Historia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-attaliates" aria-label="More works by Michael Attaliates">
—
⋯
Original / primary: Pg Scrape Grc
192.1
τὸν δὲ Καίσαρα διὰ τιμῆς ἄγοντες ἄνετον εἶχον καὶ τοῖς οἰκείοις ἀμφίοις ἐπίτιμον. ὅμως δ' οὖν ἀμφοτέρους χρυσίνων ἱκανῶν ἀνταλλάττεσθαι διεμήνυον. Ἀγγελθείσης δὲ τῆς τούτων τροπῆς καὶ ἁλώσεως τῷ κρατοῦντι, ἐκκλησιάσας οὗτος ἐπὶ παλατίου πάσῃ τῇ γερουσίᾳ ἔκπυστον καὶ φανερὸν ἐποίησε τὸ συμβάν. τοῦ δὲ τιμήματος τῶν ἑαλωκότων ἐπιζητουμένου παρὰ τῶν Τούρκων, ἔσπευδεν ὁ βασιλεὺς δι' ἐξωνήσεως τούτους χειρώσασθαι. ἐπικατέλαβε γὰρ καὶ ὁ τὰ πρῶτα φέρων παρὰ τῷ Καίσαρι ὡς παιδείας λόγων καὶ πολυπειρίας ἀντεχόμενος, Βασίλειος πρωτοσβέστης ὁ Μαλέσης, ἐλευθερωθεὶς μὲν ἐκ τῶν Τούρκων τιμῆς ἁδρᾶς πρὸ καιροῦ, προσληφθεὶς δὲ τῷ Καίσαρι στρατηγῷ τοῦ πολέμου ἔναγχος ἀποδεδειγμένῳ, συμβουλεύων τῷ βασιλεῖ ταχέως πρίασθαι τούτους, ἵνα μὴ οἱ Τοῦρκοι, ὡς ἔστι βεβουλευμένον αὐτοῖς, βασιλέα Ῥωμαίων τὸν Καίσαρα προχειρίσωνται, καὶ διὰ τοῦτο μεγάλης ὠφελείας παρὰ τῶν Ῥωμαϊκῶν πόλεων καὶ κωμῶν καὶ δυναστῶν ἀμαχητὶ ἐπιτεύξωνται· τοῦτο γάρ, φησίν, ἐμεμαθήκει μελετῶντας αὐτούς. οὕτω δὲ συμβουλεύσας καλῶς οὐδὲν τῆς τοιαύτης ἀπώνατο συμβουλῆς, εἰ μὴ καὶ μᾶλλον ἀδίκως ὑπερορίαν κατεκρίθη καὶ δήμευσιν, οἷα τὰ τοῦ δεινοῦ καὶ πονηροῦ πολεμήτορος. ἁδρὰν οὖν καὶ βαρυτάλαντον χρυσίου ποσότητα συστήσας ὁ βασιλεύων τοὺς ἐξωνησομένους αὐτοὺς ἀπέστειλεν. ἐπεὶ δὲ ἡ τοῦ Ῥουσελίου 193 γυνὴ τῷ κάστρῳ τῆς Μεταβολῆς ἐμφιλοχωροῦσα, καὶ πλούτου ἱκανῶς ἔχουσα, προεξωνήσατο τὸν ἴδιον ἄνδρα καὶ ἀμφοτέρων τῶν ἐχθρῶν ἐλυτρώσατο, τούτου μὲν οἱ πεμφθέντες ἐκ βασιλέως ἀπέτυχον, τὸν δὲ Καίσαρα μόνον ἐξωνησάμενοι ἐπανῆγον εἰς τὴν βασιλίδα τῶν πόλεων. ἐν δὲ τῇ Προποντίδι γενομένων αὐτῶν εὐλαβηθεὶς ὁ Καῖσαρ ἴσως, ἵνα μὴ ὡς ἀποστάτης καταγνωσθῇ καὶ ὕποπτος τὸ ἀπὸ τοῦδε τυγχάνῃ καὶ περιεσκεμμένος ἢ καὶ ἀπόβλητος, οὐκ ἔκρινε μετὰ κοσμικῆς τῆς περιβολῆς ἐπιστῆναι τῷ ἀνεψιῷ καὶ βασιλεῖ, ἀλλὰ τὴν κοσμικὴν ἀποβαλόμενος