Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia
Michael AttaliatesHist 204 · pg-scrape-grcMore by Michael Attaliates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-attaliates" aria-label="More works by Michael Attaliates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
204.1
μενος ἐνηβρύνετο τῷ ἐξ αὐτοῦ πορισμῷ· ἡ δ' ἔνδεια τοὺς πάντας ἐπίεζεν, οὐ μόνον τοῦ σίτου ἀλλὰ καὶ τῶν ἄλλων εἰδῶν. ἐκείνου γὰρ στενοχωρουμένου ἀνάγκη καὶ τὰ λοιπὰ στενοχωρεῖσθαι, ὅτι δι' αὐτοῦ τῶν ἄλλων ὠνίων ἡ ἐπίκτησις ἢ περιποίησις γίνεται, καὶ οἱ μισθαρνοῦντες βαρυτέρους τοὺς μισθοὺς διὰ τὸ ἐνδεὲς τῆς τροφῆς ἀπαιτοῦσι. καὶ οἱ μὲν ἀξιολογώτεροι τῶν ἀνθρώπων καὶ οἱ τῷ φούνδακι πλησιάζοντες ἐγίνωσκον τὴν αὐτοῦ χαλεπότητα, καὶ ὅθεν τῷ κόσμῳ τὸ δεινὸν τῆς ἐνδείας ἀηδῶς ἐπεπόλασε· τὸ δ' ἄδικον κέρδος, ὡς φάρμακον μέλιτι κατεσκευασμένον τε καὶ κλεπτόμενον, τοὺς κρατοῦντας ἀπειροκάλως κατέθελγε, μέχρις ἂν σὺν τῷ κέρδει τούτου καὶ τὴν οὐσίαν πᾶσαν καὶ τὴν σωτηρίαν ἀπέβαλον. Ἐν τούτοις οὖν τῶν βασιλικῶν φροντισμάτων ὑπόντων, μᾶλλον δὲ τῶν τοῦ Νικηφόρου δεινῶν βουλευμάτων συναγομένων, ἤρξατο μὲν ὑπορρεῖν ὁ σῖτος καὶ καταλήγειν τὰ τῆς εὐθηνίας εἰς ἔνδειαν, ηὔξανε δὲ ὁ τῶν πολλῶν γογγυσμός, καὶ μᾶλλον τῶν ἀκριβῶς ἐπισταμένων τὸ ἄτοπον, καὶ ὅσοι τῶν γινομένων κακῶν ἐγγυτέρω καθίστατο. ἐθρυλλεῖτο δὲ καὶ τὸ παρὰ τὸν Ἴστρον κατοικοῦν μιξοβάρβαρον. παράκεινται γὰρ τῇ ὄχθῃ τούτου πολλαὶ καὶ μεγάλαι πόλεις, ἐκ πάσης γλώσσης συνηγμένον ἔχουσαι πλῆθος, καὶ ὁπλιτικὸν οὐ μικρὸν ἀποτρέφουσαι. πρὸς αἷς οἱ περαιωθέντες Σκύθαι τὸ 205 πρότερον τὸν Σκυθικὸν ἐπιφέρουσι βίον. παρ' ὧν καταληιζόμεναι, καὶ τὰς ἐκ τῶν βασιλικῶν ταμείων ἀποστελλομένας ἐτησίως φιλοτιμίας σπουδῇ τοῦ Νικηφόρου περιεκόπτοντο. καὶ κατὰ τοῦτό τινες τῶν τοιούτων πόλεων εἰς ἀποστασίαν ἀπέβλεψαν καὶ εἰς τὸ ἔθνος τῶν Πατζινάκων παρήγγελλον. σκεψάμενοι δ' οἱ περὶ τὸν βασιλέα