οἱ δὲ Πατζινάκοι πάλιν ἐπεισπεσόντες αὐτῷ δι' ὅλης ἐπολέμουν ἡμέρας, ἐν νυκτὶ δὲ πάλιν κατὰ διαδοχὰς ἕτεροι· κατατροπώσασθαι δὲ τοῦτον καὶ τοὺς περὶ αὐτὸν, καὶ πεῖσαι καταθεῖναι τὰ ὅπλα, οὐδαμῶς ἠδυνήθησαν. σκοπὸν δὲ μελετήσαντες τούτους ἀνίππους ποιῆσαι, διὰ πολλῶν βελῶν μακρό 41 θεν ἐκπεμπομένων τοὺς ἵππους αὐτῶν κατηκόντισαν, εἰς χεῖρας αὐτοῖς ἐλθεῖν μὴ δυνάμενοι· δοκιμάσαντες γὰρ πρότερον τοῦτο πολλάκις πολλοὺς τῶν ἰδίων ἀπέβαλον, παρ' αὐτοῦ τοῦ Βοτανειάτου καὶ τῶν σὺν αὐτῷ διαχειρισθέντας. ὡς δὲ τῶν ἵππων αὐτοὺς οἱ βάρβαροι ἀπεστέρησαν ταῖς ἐκ τῶν τόξων πληγαῖς, ἔμειναν μὲν πεζοὶ μετὰ τῶν Ῥωμαϊκῶν κρηπίδων, ταύτας δ' ἀποτεμόντες ἐν ἐμβάδων τάξει τὰ κάτω μέρη κατέλιπον. οὐ μὴν τὰς ἀσπίδας καὶ τὰ ξίφη ἀπέλιπον, ἀλλὰ τὴν στρατιωτικὴν ὅπλισιν ἔχοντες οὕτω τὴν ὁδὸν καὶ τὸν πόλεμον ἤνυον· οὐ γὰρ κατέλιπον αὐτοῖς ἀνακωχὴν οἱ πολέμιοι, ἀλλὰ κατὰ διαδοχὰς πολεμοῦντες ἡμέρας τε καὶ νυκτὸς διὰ πάσης φιλοτιμίας ἐχώρουν, ὥστε πᾶσι τρόποις ὑπὲρ ἅπαν τὸ στρατόπεδον αὐτοὺς παραστήσασθαι. ἀλλ' οἵγε πρὸς τὸν ἀρχηγὸν αὐτῶν ἀφορῶντες, καὶ πρὸς τὸ θαρσαλέον αὐτοῦ καὶ ἡγεμονικὸν ἐκπληττόμενοι, μένους ἐπληροῦντο, καὶ τοῦ ἀπλέτου μόχθου καὶ τοῦ συνεχοῦς πολέμου παρηγορίαν οὐ μικρὰν ἐκομίζοντο. τρίτην οὖν ἡμέραν οὑτωσὶ διανύσαντες ἐν πεζοπορίᾳ, καὶ τῶν πολεμίων τοὺς εἰς χεῖρας ἐλθόντας πολλοὺς ἀναλώσαντες, ἵππων τριῶν ἐκυρίευσαν, καὶ τούτους αὐτῷ προσήνεγκαν, δυσωποῦντες ἐποχηθῆναι μόνον μετὰ δύο ὑπασπιστῶν καὶ τοῖς ποσὶν αὐτῶν πιστεῦσαι τὴν σωτηρίαν ἑαυτοῦ. ὁ δὲ μηδὲν τοιοῦτον καταδεξάμενος, μηδὲ ῥίψασπιν ἑαυτὸν ἀποδεῖξαι μέχρις ἀκοῆς ἀνασχόμενος πληροφορεῖ μὲν 42 αὐτοὺς ὡς αἱρετώτερον ἔχει θᾶττον ἁπάντων ἀποθανεῖν ἢ ψεύσασθαι τὴν ὁμολογίαν τῆς μετ' αὐτῶν στερρᾶς διαμονῆς καὶ ἀθλήσεως, οἰκείαις δὲ χερσὶ τοὺς πόδας ἀποτέμνει τῶν ἵππων, καὶ μέχρι τέλους ἀγωνίσασθαι τὸν περὶ ψυχῆς ἀγῶνα πᾶσι κατεπηγγείλατο, καὶ τοῖς πολεμιωτάτοις ἀμύνεσθαι καὶ μὴ διαρραγῆναι τῆς συνοδίας αὐτοῦ. οἱ δὲ τὸ θάρσος αὐτοῦ καὶ τὸ τῆς εὐγενοῦς ἀνδρίας ὑπερφυὲς ἀγασθέντες, καὶ τὴν τῆς γνώμης εὐθύτητα καὶ τὴν ἄγαν εὐτολμίαν καὶ στερροτάτην πίστιν ἐκπληκτικῶς ἐπαινέσαντες, εὐέλπιδες ὄντως γεγόνασι τοῦ μηδέν τι παθεῖν ἀνήκεστον, τοιοῦτον ἀρχηγὸν κεκτημένοι καὶ τοῦ πολέμου καὶ τῆς ὁδοῦ προεξάρχοντα. ἔκτοτε