τρίχα, μεταθέμενος εἰς τοὺς μοναχούς, οὕτως ἐν εὐτελεῖ τῷ σχήματι τοῖς βασιλείοις ἐνέμιξεν. ὁπότε καὶ τοῖς εὐσυνέτοις ἀνδράσι θάμβος ἐπῄει καὶ ἔκπληξις· περὶ γὰρ τῶν ἀφρονούντων καὶ τὰ τοιαῦτα μὴ διακρινόντων λόγος οὐδείς. Ἐπῄει οὖν θάμβος τοῖς ὅπως οἱ Ῥωμαίων ἀρχηγοὶ μετὰ τοσαύτης περιφανείας καὶ λαμπρότητος κατὰ τῶν ὁμοφύλων ἐπιστρατεύοντες, οὕτως ἀτίμως καὶ γοερῶς καὶ μετὰ τοιαύτης εὐτελείας καὶ δυσθυμίας πεποίηνται τὴν ἐπάνοδον, ἀντὶ τοῦ πρὶν τελουμένου τοῖς πάλαι Ῥωμαίοις λαμπροῦ καὶ στεφανηφόρου θριάμβου καταγέλαστον κατάγοντες καὶ πανευτελέστατον θέατρον, τὴν ἧτταν οὐ τῶν συστρατιωτῶν μόνον ἀλλὰ καὶ τὴν ἑαυτῶν κακοπάθειαν καὶ σκληροτυχίαν ὀδυνηρῶς θριαμβεύοντες. τί τούτου γένοιτ' ἂν διαδηλότερον θεο 194 βλαβείας ὑπόδειγμα; ὅθεν καὶ θαυμάζειν μοι ἔπεισι πῶς οἱ Ῥωμαίων βασιλεῖς τοὺς εἰδότας ἔχοντες πολλῶν ἱστοριῶν καὶ πράξεων ἐπιγνώσεις καὶ τύχας λαμπρὰς καὶ ταπεινὰς γινομένας ἐξ αἰτιῶν προφανεστάτων, ὧν μὲν ἐκ θείου χόλου τοῖς ἁμαρτανομένοις σφοδρῶς ἐπαναπτομένου, ὧν δὲ ἀπὸ βουλευμάτων γλίσχρων καὶ ἀγεννῶν καὶ ἀνοικείων τοῖς πράγμασιν, οὐδένα λόγον αὐτῶν πεποίηνται, οὐδ' ἀξιοῦσι τὰς αἰτίας μανθάνειν ἐξ ὧν τὰ τοιαῦτα δυστυχήματα τῇ Ῥωμαίων ἡγεμονίᾳ προσπίπτουσιν· ἀλλ' ἔξω πάσης βουλῆς θεοφιλοῦς καὶ θεραπείας τοῦ θείου καὶ τῆς τῶν πατρίων νόμων ἐπανορθώσεως καθιστάμενοι, ἀβούλως καὶ προπετῶς εἰς πολέμους μεγάλους καὶ κινδύνους, μὴ πρότερον τὸν θεὸν ἱλεωσάμενοι, τὰς Ῥωμαϊκὰς δυνάμεις εἰσάγουσι, καὶ πάσχοντες κακῶς καὶ ἡττώμενοι ἀπηνῶς αἴσθησιν οὐ λαμβάνουσι τῆς ἐκ τοῦ θείου νεμέσεως. ἀλλ' οἱ πάλαι Ῥωμαῖοι οὐχ οὕτω ποιοῦντες, τὰς φοβερὰς ἐκείνας καὶ μάχας καὶ στρατηγίας κατώρθουν, ἀλλὰ καίπερ τὴν ἐκ τοῦ θεοῦ λόγου καὶ τῆς ἐκ τῆς ἀρρήτου καὶ ὑπερφυοῦς σαρκώσεως αὐτοῦ καὶ κατὰ τόνδε τὸν κόσμον συναναστροφῆς νομοθεσίαν μηκέτι λαβόντες ἐπὶ τὸ σέβειν τὰ θεῖα καὶ ἀρετῆς ἀντιποιεῖσθαι καὶ τοὺς τῆς ἀγαθοεργίας νόμους καὶ εὐσεβείας καὶ καθαρότητος ἐκθύμως τηρεῖν, ὅμως τῇ φυσικῇ μεγαλοφροσύνῃ πρὸς τὰς τούτων παρατηρήσεις νουνεχῶς ἐπαιδεύοντο, καὶ εἴπερ ποτὲ συνέβη τῇ Ῥώμῃ εἴτε ἥττης δυσκλήρημα 195 εἴτε σημεῖον οὐκ ἀγαθὸν ἐπεφάνη, πολλὴν ἐποιοῦντο τὴν ἔρευναν καὶ τὴν ζήτησιν, μή πού τι τῶν δεόντων καὶ ἁρμοζόντων παρελείφθη, ἢ παρθένος ἐκ τῶν φυλαττουσῶν τὸ ἀθάνατον πῦρ τὴν παρθενίαν ἐκλάπη, ἢ παρανομίας ἐπράχθη ὀνείδισμα, καὶ χόλος ἐντεῦθεν θεῖος τοῖς Ῥωμαίοις ἐπαπειλεῖ. καὶ διερευνώμενοι πολλάκις εὕρισκον τὰς τῶν ἀτοπημάτων αἰτίας· καὶ διορθούμενοι ταύτας, καὶ τὸ θεῖον ἐξευμενίσασθαι πληροφορηθέντες, μετὰ τοιαύτης παρασκευῆς καὶ θάρσους εἰς τοὺς πολέμους ἐχώρουν, καὶ κατώρθουν αὐτούς, ἐπὶ μεγάλοις τροπαίοις τὰς νίκας ἐπαίροντες. ἐπεὶ καὶ τοῦτο τοῖς στρατηγοῖς διὰ σπουδῆς καὶ φροντίδος ἐχίνετο, τὸ καθαρμὸν ποιεῖσθαι τῇ στρατιᾷ παντὸς ἀδικήματος καὶ ῥυπάσματος, καὶ μετὰ τὸ καθῆραι ταύτην τὸ προκινδυνεύειν τῆς πατρίδος ἄμεινον εἶναι διελογίζοντο. τοῖς δὲ νῦν Ῥωμαίοις οὐδὲν τούτων διὰ φροντίδος ἐστίν, ἀλλ' οἱ μὲν ἀρχηγοὶ τούτων καὶ βασιλεῖς προφάσει δημοσιακῆς ὠφελείας τὰ χείριστα καὶ θεομισῆ καὶ παράνομα διαπράττονται, ὁ δὲ τοῦ στρατοῦ προηγούμενος μὴ προσανέχων τῷ πολέμῳ, μηδὲ τῇ πατρίδι νέμειν τὰ ὅσια προαιρούμενος, καὶ τὴν ἐκ τῆς νίκης δόξαν περιφρονῶν, πρὸς τὸ κερδαίνειν ὅλον ἑαυτὸν ἐπιτείνει, καὶ τὴν στρατηγίαν ἐμπορίαν κέρδους, οὐκ εὐπραγίαν τοῦ ἰδίου ἔθνους οὐδ' εὐδοξίαν πεποίηται. τὸ δὲ λοιπὸν πλῆθος, ἐκ τῶν ἡγεμόνων τὰς ἀφορμὰς λαμβάνον, τὰς ἀδικίας ἀκαθέκτους... καὶ ἀναι 196 σχύντος ὁρμαῖς τοὺς ὁμοφύλους κακῶς καὶ ἀπανθρώπως μετέρχονται, ἁρπάζοντες καὶ βιαζόμενοι τὰ τούτοις προσόντα, καὶ τὰ τῶν πολεμίων δρῶντες ἐν τῇ ἰδίᾳ κατοικίᾳ καὶ χώρᾳ, καὶ μηδεμιᾶς κακοποιίας ἢ λαφυραγωγίας παραχωροῦντες τοῖς λεγομένοις πολεμίοις. ἀφ' ὧν αἱ παλαμναιόταται τούτοις ἀραὶ παρὰ τῶν ὁμογενῶν ἐπιφέρονται, ὡς τῆς ἥττης αὐτῶν ἄνεσιν παρεχομένης πάσαις ταῖς τῶν Ῥωμαίων κώμαις καὶ χώραις καὶ πόλεσι τοιούτων πράξεων δρωμένων. καὶ πάλιν τεθαύμακα, τίνι θαρροῦντες οἱ τῶν Ῥωμαίων προεστῶτες πρὸς ἀντιπαρατάξεις καὶ πολέμους, ἐν οἷς ἀγωνοθέτης