σατράπην στεῖλαι τῶν οἰκειοτάτων αὐτῷ, ἔγνωσαν κατεπάνω τῆς Δρίστρας χειροτονῆσαι Νέστορά τινα τῷ τῶν βεσταρχῶν μὲν ἀξιώματι τετιμημένον, ἀπὸ Ἰλλυριῶν δὲ τὸ γένος ἕλκοντα καὶ δοῦλον πατρῷον γεγονότα τοῦ βασιλεύοντος. ὃν καὶ τῇ τοσαύτῃ τιμήσας ὁ τηνικαῦτα κρατῶν ἀρχῇ, ἐξαπέστειλε μετὰ τινῶν Δριστρηνῶν ὑπισχνουμένων τῷ βασιλεῖ τὴν εἰς τοῦτον τοῦ κάστρου μετάθεσιν. ἀπελθὼν δὲ, καί τινα χρόνον διηνυκώς, εὕρισκε μὲν τοὺς ἐγχωρίους μικρόν τι ἢ οὐδὲν τὴν τοῦ βασιλέως τῶν Ῥωμαίων κυριότητα ἐπιστρεφομένους, εἰς δὲ τὸν ἐξάρχοντα τούτων (Τατρὺς αὐτῷ ἡ προσηγορία) τὴν ἐξουσίαν τῆς ἄκρας ὁλοσχερῶς ἀναφέροντας. εἴτε δὲ φόβῳ τούτων ὁ Νέστωρ κατασεισθείς, εἴτε τῷ ὁμοτίμῳ τοῦ γένους τῆς ἐκείνων ἐρασθεὶς προαιρέσεως, εἴτ' ἐκ τῆς καταλαβούσης αὐτὸν φήμης δηχθεὶς τὴν ψυχήν, ἥτις ἦν ὡς τὴν οἰκίαν αὐτοῦ καὶ τὴν οὐσίαν τῷ δημοσίῳ ἐγγράφουσι προφάσει τοῦ μὴ καταναλῶσαι τὸ δοθὲν αὐτῷ χρυσίον ἐκ τῶν βασιλικῶν θησαυρῶν εἰς δέον (καὶ γὰρ δυσμενῶς ἔχων πρὸς αὐτὸν ὁ Νικηφόρος ἔπραττε τοῦτο κα 206 κῶς, τῷ φθόνῳ καὶ τῇ κακοηθείᾳ μὴ προτιμᾶν τὸ συμφέρον εἰδώς, καὶ τιμωρῶν ἐπισφαλῶς τὸν ἀκρίτην, ἐν οὕτω συγχύσει τῶν πραγμάτων ὑπαρχόντων, καὶ πρὸ τοῦ δοῦναι λόγον τῆς διοικήσεως), τῆς αὐτῆς ἐκείνοις βουλῆς καὶ γνώμης ἐπὶ συνθήκαις καὶ ὅρκοις κοινωνὸς ἐχρημάτισε, καὶ πρὸς τὰς ὁμολογίας ταύτας καὶ τὸ τῶν Πατζινάκων ἔθνος συναρμοσάμενος πολεμεῖν τοῖς Ῥωμαίοις μετ' αὐτῶν ἀσπόνδῳ τῇ μάχῃ συνέθετο. συγκινήσεως οὖν γενομένης τοιαύτης, τὰ περὶ τὸν πόλεμον καὶ τὴν τῆς Ῥωμαϊκῆς χώρας ἐπιδρομὴν αὐτοῖς ἐξηρτύετο. Ἐν δὲ τῷ μέσῳ τοῦ Ῥουσελίου τοῖς Τούρκοις κατεχομένου, πολλὴν ὁ πρόεδρος Ἀλέξιος ἐποιήσατο τὴν σπουδήν, τῷ κάστρῳ τῆς Ἀμασείας ἐνδιατρίβων, ὑπὸ τὴν ἰδίαν χεῖρα τοῦτον ποιήσασθαι. καὶ μέντοι καὶ ταλάντων ἱκανῶν τιμησαμένων τῶν Τούρκων τὸν Ῥουσέλιον, τῇ καταβολῇ τῶν ἀπαιτουμένων ὤνιον αὐτὸν ἀπειργάσατο καὶ ὑπὸ τὴν ἰδίαν ὑπηγάγετο χεῖρα, καὶ σιδηροδέσμιον ἀποδείξας διὰ πολλῆς εἶχε καὶ ἀγρύπνου τῆς φυλακῆς. εἶτα πέμψας γράμμα πρὸς τὸν βασιλέα, καὶ παρ' ἐκείνου πάλιν δεξάμενος, διὰ τῆς Ποντικῆς θαλάσσης ἐπεπορεύθη, καὶ τοῦτον εἰς τὴν βασιλεύουσαν μετὰ τῆς αὐτῆς ποδακάκης εἰσήγαγεν. ὁ δὲ βασιλεὺς μὴ προθέμενος εἰς ὄψιν ἑαυτοῦ καὶ θέαν τοῦτον ἐλθεῖν, καί τι καὶ βουλεύσασθαι βασιλικῆς ἀνεξικακίας καὶ μεγαλοφροσύνης 207 ἐπάξιον, καὶ προθεῖναι κατ' αὐτοῦ δικαστήριον, καὶ μετὰ διάγνωσιν καταδίκῃ μὲν θανατηφόρῳ τοῦτον ὑποβαλεῖν, ἀντιστῆσαι δὲ τῷ δικαίῳ χόλῳ τὸ ἠπιώτατον καὶ φιλάνθρωπον, καὶ οὕτω φυλάξαι τῇ Ῥωμαίων ἀρχῇ τηλικοῦτον στρατιώτην καὶ στρατηγόν, δυνάμενον ἐν τοῖς φλεγμαίνουσι κακοῖς τῆς ἑώας ἰάσασθαι πολλὰ τῶν αὐτῆς συντριμμάτων, ὥστε χάριτας ὁμολογήσαντα τῆς σωτηρίας τῷ βασιλεῖ καὶ ἀνυπερβλήτους εὐχαριστίας πεποιηκότα (ὅπερ πάντως ἀνάγκη τούτῳ ποιῆσαι ἦν, λογικῷ τε ὄντι καὶ φρονήσεως οὐκ ἀμοιροῦντι στερρᾶς) λαβεῖν τὴν ἡγεμονίαν τοῦ πολέμου καὶ τῆς πιεζούσης ἐπιδρομῆς ἐλευθερῶσαι τὰ ἑῶα, ὅσον γε ἥκει κατ' ἀνθρωπίνην ἔννοιαν ἐκ τῆς τῶν προτέρων αὐτοῦ κατορθωμάτων καὶ τολμημάτων κατανοήσεως, μὴ πεποιηκὼς οὖν οὕτως ὁ βασιλεύς, ἀλλὰ τῷ θυμῷ τὸ πλεῖον ἀπονείμας τοῦ πράγματος, ἔλαθε μεγίστης ἰσχύος καὶ εὐπραγίας ἀποστερήσας τὴν Ῥωμαίων ἀρχήν, ὡς καὶ μετὰ ταῦτα τὰ πράγματα παρεστήσαντο. παραδοὺς αὐτὸν τοῖς βασανισταῖς, ξεσμοῖς ἀνηκέστοις διὰ βουνεύρων, ὥς τινα δοῦλον δραπέτην, αὐτὸν καθυπέβαλε, καὶ εἰς ἕνα τῶν πύργων κατακλείσας, ζοφώδη καὶ ἀφιλάνθρωπον, ἀτημέλητον εἶχε καὶ σχοίνοις σιδηροῖς δέσμιον. Ἔφθη οὖν ὁ Νέστωρ τὴν μελετωμένην ἐκπληρώσας βουλήν, καὶ μετὰ τῶν Πατζινάκων εἰς τὴν Μακεδονικὴν ἐμβαλών, καὶ ταύτην κακῶς ἄγαν καὶ ἀπηνῶς διαθείς· οὐδὲ 208 γὰρ εἰς πόλεμον ἀντεπεξελθεῖν αὐτῷ οἱ ἐν Ἀδριανουπόλει συλλεγέντες στρατιῶται ἐτόλμησαν. οὕτως Θρᾷκάς τε... καὶ μετὰ πλήθους ἀξιολόγου τῆς Βύζαντος ἐγγὺς ἐστρατοπεδεύσαντο. τὸ δ' ἄλλο πλῆθος