οὖν ἐπὶ ἐννέα ἡμέρας καὶ τοσαύτας νύκτας οὐ διέλιπον οἱ πολέμιοι περιιππεύοντες αὐτοὺς καὶ καθυλακτοῦντες καὶ τόξοις βάλλοντες. οἱ δὲ τὰς ἀσπίδας προτείνοντες ἐδέχοντο μὲν τὰ βέλη τούτων καὶ ἀπεκρούοντο, ἐχόμενοι δὲ τῆς ὁδοῦ εἴ τινας εὗρον ἔγγιστα τούτοις παραπελάζοντας, στερροτέραις πάνυ κατεπόνουν πληγαῖς. καὶ περιέστη τῷ Βοτανειάτῃ μετὰ τῶν ἀμφ' αὐτὸν ὁ τοῦ πολέμου καὶ τῆς ἀποῦ κάματος εἰς ὅλας ἡμέρας ἕνδεκα καὶ νύκτας ἴσας, πρᾶγμα μήτε τοῖς παλαιοῖς ἐκείνοις καὶ ᾀδομένοις εἰς ἀνδρίας ἐπίτασιν μήτε νέοις ἔν τε Ῥωμαίοις καὶ Πέρσαις καὶ λοιποῖς ἔθνεσι κατορθωθέν τε καὶ τολμηθέν. ὁ γὰρ πόλεμος καὶ ἡμίτομον ἡμέραν τινὶ προσγενόμενος παραλύειν οἶδεν αὐτὸν καὶ ἀνάλκιδα τίθεσθαι, 43 καὶ ταῦτα ἱππότην ὄντα καὶ τοῖς ποσὶ μὴ ὀκλάζοντα. τὸ δὲ διὰ τοσούτων ἡμερῶν πεζῇ βαδίζειν καὶ πολεμεῖν, καὶ μηδὲ νυκτὸς ἠρεμίαν ἄγειν, οὐδείς πω τῶν ἁπάντων ἀκοαῖς ἔλαβεν, εἰ μὴ ἐπὶ τοῦδε τοῦ ἀνδρὸς ὑπερφυῶς ἐθαυματουργήθη. ὡς δ' ἀπέκαμον οἱ πολέμιοι καὶ τῇ Ἁδριανοῦ πόλει πλησιάζειν ἐπέγνων, ὀπίσω ἑαυτοὺς ἀνελάμβανον, θαῦμα καὶ οὗτοι τὴν καρτερίαν αὐτοῦ καὶ ἀνδρίαν ὡς ἀνεκδιήγητον λογιζόμενοι· ὅθεν καὶ πολλοὺς συνέβη τῶν φευγόντων Ῥωμαίων ἐκ τῆς τοιαύτης τῶν βαρβάρων σχολῆς τὰς τούτων χεῖρας διαφυγεῖν. Ἔκτοτε τοίνυν οὐδεμίαν ἀξιόλογον δύναμιν ὁ βασιλεὺς ἔγνω κατὰ τῶν ἐναντίων ἐκπέμπειν, ἅμα μὲν τοῖς παραδείγμασι βαλλόμενος τὴν ψυχήν, ἅμα δὲ καὶ λόγον θρυλλούμενον προσιέμενος, ὡς τὸ θεῖον οὐκ ἐπινεύει τὸ ἔθνος ἡβηδὸν κατακεντηθῆναι καὶ γλῶσσαν μίαν τῶν ἀπηριθμημένων σχολάσαι· προελομένων δὲ τὴν εἰρήνην αὐτῶν προσίεται τούτους ὁ βασιλεύς, καὶ σπονδαῖς τὸν πόλεμον καταθέμενος συλαγωγεῖν ἤρξατο τὰς εὐνοίας αὐτῶν, καὶ τοῖς Ῥωμαϊκοῖς δώροις καὶ ἀξιώμασι καταμαλάττειν τὸ βαρβαρικὸν αὐτῶν καὶ ἀτάσθαλον ἦθος. Κατὰ δὲ τοὺς αὐτοὺς χρόνους Οὖννοι Νεφθαλῖται, Περσῶν ὅμοροι, οὓς τῆς Περσίδος ὁ Γάγγης ἀποτειχίζει ποτα 44 μός, τέσσαρσι πρὸς τῷ ἡμίσει μιλίοις τὸ εὖρος ἀποτεινόμενος, ἐν τοῖς στενωτέροις αὐτοῦ διαβήμασι διαπεραιωθέντες τὸν ποταμόν, ἡγεμόνος αὐτοῖς ἀνεώξαντος τὴν ὁδὸν ὃς προειλημμένος καὶ ταπεινῇ τύχῃ συμπεπορισμένος καὶ δουλικῇ, μετὰ τελευτὴν τοῦ κρατοῦντος δεσπότου τῆς Περσικῆς γέγονεν ἐγκρατής, καὶ ἀκαταμάχητον σθένος οἷον τοῖς ἐκεῖσε πᾶσιν ἐναποδείξαντες, πρὸς ἀνίσχοντα ἥλιον τοῖς