ἀρρεπὴς καθέστηκεν ὁ θεός, τοὺς ἀμφ' αὐτὸν ἐξοπλίζουσιν. ἢ πάντως οἰόμενοι λήσειν τὸν ἀνύστακτον ὀφθαλμὸν καὶ κλέψαι τὴν νίκην, ὥς τινος οἰκοδεσπότου μὴ ἐπαγρυπνοῦντος τοῖς ἰδίοις οὐσίδιον. λανθάνουσι δὲ οὐ μόνον τῶν ἐπὶ ταῖς μάχαις ἐλπίδων ἀποτυγχάνοντες, ἀλλὰ καὶ τὸν βίον δυσκλεῶς καταστρέφοντες καὶ τοῖς ἐξ ἀδικίας συμποριζομένοις προσαποβάλλοντες καὶ τὰ ἐκ δικαίων πόρων τῷ δημοσίῳ περιερχόμενα. ἔγωγε οὖν ἐν πολλοῖς συνεκστρατευσάμενος, κἀν τοῖς βασιλείοις συνεχῶς συναναστρεφόμενος, οὐδέπω ἔγνων ἐν πᾶσι βουλὴν θεῷ ἀρέσκουσαν, οὐδ' ἐπὶ στρατιωτικοῖς ἢ πολιτικοῖς πράγμασι σκέψεως προβαινούσης ἢ διαγνώσεως εὐλάβειαν προεπιμιχθεῖσαν τοῦ μή πώς ποτε παράνομόν τι συναναφαίνεται τῇ βουλῇ καὶ θεῷ ἀποτρόπαιον· ἀλλὰ τὸ πᾶν εἰς τὸ κέρδος τοῦ βουλεύματος καταντᾷ, κἂν ἱερὰ βεβηλῶνται, κἂν ἄνθρωποι βλάπτων 197 ται· κἀκεῖνο προέχουσιν ἐν τοῖς βασιλείοις εἰς τὰς προφάσεις τοῦ ἀδίκου καὶ θεομισοῦς κέρδους, ἐκ πονηρίας συλλέγοντες. ἀλλ' οὐδ' ἐν πολλοῖς τούτων ὁ θεὸς ἡγεῖται τοῦ προβουλεύματος, καὶ μνήμη τούτου συνανακέκραται. διὰ ταῦτα τὴν τῶν γινομένων ἐν τοῖς Ῥωμαίοις καταστροφὴν ἐς αὐτὴν ἀναφέρω τὴν ἐκ τοῦ θείου νέμεσιν καὶ τὴν ἐκ τῆς ἀδεκάστου γνώμης ἀπόφασιν, ὅτι τοῖς ἔθνεσι τιμᾶσθαι τὸ δίκαιον λέγεται, καὶ συντηρεῖσθαι τὰ πάτρια νόμιμα τούτοις ἀπαρεγχείρητα, καὶ πᾶσαν τὴν εὐτυχίαν ἐκ τοῦ δημιουργοῦ καταπτᾶσαν αὐτοῖς συνεχῶς ἐπιλέγουσιν, ἅπερ κοινὰ πᾶσι τοῖς ἀνθρώποις εἰσὶ προτερήματα καὶ παρὰ πάσης ἀπαιτοῦνται θρησκείας. ἡ γὰρ ἀληθὴς καὶ ἀμώμητος πίστις ἡμῶν τῶν Χριστιανῶν, ἐπεὶ τῶν ἀρετῶν τυγχάνομεν ἔκπτωτοι, κατάγνωσις μᾶλλόν ἐστι καὶ κατάκρισις, καθὼς καὶ τῷ θείῳ νόμῳ τῶν ἐντολῶν δοκεῖ, φάσκοντι" ὁ εἰδὼς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ καὶ μὴ ποιῶν δαρήσεται πολλάς." Καὶ μή μοί τις ἐπιτιμήσῃ τῆς τοιαύτης τῶν ἡμετέρων καταδρομῆς. οὐ γὰρ ἐπὶ λοιδορίᾳ τούτων ἁπλῶς καὶ ἀτιμίᾳ ψευδόμενος γέγραφα, ἀλλ' ἐπὶ ἐλέγχῳ τῶν κακῶς πραττομένων, μή πού ποτε ἄρα αἰδὼς καὶ φόβος ἐπέλθῃ τοῦ θείου τοὺς ἡγεμόνας