ἐπαφῆκε τὰς λοιπὰς πόλεις καὶ χώρας ἀποκείρειν τε καὶ δῃοῦν. θέρους δὲ ὥρας ἐνισταμένης καὶ τῶν καρπῶν ἠρτημένων, οὐ μικρά τις τῶν ἀναγκαίων σπάνις κατεῖχε τὴν βασιλεύουσαν καὶ τὰς λοιπὰς ἑσπερίας πόλεις, ὡς καὶ αὐτοῖς τοῖς κτήνεσι τὰς τροφὰς ἐπιλείπειν, καὶ πανταχόθεν ἐπιστυγνάζειν τοῖς ὅλοις τὸ ἄπορον· οὔτε γὰρ ἀξιόλογος στρατιὰ τῇ βασιλίδι παρῆν, τοὺς πολεμίους δυναμένη ἀπώσασθαι, οὔτ' ἄλλη τις μηχανὴ εὐέλπιδας τοὺς πολίτας ἐποίει πρὸς τὴν τοῦ ἔθνους ἀπαλλαγήν. ἀλλ' οὐδ' ὁ βασιλεὺς λόγῳ καὶ φρονήσει καὶ πολυπειρίᾳ διαφέρων ἦν, ὥστε διὰ τῆς οἰκείας ὀξύτητος λύσιν εὑρεῖν τινὰ τοῦ δεινοῦ. μία δὲ πᾶσιν ἐδόκει τῶν τοσούτων κακῶν ἀπαλλαγή, ἡ τοῦ ἀπὸ λογοθετῶν Νικηφόρου πρὸς τοὺς πολεμίους ἔκδοσις. τοῦτον γὰρ ἰσχυρῶς ἐπεζήτει λαβεῖν καὶ κολάσαι ὡς τῶν ὅλων δυσχερῶν αἴτιον, καὶ αὐτίκα τῆς βασιλευούσης ἀπαναστῆναι καὶ δοῦναι τὴν προτέραν ἄδειαν τοῖς Ῥωμαίοις καὶ κατακληρῶσαι τὰ ἑαυτῶν. ἀλλ' ὁ βασιλεὺς πάντα προέσθαι καὶ παθεῖν ἕτοιμος ἦν ἢ τὸ ζητούμενον ἐκ μέσου ποιήσασθαι. καὶ τοῦτο γὰρ ἐζητεῖτο καὶ ἐζυγομαχεῖτο τοῖς πλείοσιν, ὥστε κἂν μὴ ἔκδοτος τοῖς ἐναντίοις δοθῇ παραλυθῆναι τέως αὐτὸν τῆς 209 τοῦ λογοθέτου ἀρχῆς καὶ ἰδιωτεῦσαι καὶ οἴκαδε καταστῆναι ὡς ἄπρακτον πάντῃ καὶ πᾶσιν ἀπόβλητον, ἵνα καὶ τοῦτο ἀρκοῦν ἡγησάμενοι πρὸς τιμωρίαν αὐτοῦ οἱ πολέμιοι τῆς στρατοπεδείας ἀπόσχωνται. ἐπεὶ δὲ οὐδ' εἰς τοῦτο κατανεύων ὁ βασιλεὺς ἐτύγχανεν, οὐδ' ἑνὸς ἀνδρὸς ἀπραξίας σωτηρίαν τοῦ γένους παντὸς τῶν Ῥωμαίων ἀνταλλάξασθαι πρόθυμος ἦν, βοηθεῖ τούτοις ἄνωθεν ἡ θείᾳ ἀντίληψις ταῖς ἀκλινέσι πρεσβείαις τῆς παναχράντου δεσποίνης ἡμῶν θεοτόκου. οἱ γὰρ ἀποσταλέντες πρέσβεις παρὰ τῶν Πατζινάκων ἀναπεμφθέντες πάλιν εἰς αὐτοὺς ὑπωπτεύθησαν ἔκ τινος ἀπροόπτου αἰτίας ὡς λάθρᾳ διαχειρίσασθαι μέλλοντες τὸν πρωτοσύμβουλον αὐτῶν καὶ συστράτηγον Νέστορα· καὶ φοβηθεὶς ἐκεῖνος τὸν ἀπὸ μηχανῆς κίνδυνον, ταχέως ἐκεῖθεν ἀναστήσας τὴν στρατιὰν ὀπισθόρμητος ἤλαυνε. καὶ διελθὼν τὴν Μακεδονικήν, καὶ τοῖς ἄλλοις Πατζινάκοις συμμίξας, οἳ τὴν χώραν πᾶσαν κατέτρεχον καὶ κατεληίζοντο, οὕτως εἰς τὰ περὶ τὸν Ἴστρον χωρία καὶ τὰς ἐπαύλεις ἀνέδραμε, πολλὴν ἐπαγόμενος λείαν ἀνθρώπων τε καὶ κτηνῶν καὶ τῆς ἄλλης ἀποσκευῆς. ἐκείνου δὲ ταχέως ἀναχωρήσαντος ἀνακωχὴν τὰ πράγματα ἔλαβον, καὶ τῶν γεωργημάτων καὶ τῶν ἄλλων χορτασμάτων ἀδεῶς ἐποίουν οἱ πρὸς ταῦτα τεταγμένοι τὴν εἴσοδον, καὶ τὴν ἀπαλλαγὴν οἱ πλεῖστοι θαυμασίως ἑώρταζον, τῷ θεῷ καὶ τῇ τούτου πανυπερτίμῳ μητρὶ τὰ χαριστήρια νέμοντες. 210 Μοῖρα δέ τις τῶν ἑσπερίων στρατευμάτων ἐξ Ἀδριανουπόλεως ἄρασα τῷ βασιλεῖ προσελήλυθεν, εἰπεῖν τε καὶ ἀκοῦσαι παρ' αὐτοῦ σπεύδουσα τὴν τῶν ἐπιζητουμένων αὐτοῖς ἀπόκρισιν· ἐπενεκάλουν γὰρ στέρησιν τῶν στρατιωτικῶν ὀψωνίων καὶ κακοπαθείας τινὰς ἐξ ἀπρονοησίας τῶν κρατούντων καὶ ἀπληστίας. οἱ δὲ περὶ τὸν βασιλέα ἀδίκως αὐτοὺς μετελθόντες στρατιωτικόν τι πλῆθος εἰς ἐνέδραν αὐτῶν προητοίμασαν, καὶ ὅτε τούτους ἔγνων τῶν ἵππων καταβάντας ἐπὶ τῷ ποιῆσαι τὴν ἔγκλησιν, κατ' αὐτῶν ἀφῆκαν τοὺς ἐφεδρεύοντας· καὶ οἳ περιχυθέντες τοὺς ὁμοφύλους σφοδρῶς καὶ πολεμίως κατῄκιζον, οἳ μὲν ῥάβδοις σιδηραῖς αὐτοὺς κατατείνοντες, οἳ δὲ ξίφεσι τελείοις ἀναιροῦντές τινας, οἳ δὲ τὰς σκηνὰς αὐτῶν διαρπάζοντες καὶ τοὺς ἵππους συναφαρπάζοντες. τούτου δὲ γενομένου πολὺς ἔλεος ἐπῆλθε τοῖς Βυζαντίοις ὑπὲρ τῶν ἀναιτίως παθόντων στρατιωτῶν, καὶ κατέγνων τοῦ βασιλέως καὶ τῶν περὶ αὐτὸν οὐκ ἐλαχίστην τὴν ἄνοιαν, ὥστε καὶ αὐτὸν ἐκεῖνον μετάμελον δέξασθαι καὶ ἀνασῶσαι τούτοις τινὰ τῶν διαρπαγέντων, μὴ μέντοι δέ τι πρᾶξαι τὴν τοιαύτην παροινίαν καὶ βλάβην ἀνακαλούμενον, μήτε φιλοτιμίαν τινὰ τοῖς στρατιώταις ἀποδοῦναι. ἀλλ' οἵ γε πρὸς τὰ οἰκεῖα λύπης οὐ μικρᾶς ἀνάμεστοι ἐπαναστραφέντες οὐκ ἤθελον ἐπὶ τοῦ αὐτοῦ μένειν, ἀλλὰ τοὺς πολεμιωτάτους ἀμύνασθαι διεσκέπτοντο.

Intertext edge

Open linked passage

Note