Ἰβηρικοῖς ὁρίοις προσήγγισαν, καὶ καταδραμόντες πλείστην ὅσην ἠδύναντο, ἀρχηγὸν τῶν Ῥωμαίων ζωγρείᾳ εἷλον, τὴν ἀρχὴν περιεζωσμένον τῆς Συρίας, Λειχούδην ἐπικαλούμενον. καὶ συνεχεῖς ἐκδρομὰς ἐπετείους τὸ ἔθνος ποιούμενον οὐκ ὀλίγα τὴν Ῥωμαϊκὴν κατέβλαπτε γῆν. ἀντιπαραταττόμενοι δὲ τούτοις οἱ τῶν ἄκρων ἐπιστατοῦντες Ῥωμαῖοι τὴν ἥττω πως ἀπεφέροντο, τόξων εὖ εἰδότων τῶν ἐναντίων καὶ κατὰ σκοπὸν βαλλόντων οὐχ ἥκιστα, καὶ τοὺς ἀντιτεταγμένους ἐκδειματούντων ταῖς ἑκηβόλοις πληγαῖς. διὸ καὶ ἀνενδότως κατέτρεχον πᾶσαν τὴν Ἰβηρικήν, πολίχνια καὶ κώμας ἁρπάζοντες καὶ μεγίστας ἀνατρέποντες πολιτείας, καὶ χώρας ἀναστάτους ποιούμενοι. συνηνέχθη δὲ ταῦτα διὰ τὴν τοῦ βασιλέως ὕστερον πλεονεξίαν. στρατεύματος γὰρ ἀξιομάχου τὴν Ἰβηρικὴν περιέποντος, καὶ ὀψώνιον ἔχοντός τινας τῶν παρακειμένων δημοσίων χωρῶν, ἀφείλετο ταύτας ὁ βασιλεύς, καὶ παρελὼν τοσαύτην ἰσχὺν οὐ μόνον τοὺς ἰδίους ἀπέβαλε συμμάχους, ἀλλὰ καὶ πολεμίους αὐτοὺς ἰσχυρῶς ἐρ 45 γασάμενος προσθήκην διὰ τούτων ἀκαταμάχητον προεξένησε τοῖς ἐναντίοις. ἐν μιᾷ γὰρ πλήθους κατὰ βασιλικὴν γνώμην στρατιωτικοῦ συναθροισθέντος ἐπὶ τῶν κατ' Ἰβηρίαν ὁρίων, συνταγματάρχην ἐπίσημον ἔχοντος ὃς Λιπαρίτης ἐπωνομάζετο, συμβολὴ μεταξὺ τούτων καὶ τῶν Οὔννων καρτερὰ γίνεται, καὶ μέχρι πολλοῦ τῆς μάχης καθισταμένης ἰσοπαλοῦς τέλος οἱ ἀντιτεταγμένοι τὸ κράτος ἠνέγκαντο, καὶ τοὺς Ῥωμαίους νικήσαντες ζῶντα τὸν Λιπαρίτην κατέσχον καὶ πρὸς τὸν ἐθνάρχην αὐτῶν ὡς θήραμά τι τῶν μεγίστων ἀπήγαγον. καλεῖται δ' οὗτος σουλτάνος τῇ Περσικῇ διαλέκτῳ. ἀλλ' ὅγε τοῦτον ἰδών, καὶ τὸ γένος τούτου μεμαθηκὼς (προκατέλαβε γὰρ αὐτὸν ἡ φήμη τῆς τοῦ ἀνδρὸς γενναιότητος), ἤρετο τοῦτον ὅπως δὴ χρηστέον αὐτῷ. ὁ δὲ βασιλικῶς ἔφη. καὶ αὐτίκα τῆς δυστήνου τύχης τοῦτον ὁ σουλτάνος ἐλευθεροῖ, καὶ πάντων ὧν κατὰ τὸν πόλεμον ἀποβεβλήκει πολλαπλασίονα τὴν ἀντέκτισιν δούς, τὴν πρὸς Ῥωμαίους οὕτω συνεχώρει ἔξοδον, θαυμάσας τὴν τοῦ ἀνδρὸς εὐψυχίαν καὶ τὸ τοῦ φρονήματος εὐσταθές, καὶ θελήσας μὴ δεύτερος αὐτοῦ γενέσθαι περὶ τὸ τῆς πράξεως εὐγενὲς καὶ ἀφιλοχρήματον. τοῦτον τοίνυν ὁ τῶν Ῥωμαίων δεξάμενος βασιλεὺς τιμαῖς τε δημοσίαις αὐτὸν κατελάμπρυνε, καὶ δώροις καὶ λόγοις πανταχόθεν ἔχουσι τὸ λαμπρὸν κατεκόσμησεν, ὡς ὑπὲρ τῆς Ῥωμαϊκῆς βασιλείας τὴν ψυχὴν ἀδιστάκτως προέμενον.