καὶ στρατηγοὺς καὶ αὐτοὺς τοὺς ὑπηκόους αὐτῶν, καὶ μεταβαλόντες ἐπὶ τὰ κρείττονα τῆς ἄνθωεν εὐμενείας καὶ ἀντιλήψεως τύχωσι, καὶ τὰς οἰκτρὰς ἐπανορθώσον 198 ται τύχας. περιέσχον γὰρ ἡμᾶς ὠδῖνες θανάτου, κατά τε πᾶσαν ἑώαν καὶ τὴν ἑσπέραν τῶν Γοτθικῶν καὶ μιαρωτάτων ἐπικρατησάντων ἐθνῶν, καὶ κατατρυφησάντων τῆς ἡμῶν εὐηθείας ἢ ἀμελείας, ἢ τό γε ἀληθέστερον εἰπεῖν, θεοβλαβείας καὶ μανίας, ὅτι κατ' ἀλλήλων λυττῶντες καὶ ἀκρατῶς τοῖς ὁμοφύλοις μαχόμενοι καὶ θανάτου καταφρονοῦντες, ἐν τοῖς ἀλλοφύλοις πολέμοις δειλοὶ καὶ ἀνάλκιδες καὶ πρὸ πολέμου νῶτα διδοῦντες φαινόμεθα. Ἀλλὰ ταῦτα μὲν ἱκανὰ πρὸς ἄνδρας πολλὰ καὶ ἐξ ὀλίγων δυναμένους νοεῖν καὶ προνοεῖν τοῦ συμφέροντος. εἰσελθόντος δὲ τοῦ Καίσαρος καὶ παραστάντος τῷ βασιλεῖ ἔμεινε μὲν ἡσυχία τοῖς βασιλείοις, καὶ ἔδοξεν ὁ κρατῶν ἤδη κατωρθωκέναι τὸ πᾶν, πλὴν ὅσον ἀπέτυχε τὸ μὴ τὸν Ῥουσέλιον ἐν χερσὶ λαβεῖν καὶ ἀμύνασθαι. τὴν γὰρ τῶν Τούρκων κατὰ τῶν Ῥωμαίων ἐπιστρατείαν, καὶ τὸ σφάττεσθαι τοσοῦτον γένος Χριστιανῶν, καὶ δῃοῦσθαι κώμας καὶ χώρας, καὶ ἄρδην ἀνάστατον τὴν ἑώαν ὁρᾶσθαι, πῇ μὲν σφαζομένων ἀναριθμήτων ἀνθρώπων πῇ δὲ αἰχμαλωτιζομένων, ἐν δευτέρῳ ἐτίθετο. ὁ δέ γε Ῥουσέλιος, εἰ καὶ οἱ Τοῦρκοι διεσπασμένοι πρὸς πάντα τὰ Ῥωμαϊκὰ ἐτύγχανον θέματα, ἀλλ' αὐτὸς ἄρας ἐκ τοῦ τῆς Μεταβολῆς φρουρίου μετὰ τῶν ὑπολειφθέντων Φράγγων στρατιωτῶν καὶ τῆς συνεύνου καὶ τῶν τέκνων καὶ τῶν ὑπαρχόντων αὐτῷ διὰ μέσης τῆς χώρας ἀτρέ 199 στως ἐβάδιζε, καὶ τὸ θέμα τῶν Ἀρμενιακῶν καταλαβὼν τοῖς προτέροις αὐτοῦ κάστροις καὶ αὖθις ἀποκατέστη, καὶ οὕτως ἐκδρομὰς κατὰ τῶν Τούρκων ποιούμενος ἀπεῖρξεν αὐτοὺς τοῦ τῷ τοιούτῳ θέματι προσβάλλειν καὶ πολεμικοῖς περιβάλλειν κακοῖς. ὁ δὲ βασιλεὺς θυμομαχῶν κατ' αὐτοῦ ἐξ ὑποβολῆς τοῦ προρρηθέντος εὐνούχου τοῦ Νικηφόρου, προῃρεῖτο μᾶλλον τοὺς Τούρκους τὰ Ῥωμαίων ἔχειν καὶ ἄγειν πράγματα ἢ τὸν Λατῖνον τοῦτον ἐν ἑνὶ τόπῳ χωρεῖσθαι καὶ ἀπείργειν τὰς ἐκείνων ἐπιδρομάς. διὰ τοῦτο καὶ πολλὰς μηχανὰς καὶ συνθήματα καὶ ὑποσχέσεις τοῖς Τούρκοις δούς, εἰ τοῦτον ποιήσοιντο αὐτῷ ὑποχείριον, ἐξαπέστειλε τῶν ἐν ὑπεροχαῖς ἀξιωμάτων ἕνα, στρατιώτην μὲν ὄντα, νέον δὲ τὴν ἡλικίαν καὶ φρονήσεως καὶ ἀνδρίας οὐδενὸς ἀποδέοντα, Ἀλέξιον πρόεδρον τὸν Κομνηνόν· ὃς ἐν τῷ ἄστει τῆς Ἀμασείας γενόμενος ἐκαραδόκει τὸ μέλλον. ὁ δὲ Ῥουσέλιος φιλίας καὶ συνθήκας μετὰ τοῦ τῶν Τούρκων ἐξάρχοντος ποιησάμενος, συνῆλθε τούτοις πολλάκις ἐψιλωμένος στρατιωτῶν. ἐν μιᾷ δὲ σύνδειπνος τούτοις ὑπάρχων ἐπιβουλὴν ὑπέστη δεινήν· οἱ γὰρ Τοῦρκοι πᾶσαν φιλίαν προδιδόντες χρημάτων, κατέσχον αὐτὸν καὶ δεσμώτην ἀπέδειξαν, παράγγελμα νόμιμον ἔχοντες τὸ τοὺς Ῥωμαίους ἀπατᾶν καὶ σφάττειν καὶ προδιδόναι καὶ μὴ δεδιέναι ὅρκον, ὅσον τὸ κατ' αὐτούς. καὶ ὃ μὲν κατείχετο δεσμώτης αὐτοῖς, ὁ δὲ πρόεδρος Ἀλέξιος ἐπραγματεύετο διὰ 200 δώρων τὴν τούτου κατάσχεσιν καὶ ἀπόληψιν, ἐν τῷ μέσῳ τοῦ βασιλέως οἰομένου εἰρηνεύειν τὰ πράγματα· τὴν γὰρ τῶν Τούρκων ἀπηνῆ ἐπικράτειαν εἰς οὐδὲν ἐλογίζετο δι' ἀναλγησίαν καὶ μῖσος τὸ πρὸς Ῥωμαίους, ὡς ἔοικεν. Ἐν ᾧ καὶ δικάζοντα πολλάκις, ὡς εἴωθεν, ἀσυμβάτους δίκας καὶ ἀπροσφυεῖς βασιλεῖ, καὶ ἀνευλόγως καταδικάζοντα τοὺς ἀνθρώπους ὑποθήκαις τῶν συνηγορούντων τοῖς χείροσι, φῆμαι καταλαμβάνουσαι, τοὺς Τούρκους λέγουσαι περὶ Χαλκηδόνα καὶ Χρυσόπολιν κατατρέχειν, ἄρτι πρῶτον τῇ τοιαύτῃ πλησιοχώρῳ ἐπιφοιτήσαντας γῇ, οὐδεμίαν ταραχὴν ἐνεποίουν καὶ σύγχυσιν, ἀλλ' ὡς ἀλλοτρίας χώρας πασχούσης αὐτὸς ἄφροντις ἔμενεν. οὕτως οὖν αὐτοῦ ἔχοντος, ὁ τὰ πρῶτα παρ' αὐτοῦ φέρων Νικηφόρος ὁ λογοθέτης τοῦ δρόμου, τὴν εἰς τὸν βασιλέα εὔνοιαν πολλαχόθεν ἐπισεμνύνειν ἑαυτῷ σοφιζόμενος, ἔπραττε μὲν ὅσα τούτῳ βουλομένῳ ἐνῆν, ἀπετείχιζε δὲ τῆς τοῦ βασιλέως ἀγάπης τήν τε μητέρα καὶ τοὺς ὁμαίμονας καὶ τοὺς λοιποὺς συγγενεῖς ὡς βασιλειῶντας δῆθεν καὶ τὸ συνοῖσον αὐτῷ μὴ θέλοντας, καὶ ὅτι αὐτὸς μόνος τὸ συμφέρον αὐτῷ διασπουδάζων καθέστηκε. διὸ δὴ καὶ μεγάλα παρὰ τῷ βασιλεῖ δυνηθεὶς αὐτὸς ἦν ὁ τὸ πᾶν διεξάγων τῆς βασιλείας, καὶ τῷ βασιλεῖ ἐπιτρέπων τὸ πραχθησόμενον, καὶ τὰς τιμὰς καὶ προνοίας οἷς ἐβούλετο χαριζόμενος διὰ λημ 201 μάτων οὐχὶ μικρῶν. ἦν γὰρ μετὰ τῶν ἄλλων κακῶν καὶ περὶ φιλοχρηματίαν δαιμονίως σπουδάζων, καὶ κτήσεων ἀκινήτων χανδὸν ποιούμενος τὴν ἐπίκτησιν. ὧν ἀκορέστως ἐχόμενος κέντρον καὶ ταμεῖον τῆς τῶν λοιπῶν αὐτοῦ κτήσεων ἐπισυναθροίσεως τὴν τοῦ Ἑβδόμου μονήν. Ταύτην γὰρ λαβὼν κατὰ δωρεάν, παρεσκεύαζε τὸν βασιλέα πολλὰ τῶν κτημάτων αὐτῷ προσκυροῦν ὁσημέραι καὶ προσόδους ἀφθόρους περιποιεῖν, ὡς αὐτοῦ τάχα διαγωνιζομένου ποιῆσαι τοῦτο μετὰ παρέλευσιν τῷ βασιλεῖ πολύολβον ἐνδιαίτημα, σκεπτόμενος ἐκ μοχθηρίας οἰκειοῦσθαι καὶ παρακερδαίνειν τὰ νῦν προσφερόμενα καὶ τῷ ὀνόματι τῆς μονῆς πλοῦτον ἐπικτᾶσθαι ὑπερφυῆ, τοῦ δὲ μέλλοντος εἶναι τὸν λόγον ἀπόρρητον. ἐν τούτοις δὲ πᾶσιν οὐδένα κόρον λαμβάνων, καίτοι καὶ παρὰ πάντων τῶν ἐν τέλει καὶ τῶν στρατιωτῶν καὶ τελωνῶν καὶ πρακτόρων δωροδοκούμενος καὶ κτήσεων εἰδικῶν καὶ οἴκων ἐν περιλήψει μεγάλων καὶ πολλῶν καθιστάμενος, οὐδὲ τοῦ κερδαίνειν καὶ ἐκ συκοφαντημάτων ἀπείχετο, οὐδὲ τοῦ ἐπιβουλεύειν τῇ εὐθηνίᾳ καὶ τὴν κοσμικὴν ἀδημονίαν καὶ ἔνδειαν οἰκείαν ποιεῖσθαι φιλοκερδείας ὑπόθεσιν. τῷ τοι καὶ μαθὼν ὡς ἐν τῷ κάστρῳ τῇ Ῥαιδεστῷ κατάγουσιν ἅμαξαι τὸν σῖτον πολλαί, καὶ διαπιπράσκουσι διασκεδαννύμεναι εἴς τε τὰ τῶν μοναστηρίων ξενοδοχεῖα καὶ κατατόπια καὶ αὐτῆς τῆς μεγάλης ἐκκλησίας καὶ πολλῶν ἐγχωρίων, καὶ ἄνετον ποιοῦνται τὴν πρᾶ 202 σιν πρὸς τὸν βουλόμενον καὶ ἀκώλυτον, καὶ οὕτως ὁδεύει διὰ πάντων τὸ ἀγαθὸν τῆς εὐθηνίας, φθονήσας τῆς εὐετηρίας τῷ κόσμῳ φούνδακα ἐκτὸς τοῦ ἄστεος ὁ παγκάκιστος ἐποικοδομεῖ, κἀν τούτῳ συναθροίζεσθαι τὰς ἁμάξας ἐπισκήπτει, βασιλικῷ γράμματι τοῦτο διορισάμενος· καὶ μονοπώλιον τίθησιν εἰς τὸ ἀναγκαιότατον χρῆμα, τὸν σῖτον, μηδενὸς δυναμένου εἰ μὴ ἀπὸ τοῦ φούνδακος ἐξωνήσασθαι, φούνδακος τοῦ δολίου καὶ δαιμονιώδους πράγματος καὶ ὀνόματος. ἐξ οὗ γὰρ ἐκεῖνος ἐπάγη, ἡ εὐθηνία τῶν πόλεων ᾤχετο, καὶ ἡ τοῦ θείου ὀργὴ τὰ ὑπὸ Ῥωμαίους μειζόνως κατέλαβεν. οὐ γάρ, ὥσπερ τὸ πρότερον ἦν, ὁ βουλόμενος ἐξωνεῖτο τὸν σῖτον καὶ μετὰ τοῦ πωλοῦντος συνήλλαττε, καὶ εἴ περ μὴ ἐν τῷδε τῷ κατατοπίῳ ἠρέσκετο, μετέβαινεν εἰς τὸ ἄλλο καὶ αὖθις εἰς ἕτερον, καὶ ἀπὸ τῶν ἁμαξῶν ἡ πρᾶσις ἐγίνετο· ἀλλ' εἰσερχόμενα τὰ γεώργια ἐν τῇ τοῦ φούνδακος εἱρκτῇ σιτώνας εἶχον ἐνοίκους τοῦ φούνδακος καὶ σιτοκαπήλους πολλούς, καὶ οὗτοι προαρπάζοντες τὸν σῖτον ἐξωνοῦντο καὶ ἀπετίθουν, καὶ διηγωνίζοντο κερδαίνειν ἐπὶ τῷ νομίσματι νομίσματα τρία. ἠγόραζε δὲ ἀπὸ τῶν ἁμαξῶν οὐδείς, οὔτε ναυτικὸς εἰσάγων αὐτὸν εἰς τὴν βασιλεύουσαν οὔτε ἀστικὸς οὔτε ἄγροικος οὔτε ἄλλος οὐδείς· ἀλλ' ἀπὸ τῶν σιτοκαπήλων τοῦ φούνδακος ἡ πρᾶσις προέβαινεν, ὡς ἐκεῖνοι ἐβούλοντο καὶ ὁ προκαθήμενος αὐτῶν λυμεὼν φουνδακάριος, ὃς καινοτομῶν τοὺς τὸν σῖτον καταβι 203 βάζοντας, καὶ σῖτον ἐκ τούτων κακῶς ἀφαιρούμενος, καὶ βαρείας ἀπαιτήσεις ὑπὲρ τῶν τοπιατικῶν εἰσπραττόμενος, ἠνάγκαζε τὴν πρᾶσιν διὰ τὸ καινοτομεῖσθαι πολυειδῶς ἐνδεεστέραν ποιεῖν. καὶ οὕτως τρεφομένου τοῦ φούνδακος εἰς ἀδικίαν ἀπαραμύθητον ἐξέπιπτε τὰ τῆς προτέρας εὐθηνίας τῇ πολιτείᾳ, καὶ περιέστη ἀπὸ δέκα καὶ ὀκτὼ μοδίων εἰς ἕνα μόδιον τοῦ νομίσματος ἡ τοῦ σίτου πρᾶσις. ἐκομμερκεύοντο γὰρ ἔκτοτε, φεῦ τῆς πλεονεξίας, οὐ μόνον αἱ πυροφόροι ἅμαξαι, ἀλλὰ καὶ τὰ λοιπὰ ὤνια, ὅσα πλησίον ἐκείνου παρώδευον. ἀπείργοντο δὲ καὶ οἱ τῆς περιχώρου ἐκείνου καὶ οἱ τῆς Ῥαιδεστοῦ ἔποικοι πωλεῖν τὰ ἴδια γεώργια ἐν ταῖς ἑστίαις αὐτῶν. ἀφῃροῦντο δὲ καὶ οἱ μέδιμνοι, καὶ μόνος ὁ φοῦνδαξ τῶν μεδίμνων ὑπῆρχε κύριος. ὅπερ οὐδέποτε γέγονεν, οὐδ' ὁ ἥλιος εἶδε τοιοῦτον ἀδίκημα. εἰ γὰρ προσηγγέλη τις πωλήσας οἴκαδε σῖτον ἐξ ὧν ἐγεώργησεν, ὡς φονεὺς ἢ βιαστὴς ἢ ἄτοπόν τι ἕτερον πεπραχὼς ἐδημεύετο καὶ ἡρπάζετο παρὰ τοῦ ἐπιστατοῦντος τῷ φούνδακι. παρῆσαν γὰρ τῷ φουνδακαρίῳ ἐκ πάσης ἰδέας κακούργων ἄχρι τῶν ἑκατὸν ταξιῶται ταττόμενοι παρ' αὐτοῦ, καὶ τοὺς ἐλεεινοὺς ἐμπόρους καὶ γεωργοὺς πολλοῖς ἀνιαροῖς περιέβαλλον· καὶ οὐδεὶς ἦν ὁ ἀντιστῆναι τούτοις δυνάμενος τῷ τε πλήθει δυσκαταγωνίστοις οὖσι καὶ τῇ δυναστείᾳ τοῦ λογοθέτου τὸ θράσος ἀκάθεκτον ἔχουσι. καὶ ὃ μὲν ξʹ λιτρῶν τὸν φούνδακα μισθωσά